Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 17. ΟΣΙΟΙ ΝΕΚΤΑΡΙΟΣ & ΘΕΟΦΑΝΗΣ ΜΕΤΕΩΡΙΤΕΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΪΟΣ ΙΖ΄!!
ΝΕΚΤΑΡΙΟΣ & ΘΕΟΦΑΝΗΣ ΟΣΙΟΙ
ΚΤΗΤΟΡΕΣ ΜΟΝΗΣ ΒΑΡΛΑΑΜ ΜΕΤΕΩΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακὸς καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἰωαννίνων ἡ πόλις σκίρτα ἐν πνεύματι, ἐπὶ τῇ ἀναλύσει, τῶν σεπτῶν αὐταδέλφων, ὡς προσενεγκαμένη χαρμονικῶς, Θεοφάνην τὸν ἔνδοξον, τὸν ἐν ἁγνείᾳ καὶ πόνοις ἀσκητικοῖς, σὺν ὁμαίμονι ἐκλάμψαντα.

Σὺν ταῖς ἀΰλοις οὐσίαις ὡς παριστάμενος, τῷ τῶν ἁπάντων Κτίστῃ, ὦ Νεκτάριε Πάτερ, σὺν θείῳ Θεοφάνει μνείαν ποιοῦ, ὑπὲρ τῶν ἐκτελούντων πιστῶν, τὴν ἱερὰν ὑμῶν μνήμην πανευσεβῶς, λυτρωθῆναι περιστάσεων.


Καθάπερ στῦλον τὴν πέτραν, τοῦ ἀσκητοῦ Βαρλαάμ, Νεκτάριε τρισμάκαρ, καὶ Θεόφανες θεῖε, προθύμως ἀναβάντες καὶ ἐν αὐτῇ, ἀρετὴν μετερχόμενοι, νέοι στυλῖται ὀφθέντες ὡς οἱ ποτέ, Συμεὼν καὶ Δανιὴλ οἱ σοφοί.

Ἕτερα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ τῶν Ὁσίων δυάς, Ἰωαννίνων οἱ βλαστοὶ οἱ κατάκαρποι, τῆς πέτρας τῆς ἀκροτόμου, τοῦ Βαρλαὰμ οἰκισταί, καὶ Μονῆς τῆς θείας οἱ δομήτορες, τὸν νοῦν οἱ μετάρσιοι, τὴν ψυχὴν ἐνθεώτατοι, τῇ ἐγκρατείᾳ, ἀκλινεῖς καὶ ἀνένδοτοι, ταῖς δεήσεσιν, ὑψηλοὶ καὶ θεόληπτοι, νέκταρ τὸ τῆς ἀσκήσεως, Νεκτάριε ἔνδοξε, θεοφανείας ἀῤῥήτου, συγκληρονόμε Θεόφανες, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις, ἡ τῶν Ὁσίων δυάς, ἀσκητικῶν ἀγωνισμάτων κειμήλια, ἀγάπης θείας λειμῶνες, οἱ τὴν ὀσμὴν τὴν τερπνήν, ἀρετῶν Ὁσίων διαπνέοντες, Θεόφανες Ὅσιε, ὁσιότητος στέλεχος, σκεῦος χαρίτων, θεοφόρε Νεκτάριε, οἱ ἐν ἅπασιν, ἰσοψύχως ἐκλάμποντες, ἴσοι γὰρ ἐν τοῖς σκάμμασιν, ὡράθητε Ἅγιοι· ὅθεν καὶ ἴσων χαρίτων, παρὰ Χριστοῦ ἠξιώθητε, ἀεὶ δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.



Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε, μοναζόντων τὸ σύστημα, τοὺς νεοφανεῖς ἀστέρας ἐπαξίως ἐν ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· οὗτοι γὰρ τὰ τερπνὰ τοῦ βίου καταλιπόντες, καὶ πόνοις ἀσκητικοῖς, καὶ τῇ πρὸς τοὺς πένητας εὐποιΐᾳ κοσμηθέντες, τὴν αἰώνιον ζωὴν ἐκληρώσαντο. Μονὴν γὰρ ψυχοσώτειραν, ἐπὶ Μετέωρον ἀνεγείραντες πέτρας, καὶ τὰς ψυχὰς τῶν ἐν αὐτῇ ἀσκούντων, ἐπὶ τὴν τῆς πίστεως πέτρα στηρίξαντες, ταῖς τοῦ Οὐρανίου Πατρὸς Μοναῖς παραπέμπουσι, καὶ ἐν δάκρυσιν ἐπὶ γῆς τὸν θεῖον σπόρον καταβαλόντες, ἐν ἀγαλλιάσει ἐν οὐρανῷ, τὸν ἑκατοστεύοντα θερίζουσιν ἄσταχυν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Τῆς δεσποτικῆς φωνῆς ἡ τῶν αὐταδέλφων δυὰς ἐντισθεῖσα, ἔλεον θέλω φασκούσης καὶ οὐ θυσίαν, εὐθὺς ἀπεγυμνώθη βίου φθαρτοῦ, καὶ τὸν τοῦ ἐλέους ἐνεδύσατο πλοῦτον, οὐ μόνον ἐπαρκέσασα τοῖς ἐνδεέσι καὶ πένησιν, δι’ ἐλεημοσύνης καὶ εὐποιΐας, ἀλλὰ καὶ πόνοις ἀσκητικοῖς, τὸ πήλινον σῶμα κατατήξασα, θυσία ζῶσα τῷ Σωτῆρι ἐγένετο. Πρὸς αὐτοὺς οὖν βοήσωμεν· Νεκτάριε, νέκταρ σωτήριον, καὶ Θεόφανες, θεοφανείας ἠξιωμένε, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Τὸν τῆς ὑψηλῆς θεοφανείας ἐπώνυμον, Θεοφάνην τὸν ἀοίδιμον, καὶ Νεκτάριον τὸν ἀντλήσαντα ἐκ θανάτου πηγῆς τὸ σωτήριον νέκταρ ἐπαξίως εὐφημήσωμεν· αὕτη γὰρ ἡ ὁμαίμων δυάς, τῆς ὑπερουσίου Τριάδος, δι’ ἐλεημοσύνης καὶ εὐποιΐας, καὶ τῆς ἀσκητικῆς γυμνασίας ἀνεδείχθη καταγώγιον· ἀνταλλαξαμένη τῶν προσκαίρων τὰ αἰώνια, καὶ τῶν ἐπιγείων καὶ φθαρτῶν, τὰ ἄφθαρτα καὶ οὐράνια. Πρὸς αὐτὴν οὖν βοήσωμεν· ὦ δυὰς ἁγία, τὴν Ἁγίαν Τριάδα ἱκετεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Τὰ πλήθη τῶν μοναζόντων, τὴν τῶν αὐταδέλφων Πατέρων δυάδα, χρεωστικῶς εὐφημήσωμεν, Θεοφάνην τὸν ἀοίδιμον, καὶ Νεκτάριον τὸν πραότατον, καὶ ἡσύχιον καὶ φίλον Χριστοῦ· οὗτοι γάρ, ἐπὶ τὸ τῆς ἀσκήσεως ἀναβάντες στάδιον, τὸν παλαμναῖον ἐχθρὸν καταβαλόντες, ὡς γελοῖον παιζόμενον ἔδειξαν· καὶ πληθὺς μοναζόντων, ἐφ’ ἣν ἵδρυσαν Μονήν, ἐπισυνάξαντες θυσίαν εὐπρόσδεκτον ἀενάως τῷ Θεῷ προσήγαγον, ᾧ καὶ πρεσβεύουσιν ἀδιαλείπτως ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἐν ᾄσμασι, τὴν πανσέβαστον μνήμην αὐτῶν.

Δόξα. Ἦχος πλ. α΄.
Σήμερον, ἡ αὐτάδελφος δυάς, τῶν θεοσόφων Πατέρων, πρὸς ἑστίασιν πνευματικήν, τῶν μοναζόντων τὸ σύστημα συνεκάλεσε· Νεκτάριος ὁ σοφός, σὺν Θεοφάνει τῷ τρισολβίῳ. Οὗτοι θεοσόφως ὑποτάξαντες τὸ χεῖρον τῷ κρείττονι, καὶ τὴν σάρκα δουλώσαντες τῷ πνεύματι, καὶ ἀνώτεροι γεγονότες τῶν παθῶν πρὸς τὸν λιμένα τῆς ἀπαθείας προσώρμισαν, καὶ πλουσίως τὰς ἀντιδόσεις εὗρον τῶν πόνων αὐτῶν, χαρὰν καὶ δόξαν τὴν ἀνεκλάλητον, ὡς ἐφικτὸν Θεὸν καθορῶντες καὶ καθορώμενοι· ᾧ καὶ παριστάμενοι, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.



Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὢ Πατέρες τρισόλβιοι, καὶ φωστῆρες παγκόσμιοι, τοὺς τὴν θείαν κοίμησιν ὑμῶν σέβοντας, καὶ εὐσεβῶς μακαρίζοντας, ἐπαίνοις ἐν ᾄσμασι, τῶν πταισμάτων ἱλασμόν, καὶ τῆς θείας ἐλλάμψεως, ἀξιώσατε· καὶ ζωῆς αἰωνίου μεταβῆναι, τῶν προσκαίρων εἰς τὰ ἄνω, λαμπρὰ καὶ θεῖα Βασίλεια.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Ὁ Δεσπότης καὶ Κύριος, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, δεῦτε πάντες εἴρηκε σταυρὸν ἄραντες, τὸν ἐλαφρὸν καὶ σωτήριον, δράμετε ὀπίσω μου, ἀναπαύσω γὰρ ὑμᾶς, κοπιῶντας καὶ πάσχοντας, χρυστὸς γάρ ἐστιν, ἐν ὑμῖν ὁ ζυγός μου καὶ φορτίον, ἐλαφρὸν τὸ τῶν καμάτων, δι’ οὗ τὰ γέρα κομίζετε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Καὶ τὴν δόξαν τὴν πρόσκαιρον, καὶ τὸν πλοῦτον τὸν ῥέοντα, εἰς οὐδὲν ἡγήσασθε τρισμακάριοι, ἀλλὰ πλουσίως ἐνείματε, χερσὶ δεομένων τε, μᾶλλον δὲ θείαις Χριστοῦ, ταῖς παλάμαις ἐθήκατε, ἐν ᾧ εὕρατε, δεκαπλῆν τὴν μονάδα οὐρανῶν τε, Βασιλείας τῆς ἀγήρω, καὶ τὴν ζωὴν τὴν αἰώνιον.

Δόξα. Ἦχος α΄.
Ἐπὶ τὴν Μετέωρον πέτραν, τοῦ ἱεροῦ Βαρλαὰμ ἀναβάντες, νεοφανεῖς στυλῖται ἀνεδείχθητε Πατέρες τρισόλβιοι, ἐπάραντες τὸν νοῦν διὰ τῆς πράξεως, καὶ βαθμηδὸν ἐπὶ τὴν κλίμακα τῶν ἀρετῶν ὑψωθέντες, εἰς νοητὴν θεωρίαν ἐφθάσατε, καταλιπόντες ἐν γῇ τὰ εὐαγῆ ἡμῶν καὶ θεῖα σκηνώματα, ὡς πηγὴν πνευματοκίνητον, ἀφθόνως ἀναβλύζουσαν τῆς ἀμβροσίας τὰ νάματα, ἁγιασμὸν παρέχοντα τοῖς μετὰ πίστεως αὐτὰ ἁψαμένοις· ἀλλ’ ὦ Πατέρες τρισόλβιοι, Ἰωαννίνων βλαστήματα, ἣν ἐκτήσασθε ποίμνην φρουρήσατε προσευχαῖς ὑμῶν, καὶ ταῖς ψυχαῖς ἡμῶν αἰτήσασθε εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Δυὰς ἡ τῶν Ὁσίων θεοφόροι αὐτάδελφοι, τῶν Ἰωαννίνων τὸ κλέος, Μετεώρων ἀγλάϊσμα, Θεόφανες θεράπον τοῦ Χριστοῦ, καὶ νέκταρ ὦ Νεκτάριε ζωῆς, πάσης βλάβης καὶ κινδύνων καὶ πειρασμῶν, λυτροῦσθε τοὺς κραυγάζοντας· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν, ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νεκτάριος ὁμοῦ, σὺν στεῤῥῷ Θεοφάνει, ἀσκήσαντες ἐν γῇ, ἀρεταῖς κοσμηθέντες, παγίδας καὶ ἔνεδρα, τοῦ βελίαρ διέῤῥηξαν, δι’ ἀσκήσεως, καὶ εὐσεβοῦς πολιτείας, οὓς ὑμνήσωμεν, ὡς τοῦ Θεοῦ ὑπηρέτας, καὶ θεῖα σκηνώματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὁ ὑψωθεὶς ἐπὶ Μετέωρον πέτραν, καὶ πρὸς Θεὸν τὸν λογισμὸν ἀνυψώσας, ὁ ἱερὸς Νεκτάριος ὑμνείσθω μοι, ἅμα τῷ ὁμαίμονι, καὶ σοφῷ Θεοφάνει, στυλῖται γὰρ ἐδείχθησαν, μιμησάμενοι βίον, τοῦ Συμεὼν ὁμοῦ καὶ Δανιήλ, ὧν ταῖς πρεσβείαις Χριστὲ ἡμᾶς στήριξον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν σοφὸν Θεοφάνην σὺν τῷ ὁμαίμονι, ἀνυμνήσωμεν πάντες ὡς διαῤῥήξαντας, πάντα τὰ βέλη τοῦ ἐχθροῦ, τὰ πυρπολούμενα, ὅτι λαβόντες τὸν σταυρόν, καὶ τὸν ζυγὸν τὸν ἐλαφρόν, Χριστοῦ τοῦ παμβασιλέως, ἐνίκησαν τὸν βελίαρ, ὥσπερ γελοῖον παιζόμενον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιοι Πατέρες, οἱ τὸν ἐλαφρὸν ζυγὸν τοῦ Κυρίου ἀράμενοι, καὶ ἐπὶ γῆς εὐαγγελικῶς πολιτευσάμενοι, δικαίως ἐτύχετε, τῆς αἰωνίου ζωῆς, καὶ τοῦ τόπου τῆς ἀναπαύσεως, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία· διὸ Πατέρες τρισόλβιοι, ὑπὲρ ἡμῶν μνείαν ποιεῖτε πρὸς Κύριον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.







Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Δυάδα μέλπω τῶν σοφῶν αὐταδέλφων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Δημιουργὲ τῆς ἀνθρωπίνης φύσεως καὶ πάσης ἄλλης πνοῆς, λόγον δώρησαί μοι, ἐν ἀνοίξει στόματος, ὁ φῶς οἰκῶν ἀπρόσιτον, φώτισον τὴν ψυχήν μου, τοῦ ἀνυμνῆσαι ὡς οἷόν τε, τοὺς σοὺς λατρευτὰς καὶ θεράποντας.
Ὕμνοις ὑμνείσθω ὁ σοφὶς Νεκτάριος σὺν ἀδελφῷ εὐκλεεῖ, ὅτι τοὺς ἀσάρκους, καὶ βεβήλους δαίμονας, ἱδρῶσιν ἐναπέπνιξαν, καὶ ἀσκήσεως πόνοις, τὸν βίον διαπεράσαντες, πρὸς λίμενα θεῖον προσώρμισαν.
Ἄσκησιν πᾶσαν καὶ ζωὴν ἐνάρετον βίον ἁγίων ἀνδρῶν, μέλισσαι καθάπερ, σοφῶς ἀνεμάξατε, τοῦ μὲν γὰρ τὸ ἡσύχιον, τοῦ δὲ πάλιν τὸ πρᾶον, τοῦ δὲ τοῦ βίου ἀκίβδηλον, καὶ τὸ καθαρὸν μιμησάμενοι.
Θεοτοκίον.
Δημιουργὸν τῆς ἀνθρωπίνης φύσεως ἄχραντε Δέσποινα, τὸν τοῦ Θεοῦ Λόγον, ὑπὲρ φύσιν τέτοκας, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ᾠκοδόμησεν οἶκον, ἐν Σῇ κοιλίᾳ πανάμωμε, κόρην μετὰ τόκον φυλάξας Σε.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀπὸ νεότητος ὁμοῦ, θεόθεν ὁδηγηθέντες, πρὸς ἀγῶνας καρτερῶς γυμνασθέντες, ἀντετάξασθε στεῤῥῶς, Σταυρὸν Χριστοῦ κατέχοντες, τὸ σωτήριον ὅπλον, καὶ τούτους κατηδαφίσατε.
Μέγα φρονῶν ὁ ἰσχυρός, προσμένων καθωπλισμένος, ἀλλ’ ἡττᾶται τῷ Σταυρῷ τοῦ Κυρίου, ὅνπερ φέρετε ὑμεῖς· δι’ οὗ τὰ σκεύη ἅπαντα, ἐφ’ ἁρπαγμῷ τυγχάνει, καὶ οὗτος δέσμιος δείκνυται.
Ἐπάνω πέτρας ὑψηλῆς, ἐπήξατε θείαν μάνδραν, ἐν ᾗ σώζονται ψυχαὶ μοναζόντων, ὡς ὁρῶμεν καὶ τἀνῦν, καὶ χρόνον τὸν μετέπειτα, πλῆθος τῶν σωζομένων, καὶ εἰς ἀεὶ διασώζονται.
Θεοτοκίον.
Λιμὴν ὑπάρχεις ἀσφαλής, καὶ ὁδηγὸς σωζομένων, ὦ πανύμνητε ἁγία Παρθένε, ὡς Θεὸν τὸν ἀληθῆ ὑπεραῤῥήτως τέξασα, καὶ Σὲ Παρθένον Κόρην, καὶ μετὰ τόκον φυλάξαντα.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τιμήσωμεν πιστοί, αὐταδέλφων δυάδα, πρεσβεύει γὰρ αὐτή, τὴν ἁγίαν Τριάδα, Θεὸν τὸν ὑπερούσιον, Ὃν ἀξίως ἐλάτρευσε, τοῦ λυτρώσασθαι, ἐκ τῶν βελῶν τοῦ βελίαρ, τοὺς δοξάζοντας, αὐτῶν τὴν ἔνδοξον μνήμην, καὶ θείαν πανήγυριν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.




ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Πᾶσαν ὑμῶν, ἔφεσιν πρὸς τὰ οὐράνια, πάντα πόθον, καὶ ἀγάπην ἅπασαν, πρὸς τὸν Θεόν, θέντες ἀψευδῶς, πᾶσαν τὴν οὐσίαν, πτωχοῖς καὶ πλοῦτον ἐνείματε· διὸ ἀπολαύοντες, τὸν οὐράνιον πλοῦτον, ἐν χοροῖς τῶν δικαίων ἀγάλλεσθε.
Ὤφθης ἐν γῇ, ἄσαρκος ὥσπερ τις ἄϋλος, τῶν Ἀγγέλων, τὴν ζωὴν μιμούμενος, παρθενικήν, ἤνυσας ζωήν, καὶ τῆς σωτηρίου πτωχείας ἀναλαβόμενος, Νεκτάριε τρισμάκαρ, σὺν σοφῷ Θεοφάνει, τὸν οὐράνιον πλοῦτον εἰλήφατε.
Τέτρωται μέν, τύραννος καὶ καταβέβληται, ἐπιβλέπων, τοὺς σοφοὺς ὁμαίμονας, γεγυμνασμένους πρὸς ἀρετήν, καὶ πρὸς τὴν ἐκείνου, ἠκονισμένους παράταξιν, ἠφάνισται εἰ τέλος, καὶ εἰς γῆν κατεπόθη, εἰς αἰῶνας αὐτοῦ τὸ μνημόσυνον.
Θεοτοκίον.
Ὤφθης ἁγνή, Δέσποινα Μήτηρ τοῦ Κτίστου Σου, εἰς αἰῶνας, αὖθις διαμένουσα, Παρθένε μόνη καὶ καθαρά, ὡς τὰ τῶν μητέρων, οὐκ ἔγνως Κόρη τὸ σύνολον· διὸ καὶ πλατυτέρα, οὐρανῶν ἀνεδείχθης, τῇ δυνάμει τοῦ πάντα ἰσχύοντος.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Νοῦν στερέμνιον ἔσχεν, ὁ σοφὸς Νεκτάριος σὺν τῷ ὁμαίμονι, πᾶσαν τὴν οὐσίαν, ἐν χερσὶ τῶν πενήτων παρέθεντο· ἀλλ’ εὑρόντες ταύτην, ἐν ταῖς χερσὶ Θεοῦ τοῦ ζῶντος, φυλαχθεῖσαν καὶ χάριν αἰώνιον.
Σὺν σοφῷ Θεοφάνει, ὁ σοφὸς Νεκτάριος ἠνδραγαθήσατο, τήξαντες νηστείᾳ, καὶ λοιπῇ κακουχίᾳ τὰ σώματα, καὶ σχεδὸν ἀσάρκως, ἐπὶ τῆς γῆς πολιτευθέντες, ἀσωμάτοις χορείαις ἀγάλλονται.
Ὁ Θεὸς τῶν Πατέρων, ὁ ποιῶν ἀεὶ μεθ’ ἡμῶν ἐπιείκειαν, προσευχαῖς ταῖς τούτων, τὰ πολλά μου ἐξάλειψον πταίσματα· καὶ πρὸς σωτηρίαν, ὡς κηδεμὼν καὶ εὐεργέτης, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Θεοτοκίον.
Φωτοφόρον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσα ἐπεγνωκότες Σε, προσευχαῖς Σου Κόρη, τὰ πολλά μου ἐξάλειψον πταίσματα, καὶ γὰρ Μήτηρ πέλεις, θείου φωτὸς τοῦ ἀνεσπέρου, πρὸς τὸ φῶς τὰς ὁδούς μου κατεύθυνον.









ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὡράθητε ἐπὶ γῆς, Ἀγγέλων βίον τελέσαντες, τὰ πάθη τὰ τῆς σαρκός, φυγόντες ὡς ἄσαρκοι· διὸ ἠξιώθητε, σὺν Ἀγγέλων δήμοις, κατοικεῖν περὶ τὸν ἄνακτα.
Ναοὶ ὀφθέντες Θεοῦ, ναὸν Θεοῦ ἀνεγείατε, ἐν ᾧ χορὸν μοναστῶν, οἰκεῖν ἠξιώσατε, ἐπὶ θεμελίῳ γάρ, οἰκοδομηθέντες, Προφητῶν καὶ Ἀποστόλων Χριστοῦ.
Ἀσώματοι ἐν σαρκί, ἀσάρκων βίον μιμούμενοι, τὸν ἄσαρκον Γολιάθ, σαρκὶ κατεβάλετε, τῆς σαρκὸς γὰρ πρόνοιαν, εἰς οὐδὲν τιθέντες, διὰ τοῦτο ἐπαγάλλεσθε.
Θεοτοκίον.
Ἀπὸ Ἀγγέλου ἁγνή, τὸ χαῖρε Κόρη ἀκήκοας, Υἱὸν γὰρ τὸν τοῦ Θεοῦ, ἐν μήτρᾳ προσείληφας, γενόμενον ἄνθρωπον· διὸ χαῖρε Κόρη, καὶ ἡμεῖς προσαγορεύομεν.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὁ σοφὸς Νεκτάριος, σὺν ἀδελφῷ Θεοφάνει, κόσμου κατεφρόνησαν, δόξαν καὶ ῥέοντα πλοῦτον, ἔνειμαν περιουσίαν χερσὶ πενήτων, βίον ἐμιμήσαντό γε, ἀνδρῶν στυλιτῶν, ἐπὶ πέτραν ἀνελθόντες, ζωῆς τὸν λίθον Χριστὸν ἐκτήσαντο.
Ὁ Οἶκος.
Τοὺς τὰ τοῦ βίου τερπνὰ καταλιπόντας, καὶ βίον ἄϋλον μετιόντας, ἐπαίνων ἀξιοῦσθαι, καὶ ἐγκωμίων ἄξιον, εὐλογία γὰρ ἐπὶ κεφαλῆς αὐτῶν ἔσται, ὡς γέγραπται. Καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ, ἐπαίνων τοιγαροῦν ἀξιοι, καὶ ἡ τῶν παρόντων αὐταδέλφων δυάς, ἡ κόσμον καταφρονήσασα, καὶ τῷ Θεῷ εὐαρεστήσασα, δι’ εὐποιΐας τῆς πρὸς τοὺς πένητας, καὶ τῆς ἀσκήσεως πόνοις, ἐπὶ πέτραν ἀνελθόντες, ζωῆς τὸν λίθον, Χριστὸν ἐκτήσαντο.















Συναξάριον
Τῇ ΙΖ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων Νεκταρίου καὶ Θεοφάνους τῶν αὐταδέλφων τῶν κτιτόρων τῆς Ἱερᾶς Μονῆς τοῦ Βαρλαὰμ τῶν Μετεώρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.
Ἔθνη διδάξας Ἀνδρόνικος μυρία,
Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.
Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ,
Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,
 Οὗτος ὁ τοῦ Κυρίου Ἀπόστολος, πᾶσαν τὴν οικουμένην ὡς ὑπόπτερός τις διαδραμών, πᾶσαν πλάνην ἐκ βάθρων ἀνέσπασε, τον Χριστον κηρύττων, συνεπομένην ἔχων καὶ τὴν ὑπερθαύμαστον Ιουνίαν, τῷ κόσμῳ ἤδη νεκρωθεῖσαν, καὶ Χριστῷ μόνῳ ζῶσαν. Ὅθεν πολλοὺς πρὸς θεογνωσίας ελκύσαντες, εἰδωλικοὺς μὲν οἴκους κατέστρεφον, ἐκκλησίας δὲ θείας πανταχοῦ οἰκοδομήσαντες, και πνεύματα ἀκαθαρτα ἐξ ἀνθρώπων ἀποδιώξαντες, καὶ πάθη ανίατα θεραπεύσαντες, τὸ κοινὸν χρέος ὡς ἄνθρωποι ὄντες, τῇ φύσει ἀποτιννύασιν. Τούτων καὶ ὁ μέγας Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ μέμνηται: Ἀσπάσασθε, λέγων, Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου, οἳ και πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.
Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη
Ὁ εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμήρ, καὶ Παμφυλών.
Φυγὼν Σολόχων τοῦ σατανᾶ τοὺς λόχους,
ἄτρωτος ἤκει πρὸς τὸν ὕψιστον Λόγον.
Οὗτοι στρατιώτες εἰσι, ἐξ Αιγύπτου, ἐν ἔτει 289, ἡρνήθησαν ὅπως θυσιάσουν στὰ εἴδωλα, κηρύττοντες ἑαυτοὺς χριστιανούς. Ὅθεν διὰ τοῦτο, τόσον πολλὰ ἐδάρησαν καὶ ἐτιμωρήθησαν οἱ ἀοίδιμοι, ὥστε ἐπρίσθησαν αἱ πλάται των, καὶ τὸ πρίσμα ἐφούσκωσε καὶ ἀνέβη ἄνω τῆς κεφαλῆς των. Ὅθεν ἐν τῷ μεταξὺ τοῦ δαρμοῦ αὐτοῦ, παρέδωκαν τὰς ψυχάς των ὁ Παμφαμήρ, καὶ ὁ Παμφυλών, ὁ δὲ Ἅγιος Σολοχών, ὀλίγον ἐνδυναμωθείς, ἐπεκαλείτο παῤῥησίᾳ τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ ἐκατηγόρει τὸν ἀρχιστράτηγον Καμπανόν, διὰ τὴν ἀγνωσία του. Ἐκ τοῦτου λοιπόν, ὁ Καμπανὸς θυμωθείς, ἐπρόσταξε νὰ ἀνοίξωσι μὲ τὴν σπάθην τὸ στόμα τοῦ Μάρτυρος καὶ χύσωσιν ἐντὸς αὐτου κρασίον τὸ ὁποῖον εἶχε προσφερθῇ ὡς θυσία εἰς τοὺς Θεούς, ὁ δὲ Ἅγιος ἐδάγκασε μὲ τοὺς ὁδόντας του τὴν σπάθην καὶ ἔκοψε μέρος ἀπὸ αὐτό. Κόψας δὲ καὶ τὰ δεσμὰ τὰ ὁποῖα ἐφόρει, ἐστάθη ἔμπροσθεν τοῦ Καμπανοῦ, μεγαλύνων τὴν Θεότητα τοῦ Θεοῦ. Τότε ἤκουσε καὶ μίαν φωνήν, ἐλθοῦσαν ἐξ οὐρανοῦ, ἡ ὁποία παρεκίνει καὶ ἐδυνάμωνεν αὐτὸν εἰς τὸ μαρτύριον.
Μετὰ ταῦτα, ἐσκόρπισαν κεραμίδια τραχέα εἰς τὸν τόπον τοῦ σταδίου, και ἔπειτα δέσαντες τὸν Ἅγιον ἀπὸ τοὺς πόδας, ἔσυραν αὐτὸν ἐπάνω εἰς τὰ τραχέα ἐκεῖνα καὶ σκληρὰ κεραμίδια, ἀπὸ τὰ ὁποῖα κατατριβόμεναι αἱ πληγαὶ τοῦ Ἁγίου, ἐπροξένουν εἰς αὐτὸν δριμυτάτους πόνους. Ὕστερον τὸν ἔδεσαν ἀπὸ τὴν δεξιὰν χεῖρα καὶ ἐκρέμασαν αὐτὸν  ἀπὸ μίαν δοκὸν τῆς οἰκίας, ἀπὸ δὲ τὸν ἀριστερόν του πόδα ἐκρέμασαν μίαν βαρεῖαν πέτραν, βασανιζόμενος ἀπὸ τὴν ἕκτην ὥραν ἕως τὴν δεκάτην. Ὕστερον δὲ ἔκοψαν τὸ σχοινίον μὲ δρέπανον καὶ πεσὼν ὁ Ἅγιος κάτω, εστάθη ὄρθιος εἰς τους πόδα του. Ὅτε δὲ ἐνύκτωσεν, ὁ Καμπανός, λαβὼν ἕν καλάμιον μὲ τὸν ὁποῖον ἔγραφεν, ἐνέπηξεν αὐτὸ εἰς τὸ ὠτίο τοῦ Ἁγίου, καὶ σπρώξας με βίαν, διεπέρασεν αυτὸ ἕως εἰς τὸ ἐνδότερον μέρος τῆς κεφαλῆς του. Ἐγκαταλείψας ἐκεῖ τὸν Ἅγιον, οἱ παρευρεθέντες χριστιανοί, πῆραν τὸν Ἅγιον πάνω εἰς τὸ ξυλοκρέββατον, ἐπειδὴ παρελύθησαν ὅλα τὰ μέλη του καὶ οὕτως ἦλθεν εἰς τὴν οἰκίαν μίας χήρας. Ἐκεὶ ὁ Ἅγιος φαγὼν ὀλίγον ψωμίον εὐχήθη τοὺς παρεστῶτας χριστιανούς, και ἔπειτα παρέδωσε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ Μυροβλύτου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Θεόφανες μάκαρ ποθῶν σὸν Νυμφίον,
Του κόσμου κατέλιπες κενὴν τὴν δόξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, πρεσβυτέρου τῆς Ἀντιόχειας, μαρτυρήσαντος κατὰ τοὺς χρόνους τοῦ Ἰουλιανοῦ τοῦ Παραβάτου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁλώσεως καὶ πυρπολήσεως τῆς Ἱερουσαλὴμ ἐκ τῶν Περσῶν ἐν ἔτει 614 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαϊδούλφου τοῦ Ἄγγλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐξ Ἰωαννίνων, ἐν Σόφιᾳ τῆς Βουλγαρίας, ἐν ἔτει 1555, λιθοβοληθεὶς τελειοῦται.
Τῷ του Πνεύματος φωτὶ καταυγασθεὶς ὁ Νικόλαος,
τοῦ φθηρομένου πυρὸς τὴν καῦσιν κατεφρόνησεν.
Ὁ νέος ἐν τοῖς Ἁγίοις Μάρτυσι Νικόλαος, ὁ τῆς νίκης ἐπώνυμος, ἐγεννήθη ἐν Ἰωαννίνοις τὸ ἔτος 1510, ὡς ἀπάντησις τῆς προσευχῆς τῶν ἀτέκνων γονέων τοῦ. Διδαχθεὶς εἰς τὴν πατρίδαν τοῦ πλὴν τῆς εὐσεβείας καὶ τὴν τέχνην τοῦ ὑποδηματοποιοῦ, νέος εἰς τὴν ἡλικίαν ᾖλθεν εἰς Σοφίαν τῆς Βουλγαρίας, ὅπου ἐνημφεύθη καὶ ἔζη χριστιανικώς, ἐργαζόμενος μὲν τὴν τέχνην τοῦ διὰ τὴν συντήρησιν τοῦ σώματος καὶ τὴν εὐποιΐαν πρὸς τοὺς ἐνδεεῖς, θεραπεύων ὅμως καὶ τὰς Εὐαγγελικὰς ἀρετάς, διὰ τὴν ἐν Χριστῷ σωτηρίαν τῆς ἀθανάτου αὐτοῦ ψυχῆς.  Οὕτω πολιτευόμενος ἐφθονήθη ὑπό τινος Ὀθωμανοὺ καὶ φεύγων τὸν πειρασμὸν ᾖλθεν εἰς Βλαχίαν, ὅπου εὗρεν ἐργασίαν εἰς τὴν Αὐλὴν τοῦ ἐκεῖσε Ἡγεμόνος Τσομπάν, πλησίον τοῦ ὁποίου διεκρίθη καὶ ὡς στρατιωτικός. Εἰς Σοφίαν ἐπανῆλθε ἐν ἔτει 1554, ἵνα ἄρει γεναιοφρόνως τὸν πειρασμὸν τοῦ θανάτου τῶν δύο τέκνων τοῦ καὶ ἀναφωνήσει ὡς ἄλλος Ἰώβ, «ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα τοῦ Κυρίου εὐλογημένον». Ἐν τέλει, φθόνῳ κινηθέντες οἱ Ὀθωμανοί, διὰ τῆς χρήσεως φίλτρου τινὸς ἔφεραν αὐτὸν εἰς ὕπνον καὶ περιέτεμον αὐτὸν ἀκουσίως. Ἐλθὼν ὅμως εἰς ἑαυτὸν ὁ Νικόλαος, ἐνεκλείσθη θρήνων εἰς τὸν οἶκον τοῦ, μέχρις ὅτου πιεζόμενος ὑπὸ τῶν Ὀθωμανῶν ἵνα συμπροσευχηθὴ μετ᾿ αὐτῶν ἐν τῷ Ἰσλαμικῶ Τεμένει, ὁμολόγησε ἐνώπιον τοῦ Κριτοῦ τὴν Χριστιανικὴν αὐτοῦ πίστιν καὶ βασανιζόμενος καὶ μὴ ὑποκύπτων, ἐλιθοβολήθη ὑπὸ τοῦ Μουσουλμανικοὺ ὄχλου, ἡμιθανὴς δὲ παρεδόθη εἰς τὸ πῦρ καὶ κατεκαύθη, τῇ 17ῃ Μαΐου σωτηρίου ἔτους 1555. Ἧτο τότε ὁ Ἅγιος 45 ἐτῶν.
Τὸ μαρτύριον αὐτοῦ, ἐν παντὶ ἄγνωστον τοῖς Ἕλλησι, κατεγράφη ὑπὸ Ματθαίου τοῦ Γραμματικοῦ, Διακόνου καὶ Λαμπαδαρίου τῆς ἐν Σοφία Μητροπόλεως, τοῦ χειρογράφου φυλασσομένου εἰς τὸν ἐν Σοφία πρὸς τιμὴν τοῦ ναόν, ἔνθα ἀποθησαύρισται ἀποτμῆμα τῶν χαριτοβρύτων αὐτοῦ Λειψάνων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐκ Μετσόβου, ἐν Τρικάλοις μαρτυρήσας ἐν ἔτει 1617, πυρὶ τελειοῦται.
Ἵν’ ἐκφύγης πῦρ τῆς γεέννης παμμάκαρ,
Tὸ πῦρ ὑπέστης Nικόλαε εὐθύφρον.
Οὗτος, εἶχε πατρίδα τὸ Μέτσοβον τῆς Ἠπείρου· γεννηθεὶς δὲ ἀπὸ φιλοθέους καὶ εὐσεβεῖς γεννήτορας, ὤντας ἀκόμη νέος ἀνεχώρησεν εἰς Τρίκαλα, διὰ νὰ ἦτον πτωχοὶ οἱ γονεῖς αὐτοῦ, καὶ ἐκεῖ συνεφώνησε μὲ ἕνα ἀρτοποιόν, δουλεύοντας ἐπὶ ῥητῷ μισθῷ. Μετὰ δὲ χρόνον πολύν, ἀπατηθεὶς ἀπὸ τὰ λόγια καὶ ὑποσχέσεις τῶν ἐκεῖ Ἀγαρηνῶν, ὡς ἔτι τὰ τῶν παίδων φρονῶν, καὶ συκοφαντηθεὶς ὑπ’ αὐτῶν, καὶ δειλιῶν τὰς βασάνους, ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν. Εἰς ἑαυτὸν δὲ ἐλθών, ἔφυγε, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἐκεῖ διέτριβε χριστιανίζων. Ὕστερον δὲ ἀπὸ πολὺν καιρόν, φορτώνοντας τὸ ἄλογόν του δᾳδίον, ὑπῆγεν εἰς Τρίκαλα μέ τινας ἐγχωρίους διὰ νὰ τὸ πωλήσῃ. Ἐκεῖ ἐγνώρισεν αὐτὸν κάποιος κουρεὺς ὅπου ἐγειτόνευε μὲ τὸν προειρημένον ἀρτοποιόν, καὶ πιάσας αὐτὸν ἀπὸ τὸ περιτραχήλιον, ἔσυρεν αὐτόν, καὶ ὠνείδιζεν, ὡς πάλιν τὰ τῶν Χριστιανῶν φρονοῦντα. Φοβηθεὶς δὲ ὁ Νικόλαος, ἔδωκεν αὐτῷ τὸ φορτίον τοῦ δᾳδίου, παρακαλῶντάς τον νὰ μὴν τὸν φανερώσῃ. Ἐκεῖνος δὲ τοῦ ἔλεγε, ὅτι ἐὰν ἤθελε τοῦ φέρῃ κατ’ ἔτος ἕως ὅπου ζῇ ἀπὸ ἕνα φορτίον δᾳδίον, δὲν θέλει τὸν φανερώσῃ. Καὶ ἔταξεν ὡς ἐκεῖνος ἐζήτησε, καὶ κατ’ ἔτος ἔκαμνε κατὰ τὴν ὑπόσχεσίν του.
 Ὀψέποτε δὲ μεταμεληθεὶς ὁ Νικόλαος ἐπὶ τῇ ὑποσχέσει, ἀποφάσισε νὰ μὴν δώσῃ πλέον τὸ ὑποσχεθέν, ἀλλὰ μάλιστα νὰ ἀποθάνῃ, καὶ νὰ θεραπεύσῃ τὴν εἰς Χριστὸν γενομένην ἄρνησιν, καὶ ἀνέφερε τοῦτο εἰς τὸν πνευματικόν του πατέρα. Ἐκεῖνος δέ, ἀνέκοπτεν αὐτόν, καὶ ἐνουθέτει νὰ ἀφεθῇ ἀπὸ τὸν τοιοῦτον σκοπόν, μήποτε ἀπαγορεύσας εἰς τὰς βασάνους, ἤθελε νὰ περιπέσῃ πάλιν εἰς δευτέραν ἄρνησιν, καὶ ἔλεγεν αὐτῷ, ὅτι τὸ μὲν πνεῦμα πρόθυμο, ἡ δὲ σὰρξ ἀσθενής. Ἀλλ’ αὐτὸς ἔστεκε στερεὸς εἰς τὴν γνώμην του καὶ ἔλεγεν, ὅτι ἔχει βεβαίας τὰς ἐλπίδας του εἰς τὸν Κύριον, πῶς θέλει μείνει ἀκλόνητος εἰς πᾶσαν τιμωρίαν, καὶ θέλει θριαμβεύσει ἐναντίον τοῦ ἐχθροῦ. Βλέποντας ὁ πνευματικός του πατὴρ τὴν προθυμίαν του, στηρίξας αὐτὸν εὐχαῖς, ἀπέλυσεν αὐτόν.
Μὲ τοιαύτη λοιπὸν σταθερὰν γνώμην ἀπεδήμησε, καὶ ἦλθεν εἰς Τρίκαλα· καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ κουρεὺς ἀπέπνιγεν αὐτὸν λέγων: Ποῦ σοῦ τὸ ὑποσχεθὲν ἀσεβέστατε; Ὁ δὲ ἀπεκρίνατο: Οὐδέν σοι ὀφείλω. Τότε θυμωθεὶς ὁ κουρεὺς ἀνέκραξε, καὶ δραμόντες οἱ ἀσεβεῖς ἐκράτησαν αὐτόν, καὶ πολλὰς πληγὰς αὐτῷ ἐπιθέντες, ἔσυρον εἰς τὸ δικαστήριον. Παρέστησε δὲ μάρτυρας ὁ κουρεὺς ἐκ τῶν ὁμοφύλων, οἵ τινες ὡμολόγουν ὅτι ἠρνήθη τὴν Χριστιανῶν πίστιν. Καὶ ἐρωτηθεὶς ἀπεκρίνετο: Χριστιανὸν ἀποκαλῶν ἑαυτὸν ἐνώπιον πάντων· καὶ ἐπειδὴ οὔτε μὲ κολακείας, οὔτε μὲ ἀπειλὰς ἐπείθετο νὰ ἀρνηθῇ τὴν πίστιν, ὕστερον ἀπὸ πολλὰς πληγὰς καὶ ῥαπίσματα ἠσφηλίσθη εἰς σκοτεινὴν φυλακήν, παλαίοντας ἐκεῖ πολλᾶς ἡμέρας μὲ δίψαν καὶ πείναν, καὶ ὑπομένοντας ἀνδρειοφρόνως μάστιγας καὶ διαφόρους παιδείας.
Ὡς δὲ ἐμενεν ἀκλόνητος εἰς πάντα, ἐξάγουσιν αὐτὸν ἀπὸ τὴν φυλακήν, καὶ παρασταίνουσιν αὐτὸν ἐκ δευτέρου εἰς τὸ ἄνομον κριτήριον. Καὶ πάλιν ἀνακηρύττει μεγαλοφώνως τὸν Χριστὸν Θεὸν ἀληθινόν. Βλέποντας λοιπὸν ὁ κριτὴς τὸ ἀμετάτρεπτον τῆς γνώμης αὐτοῦ, ἐπρόσταξε νὰ ἀναφθῇ πυρὰ μεγάλη κατὰ τὸ μέσον τῆς ἀγορᾶς, καὶ νὰ ῥιφθῇ εἰς αὐτήν. Καὶ φέρουσιν αὐτὸν εἰς τὸν τόπον τῆς καταδίκης, καὶ ῥιπτουσιν αὐτὸν εἰς τὴν πυρκαϊάν, καὶ ἐκεῖ χαίρων καὶ δοξολογῶν τὸν Θεόν, παρέδωκε τὸ πνεῦμα αὐτοῦ.
Κεραμεὺ δέ τις ἀπὸ εὐλαβείας κινούμενος, ἦλθε κατὰ τὸν τόπον ἐκεῖνον ἐν καιρῷ νυκτός, μήπως ἔθελεν εὕρῃ μέρος τὶ τοῦ λειψάνου. Καὶ ὡς εἶδε τιμὰς τῶν ἐναντίων ἀγρυπνοῦντας καὶ φυλάσσοντας, ἕως ὅπου νὰ ἤθελεν ἀποτεφρωθῇ τελείως τὸ μαρτυρικὸν σῶμα, ἔδωκεν εἰς αὐτοὺς ἱκανὰ ἀργύρια, καὶ ἔλαβε τὴν κάραν τοῦ Ἁγίου ὅπου ἦτον ὀλίγον τὶ βλαμμένη κατὰ τὰ μετάφρενα ἀπὸ τὴν φωτίαν. Καὶ ἐρχόμενος εἰς τὴν οἰκίαν του, ἔκρυψεν αὐτὴν εἰς τὸν τοῖχον διὰ τὸν φόβον τῶν ἀπίστων, ἄνευ εἰδήσεως τινὸς τῶν ἐκ τῆς οίκίας. Μετὰ δὲ χρόνον τινά, συνέβη νὰ ἀποθάνῃ ὁ κεραμεύς, καὶ ἔμεινεν ἀγνώριστος ἡ τιμία κάρα. Κάποιος δὲ Μέλανδρος ἠγόρασε τὴν οἰκίαν αὐτὴν τοῦ κεραμέως, καὶ κατὰ τὴν ἑσπέραν ὅπου ἐτελείωσε τὸ μαρτύριον ὁ Ἅγιος, εἶδε φῶς, ὅπου ἔλαμπεν εἰς τὸν τοῖχον, καὶ θαυμάζων καθ’ ἑαυτὸν περὶ τούτου, ἐχρηματίσθη εἰς τὸν ὕπνον του, ὅτι ἐκεῖ κρύπτεται ἡ κεφαλὴ τοῦ Μάρτυρος· ὅθεν, διορύξας τὸν τοῖχον, καὶ εὑρὼν αὐτήν, ἔκρινεν ἀνάξιον τὸν ἑαυτόν του νὰ κρατῇ σιμά του
τοιοῦτον θησαυρόν. Καὶ ἐλθὼν εἰς τὸ Μοναστήριον τοῦ Βαρλαὰμ τῶν Μετεώρων, ὅπου εἶχε καὶ ἀδελφὸν τὸν μοναδικὸν βίον μετερχόμενον, ἀφιέρωσεν αὐτὴν ἐκεῖ, καὶ ἔγραψε τὸ ὄνομά του καὶ τῶν γονέων αὐτοῦ εἰς τὴν Πρόθεσιν διὰ νὰ μνημονεύονται.
Ἐκεῖ λοιπὸν εὑρίσκεται ἀποτεθησαυρισμένη μέχρι τῆς σήμερον αὕτη ἡ τιμία κάρα, θαυματουργοῦσα καθ’ ἑκάστην θαύματα ὑπὲρ ἔννοιαν. Μὲ μόνην τὴν παρουσίαν της, ἐλευθέρωσε τὰ Τρίκαλα ὅπου ἐβασανίζοντο ἀπὸ θανατικόν. Ὁμοίως καὶ κάποιον χωρίον ὅπου ὀνομάζεται Ντισκάτα, ὅπου ἔπασχε τὸ ἴδιον, καὶ τοὺς Καλαῤῥύτας ὅπου ἔπασχον ἀπὸ λοιμικὴν ἀῤῥώστιαν. Κατ’ ἐξοχὴν δὲ εἶναι διωκτικὴ καὶ ἀπωλεστικὴ τῶν ἀκρίδων, φυλάττουσα ἀβλαβεῖς τοὺς καρπούς, ὥστε νὰ μένουν ἐκστατικοὶ καὶ αὐτοὶ οἱ ἀσεβεῖς. Ὅθεν, τὰ περίχωρα τῶν Τρικάλων ἔχουσιν αὐτὴν φυλακτήριον· διότι ὡς φερθῇ ἐκεῖ αὕτη ἡ ἁγία κάρα, ἄλλη μὲν ἀκρὶς φθείρεται, ἄλλη δὲ φεύγει, καὶ ἐξορίζεται. Καὶ τοῦτον δὲν γίνεται μίαν φορὰ ἢ δύο, ἀλλὰ πολλάκις μέχρι τῆς σήμερον. Καὶ ἄλλα πολλὰ θαύματα γίνονται καθ’ ἑκάστην, ἰατρεύουσα πάθη ἀνίατα ὅπου ἤθελε προσκαλεσθῇ. Εὑρίσκονται δὲ καὶ ἄλλα τινὰ μόρια ἀπὸ τὸ μαρτυρικὸν αὐτοῦ λείψανον κατὰ διαφόρους τόπους, εἰς δὲ τὰ Ἰωάννινα εὑρίσκεται τὸ ἤμισυ τῆς παλάμης τῆς χειρὸς αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλεαζάρου ἐν Ὄλονετς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὀσίου Ἰωνᾶ τῆς Ὀδησσοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς Μετακομιδῆ τῶν λειψάνων τοῦ Ὁσίου Ἀδριανοῦ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοὺς τὴν πέτραν οἰκοῦντας καὶ Θεῷ ὁμιλοῦντας τοῦ ἀσκητοῦ Βαρλαάμ, τοὺς μύστας τῆς Τριάδος, καὶ λύτας τῆς κακίας, ἣν ποσὶ κατεπάτησαν, ἀνευφημοῦμεν πιστῶς, τοὺς δύο αὐταδέλφους.
Ἀσκησάντων ἐμφρόνως ἐπ’ ὀφρύος τοῦ ὄρους ὡς οἱ στυλῖται ποτέ, τὴν πέτραν ἀντὶ στύλου, τὴν πίστιν ἀντὶ πέτρας, τὴν ἀσάλευτον ἔδειξαν, ὁ Θεοφάνης ὁμοῦ, σὺν θείῳ Νεκταρίῳ.
Δῆμος τῶν μοναζόντων ὃν δυὰς τῶν Πατέρων ἐπισυνῆξε ποτέ, τῇ πίστει τῆς Τριάδος, εὐχαῖς τε τῶν Ἁγίων, κατεπάτησαν τύραννον, καὶ τὰς ἐνέδρας αὐτοῦ, ποσὶ καταβαλόντες.
Θεοτοκίον.
Ἐναντίοις ἀνέμοις οὐχ ὑπέκλιναν κάραν οἱ θεαυγεῖς ἀσκηταί, ἀλλὰ τῇ θείᾳ πίστει, τοῦ Υἱοῦ Σου Παρθένε, κατεπάτησαν χαίροντες, τὰς μηχανὰς τοῦ ἐχθροῦ, καὶ τὰς ῥαδιουργίας.







ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Λόγου Θεοῦ κηρύττοντος, τὸν σταυρὸν αὐτοῦ ἕκαστος, καὶ ἐμοῦ ὀπίσω, λαβόντες μοι ἔπεσθε, χρηστὸς ὁ ζυγός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν, ὃν ἀναλαβὼν ὁ ἱερὸς Θεοφάνης, σὺν θείῳ Νεκταρίῳ, ἠκολούθησαν πίστει, Χριστῷ ἐν ·ω καὶ εὗρον, ζωὴν τὴν αἰώνιον.
Φωτοφανείας ἔτυχεν, ἡ δυὰς ἡ αὐτάδελφος, ἐκ τῶν ἐναρέτων αὐτῶν θείων πράξεων, προθύμως ἀνοίξαντες, ὃν περιεκτήσαντο θησαυρόν, καὶ ἐν ταῖς χερσί, τῶν δεομένων τιθέντες, ὁ θεῖος Θεοφάνης, σὺν σοφῷ Νεκταρίῳ, ὃν ἐν ταῖς ἀποθήκαις, ταῖς οὐρανίοις εὗρον.
Ὡραιωθέντες Ὅσιοι, τῶ φωτὶ τῷ τοῦ Πνεύματος, καὶ πρὸς τοὺς ἀγῶνας, τῆς στεῤῥᾶς ἀσκήσεως, προθύμως ἐδράμετε, καὶ πρὸς τὸ στάδιον καρτερῶς, τὸ τῶν Ἀθλητῶν τῆς εὐκλεοῦς ἐγκρατείας, χαιρόντων προσδραμόντες, δι’ οὗ εὕρατε χάριν, ζωήν τε αἰωνίαν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ναόν με δεῖξον πάναγνε, καὶ σεπτὸν καταγώγιον, τοῦ Υἱοῦ Σου Κόρη, ὅνπερ ἐσωμάτωσας, ἁγνῶν ἐξ αἱμάτων Σου, σάρκα λαβόντα, Θεὸς ὢν πρίν, καίπερ διὰ Σοῦ ὤφθη Θεὸς σαρκοφόρος, Ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Μεγάλων ἠξιώθητε δωρεῶν, ὦ Πατέρες ἡμῶν ἀξιάγαστοι, τὸν θησαυρόν, ὅνπερ διενείματε τοῖς πτωχοῖς, ἄσυλον πλοῦτον εὕρατε, ἐν χερσὶ τοῦ ζῶντος Θεοῦ ἡμῶν, ἑκατονταπλασίως, κατὰ τὸ γεγραμμένον, ζωὴν καὶ χάριν τὴν αἰώνιον.
Ὕμνον σοι πλέκω Πάτερ πανευλαβῶς, ὦ Θεόφανες μάκαρ αἰνέσεως, σὺν τῷ σοφῷ, θείῳ Νεκταρίῳ πόθῳ πολλῷ, ναοὶ γὰρ ζῶντες πέλετε, τοῦ Ὑψίστου ζῶντος Θεοῦ ἡμῶν, ναὸν κἀμὲ Κυρίου, ταῖς ὑμῶν ἱκεσίαις, τὸν στιχουργήσαντα ποιήσατε.
Ῥεόντων πάντων πάνσοφοι καὶ φθαρτῶν, καὶ προσκαίρου τιμῆς ματαιότητος, διὰ Χριστόν, σκύβαλα ἡγήσαντο ψαλμικῶς, αὐτοῦ ὀπίσω ἔδραμον, ἕως οὗ εὑρόντες ἀναψυχήν, καὶ λύσιν τῶν καμάτων, σκήνωμα θείας δόξης, καὶ τόπον θείας ἀναπαύσεως.
Ἐπέφανεν ἐτήσιος ἑορτή, τῶν Ὁσίων Πατέρων ἡ πάντιμος, οὓς οἱ πιστοί, δεῦτε ὑπαντήσωμεν νοερῶς, καὶ τοῖς ἐπαίνοις στέψωμεν, ᾄσμασιν ὡς ἄνθεσι θερινοῖς, πρεπόντως ἐφαρμόζει, μνήμη μετ’ ἐγκωμίων, τοῖς διὰ Κύριον ἀσκήσασιν.
Ὡράθητε Πατέρες στῦλοι φωτός, ἐλλαμπόμενοι αὔραις τοῦ πνεύματος, ἐφ’ ὑψηλοῦ, στύλου ἀναβάντες πυρσοφαεῖς, ἀκτινοβόλους πέμπετε, οἷα οἱ στυλῖται ποτὲ τὸ πρίν, πιστοὺς ταῖς δαδουχίαις, αὐγάζετε πλουσίως, ὑφ’ ὧν ἀξίως μακαρίζεσθε.
Θεοτοκίον.
Νέμοις Παρθένε χάριν ἐξ οὐρανοῦ, ἐφ’ ἡμῖν τοῖς πιστῶς Σε δοξάζουσι, καὶ ἐκ ψυχῆς, καθομολογοῦσι παναληθῶς, κυρίως Θεοτόκον Σε, καὶ μακαριοῦσι λαμπροφανῶς, ζωῆς τῆς αἰωνίου, ἀξίωσον Παρθένε, ἐν τόπῳ θείας ἀναπαύσεως.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοὺς ἀδελφοὺς κατὰ σάρκα, καὶ ἀσκητὰς κατὰ πνεῦμα, Νεκτάριον τὸν γενναῖον, καὶ Θεοφάνην τὸν θεῖον, Ἰωαννίνων τοὺς κλάδους, ἀνευφημήσωμεν πάντες.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ἐπὶ τῆς πέτρας ὑψώθησαν, τοῦ ἀσκητοῦ Βαρλαάμ, οἱ Πατέρες οἱ ἔνθεοι, ἐν αὐτῇ τὰ ἔνεδρα, τοῦ πανώλους συνέτριψαν, δι’ ἐγκρατείας καὶ ταπεινώσεως, ἱδρῶσι πόνοις, τοῖς τῆς ἀσκήσεως, ἔχοντες σύμμαχον, ὃ ἐποίουν ἔλεος πρὸς τοὺς πτωχούς, μᾶλλον τὴν βοήθειαν, τοῦ ἐλεοῦντος Θεοῦ. (Δίς)

Νέοι στυλῖται γεγόνασιν, οἱ ἐν Χριστῷ ἀδελφοί, Συμεὼν ἐκμιμούμενοι, Δανιὴλ τὸν ἔνθεον, τοὺς ἐν στύλους ἀσκήσαντας, καὶ ὑπὲρ ἥλιον δαδουχήσαντας· ὅθεν καὶ οὗτοι ἐκείνων ὤφθησαν, κλῆρος ἀσκήσεως, καὶ ἀκτῖνες ἔνθεοι καὶ ὁπαδοί, ὧν τὴν μνήμην σέβομεν, καὶ μακαρίζομεν.

Τοῦ Μετεώρου ἀνήλθοσαν, ἡ τῶν ὁμαίμων δυάς, ὑψηλὴ καὶ μετέωρος, ἐν αὐτῷ ὡς ἥλιος, τὰς ἀκτῖνας ἐξέπεμψαν, καὶ τὴν ὑφήλιον κατεφώτισαν, διδασκαλίαις καὶ παραινέσεσι, ἔχοντες σύνοικον, ἐν αὐτοῖς τὸν Κύριον Ὃν ἀρεταῖς, ἐπὶ γῆς λατρεύσαντες, καὶ θεραπεύσαντες.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε φιλοπάτορες πάντες, τὴν τῶν αὐταδέλφων Πατέρων δυάδα, γηθοσύνως ἐκγκωμιάσωμεν· τοὺς ἀπὸ νεότητος, τὸν ἐλαφρὸν ζυγὸν τοῦ Σωτῆρος, ἐπ’ ὤμων ἀραμένους, καὶ Αὐτῷ προθύμως ἐπακολουθήσαντας· δι’ ἐγκρατείας καὶ πόνοις ἀσκητικοῖς, καὶ τῇ πρὸς τοὺς πένητας συμπαθείᾳ, ἀντὶ στύλου τὴν Μετέωρον Πέτραν τοῦ ἱεροῦ Βαρλαὰμ καταλαβόντες οἱ θειότατοι, καὶ ἐν αὐτῇ τὸν τῆς νηστείας δρόμον τελέσαντες, ἀσκητικῶς τὸν βίον διήνυσαν. Πρὸς οὓν βοήσωμεν· Νεκτάριε, νέκταρ ἀμβροσίας πνευματικόν, καὶ Θεόφανες, θεοφανείας ἠξιωμένε, οἱ πεφωτισμένοι καὶ σώματι καὶ ψυχῇ, συντηρήσατε ποίμνην ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, ἣν ἐκτήσασθε προσευχαῖς ἡμῶν, καὶ πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἰσαγγέλου πολιτείας τοὺς λύχνους, καὶ μοναζόντων διδασκάλους ἀρίστους, ἐν ταπεινῇ καρδίᾳ ἱκετεύσωμεν, Ὅσιε Θεόφανες, καὶ Νεκτάριε θεῖε, δέησιν ποιήσατε, ἐκτενῆ τῷ Κυρίῳ, ἵνα λυτρώσῃ πάντας πειρασμῶν, καὶ Παραδείσου ποιήση οἰκήτορας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θελχθέντες τῷ πόθῳ τοῦ Ἰησοῦ, Αὐτῷ μόνῳ ζῆσαι, ἐποθήσατε ἐκ παιδός, καὶ σκύβαλα πάντα ἡγηθέντες, ἐν ἐρημίαις διάγειν προείλεσθε.
Ἰάσασθε Ὅσιοι τοῦ Θεοῦ, Θεόφανες μάκαρ, Νεκταρίῳ σὺν τῷ κλεινῷ, παθῶν τε καὶ νόσων ἐπωδύνων, καὶ ἐπηρείας δαιμόνων με ῥύσασθε.
Λιπόντες τὰ πρόσκαιρα καὶ φθαρτά, οὐρανίου δόξης, ἀνεδείχθητε ζηλωταί, ὁμοῦ ἐν τῇ γῇ ἀγωνισθέντες, καὶ τῷ Κυρίῳ ἀμέμπτως δουλεύσαντες.
Θεοτοκίον.
Ἀῤῥήτως ἡ τέξασα τὸν Χριστόν, ταῖς πρεσβείαις δέξαι, τῶν Ὁσίων Σου λειτουργῶν, καὶ ῥῦσαι κινδύνων τὴν ψυχήν μου, ἣν ἀνατίθημι Μῆτερ τῇ σκέπῃ Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σταθηρὰν τὴν πορείαν διακρατήσαντες Ὅσιοι, πάσης ἀσταθείας καὶ πλάνης ἡμᾶς λυτρώσασθε, ἵνα νομίμως Χριστῷ, ἀθλήσαντες καὶ ἐμφρόνως, τῆς ζωῆς τὸν στέφανον, ἀποληψόμεθα.
Ἱερέων τὸ κλέος, τῶν μοναστῶν καύχημα, Ὅσιε Θεόφανες μάκαρ, σεπτὲ Νεκτάριε, ἐπευλογήσατε, τῶν μοναζόντων χορείας, χάριν ἐπουράνιον, αὐταῖς δωρούμενοι.
Ὑποταγὴν πιστοτάτην πατρὶ ἁγίῳ ἐνδείξαντες, καὶ ἐν προσευχῇ καὶ ἀσκήσει, ἐνδιατρίψαντες, χάριν εἰλήφατε, Πνεύματι θείῳ ἑλκύειν, καὶ Χριστῷ προσάγεσθαι, ἄμωμα θρέμματα.
Θεοτοκίον.
Προεστῶσα ὑπάρχεις καὶ μοναστῶν σύμβουλος, ἄσπιλε Μαρία Παρθένε· διὸ χαρίτωσον, καὶ καταξίωσον, ἁγνῇ καρδίᾳ δουλεύειν, καὶ δοξάζειν ἄχραντε, τὸν θεῖον Τόκον Σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νῆψιν δὸς καὶ ἐγκράτειαν, τοῖς πιστοῖς Πατέρων δυὰς ὁμότιμε, καὶ παράσχου μοι διάκρισιν, ἄκρων τῶν δαιμόνων λυτρουμένη με.
Σχῆμα θεῖον καὶ ἅγιον, πανοικεὶ τρισμάκαρες ἐνδυσάμενοι, ὑποσχέσεις τὰς τοῦ Σχήματος, ἀκλινῶς τηρῆσαι ἀξιώσατε.
Ὡς ἀκρόπολη χάριτος, Βαρλαὰμ ἡ πέτρα ὑμᾶς ἐφείλκυσεν, καὶ ἐν ταύτῃ ἀσκησάμενοι, σωτηρίας πύργον κατελίπετε.
Θεοτοκίον.
Ὢ ἀμόλυντε Δέσποινα, τὸν μεμολυσμένον τοῖς πλημμελήμασιν, κατοικτίρησον καὶ κάθαρον, ταῖς σεπταῖς πρεσβείαις τῶν Ὁσίων Σου.



ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν κατάπτωσιν, καὶ παράσχου μετανοίας μοι ὁδόν, δυὰς Πατέρων, τῷ Κυρίῳ προσεδρεύουσα.
Ἴασαι ταχύ, τὴν ψυχήν μου ἀσθενήσασαν, ῥαθυμίας καὶ πορώσεως ἰῷ, ὦ Θεόφανες φαρμάκῳ τῆς πρεσβείας σου.
Θρόνος καθαρός, τῆς Τριάδος ἀναδέδειξαι, δυὰς ἁγία καὶ πανευκλεής, δι’ εὐποιΐας τῷ Θεῷ εὐαρεστήσασα.
Θεοτοκίον.
Ἥλιον Χριστόν, ἐν ἀγκάλαις Σου βαστάσασα, διαλύεις τῆς ψυχῆς τὸν σκοτασμόν, τῶν ζητούντων τὸ πολύ Σου Μῆτερ ἔλεος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μνημόνευσον, καὶ ἡμῶν πανοικτίρμων, τῶν ἐσχάτων καὶ ἀθλίων Σου δούλων, καὶ μὴ ἐάσης εἰς τέλος ὀλέσθαι, καὶ ἐν ῥαστώνῃ τὸν βίον διέρχεσθαι, ἱκέται πέλουσιν ἀεί, Μετεώρων οἱ θεῖοι αὐτάδελφοι.
Ἐκ πάντων, ἐπερχομένων δεινῶν με, λύτρωσαί με Θεόφανες Πάτερ, ὡς παῤῥησίαν πολλὴν κεκτημένος, καὶ συμπαθείας ὑπάρχων τὸ πέλαγος, πενέστατος γὰρ ἀρετῶν, καὶ ἀσκήσεως ἄγευστος γέγονα.
Νοσήματα, καὶ παντοῖαι κακώσεις, τὸν ἡμέτερον ταράττουσι βίον, καὶ πειρασμῶν, λεγεών με συνθλίβει, εἰς ἀθυμίας ἐμβάλλουσα στένωσιν, καὶ νῦν προσφεύγω ἐφ’ ὑμᾶς, ἐξαιτούμενος θείαν παράκλησιν.
Θεοτοκίον.
Προσόρμισον, τὴν ζωήν μου Δέσποινα, Παραδείσου πρὸς τὸν θεῖον λιμένα, καὶ πάσης ῥῦσαι δεινῆς τρικυμίας, καὶ τῶν παθῶν μου τὸν κλύδωνα κόπασον, ὅπως δοξάζω ἐκ ψυχῆς, τὴν πολλὴν πρὸς ἐμὲ εὐσπλαγχνίαν Σου
Διάσωσον, ὦ πανοσία δυὰς τῶν κτιτόρων, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους σου, καὶ στήριξον Ὀρθοδόξων τὰ πλήθη.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Δυὰς ἐκλεκτὴ ὁμαίμων τῷ σώματι, χρηστὴ ξυνωρίς, ὁμόφρων τῷ πνεύματι, σὺν Νεκταρίῳ Θεόφανες πάντιμε, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ὅπως λυτρώση ἡμᾶς πειρασμῶν, καὶ ἐν τοῖς οἴκοις παράσχη ὁμόνοιαν.







Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Νέοι στύλοι ὤφθητε, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, Μετεώρων σέμνωμα, Ἅγιοι Θεόφανες καὶ Νεκτάριε, πᾶσαν γὰρ νείμαντες, πατρικὴν οὐσίαν, ἐν χερσὶ πενήτων μάκαρες, Χριστὸν ὠνήσασθε, ὄλβον ἐσαεὶ διαμένοντα· δι’ ὅνπερ συσταυρούμενοι, Βαρλαὰμ τῷ στύλῳ ἀνήλθετε, ἔνθα ἐλλαμφθέντες, τοῦ Πνεύματος ταῖς θείαις ἀστραπαῖς, θεοφανείας ἐγεύθητε, νέκταρ τὸ ἀείζωον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχὺν καὶ ἀφοβίαν κατ’ ἐχθρῶν ἀοράτων ψυχῇ μου δώρησαι, δυὰς τῶν αὐταδέλφων, ὁμοῦ σὺν Βενεδίκτῳ, τῷ λαμπρῷ ὑπηκόῳ σου, ἁγιασθέντι ταχύ, τῇ σῇ ποδηγεσίᾳ.
Τὴν ἀθλίαν ψυχήν μου κατανύξεως θείας καὶ εὐλαβείας θερμῆς, ἐμπλήσατε Πατέρες, τὸν ῥύπον ὅπως πλύνω, τῶν ἀμέτρων πταισμάτων μου, καὶ προσκυνῆσαι τολμῶ, ὑμῶν σεπτὴν εἰκόνα.
Τὴν θείαν τελευτήν σου ὦ Θεόφανες μάκαρ ἀστὴρ ἐδόξασεν, ἐλλάμπων τῇ σῇ κέλλῃ, καὶ πᾶσιν ἐνδεικνύων, τὸν ὑπέρσεμνον βίον σου, καὶ τὴν πρὸς σὲ τοῦ Θεοῦ, ὑψίστην εὐδοκίαν.
Θεοτοκίον.
Ὄρος ἅγιον θεῖον εὐσκιόφυλλον δένδρον ὁμοῦ καὶ πάντερπνον, ὑπάρχεις Θεοτόκε, τοῖς ἐπικαλουμένοις, Σὴν γλυκείαν ἐπίκλησιν, καὶ αἰτουμένοις θερμῶς, ψυχῆς φωτίσαι σκότος.





ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στάλαξον θείου, γλυκασμοῦ εὐφροσύνην, ὦ Νεκτάριε ψυχῆς ἐμῆς προστάτα, ὡς ζωῆς τὸ νέκταρ, ἀλήκτως ἀπολαύων.
Εἰς ἀθυμίαν, ἐκ πολλῆς ῥαθυμίας, περιπέπτωκα ὁ δείλαιος Πάτερ, ἀλλὰ λύτρωσαί με, Θεόφανες εὐχαῖς σου.
Σκέπε καὶ φρούρει, τὰς ἁγίας σου μάνδρας, ὦ ἀοίδιμε δυὰς τῶν δομητόρων, πᾶσι χορηγοῦσα, ψυχῶν τὴν σωτηρίαν.
Θεοτοκίον.
Θεράπευσόν μου, τὸ ἀσθενὲς τῆς ψυχὴς μου, ὦ παντάνασσα καὶ πανοικτίρμων Μῆτερ, ὅπως μεγαλύνω, τὴν Σὴν παραμυθίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰωαννίνων πόλις, ἐφ’ ὑμῖν καυχᾶται, καὶ τῇ πρεσβείᾳ ὑμῶν διασώζεται, ἀπὸ παντοίων κινδύνων καὶ περιστάσεων.
Ὁσίως ἐκτελέσαι, τὸν λοιπόν μου βίον, καταξιώσατε θεῖοι δομήτορες, οἱ σὺν Ἀγγέλοις ἀΰλοις νῦν ἀγαλλόμενοι.
Ἐκδέξασθε προφρόνως, πανόσιοι Πατέρες, τὸ ταπεινὸν ἡμῶν τοῦτο ἐφύμνιον, καὶ γένεσθέ μοι ἰσόβιοι ἀντιλήπτοτες.
Θεοτοκίον.
Ἰδεῖν Χριστοῦ τὴν δόξαν, τὴν πεποθημένην, καὶ Παραδείσου τὰ κάλλη τὰ ἄῤῥητα, ἄξιωσόν με πανάμωμε ἀειπάρθενε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τῶν Ἰωαννίνων εὖχος λαμπρόν, Θεόφανες θεῖε, καὶ Νεκτάριε ἱερέ, Μετεώρων δόξα, κανών τε μοναζόντων, ὑμῶν τιμίας μάνδρας, εὐχαῖς στηρίξατε.
Πρεσβείαν ποιήσατε τῷ Χριστῷ, δυὰς τῶν κτιτόρων, Βαρλαὰμ σὺν τῷ παλαιῷ, ἀσκητῇ ὁμοῦ τε, τῶ θείῳ Βενεδίκτῳ, ὑπὲρ τῶν εὐφημούντων, ὑμῶν τὴν ἄθλησιν.
Ὢ δυὰς ὁσία καὶ φωταυγής, κλέος τῶν Πατέρων, τοῦ Σωτῆρος λαμπροὶ πυρσοί, οἱ ἐν τῇ ἀσκήσει, ἐκλάμψαντες συμφώνως, ψυχῆς ἡμῶν τὸ σκότος, καταφωτίσατε.
Ἰσαγγέλου βίου τὴν κορυφήν, φθάσαντες προθύμως, ὦ Πατέρων δυὰς σεπτή, ῥύσασθε ἰλύος, βυθοῦ τῆς ῥαθυμίας, τοὺς ἐπικαλούμενους ὑμῶν τὸ ὄνομα.
Ἄρατε τὰς χεῖρας πρὸς τὸν Θεόν, δομήτορες θεῖοι, ἱκετεύοντες ἐκτενῶς, καὶ καθοδηγοῦντες, τὰς τάξεις μοναζόντων, εἰς ἀρετῶν τὴν κτῆσιν, νοός τε κάθαρσιν.
Ὀφθέντες στυλῖται ἄλλοι σοφοί, Βαρλαὰμ τῇ πέτρᾳ, ἐδομήσασθε τὴν Μονήν, ἔνθα πτερωθέντες, τὸν νοῦν θείᾳ δυνάμει, ἀνήλθετε προθύμως, πρὸς τὰ οὐράνια.
Δέησιν ποιήσατε τῷ Θεῷ, Ἰὼβ θεοφόρε, καὶ Ὁσία Καταφυγή, σὺν λαμπρῇ χορείᾳ, πεντάδος μοναζόντων, οὓς τῷ Χριστῷ προφρόνως, καθιερώσατε.
Φύλαττε ἐκ νόσων τῶν δυσμενῶν, δυὰς τῶν κτιτόρων, καὶ παγίδων σατανιστῶν, τοὺς προσερχομένους, τῇ θείᾳ ὑμῶν μάνδρᾳ, καὶ πίστει ἐκζητοῦντας, τὸ θεῖον ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, τὴν ἱκέσιον ᾠδήν, δέξαι μου τὸν αἶνον κτιτόρων δυὰς πανθαύμαστε, Ἅγιε Θεόφανες, σὺν Νεκταρίῳ ὁμοῦ, καὶ Κυρίῳ προσάγαγε, σὴν ἱκετηρίαν, ὑπὲρ τοῦ τιμῶντός σε, πίστει καὶ πόθῳ πολλῷ, ἵνα σῇ σεπτῇ μεσιτείᾳ, ἄνεσιν ἐν θλίψεσιν εὕρω, καὶ Ἁγίου Πνεύματος παράκλησιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου