ΑΠΡΙΛΙΟΣ ΚΓ΄.
ΓΕΩΡΓΙΟΣ ΤΡΟΠΑΙΟΦΟΡΟΣ
ΚΑΝΟΝΕΣ
Ὁ α’ Κανών. Ποίημα Ἀνδρέου Κρήτης.
ᾨδὴ α΄. Ἦχος δ΄. Τῷ ὁδηγήσαντι πάλαι.
Ἀγαλλιάσθω ἡ κτίσις, πνευματικῶς σήμερον, τῇ Ἀναστάσει γὰρ Χριστοῦ, τοῦ Ἀθλοφόρου ἡ ἔνδοξος, συνανατέλλει πανήγυρις, ἅπαντα, χαροποιοῦσα μυστικῶς, τῆς γῆς τὰ πέρατα.
Ἐαρινὴν πανδαισίαν, ὡς ἱερὰν τράπεζαν, ὁ στεφανίτης τοῦ Χριστοῦ, μετὰ τὴν ἔνδοξον ἔγερσιν, τοῦ Ζωοδότου προέθηκεν, σήμερον, πᾶσι πιστοῖς θεοπρεπῶς, ἄθλους τῶν πόνων αὐτοῦ.
Τῷ θυρεῷ τῆς ἐλπίδος, θωρακισθεὶς ἄνωθεν, Μάρτυς Γεώργιε σοφέ, ἀθλητικῶς κατεπάλαισας, μετὰ σαρκὸς τὸν ἀσώματον, στέφανον, παρὰ Χριστοῦ ὡς νικητής, ἀναδησάμενος.
Ὁ ἐν σταδίῳ γενναῖος, καὶ ἐν δεσμοῖς πρόθυμος, καὶ ἐν βασάνοις κραταιός, ὁ στεφανίτης Γεώργιος, τὴν οἰκουμένην προτρέπεται, σήμερον, πανηγυρίσαι μυστικῶς, ἐπὶ τῇ μνήμῃ αὐτοῦ.
Οὐκ ἐδειλίασας Μάρτυς, τὴν τῶν ἐχθρῶν ἔνστασιν, οὐ τὰς ἀθέους ἀπειλάς, πρὸς αἰκισμοὺς οὐκ ἐνάρκησας, καὶ πρὸς σφαγὴν ηὐτομόλησας· ἔσπευδες, γὰρ ἀναλῦσαι πρὸς Θεόν, τὸν στεφανοῦντά σε.
Καταλιπὼν τὰ ἐν κόσμῳ, καὶ τὰ ἐκ γῆς φύοντα, στεφανηφόρε Ἀθλητά, πρὸς τὴν Σιὼν μεταβέβηκας, τὴν νοητὴν καὶ πολύφωτον, ἄμωμος, θυσία ζῶσα λογική, προσενεχθεὶς τῷ Θεῷ.
Θεομακάριστε Μάρτυς, ἀθλητικὸν ἄγαλμα, καὶ στήλη ἔμπνους Ἀθλητῶν, Χριστιανῶν ἐγκαλλώπισμα, τῆς καρτερίας ὑπόδειγμα, πρέσβευε, πρὸς τὸν Θεὸν ὑπὲρ ἡμῶν, τῶν ἀνυμνούντων σε.
Ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἱερὰν μνήμην σου, Μάρτυς Γεώργιε σοφέ, Χριστὸν τὸν Κύριον αἴτησαι, ὡς παῤῥησίαν εὑράμενος, ἐκ πειρασμῶν, καὶ πάσης ἄλλης συμφορᾶς, ἀπαλλαγῆναι ἡμᾶς.
Τριαδικόν.
Πάτερ Θεὲ Παντοκράτορ, Υἱὲ Θεοῦ ἄναρχε, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρός, Πνεῦμα πανάγιον ἄχρονον, τὸ ἐκ Πατρὸς πορευόμενον, μένον δε, ἐν τῷ Υἱῷ ὡς συμφυές, Τριὰς ἐλέησόν με.
Θεοτοκίον.
Χαῖρε σκηνὴ παναγία, ἐν ᾗ Θεὸς ἄσαρκος, κατ’ εὐδοκίαν πατρικήν, κατασκηνώσας ἐν πνεύματι, κυοφορεῖται καὶ πλάττεται, ἄνθρωπος, δίχα φθορᾶς ἄνευ τροπῆς, ἐκ Σοῦ γεννᾶται ἁγνή.
ᾨδὴ β΄. Δῶμεν μεγαλωσύνην.
Σήμερον συγκαλεῖται, ἡ παγκόσμιος Ἀνάστασις, τοῦ Ἀθλοφόρου καὶ στεφανίτου· πνευματικῶς ἑορτάσωμεν πιστοί.
Κόσμον καὶ τὰ ἐν κόσμῳ, ἀπεδύσω γενναιότατε, πρὸς τὸ βραβεῖον τῆς ἄνω δόξης, ἀποσκοπῶν δι’ ἐλπίδος ἀκλινοῦς.
Αἵματι μαρτυρίου, τὴν ζωὴν τὴν ἀκατάλυτον, Μάρτυς ὠνήσω ἐπὶ τὸ σκάμμα, τοὺς αἰκισμοὺς ὑπομείνας καρτερῶς.
Οὐκ ἔῤῥηξε τὸ σκάφος, τῆς ψυχῆς σου ἡ ἐπίκλυσις, τῶν πολυτρόπων βασάνων Μάρτυς· Χριστὸς γὰρ ἧν κυβερνώμενος αὐτό.
Πέτραν ἄσειστον ἔχων, τὸν θεμέλιον τῆς πίστεως, ταῖς τρικυμίαις τῶν ἀντιπάλων, οὐκ ἐσαλεύθης Γεώργιε σοφέ.
Οὐδὲ ἡμᾶς χωρίσῃ, τῆς ἀγάπης τοῦ Χριστοῦ ἡμῶν, οὐ πῦρ οὐ ξίφος ἐβόας Μάρτυς, οὐ διωγμὸς οὐ λιμὸς οὐκ αἰκισμός.
Χριστῷ καὶ συσταυροῦμαι, Χριστῷ πάλιν συνανίσταμαι, ἔκραζες Μάρτυς πρὸς τοὺς τυράννους, καὶ σὺν Αὐτῷ δοξασθήσομαι ἀεί.
Ξέσθωσαν αἱ σάρκες, τῆς ψυχῆς γὰρ οὐκ ἐλάβετε, τὴν ἐξουσίαν ἐβόας Μάρτυς, ὡς κοινωνὸς τοῦ θανάτου τοῦ Χριστοῦ.
Θεοτοκίον.
Τὴν ἄχραντον Μητέρα, τοῦ Θεοῦ ἀνευφημήσωμεν, ὡς σωτηρίαν ἡμῖ τεκοῦσαν· ἀνεκαινίσθη τὸ γένος τῶν βροτῶν.
Ἕτερος Εἱρμός. Ἴδετε ἴδετε.
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ τῷ Σταυρῷ πᾶσαν καθελών, τὴν τοῦ ἐχθροῦ δυναστείαν, πρεσβείαις τῶν Μαρτύρων, καὶ καταλύσας εἰδώλων τὴν πλάνην, καὶ βωμοὺς τῶν θυσιῶν καταβαλών.
Σοὶ συσταυρούμενος, ὁ μεγαλόφρων Ἀθλητής, τὴν τῶν ἐχθρῶν πλάνην συμπατεῖ, καὶ τοὺς ναοὺς τῶν εἰδώλων, τῇ πίστει καταλύσας, καὶ στεφάνους νομίμως ἀθλήσας, καὶ χορεύει σὺν Ἀγγέλοις Ἰησοῦ.
Τίς μὴ θαυμάσειε, μεγαλομάρτυς Ἀθλητά, ὅτι γυμνὸς ἄοπλος ἑστώς, τοῦ ἀοράτου καθεῖλες, ἐχθροῦ τὴν δυναστείαν, καὶ τῶν δαιμόνων πατήσας τὰ θράση, νικηφόρος ἀνεδείχθης τοῦ Χριστοῦ;
Θώρακα πίστεως, καὶ θυρεὸν ἀναλαβών, ὁ Ἀθλητὴς οὗτος τοῦ Χριστοῦ, τὴν τοῦ Σταυροῦ πανοπλίαν, ὡς δόκιμος ὁπλίτης· ἀθλητικῶς συνεπλάκη τῷ πλάνῳ, καὶ καθεῖλε τῶν ἐχθρῶν τὰς προσβολάς.
Κύριε Κύριε, ὁ συναθλήσας νοητῶς, τῷ Ἀθλητῇ μέσον τῶν δεινῶν, καὶ στεφανώσας νομίμως, νικήσαντα τὴν πλάνην, τοὺς οἰκτιρμούς σου παράσχου τῷ κόσμῳ· δι’ αὐτοῦ Σὲ δυσωποῦμεν ἀγαθέ.
Δόξα καὶ καύχημα, τῶν Ἀθλοφόρων Σου Χριστέ, ὁ νοητὸς στέφανος αὐτῶν, τὸ ἀγαλλίαμα πάντων, τῶν σοὶ πεπιστευκότων, ὁ θησαυρὸς τῆς μελλούσης ἐλπίδος, τὸν λαόν Σου διαφύλαξον Σωτήρ.
Τριαδικόν.
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱός, ὁ ἀπαθῶς καὶ ἀῤῥεύστως, ἐκ Πνεύματος Ἁγίου, ἐν τῇ γαστρὶ τῆς Παρθένου σκηνώσας, καὶ τεχθεὶς μετὰ σαρκὸς δίχα φθορᾶς.
Θεοτοκίον.
Χαῖρε Παράδεισε, ἐν ᾧ τὸ ξύλον τῆς ζωῆς· χαῖρε πηγὴ βρύουσα τὸ φῶς· χαῖρε τὸ ἅγιον ὄρος, ὃ εἶδεν ὁ Προφήτης, ἐξ οὐ ὁ λίθος ἐτμήθη ἡ πέτρα, ἡ προχέουσα πταισμάτων ἱλασμόν.
ᾨδὴ γ΄. Μὴ καυχάσθω ὁ καυχώμενος.
Ἡ πανέορτος Ἀνάστασις, τοῦ ζωοδότου φαιδρῶς ἡμῖν σήμερον, ἀθλητικὴν πανήγυριν, παρεσκευάσατο, ἐν ᾗ πάντες δεῦτε πιστοί, ἑορτάσωμεν καὶ συγχωρεύσωμεν.
Εὐφημείσθω νῦν Γεώργιος, ὅτι καθεῖλες ἐχθροῦ τὴν ἀπόνοιαν, τὸ τῆς σαρκὸς χιτώνιον, ἀπεκδυσάμενος, καὶ ἀνδρείως τρέψας αὐτόν, καὶ τὸν στέφανον ἀναδησάμενος.
Ἐγκαυχάσθω ἐπὶ Κύριον, ὁ Ἀθλοφόρος· Χριστοῦ γὰρ τὴν δύναμιν, ἀθλητικῶς ὡς θώρακα, περιζωσάμενος, τὸν ἀόρατον ὡς ὁρῶν, ἐκαρτέρησε διὰ τῆς πίστεως.
Τοῦ Κυρίου τὰ παθήματα, ἐν τῇ σαρκί σου τρισμάκαρ Γεώργιε, ὡς πανοπλίαν ἔμψυχον, θωρακισάμενος, εἰς οὐδὲν τὸ πῦρ τῶν ἐχθρῶν, οὐ τὰς μάστιγας ἡγήσω Μάρτυς Χριστοῦ.
Ῥωμαλέῳ τῷ φρονήματι, ἀντεκατέστης τρισμάκαρ Γεώργιε, τῷ τοῦ ἀέρος ἄρχοντι, διὰ τῆς πίστεως, τὰς πικρὰς βασάνους αὐτοῦ, μέχρις αἵματος μὴ δειλιάσας σοφέ.
Ἐν θαλάσσαις ἐφιστάμενος, καὶ ἐν ἐρήμοις καὶ νήσοις καὶ πόλεσι, θαυματουργῶν Γεώργιε, ταῖς ἱκεσίαις σου, καὶ τὴν ζάλην τῶν θλιβερῶν, ἀπωθούμενος πᾶσι γαλήνην ποιεῖς.
Ὡς τῷ Κτίστῃ καὶ Θεῷ ἡμῶν, μετὰ Ἀγγέλων τρισμάκαρ Γεώργιε, παρεστηκὼς μνημόνευε, ταῖς ἱκεσίαις σου, τῆς μονῆς σου ταύτης ἀεί, συντηρῶν αὐτὴν ἐκ πάσης θλίψεως.
Τριαδικόν.
Τὴν Τριάδα προσκυνήσωμεν, τὴν ἐν Μονάδι θεότητος ἅπαντες, καὶ σὺν Ἀγγέλοις ᾄσμασι, θεολογήσωμεν, ἀδιαίρετον συμφυῆ, τρισυπόστατον καὶ συναΐδιον.
Τριαδικόν.
Τὸν Πατέρα προσκυνήσωμεν, Υἱὸν καὶ Πνεῦμα Τριάδα ἀμέριστον, χερουβικῶς δοξάζοντες, ἅγιος ἅγιος, ἅγιος εἶ ὁ Θεός, τρισυπόστατον καὶ ὁμοούσιον.
Θεοτοκίον.
Θεοτόκε ὑπερένδοξε, ἐν τῇ γαστρί Σου ἀφράστως χωρήσασα, τὸν ἐκ Πατρὸς ἐκλάμψαντα, Υἱὸν συνάναρχον, ἐκτενῶς ἱκέτευε, τοῦ ῥυσθῆναί σου τὴν μάνδραν ταύτην φθορᾶς.
Θεοτοκίον.
Τὴν θεόδεκτον γαστέρα Σου, Παρθενομῆτορ Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐναθρωπήσας ἔδειξε, καὶ μετὰ γέννησιν, ἀδιάφθορον ὥσπερ ἦν, καὶ ἡγίασε καὶ ὑπερύψωσεν.
ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.
Χριστὸς Ἀνέστη ἐκ τάφου, καὶ ἔπλησε τὰ σύμπαντα φωτοχυσίαις, συνεξέλαμψε δὲ σήμερον, ἡ παροῦσα, μνήμη τοῦ στεῤῥοῦ Ἀθλητοῦ, λαμπρὰν ἑορτήν, τῷ κόσμῳ μηνύουσα.
Ἡ ὑπερκόσμιος αὕτη, Ἀνάστασις φαιδρύνουσα τὴν οἰκουμένην, συνεφαίδρυνε τὴν ἔνδοξον, τοῦ Ἁγίου, μνήμην συνεκλάμψασαν, ἀκτῖσι φωτός, τῆς Αὐτοῦ θεότητος.
Ἀόπλως Μάρτυς Κυρίου, ἐπάτησας τὸν δράκοντα τὸν ἀποστάτην, καὶ εἰς γῆν αὐτὸν κατέπτωσας, τῇ δυνάμει, μόνῃ τοῦ Κυρίου σου, ὡς ὅπλοις αὐτῷ, χρησάμενος ἔνδοξε.
Ἐξέπληξας πᾶσαν κτίσιν, Γεώργιε τοῖς ἄθλοις σου ἐγκαρτερήσας, καὶ ὡς ἄσαρκος ἐν σώματι, τὰς βασάνους, ὅλως οὐκ ἐνάρκησας, οὐ θῆρας οὐ πῦρ, οὐ ξίφη γυμνούμενα.
Τῷ αἵματί σου τρισμάκαρ, τῷ βάπτισμα τὸ Ἅγιον ἐπισφραγίσας, τιμιώτερον ἀπέδειξας· τῷ πυρὶ γάρ, οὕτω προσωμίλησας, καθάπερ χρυσός, ὤφθης δοκιμώτατος.
Οὐκ ἄνθεσιν οὐδὲ ῥόδοις, ἐπλέξατό σοι στέφανον ὁ βασιλεύς σου, ἐν αἵματι κατέχρωσε, τῆς σαρκός σου, Μάρτυς τὸ διάδημα, τὰ στίγματά σο, ὡς λίθους τιμίους ἐνθείς.
Ἐξανέστησαν ἡγεμόνες, καὶ τύραννοι ὁρῶντές σου τὴν καρτερίαν· τοὺς τροχοὺς γὰρ οὐκ ἐνάρκησας, οὐ τὰ ξίφη· πῦρ οὐκ ἐδειλίασας, οὐ σάρκα ὁρῶν, ξεομένας τότε τὰς σάς.
Εὐφραίνεσθε καὶ σκιρτᾶτε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν παρὰ Κυρίου· διὸ Μάρτυρες ἀήττητοι, τὸν Σωτῆρα, πᾶσιν ἱλεώσασθε, τοῖς πίστει ὑμῶν, τὴν μνήμην τιμῶσιν ἀεί.
Τὴν μάνδραν ταύτην ἐκ ζάλης, λυτρούμενος πανεύφημε Μάρτυς Κυρίου, ἐν εἰρήνῃ διατήρησον, ταῖς εὐχαῖς σου, παύων τῶν ἐχθρῶν ἀπειλάς, καὶ σώζων αὐτήν, κινδύνων καὶ θλίψεων
Τριαδικόν.
Ὡς φῶς καὶ φῶτα δοξάζον, καὶ ἅγιον καὶ ἅγια Σὲ τὴν Τριάδα, ἑνιαίως συναστράπτουσαν, τῇ οὐσίᾳ· εἷς γὰρ ἐν Τριάδι Θεός, καὶ τρία καὶ ἕν, Τριὰς ἡ αὐτὴ καὶ Θεός.
Τριαδικόν.
Δοξάσωμεν τὴν Τριάδα, τὴν ἄκτιστον καὶ ἄναρχον μίαν οὐσίαν· δι’ αὐτῆς γὰρ ἐδιδάχθημεν, Ὀρθοδόξως, σέβειν σὺν Πατρὶ τὸν Υἱόν, καὶ Πνεῦμα εὐθές, ἄναρχον καὶ σύνθρονον.
Θεοτοκίον.
Ἐν Σοὶ τὸ μέγα ἐπράχθη, μυστήριον πανάμωμε τῆς σωτηρίας, θεωθέντος τοῦ προσλήμματος, ἐν γαστρί Σου· ὅθεν ἐμορφώθης ἐκ Σοῦ, Παρθένε ἁγνή, Θεὸς τὸ ἀνθρώπινον.
ᾨδὴ ε΄. Ἀνάτειλόν μοι Κύριε.
Τὰ ἄνθη ἀναθάλλουσα, τῆς τοῦ Χριστοῦ ἐγέρσεως, μαρτυρικῶς τὰ κρίνα φέρουσα, μυρίζοντα τοῖς ἄθλοις, τὸν πιστὸν λαὸν Αὐτοῦ, καὶ εὐωδιάζοντα, ἡ Ἐκκλησία συγκαλεῖ.
Χριστὸς τὸ ἔαρ σήμερον, μαρτυρικῶς προτίθεται, καὶ τοῖς γενναίοις Ἀθλοφόροις, τὸ στάδιον ἀνοίγων, τὰ βραβεῖα δείκνυσι, καὶ τῆς ἀναλύσεως, προϋπισχνεῖται τὴν ζωήν.
Ἐν σοὶ θαῤῥῶν ὁ Μάρτυς Σου, Χριστὲ τὴν νίκην ἔλαβεν· καταφρονήσας τῶν προσκαίρων, ὡς φύσει φθειρομένων, τὴν ζωὴν τὴν μέλλουσαν, κατεκληρονόμησεν, διὰ βασάνων ἀλγεινῶν.
Ἐν Σοὶ τὸ κράτος Κύριε, ὁ Μάρτυς ἔχων ἔλεγεν, ὅτι οὐκ ἄξια ὑπάρχει, τὰ παθήματα ταῦτα, πρὸς τὰ ἐλπιζόμενα, τῆς ἡτοιμασμένης μοι, Βασιλείας οὐρανῶν.
Σταυρὸν λαβὼν ὡς θώρακα, καὶ θυρεὸν τῆς πίστεως, ἀθλητικῶς ὁ Μάρτυς Κύριε, ἐξῆλθε πρὸς τὴν πάλην, τοῦ δολίου δράκοντος, καὶ καταβαλὼν αὐτόν, τὸ νῖκος ἧρε κατ’ αὐτοῦ.
Τὴν μάνδραν ταύτην φύλαξον, πρεσβείαις τῶν Ἁγίων Σου, καὶ ἐκ φθορᾶς κινδύνων ῥῦσαι· τὴν Σὴν γὰρ ὁπλισθεῖσα, συμμαχίαν Δέσποτα, νοητῶς τροποῦται νῦν, τοῦ ἀρχεκάκου τὰς βουλάς.
Τοῖς εὐπροσδέκτοις Κύριε, πρεσβείαις τοῦ ἐνδόξου Σου, καὶ παναρίστου Γεωργίου, τῷ κόσμῳ σου εἰρήνην, καὶ ἡμῖν τὴν ἄφεσιν, τῶν δεινῶν ὡς εὔσπλαγχνος, νῦν κατάπεμψον Χριστέ.
Τριαδικόν.
Πατέρα προσκυνοῦμέν Σε, Θεὸν τὸν παντοκράτορα, καὶ ἐκ Θεοῦ Θεὸν ὑμνοῦμεν, τὸν ἄχρονον Υἱόν Σου, καὶ τὸ θεῖον Πνεῦμά Σου, συνθεολογούμενον, ὅτι Θεὸς εἷς ἡ Τριάς.
Τριαδικόν.
Τριὰς ἁγία δόξα Σοι, Μονὰς ἡ τρισυπόστατος, ἡ ὁμοούσιος οὐσία, ἣν Ἄγγελοι ὑμνοῦσι, Χερουβὶμ δοξάζουσι, καὶ ἡ κτίσις ἅπασα, δοξολογεῖ ἕνα Θεόν.
Θεοτοκίον.
Τὸ πῦρ ἀφλέκτως τέτοκας, ἁγνὴ τὸ τῆς Θεότητος· καὶ γὰρ Μωσῇ προεγνωρίσθη, τὸ ὅραμα τῆς βάτου, τυπικῶς τὸν τόκον Σου, προσημαῖνον ἄχραντε, Θεογεννῆτορ ἐν Σινᾷ.
Θεοτοκίον.
Τὴν ποίμνην ταύτην στήριξον, πρεσβείαις τῆς τεκούσης Σε, καὶ ἐκ φθορᾶς κινδύνων ῥῦσαι· ἐν Σοὶ γὰρ ὁπλισθέντες, κατ’ Αὐτοῦ τροπούμεθα· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ νυμφίος καὶ ποίμην.
ᾨδὴ στ΄. Ἐν πελάγει τοῦ βίου.
Ἐκ νεκρῶν ἐξηγέρθη, Χριστὸς ὁ Θεός, τριήμερος ὀφθείς, τοῖς Ἀποστόλοις καὶ βοῶν χαρμονικῶς· ἐδόθη μοι πᾶσα, ἐν γῇ καὶ ἐν πόλεσιν, ἐξουσία, ὦ μαθηταί μου.
Αἰκισμοῖς καὶ βασάνοις, πυρούμενόν σε, κατέστεψε Χριστός, καὶ τὸ βραβεῖον ἐκομίσω παρ’ Αὐτοῦ, καὶ πρεσβεύεις ἀπαύστως, τρισμάκαρ Γεώργιε, ἐκ φθορᾶς, ἡμᾶς λυτρωθῆναι.
Οὐδὲ πῦρ οὐδὲ ξίφος, καθάπτεταί μου, ἐβόας Ἀθλητά, τῇ γὰρ ἐλπίδι τεθωράκισμαι Χριστοῦ, τὸν Σταυρὸν δὲ ὡς δόρυ, βαστάζων ἀνθίσταμαι, ταῖς βολαῖς, τῆς ἀθέου πλάνης.
Ἀνεδήσω τῆς νίκης, τὸν στέφανον σύ, γενναῖε Ἀθλητά, καταρτισθέντα ὡς χρυσίῳ καθαρῷ, καὶ ὡς λίθοις τιμίοις, τοῖς θείοις σου αἵμασιν, νοητῶς, κατεσκευασμένον.
Τίς ὁρῶν οὐ θαυμάζει, τοὺς μώλωπας σου, γενναῖε ἀθλητά, οὓς ὑπὲρ μόνου ἐκαρτέρησας Χριστοῦ, παρ’ οὗ καὶ τὰ βραβεῖα, τῆς νίκης ἀράμενος, ἐντρυφᾷς, αἰωνίου δόξης.
Ὡς ἐντυχῶν τῆς ἀλήκτου, καὶ θείας δόξης, Γεώργιε φαιδρέ, τοὺς ἐκτελοῦντάς σου τὴν θείαν μνήμην, δυσώπει τὸν Σωτῆρα, ῥυσθῆναι τῶν θλίψεων, καὶ ἐκ πάσης, τῆς ἐναντίων βλάβης.
Τριαδικόν.
Τὸν Πατέρα δοξάζω, ὑμνῶ τὸν Υἱόν, τὸ Πνεῦμα προσκυνῶ, Θεὸν τὰ τρία ὑποστάσεσι τρισίν, ἐν μιᾷ τῇ οὐσίᾳ, ἀΐδιον ἄκτιστον, συμφυῆ, Θεὸν τὴν Τριάδα.
Θεοτοκίον.
Κιβωτόν Σε ἐκάλει, ὁ μέγας Δαυΐδ, καὶ πόκος Γεδεών, ἐν ᾦ κατέβη ὁ Θεὸς ὡς ὑετός, Ἡσαΐας δὲ ῥάβδον, ἐκ ῥίζης βλαστήσασαν, Ἰεσσαί, τὸν Χριστὸν Παρθένε.
ᾨδὴ ζ΄. Εὐλογητὸς εἶ Χριστέ.
Εὐλογητὸς εἶ Χριστέ, ὁ δι’ ἡμᾶς ὑπομείνας, Σταυρὸν καὶ πάθη, ταφὴν καὶ ἔγερσιν παρέξας τοῖς θνητοῖς, καὶ ἀθανασίας, ἐλπίδας ἔχειν.
Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, δι’ αἰκισμῶν καρτερίας, τῆς οὐρανίου, ἐγένου κλήσεως υἱὸς καὶ κοινωνός, καὶ συκληρονόμος, εἰς τοὺς αἰῶνας.
Κράτος τυράννου σοφέ, καταφρονήσας γενναίως, τῇ τῆς τριάδος, σφενδόνῃ ἔτρεψας τῷ ὅπλῳ τοῦ Σταυροῦ, καταπολεμήσας, ἐχθροῦ τὴν πλάνην.
Ἔπαυσας θράση ἐχθρῶν, καὶ μηχανὰς τοῦ δολίου, τῇ καρτερίᾳ, καὶ τῇ ἀνδρείᾳ σου Γεώργιε πιστέ· ὅθεν συναυλίζῆ, τοῖς ἄνω θρόνοις.
Πᾶς ὁ χορός σε ὑμνεῖ, τῶν ἀπ’ αἰῶνος Μαρτύρων, ὡς νικητήν, καὶ γενναῖον πρόμαχον τῆς πίστεως ἡμῶν, συναγαλλιῶντες, σοὶ Ἀθλοφόρε.
Ταῖς ἱκεσίαις Χριστέ, τοῦ Ἀθλητοῦ Γεωργίου, τῇ οἰκουμένῃ, εἰρήνην τὴν σὴν παρέχων ὡς Θεός, σῶσον ὡς οἰκτίρμων, τοὺς σοὺς ἱκέτας.
Σὲ θυρεὸν νοητόν, οἱ Ἀθλοφόροι λαβόντες, πρὸς τοὺς τυράννους, ἀντεπαρατάξαντο καὶ πρὸς τοὺς ἀρχηγούς, καὶ τοὺς κοσμοκράτορας, τοῦ κόσμου τούτου.
Ταῖς ἱκεσίαις Χριστέ, τοῦ ἱεροῦ Ἀθλοφόρου, τῇ Ἐκκλησίᾳ, εἰρήνην δώρησαι πηγάζων τοῖς πιστοῖς, τὴν ἀθανασίαν, εἰς τοὺς αἰῶνας.
Τριαδικόν.
Δόξα Πατρὶ καὶ Υἱῷ, δόξα καὶ Πνεύματι θείῳ· μονὰς γάρ ἐστιν, τῇ φύσει ἄτμητος ἀμέριστος ἀεί, πάλιν δὲ προσώποις, μεριζομένη.
Τριαδικόν.
Εὐλογητὸς εἶ Χριστέ, ὁ ἐν Μονάδι οὐσίας, καὶ ἐν Τριάδι, προσώπων· σέβομεν ἐν πίστει ἀκλινεῖ, τὸν δεδοξασμένον, εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὦ μακαρία γαστήρ, ἡ τὸν οὐράνιον στάχυν, ἀγεωργήτως, καρποφορήσασα ἐξ ἧς ὁ τῆς ζωῆς, ἄρτος ἐφυράθη, Χριστοῦ τὸ σῶμα.
Θεοτοκίον.
Χαῖρε ναὲ θεϊκέ· χαῖρε κατάσκιον ὄρος· χαῖρε λυχνία, χρυσῆ καὶ τράπεζα καὶ θεία κιβωτέ· χαῖρε Παναγία, καὶ Θεομῆτορ.
ᾨδὴ η΄. Ἐν πυρὶ φλογὸς παρίστανται.
Ἐκ νεκρῶν φθορᾶς ἐξήρπασας, τὸν γενάρχην Χριστέ, Εὔαν τε καὶ τοὺς Ἁγίους, κενεῶνας ὑπελθών, τοῦ ᾍδου καὶ ἀνέστης, τριήμερος τῷ κόσμῳ, ἀνάστασιν κηρύξας Σωτήρ, καὶ θείαν Βασιλείαν.
Ὁπλισάμενος ὁ Μάρτυς Σου, τῷ Σταυρῷ Ἰησοῦ, ἔκραζε γυμνὸς ἑστώς, ἐπὶ σκάμματος θαῤῥῶν· οὐ κάμπτω μου τὸ γόνυ, οὐ θύω τοῖς εἰδώλοις, Χριστὸν τὸν μόνον δημιουργόν, Αὐτὸν καὶ μόνον σέβω.
Εἰ καὶ μάστιγες καὶ θῆρές μοι, καὶ τὸ πῦρ καὶ τροχοί, πρόκεινται ἀλλ’ οὐκ ἀρνοῦμαι, τὸν Σωτῆρα μου Χριστόν· ξέσθωσαν αἱ σάρκες, ῥαινέσθω καὶ τὸ αἷμα, γενέσθω μου τὸ σῶμα, θυσία ζῶσα τῷ Κυρίῳ.
Μεμαστίγωμαι καὶ πέφυρμαι, τοῖς ἐμοῖς τῆς σαρκός, αἵμασιν ὑπὲρ τοῦ δόντος, ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀλλ’ ἔτι ἀνακράζω· οὐ θύω τοῖς ἀψύχοις, Χριστός μοι μόνος ἔστω Θεός, ᾧ καὶ ὁλοκαυτοῦμαι.
Ὡς ἀδάμαντι προσρήξας σοι, ὁ ἐχθρὸς Ἀθλητά, βέβληται καὶ θρήνοις κάτω, πτῶμα κείμενος βοᾷ· ὁ πλήξας οἴμοι τίς μου, ῥομφαίαν τὴν καρδίαν; Οὐκέτι κοσμοκράτωρ ἐγώ, οὐ ἄρχω τοῦ ἄερος.
Πανοπλίαν ἐνδυσάμενος, τὸν Σταυρὸν τοῦ Χριστοῦ, ἔτρεψας τὰς μεθοδείας, τοῦ ἐχθροῦ ὡς κραταιός· διὸ καὶ ἀνεβόα· ἐπαύθη μου τὸ κράτος, ἀλλ’ εἴθε μή μοι συνεπλάκη, ὁ Ναζωραίου Μάρτυς.
Λίθοι ἄψυχοι καὶ ξόανα, οἱ θεοὶ τῶν ἐχθρῶν, ἔλεγες πρὸς τοὺς τυράννους, Μάρτυς ἔνδοξε Χριστοῦ· οὐ θύω τοῖς ἀψύχοις, οὐ κλίνω μου τὸ γόνυ, ἑνὶ γὰρ μόνῳ ζῶντι Θεῷ, καὶ θύω καὶ λατρεύω.
Τριαδικόν.
Τρισυπόστατε ὁμόθρονε, ἡ Τριὰς καὶ Μονάς, δόξα Σοι Πατρὶ Υἱῷ τε, καὶ τῷ Πνεύματι Θεοῦ, ἀνάρχῳ καὶ γεννήσει, καὶ Πνεύματος προόδῳ, ἐξ οὗπερ καὶ δι’ οὗ καὶ ἐν ᾧ, τὰ πάντα προϋπέστη.
Τριαδικόν.
Σὺν Ἀγγέλοις ἀνυμνοῦμέν Σε, τὸν προόντα Θεόν, ἕνα Σε ὡς ἐν τρισί, προσώποις σέβοντες ἀεί, τὸν ἄχρονον Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Τριάδι ἐν Μονάδι, ἀδιαιρέτως ἡνωμένην.
Θεοτοκίον.
Θεοσφράγιστε ἀσύλητε, θησαυρὲ τῆς ζωῆς, Δέσποινα Παρθένε Μήτηρ, τοῦ ἀπάτορος ἐκ Σοῦ, τὸ ποίμνιόν Σου τοῦτο, πατέρα μετὰ τέκνων, ἐκ πάσης τοῦ ἐχθροῦ προσβολῆς, καὶ ἐκ κινδύνων ῥῦσαι.
Θεοτοκίον.
Χαῖρε τεῖχος ἀκατάμαχον· χαῖρε θεῖε λιμήν, ἄκλυστε καὶ προστασία, πάντων ἄχραντε ἁγνή, ἡ ἔμψυχος νεφέλη, ἡ στάμνος ἡ τοῦ μάννα, ἡ πύλη καὶ λυχνία χρυσῆ, καὶ θρόνος τοῦ Κυρίου.
ᾨδὴ θ΄. Μωϋσῆς ἐν τῷ ὄρει.
Ἠγωνίσω προθύμως, τὸν καλὸν ἀγῶνα Γεώργιε· ὅθεν ἀπόκειταί σοι, τῆς δικαιοσύνης ὁ στέφανος, τῆς ἀφθαρσίας, ὥς φησιν ὁ Παῦλος, ἐκεῖνος ὁ θεσπέσιος.
Τὸν Ἰωσὴφ ἐζηλώσω, ἐν τῇ ἀκριβεῖ καρτερίᾳ σου, τὸν Ἀβραὰμ ἐμιμήσω, τὸν Ἰσαὰκ προσενέγκοντα, πλήρως τῷ Κυρίῳ, εὐπρόσδεκτον θῦμα, δοὺς ἑαυτὸν Γεώργιε.
Εὐφροσύνης ἡμέρα, δεῦτε σήμερον εὐφρανθῶμεν πιστοί· προσκαλεῖται γιὰ πάντας, ἡ ἔνδοξος μνήμη τοῦ Μάρτυρος, τοῦ συναθροισθῆναι, καὶ εὐωχηθῆναι, καὶ λαμπρυνθῆναι φωτί.
Τοῦ Παραδείσου τὰς πύλας, ὁ Χριστὸς ἀνέῳγεν κράζων σοι· ταῖς ἀμοιβαῖς δὲν τῶν πόνων, δεῦρο λάβε στέφανον οὐράνιον, τὸ γὰρ ὄνομά σο υ, δοξάσας δοξάσω, δεῦρο εἰς τὴν ἀκήρατον ζωήν.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, ἡ τὸν Λόγον συλλαβοῦσα ὐπὲρ λόγον γαστρί, τὸν Υἱόν Σου δυσώπει, τοῦ εἰρηνεῦσαι τὰ σύμπαντα, καὶ ἐκ τῶν κινδύνων, ῥυσθῆναι τὸν κόσμον· Σὺ γὰρ εἶ σωτηρία ἡμῶν.
Ἕτερος Εἱρμός. Σὲ ὡς χωρίον ἄχραντε τοῦ Λόγου.
Πάντα τὰ ἔθνη σήμερον σκιρτάτω, ὅτι δέδωκε Κύριος, κατὰ τοῦ ἐχθροῦ τὴν δυναστείαν τῷ Μάρτυρι, νικᾶν τὰς προσβολὰς αὐτοῦ, καὶ στεφανοῦσθαι καὶ συνδοξάζεσθαι, τῷ Βασιλεῖ καὶ πάντων Θεῷ, ἐν τῇ ἀγήρῳ ζωῇ.
Οὐ ξίφος οὐδὲ μάστιγας οὐ θῆρας, ἐπτοήθης Γεώργιε, οὐ τὰς τυράννων ἀπειλὰς οὐ τὸ στάδιον· Χριστὸν γὰρ εἶχες πρόμαχον, τὸν συνεργοῦντα καὶ συναθλοῦντά σοι, πρὸς Ὃν ἀπαύστως πρέσβευε, τοῦ σωθῆναι ἡμᾶς.
Ἀξίως πᾶσα κτίσις ἀνυμνεῖ σε, ὅτι πράως διήνυσας, τὴν διὰ βασάνων σου ὁδὸν μεγαλώνυμε· διὸ νομίμως ἔφθασας, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ὡς κοινωνὸς ὀφθεὶς τοῦ Χριστοῦ, τοῖς παθήμασιν.
Ἀνδρείας θεῖον ἄγαλμα ὑπάρχων, καὶ φρονήσεως ἔσοπτρον, καὶ δικαιοσύνης ἀληθοῦς στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν γέγονας, τῆς σωφροσύνης ἀξιοθαύμαστε· διὸ ἀξίως πᾶσα ἡ γῆ, μακαρίζει σε.
Ἐν γῇ καὶ ἐν θαλάσσῃ καὶ ἐν νήσοις, καὶ ἐρήμοις καὶ πόλεσι, καὶ τοῖς ἐν ἀνάγκαις καὶ κινδύνοις Γεώργιε, ὀξέως ἐφιστάμενος, τὰς τρικυμίας τῶν περιστάσεων, εἰς σταθηρὰν γαλήνην αὐτοῖς, μεταφέρεις ἀεί.
Ἐχθροῦ τὰ θράση πέπαυται Χριστὸς γάρ, τῷ νομίμως ἀθλήσαντι, τὸν τῆς ἀφθαρσίας ἀνεπλέξατο στέφανον· χορεύσωμεν οὖν πάτρια, καὶ τὰ μνημόσυνα ἐκτελέσωμεν, ἀθλητικῶς τοῦ Μάρτυρος, τοῦ ἀμώμου Θεοῦ.
Σταυρὸν θωρακισάμενος ὡς δόρυ, πρὸς παράταξιν ἔδραμες, κατὰ τοῦ ἀλάστορος ἐχθροῦ μεγαλώνυμε, τὴν νίκην δὲ ἀράμενος, ἐστεφανώθης νομίμως ἔνδοξε· διὸ πρεσβεύεις νῦν πρὸς Θεόν, τοῦ σωθῆναι ἡμᾶς.
Τριαδικόν.
Τριὰς αγία δόξα Σοι καὶ αἶνος, ὅτι πάντα φωτίζουσα, τοὺς ὁμολογοῦντάς Σε Θεὸν ὁμοδύναμον, διδάσκεις υπερούσιε, τρισὶ προσώποις μιᾷ θεότητι, χερουβικῶς ὑμνεῖν Σε ἀεί, καὶ δοξάζειν Σε.
Θεοτοκίον.
Θεογεννῆτορ Δέσποινα Παρθένε, ἡ ἀφράστως γεννήσασα, τὸν δημιουργόν Σου καὶ Θεὸν πάσης κτίσεως, ἱκέτευε δεόμεθα, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ θλίψεως, καὶ ἐξ ἐθνῶν βαρβάρων ἀεί, καὶ θανάτου φθορᾶς.
Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἕκτην δέησιν Μαρτύρων δέχου κλέος. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἐν ταῖς λαμπρότησι πάντων, τῶν ἐκλεκτῶν, μάκαρ αὐλιζόμενος, καὶ πληρούμενος φωτός, ἀνεσπέρου αἴτησαι ἡμῖν, φωτισμὸν τοῖς εὐσεβῶς, σὲ μακαρίζουσιν.
Καταβαλὼν τῶν εἰδώλων, τὸ πονηρόν, Ἀθλοφόρε φρόνημα, τὴν οἰκοῦσαν ἐν ἐμοί, ἁμαρτίαν πάντοτε Χριστόν, ἱκετεύων ἐκτενῶς, Μάρτυς κατάβαλε.
Τῆς τῶν παθῶν τυραννίδος, τῶν κοσμικῶν, συμφορῶν καὶ θλίψεων, ἐξελοῦ ἡμᾶς Χριστόν, δυσωπῶν Γεώργιε τὸν σόν, ἀθλοθέτην καὶ Θεόν, καὶ πανοικτίρμονα.
Θεοτοκίον.
Ἡ τὸν ἀχώρητον Λόγον, ἐν Σῇ γαστρί, ὑπὲρ νοῦν χωρήσασα, Μητροπάρθενε ἁγνή, τῆς στενοχωρούσης με ἀεί, ἁμαρτίας ἀγαθή, ῥῦσαι πρεσβείαις Σου.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Νεκροῖς ξοάνοις βδελυκτοῖς, οὐκ ἀπένειμας σέβας, ἀλλ’ ἐνήθλησας χαίρων, καὶ χοροῖς τῶν Ἀθλητῶν, προσετέθης ἐν χαρᾷ, Ἀθλοφόρε, μέγιστε Γεώργιε.
Δοξάσας Μάρτυς τὸν Χριστόν, σοῦ τοῖς μέλεσι πίστει, παρ’ Αὐτοῦ ἐδοξάσθης· ἀλλ’ ἀξίωσον ἡμᾶς, τῆς δόξης ἐπιτυχεῖν, τῆς ἐκεῖθεν, θείαις μεσιτείαις σου.
Ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ἐκ μυρίων πταισμάτων, καὶ παθῶν ἀτιμίας, ἀπολύτρωσαι ἡμᾶς, ἐκδυσωπῶν τὸν Χριστόν, Ἀθλοφόρε, πάνσοφε Γεώργιε.
Θεοτοκίον.
Ἡγιασμένην Σε εὑρών, ὁ πανάγιος Λόγος, Παναγία Παρθένε, κατεσκήνωσεν ἐν Σοί, ἁγιάζων τοὺς Αὐτόν, Θεοτόκε, πίστει ἁγιάζοντας.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Σταυρὸν καὶ θάνατον, τὸν ὑπομείναντα, ἑκουσίως παμμάκαρ, ὁμολογῶν, πάθος ἐκαρτέρησας, καὶ πολυτρόπους αἰκισμούς, καὶ τὸν ὄφιν ἀπενέκρωσας.
Ἰσχὺν καὶ δύναμιν, ἡμᾶς περίζωσον, τοὺς ἐξηπορημένους, καὶ συμφοραῖς, Μάρτυς κινδυνεύοντας, ὅπως σωζόμενοι ταῖς σαῖς, μεσιτείαις εὐφημοῦμέν σε.
Νομίμως ἤθλησας, νομίμως ἔδραμες, καὶ νομίμως ἐστέφθης, μαρτυρικῶς, Μάρτυς κλεϊζόμενος· παρανομοῦντας οὖν ἡμᾶς, ἐπανόρθου μεσιτείαις σου.
Θεοτοκίον.
Μαρία ἄχραντε, Θεοῦ λοχεύτρια, τὰς ἐμὰς ἁμαρτίας, ὡς ἀγαθή, δέομαι ἐξάλειψον, καὶ μετανοίας μοι ὁδούς, παναμώμητε ὑπόδειξον.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
Ἀγωνισάμενος εὐκλεῶς, κατὰ τοῦ ἀλάστορος ἐχθροῦ, νίκης ἀνέστησας τρόπαια, Μάρτυς Ἀθλοφόρε, καὶ πάντων πέφυκας, τῶν καταπονουμένων, προστάτης ἄμαχος.
Ῥωμαλεότητι τῶν φρενῶν, τὸν κατακαυχώμενον ἀεί, γῆν ἐξαλείφειν καὶ θάλασσαν, Μάρτυς ἐτροπώσω· διό σου δέομαι, τῆς τούτου πανουργίας, ῥῦσαι καὶ σῶσόν με.
Τῶν ἐνοχλούντων ἡμᾶς κακῶν, τῶν πειρατηρίων τοῦ ἐχθροῦ, τῶν κοσμικῶν ἀπολύτρωσαι, ἅπαντας σκανδάλων, τοὺς καταφεύγοντας, θερμῶς ὑπὸ τὴν σκέπην, τὴν σὴν Γεώργιε.
Θεοτοκίον.
Ὑπὲρ κατάληψιν τοκετόν, ἔσχες Μητροπάρθενε ἁγνή· τὸν γὰρ Θεὸν ἐσωμάτωσας, Ὃν ἀεὶ δυσώπει, ἐλευθερῶσαι ἡμᾶς, παντοίας ἁμαρτίας, καὶ περιστάσεως.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ῥοαῖς τῶν αἱμάτων σου, ἀοράτους δυσμενεῖς, Μάρτυς σοφὲ ἐβύθισας, καὶ ἀνηνέχθης ἄνω πρὸς οὐρανούς, ὡς θῦμα εὐπρόσδεκτον, τῷ Σωτῆρι τῶν ὅλων, καὶ Θεῷ ἡμῶν.
Ὡραῖος γενόμενος, ταῖς τῶν ἄθλων καλλοναῖς, περιφανῶς Γεώργιε, τῆς εἰδεχθοῦς κακίας τοῦ πονηροῦ, ἡμᾶς ἐλευθέρωσον, δυσωπῶν τὸν Δεσπότην, καὶ φιλάνθρωπον
Ναμάτων ἀνάπλεος, καὶ τοῦ Πνεύματος δειχθείς, πάντων ἡμῶν νῦν ἄρδευσον, τοὺς λογισμοὺς Γεώργιε ἀθλητά, ὅπως ἐκβλαστήσωμεν, ἀρετῶν εὐκαρπίαν, εὐφημοῦντές σε.
Θεοτοκίον.
Δεσμῶν ἁμαρτίας με, καὶ κινδύνων καὶ φθορᾶς, καὶ φοβερᾶς κολάσεως, Θεογεννῆτορ λύτρωσαι τοὺς πιστούς, ἀεὶ ἀνυμνοῦντάς Σε, προστασία τοῦ κόσμου, ἀκαταίσχυντε.
ᾨδὴ ζ΄ Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.
Ἐξ αἱμάτων πορφυρίδα στολισάμενος, περιφανῶς Γεώργιε, τὰ βασίλεια, κατοικεῖς τὰ ἄνω ἐν χαρᾷ, Θεῷ Βασιλεῖ παρεστηκώς, Ὃν ἐξιλέωσαι ἡμῖν, τοῖς σὲ τιμῶσιν ἐν γῇ.
Χειμαζόμενοι τοῦ βίου περιστάσεσιν, καὶ πάθεσιν τοῦ σώματος, συνεχόμενοι, Ἀθλοφόρε Μάρτυς τοῦ Χριστοῦ, προστρέχομεν πίστει ἀκλινεῖ, ὑπὸ τὴν σκέπην σου· διό, μὴ αἰσχυνθείημεν.
Οἱ ἐν νόσοις χειμαζόμενοι καὶ πάθεσι, τοῦ βίου συμπνιγόμενοι, ἁμαρτάνοντες, καὶ τὸν μόνον φύσει ἀγαθόν, ἀεὶ παροργίζοντες σοφέ, καταλλαγαῖς σου πρὸς Θεόν, εὕροιμεν ἔλεος.
Θεοτοκίον.
Ὑπερύμνητε Παρθένε ὑπερύμνητον, Θεὸν ἀποκυήσασα, τοὺς ὑμνοῦντάς Σε, ἐκ παντοίας βλάβης τοῦ ἐχθροῦ, περίσωζε μέλποντας ἀεί· εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Κατὰ πλείστων βασάνων, κατευμεγέθησας, καὶ τῆς νίκης ἐστήσω, μέγιστα τρόπαια, κλέος Ἀθλητῶν, καὶ Μαρτύρων Γεώργιε· ὅθεν σε μεγάλως, τιμᾷ ἡ Ἐκκλησία.
Λαμπρυνθεὶς ταῖς βασάνοις, ὑπὲρ τὸν ἥλιον, θαυμασίων ἀκτῖνας, Μάρτυς ἀπήστραψας, καὶ τοὺς ἐν νυκτί, ἀγνωσίας ἐφώτισας· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, σὲ προβαλλόμεθα, πρὸς τὸν πάντων Δεσπότην, πρέσβυν Γεώργιε· αἴτησαι ἡμῖν, τῶν πταισμάτων συγχώρησιν, καὶ ἀῤρωστημάτων, τὴν λύσιν Ἀθλοφόρε.
Τριαδικόν.
Ὀρθοδόξως Τριάδα, τοῖς χαρακτῆρσί σε, καὶ μονάδα τῇ φύσει, ἀεὶ δοξάζομεν, Πάτερ καὶ Υἱέ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἄκτιστε θεότης, καὶ μία Βασιλεία.
Θεοτοκίον.
Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τὸ ἄστεκτον, Χερουβὶμ ὑπερτέρα, ἐδείχθης Δέσποινα· ὅθεν Σε φωναῖς, ἀσιγήτοις δοξάζομεν, τὴν εὐλογημένην, καὶ κεχαριτωμένην.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἰσχὺν καὶ κράτος τοῦ πολεμήτορος, ὑπὸ Χριστοῦ, ῥωννύμενος τελείως διώλεσας, καὶ βραβείων τῆς νίκης ἐπέτυχες, Μάρτυς στεφανηφόρε· ὅθεν τιμῶμέν σε, πρέσβυν καὶ θερμότατον ἡμῶν, καταπλουτήσαντες.
Ὡς νῦν τὰ ἄνω οἰκῶν Βασίλεια, καὶ ταῖς αὐγαῖς, ταῖς θείαις ἱερῶς πυρσευόμενος, καὶ μεθέξεσι θείαις θεώμενος, πρέσβευε ὑπὲρ πάντων, τῶν δεομένων σου, Μάρτυς προστασίας τῆς θερμῆς, καὶ ἀντιλήψεως.
Σαρκὶ τὸν ἄσαρκον κατεπάλαισας, περιφανῶς, Γεώργιε Μαρτύρων ἀγλάϊσμα, καὶ προστάτης πιστῶν ἐχρημάτισας· ὅθεν ἐν κατανύξει, ἀναβοῶμέν σοι· πάντων τῶν τοῦ βίου δυσχερῶν, ἡμᾶς διάσωσον.
Ἡ νῦν κατέχουσα ῥαθυμία σε, ἡ τῶν καλῶν, ἀργία ὦ ψυχὴ τὴν ἐκεῖθέν σοι, προξενεῖ τιμωρίαν· ἀνάνηψον, κράζε πρὸς τὸν Δεσπότην· Κύριε σῶσόν με, θείαις Γεωργίου προσευχαῖς, τοῦ Ἀθλοφόρου σου.
Θεοτοκίον.
Φωνὴν προσφέρομεν τοῦ Ἀγγέλου Σοι· χαῖρε σεμνή, Παρθένε τῶν Μαρτύρων τὸ καύχημα, καὶ ἀνθρώπων πιστῶν τὸ διάσωσμα· χαῖρε ἁμαρτανόντων, πάντων βοήθεια· χαῖρε ἱλαστήριον ἡμῶν, καὶ καταφύγιον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου