Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 7. ΟΣΙΟΣ ΝΕΙΛΟΣ ΜΥΡΟΒΛΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ Ζ΄!!
ΟΣΙΟΣ ΝΕΙΛΟΣ ΜΥΡΟΒΛΥΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τὸν νοῦν ἐλλαμπόμενος φωτί, Νεῖλε ἀξιάγαστε, τῆς Τρισηλίου Θεότητος, ναὸς γεγένησαι, καθαρὸς καὶ θεῖος, τοῦ Ἁγίου Πνεύματος, ἐμφάσεις νοερῶς εἰσδεχόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (Δίς)

Ἀγγέλους συλλήπτορας σοφέ, ἔχων δυναμοῦντάς σε, τὰ τῶν δαιμόνων φαντάσματα, καὶ πανουργεύματα, ἀπεκροῦσω Νεῖλε, τὴν ὁδὸν διήνυσας, τὴν φέρουσαν πρὸς θείαν κατάπαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ψυχῆς καθαρότητι πολλῇ, Νεῖλε ὁσιώτατε, τῷ καθαρῷ ἐξομοίωσαι, Θεῷ καὶ κτίστῃ σου, καὶ θυσία ζῶσα, Αὐτῷ προσενήνεξε, ὡς φύλαξ τῶν Αὐτοῦ διατάξεων· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.
Τὸν ἐπὶ γῆς ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν ἀσκητῶν τὸ καύχημα, Νεῖλον τιμήσωμεν, τὸν ἡμῖν ἀναλάμψαντα σήμερον, διὰ τῆς ἀποκαλύψεως τῶν πλείστοις χρόνοις κεκρυμμένων ἱερῶν αὐτοῦ ὀστῶν, καὶ εὐωδίας πληρώσαντα καὶ ἰάματα βλύζοντα, ὡς πάλαι μύρα, καὶ χειραγωγοῦντα διάγειν, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.

Καὶ νῦν. Τῆς Ἑορτῆς.










Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὕμνοις χρεωστικοῖς, τῶν ἀσκητῶν τὸ κλέος, καὶ πάντων λαμπαδοῦχον, πληθὺς τοῦ Ἄθω δεῦρο, τὸν Νεῖλον μεγαλύνομεν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Ἀυτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐδόξασεν ὁ Κύριος
Πόνοις τὸν Ἰησοῦν, ἐδόξασας διό σε, Νεῖλε ἀντιδοξάζει, ἐν θαύμασι ποικίλοις, καὶ μύρων ἀναβλύσεσι.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Ψάλλατε ἐμμελῶς, οἱ μονασταὶ τοῦ Ἄθω, ἐπὶ τῇ μνήμῃ Νείλου, ὑμῶν λαμπροῦ φωστῆρος, καὶ ποδηγέτου σήμερον.

Δόξα. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ ἡ περιώνυμος Λαύρα τοῦ Ὁσίου Ἀθανασίου, ἡ πάλαι μὲν τὸν θεῖον Νεῖλον, ἐν ταῖς ἀγκάλαις αὐτῆς αὐξήσασα, παντοίαις χάρισιν ἀρετῶν κεκοσμημένον· νῦν δὲ ὡς θησαυρὸν κεκρυμμένον, τὰ χαριτόπνοα τούτου λείψανα εὑροῦσα, πᾶσιν ὀρθοδόξοις τὴν ἀκένωτον χάριν ἐχορήγησε· διὸ ἑορτὴν ἐτήσιον τελοῦντες, τὴν χαρμόσυνον μνήμην αὐτοῦ, τοῖς νοητοῖς ἄνθεσι στεφανώσωμεν, Χριστὸν τὸν ἀναστάντα, καὶ πάντας ἀναστήσαντα δοξάζοντες.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Βιώσας θεαρέστως ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, προσευχαῖς καὶ νηστείαις τὸν Θεὸν ἐθεράπευσας, ὡς σκεῦος τῆς χάριτος λαμπρόν, τοῦ Πνεύματος ἐδείχθης λειτουργός, διανέμων τὰς ἰάσεις τοῖς ἐκβοῶσί σοι πιστῶς Νεῖλε μακάριε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Διὰ νηστείας ἀκραιφνοῦς Νεῖλε θεόφρον, ἀπονεκρώσας τῶν παθῶν ἐπαναστάσεις, τοῦ Χριστοῦ ὁ ἔρως σοι ἔδωκε τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶν τε καὶ μετὰ πότμον θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον, ὅτι ὀστέα τὰ σά, ἐκβλύζουσιν ἰάματα, πᾶσι τοῖς πίστει θερμῇ σοι προστρέχουσι.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’ καὶ τοῦ Ὁσίου γ᾿. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Νεῖλε, θεόφρον Πατὴρ ἡμῶν, διὰ τὴν ὄντως ζωήν, τῆς παρούσης ἠλόγησας, καὶ τοῖς πόνοις ἔκδοτον, σοῦ τὸ σῶμα παρέδωκας, πρὸς τὴν ἀγήρω καὶ ἀτελεύτητον, τρυφὴν ἐνθέως ἀποσκοπούμενος, ἧς καὶ ἐπέτυχες, σὺν Ὁσίων Τάγμασι διηνεκῶς, θρόνῳ παριστάμενος, τοῦ Παντοκράτορος.

Ὅσιε, Νεῖλε μακάριε, θείᾳ δυνάμει ῥωσθείς, τῶν δαιμόνων τὴν ἔπαρσιν, σταθερῶς κατέβαλες, καὶ εἰς γῆν ἐταπείνωσας, δύναμιν ἔχων, σὲ ἐνισχύουσαν, καὶ δυναμοῦσαν, Χριστὸν τὸν Κύριον, Ὃν καθικέτευε, καὶ ἡμῖν δωρήσασθαι τοῖς εὐσεβῶς, μνήμην τὴν πανίερον, ἐπιτελοῦσί σου.

Νεῖλε, τῆς Λαύρας τὸ καύχημα, παντός τε Ἄθω τερπνόν, καὶ ἡδύτατον ἄκουσμα, σήμερον ἀνέτειλας, ὡς φωστὴρ ἐκ τοῦ μνήματος, καταπυρσεύων, πιστῶν συστήματα, διὰ τῆς χάριτος τῶν λειψάνων σου· ὅθεν γηθόμενοι, λάρνακα κυκλοῦμέν σου τὴν ἱεράν, τάφον καὶ τὸ σπήλαιον, κατασπαζόμενοι.

Δόξα. Ἦχος πλ. β΄.
Εἰς ὄρος ὑψηλὸς ἐπιβὰς πολιτείας, τὸ μέγα ὄρος τοῦ Ἄθω κατέλαβες, ἵν’ ἔχεις ὡς εἰκόνα τῶν ἀοράτων τὰ ὁρώμενα, δέονται γὰρ πόνων καὶ καμάτων τὰ τραχέα καὶ ὑψηλὰ πρὸς ἀνάβασιν. Ἀναβὰς δέ τις ἄνω, ὁρᾷ τὰ πόῤῥω καὶ τὰ κάτω. Οὕτω σὺ μακάριε Νεῖλε, συνεργὸν ἔχων φερωνυμοῦντα, τὸν σὸν κατὰ σάρκα καὶ κατὰ πνεῦμα θεῖον Μακάριον, ὡς Μωϋσῆς τὸν Ἀαρών, καὶ ὡς Ἠλίας τὸν Ἐλισσαῖον, οἳ τὸ Σίναιον καὶ τὸ Κάρμηλον ἔχοντες ἐνδιαίτημα, τὰς ὑψηλὰς θεοπτείας καὶ προφητείας ἑώρων. Οὕτως ὑμεῖς, Ἄθω οἰκοῦντες, τῶν μεγίστων καὶ ὑπερτάτων θεωριῶν τὴν γνῶσιν εἰλήφατε, καὶ πᾶσι τοῖς μονασταῖς ὑπογραμμὸς ἀνεδείχθητε. Ἔχοντες οὖν πρὸς Θεὸν παῤῥησίαν, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  































Λιτή. Ἦχος α΄.
Ἔπρεπε τοῖς τὸν Ἄθω οἰκοῦσι μονοτρόποις, τὴν τούτου Βασιλίδα καὶ Δέσποιναν, κατὰ πρῶτον ἐγκωμιάζειν· ἐξαιρέτως δὲ ἐν τῷ χώρῳ τούτῳ, ἐν ᾧ τοῖς Ὁσίοις ὤφθη Πατράσι, καὶ ὡς θεογράφους πλάκας, τὰς σωτηρίους ἡμῖν, διὰ Πέτρου τοῦ θεράποντος αὐτῆς, ἐπαγγελίας ἐπηγγείλατο, καὶ τῶν μετ’ ἐκεῖνον Πατέρων. Οὗτοι γάρ, ὡς Μωϋσῆς ἐν Σιναίῳ, ἐν τῷδε παροικοῦντες τῷ τόπῳ, οὐχὶ τυπικῶς ὡς ἐκεῖνος διὰ τῆς βάτου, ἀλλὰ τηλαυγῶς τὴν Κυρίαν τοῦ παντὸς ἰδεῖν ἠξιώθησαν, καὶ ὁμιλίας ἔτυχον. Διὸ καὶ ἡμεῖς, οἱ ἐν τῇ ἁγίᾳ ταύτῃ πέτρα, τῆς Παναγίας κεκλημένῃ, ἐν ᾗ ὁ σήμερον εὐφημούμενος θεῖος Νεῖλος τὸν ναὸν αὐτῆς ἀνῳκοδόμησε, καὶ θυσίας ἐν τούτῳ ἀναιμάκτους ὡς λειτουργὸς τῷ Θεῷ προσήνεγκε, μελῳδικῶς λιτανεύοντες κράζομεν· Παναγία Παρθένε ἁγνή, ἁγίως ἀξίωσον ἡμᾶς πολιτεύεσθαι, καὶ ἐν ἁγνότητι, παρθενίᾳ καὶ ἀκαταγνώστῳ μετανοίᾳ, ὑμνεῖν καὶ δοξάζειν Σε.

Ἦχος β΄.
Θαυμαστὸς εἶ ὁ Θεός, καὶ τῶν θαυμασίων σου πέρας ὅλως οὐκ ἔστιν. Ἰδοὺ γάρ, ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ, μετὰ πολυχρόνιον ἐν γῇ κατάκρυψιν, ἀπεκάλυψας τοῦ Σοῦ θεράποντος Νείλου τὰ λείψανα, εὐωδίαν ἄῤῥητον ἐκπνέοντα, καὶ πηγὰς θαυμάτων προχέοντα, ἅπασι τοῖς πόθῳ προσιοῦσιν· ὅθεν καὶ ἐνίσχυσας ἡμᾶς ἐξασθενήσαντας, ταῖς ἀφορήτοις φορολογίαις, καὶ πρὸς ἅμιλλαν ἤγειρας, ναὸν πρὸς ἀνάμνησιν τοῦ θαύματος οἰκοδομήσειν, ἐν ᾧ ἐτησίως ἀθροιζόμενοι δοξάζομεν, τὸν ἐπὶ γῆς σε δοξάσαντα Ὅσιον.

Ἦχος γ΄.
Ὁμωνύμως τοῖς Νειλώοις νάμασι κληθείς, κατὰ ἀπόῤῥητον οἰκονομίαν, φερώνυμος ἐδείχθης Νεῖλε μακάριε· ὡς γὰρ ἐκεῖνα ἐτησίως ἀναβαίνοντα, πρόξενα γίνεται νέας χρονικῆς καρποφορίας· οὕτως αὐτὸς ἐτησίως ἡμῖν ἐμφανιζόμενος, διὰ τῆς θείας σου μνήμης, ἀρδεύων τὴ ἀκαρπίαν τῶν ψυχῶν ἡμῶν, εἰς πνευματικὴν καρποφορίαν μετεσκευάζεις, διεγείρων πρὸς μίμησιν τῶν ἐναρέτων σου κατορθωμάτων, διὰ τῆς καινουργούσης ἡμᾶς μετανοίας. Οὔτως οὖν ἀξιωθεὶς παρὰ Θεοῦ, δώρησαι ἡμῖν φερωνύμως πάσας τοῦ παρόντος ἔτους τὰς ἡμέρας, καρποφόρους προσενεγκεῖν τῷ Χριστῷ, τῷ παρέχοντι τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.







Ἦχος δ΄.
Εὐφράνθητι ἔρημος διψῶσα, Ἡσαΐας προορῶν τῆς νῦν ἐρήμου τοῦ Ἄθω, τὴν πνευματικὴν οἴκησιν ἔλεγεν· ἰδοὺ γὰρ τὰ τραχέα καὶ σκολιά, καὶ ὅλως ἀδιόδευτα τοῦ ὄρους μέρη, ὡς πόλις εὐπρεπὴς ὁρᾶται οἰκούμενα, καὶ τὰ σκολιὰ εὐθέα, καὶ τὰ ἄβατα εὐδιόδευτα, καὶ τὰ ἄκαρπα κάρπιμα, ὡμάλισεν αὐτὰ Χριστὸς διὰ τῶν δούλων Αὐτοῦ· οἳ ὡς παράδεισον τρυφῆς, καὶ οὐρανὸν λαμπρὸν ἐποίησαν ἀληθῶς τὸν τόπον τοῦτον· ὧν ταῖς λιταῖς διατήρησον Χριστὲ ὁ Θεός, εἰς τοὺς αἰῶνας ἀδιάφθορον.

Δόξα. Ἦχος πλ. α΄.
Σήμερον, ὡς ἀληθὼς ἡ μυστικὴ αὕτη ἑβδόμη, ἡ τοῦ Ὁσίου καὶ θαυμασίου Νείλου τὰ λείψανα ἀνακαλύψασα, τῆς πάλαι ἑβδόμης ἐκείνης φέρει ὁμοίωσιν· ὅτε ὁ σταυρὸς ἐν οὐρανῷ, ἔλαμψεν ἡλίου φαιδρότερον, οὕτω τὰ σταυροφόρα τοῦ θεοφόρου ὀστά, ἐκ γῆς ἀναλάμψαντα, ὡς ἔμπλεα τερπνοτάτης εὐωδίας, θείου φωτισμοῦ καὶ λαμπρότητος ἔπλησαν, πάντας τοὺς παρευρεθέντας· ὅθεν, ἀγαλλόμενοι ἐν ψαλμοῖς καὶ ὕμνοις, τὴν Ἁγίαν Λαύραν κατέλαβον, καὶ ὡς θησαυρὸν πολύτιμον ἐναπέθεντο, ἰάματα παρέχοντα, πᾶσι τοῖς πιστῶς προσιοῦσι καὶ εὐλαβῶς ἀσπαζομένοις· τὴν ἀνάμνησιν οὖν ταύτην ἑορτάζοντες, παννύχιον προσφέρωμεν, τῷ Χριστῷ δοξολογίαν, τῷ δοξάσαντι τὸν Αὐτοῦ θεράποντα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.



















Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Οἶκον, Παρθενομῆτορ ἁγνή, οἱ φοιτηταί σου εὐλαβῶς σοι ἀνέθεντο, τὸ ὄρος τοῦτο τὸν Ἄθω, ἐν ᾧ οἰκεῖς νοερῶς, οὐρανὸν ὡς ἄλλον τοῦτο δείξασα, ἰδοὺ γὰρ ἐξέλαμψαν, ὡς φωστῆρες ὑπέρλαμπροι, φωτὸς τοῦ θείου, τὰς ἀκτῖνας δεξάμενοι· καὶ ἐκλάμπουσιν, ἀρετῶν ταῖς φαιδρότησι, φῶς τὸ ἀειλαμπέστατον, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐνοικήσασαν τούτοις, παρὰ τοῦ σοὶ ἐνοικήσαντος, Χριστοῦ Ὃν δυσώπει, καὶ ἡμᾶς ἀξιωθῆναι, φωτὸς τοῦ οἴκου σου.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Ἀυτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐδόξασεν ὁ Κύριος
Στύλοι, φωτοειδεῖς ἀρεταῖς, ἐστηριγμένοι καὶ νεφέλη σκιάζουσα, οἱ θεῖοι ἡμῶν Πατέρες, ἐφάνησαν ἀληθῶς, μοναστῶν τὰς τάξεις ποδηγούμενοι, ὁ Πέτρος Εὐθύμιος, ὁ λαμπρὸς Ἀθανάσιος, Μάξιμος Νήφων, καὶ ὁ Νεῖλος ὁ ἔνδοξος, οἱ τρισόλβιοι, καὶ οἱ θεῖοι διδάσκαλοι· οὗτοι γὰρ συνεκάλεσαν, ἡμᾶς πάντας σήμερον, Νείλου τοῦ θείου τὴν μνήμην, πνευματικῶς ἐκτελέσοντας, μεθ’ οὗ δυσωποῦσι, τὸν Χριστὸν ἡμῖν δοθῆναι, πταισμάτων ἄφεσιν.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Χαίροις, ὁ ἐπ’ ἐσχάτων φανείς, Νείλων τῶν πάλαι ἀτεχνῶς ἀφομοίωμα, τὸν βίον γὰρ τούτων Πάτερ, φερωνυμήσας καλῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρώτατον, ἀκληλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενον, τὰς τοῦ Πνεύματος, ὡς ἐκεῖνοι πανόλβιε· ὅθεν καταυγαζόμενος, ἑώρας τὰ μέλλοντα, πάντα προλέγων ἐκ θείας, φωτοφανείας μυούμενος· Χριστοῦ Ὃν δυσώπει, καὶ ἡμᾶς ἀξιωθῆναι, θείας ἐλλάμψεως.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν ἀσκητῶν τὰ πλήθη, τὸν ἐν ἐρήμοις τοῦ Ἄθω, ὡς καθηγητήν σε τιμῶμεν, Νεῖλε Πατὴρ ἡμῶν· διὰ γάρ σου τὴν τρίβον, τὴν ἐν ἀβάτοις τόποις ὁδεύομεν χειραγωγόν σε καὶ προστάτην ἐν πειρασμοῖς κεκτημένοι, καὶ ἄγρυπνον φύλακα. Ἰδοὺ γάρ, ταῖς λιταῖς σου ἡ Λαύρα αὕτη, ἡ σὲ ἐτησίως καὶ καθ’ ἑκάστην γεραίρουσα, ὡς ῥόδον ἐν ἀκάνθαις διαμένει ἀμάραντον. Φρούρησον μακάριε, ἀειθαλῆ εἰς αἰῶνας, καὶ ἀξίωσον ἡμᾶς μιμητάς σου γενέσθαι, καὶ κληρονόμους τῶν χαρισμάτων σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Βιώσας θεαρέστως ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, προσευχαῖς καὶ νηστείαις τὸν Θεὸν ἐθεράπευσας, ὡς σκεῦος τῆς χάριτος λαμπρόν, τοῦ Πνεύματος ἐδείχθης λειτουργός, διανέμων τὰς ἰάσεις τοῖς ἐκβοῶσί σοι πιστῶς Νεῖλε μακάριε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Διὰ νηστείας ἀκραιφνοῦς Νεῖλε θεόφρον, ἀπονεκρώσας τῶν παθῶν ἐπαναστάσεις, τοῦ Χριστοῦ ὁ ἔρως σοι ἔδωκε τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶν τε καὶ μετὰ πότμον θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον, ὅτι ὀστέα τὰ σά, ἐκβλύζουσιν ἰάματα, πᾶσι τοῖς πίστει θερμῇ σοι προστρέχουσι.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.


























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐκ βρέφους τῷ Θεῷ, Νεῖλε Πάτερ ἐδείχθης, ὡς δῶρον ἱερόν, καὶ τῷ Κτίσαντι πρέπον, προθύμως τὸν ζυγὸν αὐτοῦ, τὸν χρηστὸν ἐκ νεότητος, ἄρας ἄγευστον, τύρβης τοῦ βίου τηρήσας, πᾶσαν αἴσθησιν· διὸ ὡς ἄσαρκος ξένως, ἐν γῇ πεπολίτευσαι.
Δόξα.
Ὁ τάφος σου σοφέ, καὶ τὸ ἄντρον σου τοῦτο, θαυμάτων ἀστραπαῖς, καταπλήττουσι πάντας, τοὺς πόθῳ προσιόντας σοι, καὶ θερμῶς ἐκτελοῦντάς σου, τὴν σεβάσμιον, καὶ φωτοφόρον ἡμέραν, ἣν ἐξήνθησεν, ἡ τῶν λειψάνων σου χάρις, ὡς ῥόδον τερπνότατον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καρτερίαν σου, καὶ τοὺς ἀγῶνάς σου, πάντες θαυμάζουσιν, οἱ καθορῶντές σου, ὑπομονῆς τὸ καρτερὸν ἐν τούτῳ σου τῷ σπηλαίῳ, πῶς οὐκ ἐδειλίασας, τῆς ἐρήμου τὸ ἄγριον, πῶς σε οὐκ ἐπτόησε, τὸ τραχὺ καὶ σκληρότατον· διό σε εὐφημοῦντες βοῶμεν· δόξα Χριστῷ τῷ σὲ δοξάσαντι.
Δόξα.
Ὡς εὐωδέστατον, κρῖνον ἐξήνθησεν, ἐκ τάφου σήμερον, Πάτερ σὰ λείψανα, ὀσμὴν ζωῆς τῆς ἐν Χριστῷ, ἀφώνως ἀναβοῶντα, χρόνους γὰρ κρυπτόμενα, ὑπὸ γῆς ἀδιάφθορα, πνέουσιν ἀείζωον, εὐωδίαν ἰάσεων· διὸ καὶ εὐχαρίστως βοῶμεν· δόξα Χριστῷ τῷ ἀναστάντι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μονασταὶ καὶ μιγάδες πάντες ὁμοῦ, ἀθροισθέντες ὁρᾶτε θαῦμα φρικτόν, Νεῖλος ὁ θαυμάσιος, ὥσπερ ζῶν νῦν ἐξέλαμψε, διὰ τῶν λειψάνων τοῖς πᾶσιν ἀνάστασιν, ἐκηρύττων τοῖς πέρασιν ἰάσεις παρέχοντα· ὅθεν ἀντὶ μύρων, εὐωδίας τὴν χάριν, προχέει τὴν σήμερον, τοῖς ἐκ πόθου γεραίρουσι, τῶν λειψάνων, τὴν εὕρεσιν, βλύζουσαν θαυμάτων κρουνούς, καὶ ἰάσεων ῥεῖθρα ἀκένωτα, τὴν ἐνεργείαν τοῦ Σωτῆρος δεξάμενα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Ἀυτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐδόξασεν ὁ Κύριος
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ Τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· παῤῥησίαν ἔχων ἐν τῇ μνήμῃ σου, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν σὸν γεραίρω, παμμάκαρ Πάτερ, βίον.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ταῖς θείαις λαμπρότητι, καταυγαζόμενος Ὅσιε, τὸ νέφος διάλυσον, τῆς διανοίας μου, ὅπως μέλψω σου, τὸν βίον Πάτερ Νεῖλε, καὶ τὰ κατορθώματα, τῆς πολιτείας σου.
Ὀρθρίσας πρὸς Κύριον, δικαιοσύνης τὸν Ἥλιον, ἐκ βρέφους πανόλβιε, σκότος διέφυγες, τῶν τοῦ σώματος, παθῶν δι’ ἐγκρατείας, καὶ χάριν ἐπλούτισας, Νεῖλε οὐράνιον.
Νοὸς καθαρότητα, δι’ ἀπαθείας κτησάμενος, τοῦ Πνεύματος γέγονας, κατοικητήριον, Νεῖλε Ὅσιε, τῶν ἀσκητῶν ἡ δόξα, Πατέρων ἀγλάϊσμα, φωστὴρ παγκόσμιε.
Θεοτοκίον.
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν Ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα φορέσαντα, Σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὰ ῥάνον μοι σοὶ μέλψαι Νεῖλε, τὰ μέλη. Μακαρίου Ἁγιαννανίτου τοῦ Θετταλοῦ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Σοφίας ὅλως ἀμύητως ἔχοντι πρὸς δὲ καὶ μὴ καθαρῶ, ὄντι συμπαθείᾳ, βλέψον παναοίδιμε, τὸν ὕμνον τοῦτον μέλποντι, διακαοῦς ἐκ πόθου, ὃν πρὸς σὲ ἔχω τὸν ῥύστην μου· ὅθεν δυσωπῶ σε φωτίσαι με.
Ἄγε τοῦ Ἄθω μοναστῶν ὁμήγυρις ἐπὶ τὴν μνήμην πιστῶς, Νείλου τοῦ τὸν βίον, στίλβοντα ὡς ἔσοπτρον, ἀνύσαντος καὶ χάριτας, ἀρυσόμεθα πόθῳ, τούτου τὸν βίον μιμούμενοι, ἔχοντες αὐτὸν ἀντιλήπτορα.
Ῥητόρων τέχναι καὶ σοφῶν αἱ μεθόδοι σιγᾶτε πᾶσαι καὶ γάρ, ὄντως θεία χάρις, ἄνωθεν ἐφοίτησε, καὶ Νεῖλον τὸν θεόφρονα, ἐκ χειλέων ἀπείρων, νηπίων ξένως ἐδόξασε, ξένως ἐπὶ γῆς τὸν βιώσαντα.
Θεοτοκίον.
Ὅτε τὰ ἔθνη ὁ Θεὸς ἐμέριζε κατὰ Ἀγγέλους Αὐτοῦ, τότε Σε Παρθένε, προγινώσκων ἔσεσθε, Αὐτοῦ Μητέρα ἄχραντον, Σοὶ ἀπένειμε τοῦτο, τὸ μέγα Ὄρος καὶ κάλλιστον, ὡς κληρονομίαν ἀπόλεκτον.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁλόνυκτον Πάτερ ἱκεσίαν, ἀγρύπνῳ προσφέρων λογισμῷ, Θεῷ τῷ Παντοκράτορι, πάθη σαρκὸς ἐκοίμησας· ὅθεν προστάτης ἄγρυπνος, πάντων ἡμῶν ἐχρημάτισας.
Νεκρώσας τὰ μέλη ἐγκρατείᾳ, ἐζώωσας Πάτερ τὴν ψυχήν, ταῖς θείαις ἐπιδόσεσι, τῶν ἀρετῶν νευρούμενος, παντουργικαῖς δυνάμεσι, Νεῖλε τοῦ Ἄθω τὸ καύχημα.
Γευθεὶς τῶν Θεοῦ σοφῶν ῥημάτων, καὶ γνώσεως τούτου μετασχών, ἡσύχως διετέλεσας, τὴν σὴν ζωὴν τοῖς ὄρεσι, καὶ τοῖς σπηλαίοις Ὅσιε, ταῖς κακουχίαις θλιβόμενος.
Θεοτοκίον.
Ἐλέους Κόρη ταῖς ῥανίσι, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν, Μαρία ἀπειρόγαμε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσὴ λυχνία ἑπτάφωτε.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀπογυμνώσας σεαυτόν, γηΐνων ἀπὸ παντοίων, ἀνεκτήσω τον οὐράνιον ὄλβον, τὸν γὰρ τάφον σου σοφέ, τῶν μύρων σου ἐνέπλησας, καλῶν ἀπὸ παντοίων, καταπλουτῶν τοὺς ὑμνοῦντάς σε.
Νῶτα οὐ δέδωκας ἐχθρῷ, ἐν τῷ παλαίειν σε Νεῖλε, ἀλλ’ ὡράθης εὐθυβόλως ῥομφαία, καὶ ὀργίλον τὴν αὐτοῦ, καὶ βέβηλον κατέτρωσας, καρδίαν καὶ ἀνδρείως, τοῦτον ποσί σου κατέῤῥαξας.
Ὃν ἐθεώρει ἀκλινῶς, νοός σου τῷ τηλεσκόπῳ, νῦν λυθέντων τῶν ἐσόπτρων παμμάκαρ, καθαρῶς Νεῖλε σοφέ, τὸ κάλλος τὸ ἀμήχανον, ἐπαπολαύων τοῦτο, τοῖς ὑμνηταῖς σου πρυτάνευσον.
Θεοτοκίον.
Νεύσει Σου Μῆτερ τοῦ Θεοῦ, προνοουμένη τὸ ὄρος, τὸ τοῦ Ἄθω Σὺ ἐνέπλησας τοῦτο, μοναχῶν τῶν κατ’ ἀρχάς, ἁμιλλόμενων Δέσποινα, Ἀγγέλοις νῦν δὲ φεῖσαι, τῶν ἀμελῶν Παναγία μου.






Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζωῆ ἐφιέμενος τῆς ἀκηράτου σοφέ, τοῦ κόσμου τὴν τερπνότητα ὥσπερ ἐπίβουλον, παρεῖδες καὶ σκύβαλα· ὅθεν ἐν εὐφροσύνῃ, ὁσιώτατε Νεῖλε, ἦλθες ἐπὶ τὸ Ὄρος, τὸ τοῦ Ἄθω προθύμως, ἐν ᾧ τῶν μεμνημένων σου, μέμνησο πάντοτε.
Δόξα. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ἐν Ὁσίοις Ὅσιος, ὕστατος ὤφθης, φέρων ὡς ἀρχέτυπα, τὰ τῶν ἀρχαίων ἀληθῶς, τοὺς σοὺς ἀγῶνας καὶ ἔπαθλα, ἐν οἷς εὐφραίνεις, τοὺς πίστει τιμῶντάς σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ῥώμῃ τε καὶ χάριτι παντουργικῇ, τοῦ παμβασιλέως Θεοῦ ἡμῶν, τὰς πανουργίας, τῶν ἀσάρκων δυσμενῶν, ὁλοσχερῶς διέφυγες, Νεῖλε θεοφόρε Πατὴρ ἡμῶν.
Ἀγαλλιασώμεθα πνευματικῶς, μνήμην ἐκτελοῦντες πανέορτον, σημειοφόρου καὶ σεπτοῦ ἡμῶν Πατρός, οὗτινος ταῖς δεήσεσι, πάντων δυσχερῶν ἐκλυτρούμεθα.
Ἴασιν ἀένναον σοῦ ἡ σορός, Νεῖλε ἀναβλύζει μακάριε, τοῖς προσιοῦσι, καὶ καθαίρει μολυσμούς, σαρκὸς ὁμοῦ καὶ πνεύματος, Πάτερ τῶν πατέρων θεόληπτε.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς Ἅγιε ταῖς σαῖς λιταῖς, πάντων τῶν σκανδάλων τοῦ ὄφεος, καὶ τῶν παγίδων, καὶ ἰάτρευσον ἡμῶν, τὰ χαλεπὰ νοσήματα, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις Σου.

Ἕτερος. Εἰσακήκοα Κύριε.
Μεμνημένη σου Ἅγιε, ἡ πληθὺς τοῦ Ἄθω ἡ θεοσύλλεκτος, ἄγει μνήμην πανευφρόσυνον, καὶ μετρίως ἄγεται πρὸς μίμησιν.
Εἷς ὑπάρχει ὁ πόθος σου, καὶ τοῖς ἐκτελοῦσί σου τὸ μνημόσυνον, πάσης βλάβης ἀπολύτρωσαι, τοῦ δολίου μάκαρ κοσμοκράτορος.
Ἵνα τύχω ἀφέσεως, τῶν ἁμαρτιῶν μου ὁ πολυώδυνος, δός μοι οἴνον κατανύξεως, καὶ ἀγαλλιάσεως τὸ ἔλαιον.
Θεοτοκίον.
Σὺ τοῦ ᾅδου ἡ νέκρωσις, καὶ τοῦ Ὄρους Δέσποινα θεία ἔγερσις, τῶν ἐν ᾄδη τε ἡ λύτρωσις, καὶ τῶν ἐν τῷ Ἄθῳ ἡ βοήθεια.







ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Παθῶν κατέφρονησας, σαρκὸς θεομακάριστε, τῇ ὑπερβαλλούσῃ ἐγκρατείᾳ· ὅθεν σοιι χάρις θεία δεδώρηται, πάθη θεραπεύειν τῶν πιστῶς, Νεῖλε προσιόντων σοι, καὶ τελούντων τὴν μνήμην σου.
Ἁγίως τὸν βίον σου, παμμάκαρ διετέλεσας· ὅθεν τοῖς Ἁγίοις συνετάγης, τοῖς ἀπ’ αἰῶνος Θεῷ δουλεύσασι, πάντων ἁγιάζων τὰς ψυχάς, πόθῳ τῶν ὑμνούντων σου, τὰ σεπτὰ κατορθώματα.
Μακάριος γέγονας, τῷ ὄντι Νεῖλε Ὅσιε, σὺυ γὰρ ἐν ὁδῷ δικαιοσύνης, τοῦ παντεπόπτου Θεοῦ πεπόρευσαι, ἄκακος καὶ πρᾷος γεγονώς, καὶ ταῖς ἀναβάσεσι, ταῖς καλαῖς σεμνυνόμενος.
Θεοτοκίον.
Μακρὰν τὸ ἀνθρώπινον, Θεοῦ Παρθένε γέγονε, Σοῦ δὲ συλλαβούσης τὸν Σωτῆρα, ἀνερμηνεύτως Θεοχαρίτωτε, πάλιν εἰς παράδεισον μολεῖ πίστει μακαρίζων Σε, Θεοτόκε πανύμνητε.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Οὗ τοῦ κάλλους ἐτρώθης, ᾀσματίζων ἔκραζες, Νεῖλε πανεύφημε, ποῦ ποιμαίνεις Λόγε, ὡς ἀρνία ὁσίων τὰ πνεύματα, οἷς συμποίμανόν με, καὶ τῶν ἀρώματων τῶν ἐκείνων, τὴν ψυχήν μου Νυμφίε μου πλήρωσον.
Ἵνα τί βοᾶς πρός με; ἔφη ὁ Νυμφίος σου Νεῖλε πανόσιε, ἡ ἀπὸ λιβάνου, σοῦ σπηλαίου καλὴ ἡ πλησίον μου, ἡ περιστερά μου, πτέρυγας εὐχῆς κεχρυσωμένας, συλλαβοῦσα πλησίον πετάσθητι.
Μελῳδοῦμέν σοι Πάτερ, ταπεινοῖς ἐν ᾄσμασι Νεῖλε τὰ τέκνα σου, καὶ ἐκλιπαροῦμεν, ἱκετεύοντες σοῦ κατενώπιον, μὴ ἀποστερήσεις, τῆς πατρικῆς σου προστασίας, τοὺς ἐσχάτως ἡμᾶς κινδυνεύοντας.
Θεοτοκίον.
Ἔχοντές Σε οἱ πόθῳ, κλῆρόν Σου τὸ ἅγιον οἰκοῦντες Δέσποινα, μετὰ τοῦ Ὁσίου, ἄγρυπνόν τε προστάτην καὶ πρύτανιν, φάλαγγας δαιμόνων, ἀνδρειοφρόνως ἀπωθοῦμεν, εὐχαρίστως· διό Σε δοξάζομεν.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἁγνῶς, βιώσας αἱρούμενος, ἐγκράτειαν ὡς ἄσαρκος ἤσκησας, στάσιν παννύχιον, εὐχὴν σοφὲ ἀδιάκοπον, πίστιν ἀληθεστάτην, θείαν ταπείνωσιν.
Καλῶν, ἱδέαις κοσμούμενος, ὡς ἄγγελος Θεῷ ἐλειτούργησας, Νεῖλε μακάριε, καὶ μεταστὰς κατεσκήνωσας, μετὰ Ἀγγέλων Πάτερ θεομακάριστε.
Ἄγγέλους, ἔχων συλλήπτορας, δαιμόνων ἀπεκρούσω φαντάσματα, καὶ ἀπροσκόπτως, τὴν θείαν διόδευσας, Νεῖλε θεόφρον, τρίβον ψυχοσωτήριον.
Θεοτοκίον.
Ῥημάτων, Κόρη πανάμωμε, τοῦ θείου Γαβριὴλ ὡς ἀκήκοας, Λόγον συνέλαβες, ἐν τῇ ἀσπόρῳ νηδύϊ Σου, καὶ ὑπὲρ Λόγον τοῦτον, Παρθένε τέτοκας.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Λειμώσι τῶν ἀρετῶν, μεμελημένος ἐνέκυψας, σοῖς δάκρυσι δέ, αὐτοὺς κατήρδευσας· ὅθεν σοι ἐδόθη τὰ δράγματα, τῆς ἀθανασίας, πρὸς Χριστοῦ Νεῖλε μακάριε.
Ψαλμοῖς καὶ ὕμνοις πιστοί, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ Νείλου τοῦ νοητοῦ, τὰ λίαν εὐφραίνοντα, καρδίας ὡς γέγραπται, ἐν ᾠδαῖς αἰνοῦντες, τὴν χαρὰν ἀπαρυσόμεθα.
Ἀνέστης πρὸς οὐρανόν, πυρίνῳ ὥσπερ ἐν ἅρματι, ἰδέαις τῶν ἀρετῶν, Χριστῷ παριστάμενος, ἔνθεν ἐργαζόμενος, τὰς ἐκεῖθεν λάμψεις, καταπέμπεις τοῖς ὑμνοῦσί σε.
Θεοτοκίον.
Ἱλάσθητι καὶ ἡμῖν, τοῖς καταργοῦσι τὸν κλῆρόν Σου, καὶ ἀλλοτρίαν ὁδόν, ἁγνὴ τῶν Ὁσίων Σου, ἀφρόνως ὁδεύουσι, καὶ πρὸς τὴν ἀρχαίαν, βηματίζειν καθοδήγησον.














Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἡ ἐκ γῆς φανέρωσις, τῶν ἱερῶν σου λειψάνων, Νεῖλε συνεξέλαμψε, τῇ τοῦ σταυροῦ ἀναλάμψει, τοῦτον γάρ, ἀεὶ ποθήσας θερμῶς ἐκ βρέφους, ἔλαβον, τὰ σὰ ὀστέα τὴν τούτου χάριν, ὡς Χριστῷ συσταυρωθέντα, τῷ ἀναστάντι, ὡς προαιώνων Θεῷ.
Ὁ Οἶκος.
Ὁ σοφὸς δημιουργήσας τὰ σύμπαντα, καὶ τὴν διὰ παραβάσεως φθαρεῖσαν φύσιν ἡμῶν, εἰς τὸ ἀρχαῖον κάλλος ἀναμορφώσας διὰ τῆς ἀναστάσεως τῆς ζωηφόρου σαρκὸς Αὐτοῦ· ἐν τῷ καιρῷ τοῦ ἕαρος, τῷ καὶ φυσικῶς εἰκονίζοντι τὸν ἀνακαινισμὸν ἡμῶν, καὶ τὴν ἐσομένην ἀνάπλασιν καὶ ἀνάστασιν, ἐν τούτῳ εὐδόκησε φανῆναι ἐν οὐρανοῖς ἐξαστράπτοντα τὸν σταυρὸν αὐτοῦ. Οὗτος, πάντως ὠκονόμησε σήμερον, καὶ τὰ πολλοῖς ἔτεσιν ἐν γῇ κρυπτόμενα λείψανα, τοῦ θεράποντος Αὐτοῦ Νείλου ἀναφανῆναι, ἰαμάτων ἀκτῖνας ἐκλάμποντα καὶ θαυμάτων βολὰς ἐξαστράπτοντα καὶ ὡς ἄνθη καὶ ῥόδα τερπνά, ἀτμοὺς ἐαρινοὺς καὶ πανευώδεις τοῖς πιστοῖς ἐμπνέοντα καὶ σαφῶς προμηνύοντα, ὡς καὶ ἡ ζωηφόρος ἀνάστασις τῆς σαρκὸς τοῦ Κυρίου καὶ ὁ ἐν οὐρανοῖς φανεὶς λαμπρὸς αὐτοῦ σταυρὸς προκαταγγέλλουσι καὶ ὁ φυσικὸς τῆς γῆς ἀνακαινισμὸς ἀφώνω διδάσκει. Ὅτι, οἱ συσταυρωθέντες καὶ συνταφέντες καὶ μυστικῶς τῷ Χριστῷ συναναστάντες διὰ τοῦ βαπτίσματος, καὶ τὰς τούτων τηροῦντες μορφώσεις ἐν τῇ θνητῇ σαρκὶ αὐτῶν, ὡς ὁ θεοφόρος Νεῖλος διετήρησεν· ἀνακαινισθήσονται καὶ ἐξανθήσουσι καὶ ἐν οὐρανοῖς ἐξαλάμψουσιν ὡς φωστῆρες, οἱ πιστῶς δουλεύσαντες Χριστῷ τῷ δημιουργῷ τοῦ παντός, ὡς προαιώνων Θεῷ.

Συναξάριον.
Τῇ Ζ τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ὁσίου Νείλου τοῦ Μυροβλύτου.
Νεῖλος ἄρδει νάμασι γῆν Αἰγυπτίων,
ὁ δὲ μοναστὰς τοῦ Ἄθωνος ἀρδεύει.
Λάμψεν ἐν ἥματ’ ἑβδομάτῳ Νειλώϊος αἴγλη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.
Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.
Οὗτος ἦν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, Καππαδόκης τὸ γένος, ἀριθμοῦ τῶν Μαρτησίων. Προσαχθεὶς δὲ Φίρμῳ τῷ ἄρχοντι, ὡμολόγησε το ὄνομα του Χριστοῦ, καὶ πλεῖστα παρ’ αὐτοῦ βασανισθείς, πέμπεται Βιβιανῷ, ἑτέρῳ ἄρχοντι, ὃς αὐτὸν ἤγαγε μεθ’ ἑτέρων δεσμωτῶν ἐν τῷ Βυζαντίῳ. Δειναῖς δὲ μάστιξι καὶ στρέβλαις συγκόψας, ἐν φυλακῇ κατέθετο, ἔνθα ἐπιστάντες αὐτῷ Ἄγγελοι, κατέστησαν αὐτὸν ὑγιῇ. Μετὰ τοῦτο πέμπεται Φυλακιανῷ, ἑτέρῳ ἄρχοντι, οὗ προστάξαντος, τὴν κεφαλὴν ξίφει ἀφαιρεῖται.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἐν ταῖς ἡμέραις τῆς Ἁγίας Πεντηκοστῆς, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐφάνη ὁ Τίμιος καὶ Ζωοποιὸς Σταυρός, συνεστὼς ἐκ φωτός, ὁρῶντος παντὸς τοῦ λαοῦ, ὑπεράνω τοῦ Ἁγίου Γολογοθᾶ ἐκτεταμένος, μέχρι τοῦ Ἁγίου Ὄρους τῶν Ἐλαιῶν, ὃς τις τῇ τῆς μαρμαρυγῆς λαμπρότητι τὰς ἡλιακὰς ἀκτῖνας ἐκάλυψεν, ὅθεν πᾶσα ἡλικία, νέων τε καὶ γερόντων, σὺν νηπίοις και θηλάζουσι τὴν Ἐκκλησίαν κατέλαβε καὶ ἐν ἀμέτρῳ χαρᾷ καὶ θερμῇ κατανύξει, δόξαν και εὐχαριστίαν τῷ Θεῷ ἀνέπεμψαν, ἐπὶ τῷ παραδόξῳ τούτῳ θεάματι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ταρασίου τοῦ ἐν Λυκαονίᾳ, τοῦ θαυματουργοῦ.
Ἄσκησιν σκληρὰν Ταράσιε τελέσας,
ἔλαβες πολλῶν θαυμάτων τὰς δυνάμεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ.
Ζωμοὺς χύτρας σῆς τοὺς ἱδρῶτας, Κοδρᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.
Οὗτος ὑπῆρχεν ἐν Νικομηδείᾳ τῇ πόλει, ἐπὶ Δεκίου καὶ Οὐαλεριανοῦ. Διὰ δὲ τὴν εις Χριστὸν πίστιν, κρατηθεὶς σὺν ἄλλοις πολλοῖς ὑπὸ ἑλλήνων, παρεδόθη τῷ τῆς πόλεως Ἀνθυπάτῳ, καὶ ὁμολογήσας παῤῥησίᾳ τὸν Χριστόν, ἡπλώθη κατὰ γῆς, καὶ ἐτύφθη βουνεύροις ξηροῖς, αἱμάτων δὲ πληρώσας τὴν γῆν, τῷ δεσμωτηρίω παρεδόθη. Εἰς Νίκαιαν δὲ ἀχθείς, παρὰ τοῦ Ἀνθυπάτου, πάλιν ἐτιμωρήθη. Ἰδὼν δέ τινας τῶν σὺν αὐτῷ, φόβῳ τῆς κολάσεως, μέλλοντας θύειν, τὸν τοῦ Θεοῦ φόβον ὑπομνήσας, ἐστήριξεν, οὓς εἰς πῦρ ὁ Ἀνθύπατος ἔκαυσεν. Ὁ δὲ Ἅγιος Κοδράτος, ἐν τῷ ναῷ εἰσελθὼν τῶν εἰδώλων, τὰ ἐν αὐτῷ πάντα συνέτριψε ξόανα. Ὅθεν κρεμασθεὶς ξέεται, καὶ σάκκῳ βληθείς, τύπτεται βουνεύροις. Ἔνθα Σατορνῖνος και Ῥουφῖνος, πιστεύσαντες τῷ Χριστῷ, κρεμασθέντες ξέονται, καὶ τὰς κεφαλὰς ἀφαιροῦνται. Εἰς δὲ τὴν Ἀπολλωνίδα ἐλαύνων ὁ Ἀνθύπατος, επαγόμενος καὶ τον Ἅγιον, ἄλμην σὺν ὄξει συγκεράσας, καταχέει κατὰ τῶν πληγῶν αὐτοῦ, και τριχίνοις ὑφάσμασιν ἀνατρίβει, καὶ σίδηρα πυρωθέντα ἄγει ταῖς πλευραῖς αὐτοῦ. Διαβὰς δὲ τὸν Ῥουνδακόν, καὶ Ἑρμούπολιν καταλαβών, ἦγε καὶ τὸν Ἅγιον ἐφ’ ἁμάξης, μὴ δυνάμενον βαδίσαι, ἔνθα ἐπ’ ἐσχάρας πυρὸς ἁπλώσαντος τοῦτον, ἔλαιον καὶ πίσσαν ἄνωθεν ἐπέχεον. Εἶτα τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμον καὶ οὕτως ἐπληρώθη ἡ μαρτυρία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ῥουφῖνος καὶ Σατορνῖνος, ξίφει τελειοῦνται.
Δυοῖν συνάθλων πρὸς τομὴν τόλμη ξίφος,
Πίστει γαρ ἐστομοῦντο τῇ τοῦ Κυρίου.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.
Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ,
Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ.
Οὗτος ὁ μακάριος ἐκ νηπίου, Ἰωάννου καὶ Ἠλιοὺ τοὺς τρόπους μιμούμενος, ἐν σκληραγωγίᾳ τὸν βίον ἑαυτοῦ ῥυθμίσας, τοὺς πολέμους τῶν δαιμόνων ἐνίκησεν ἀνδρικώτατα, ταῖς τῶν δακρύων ῥοαῖς τὴν ψυχὴν προκαθαρθείς. Καὶ παννύχοις στάσεσι τὸν Θεὸν ἱλασκόμενος, καὶ ἰκμάδας προχέων δακρύων, ποταμοὺς ἐξήρανε τῶν αἱρέσεων, τοῦ Χριστοῦ τὸ ὁμοίωμα προσκυνῶν ὡς σεβάσμιον. Τῶν δὲ ἀσεβῶν τὰ βουλεύματα καταστρεψάμενος, ἠρίστευσεν, ἐξορίας πικράς, καὶ φυλακὰς καρτερῶς ὑπομείνας, καὶ νόμων προϊστάμενος, και πατρικῶν παραδόσεων, νόμων βασιλικῶν κατέπτυσεν, ὅθεν και ἀθλήσας καρτερῶς, τὸν ἴσον και αὐτὸν τοῖς Ἁγίοις ἀγῶνα, ὁμοίως και τὸν στέφανον ἤρατο, νοσούντων σώματα καὶ ψυχὰς θεραπεύων, ὡς τῶν θαυμάτων τὴν χάριν ἐκ Θεοῦ δεξάμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.
Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,
Ἀνῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.
Οὗτος ὁ μακάριος, παῤῥησίᾳ τὸν Χριστὸν κηρύξας, και πολλοὺς χειραγωγήσας πρὸς τὴν εὐσέβειαν, καὶ διαφόρους ὑπομείνας αἰκίας, ἔσχατον λίθοις βληθείς, καὶ οἰονεὶ στεφανωθεὶς ὑπ’ αὐτῶν, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην τοῦ Ἁγίου Ὁσιομάρτυρος Παχωμίου, ἀσκήσαντος ἐν τῇ Νέα Σκήτη καὶ τῇ Σκήτη τῶν Καυσοκαλυβίων ἐν τῇ Καλύβη τοῦ Γέροντος αὐτοῦ Ἁγίου Ἀκακίου καὶ ἀθλήσαντος ἐν ἔτει 1730 τῇ ἡμέρα τῆς Ἀναλήψεως τοῦ Κυρίου.
Ποῦ πάχος ἐν σοι Παχώμιε εὑρέθη,
Πόνοις ξίφεσι τε λεπτύναντι τὸ βρίθον;

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς καταθέσεως τῶν λειψάνων τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουβεναλίου, του μαρτυρήσαντος ἐν ἔτει 132 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φλαβίου ἐπισκόπου Νικομηδείας, καὶ τῶν σὺν αὐτῷ Μαρτύρων καὶ αὐταδέλφων Αὐγούστου καὶ Αὐγουστίνου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου καὶ τῶν δώδεκα μαθητῶν αὐτοῦ· Σίω, Δαβίδ, Ἀντωνίου, Θαδδαίου, Στεφάνου, Ἰσιδώρου, Μιχαήλ, Πύῤῥου, Ζήνωνος, Ἰσέ, Ἰωσήφ, καὶ Ἀβίβου, τῶν ἐκ Συρίᾳ ὁρμωμένων καὶ ἐν Ἰβηρίᾳ ἀσκησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Σόρκϊυ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἱερέως Ἀλεξίου τοῦ Τόθ, τοῦ Καρπαθορώσσου, τοῦ ἐκ τῆς αἱρέσεως τῶν Οὐνιτῶν, εἰς τὴν Ὀρθόδοξον πίστιν, οὗτος μετὰ τῶν 3.614 ἐνοριτῶν του ἐν τῇ Ἀμερικῇ εἰσῆλθεν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἠ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τοῦ Λιούμπεχ Ῥωσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἠ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τοῦ Ζίροβιτς Ῥωσίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Παραπλήσια τὰ μύρα Νεῖλε πάνσοφε ἐκ τοῦ σοῦ σώματος, ταῖς τῶν ναμάτων ῥοαῖς, ἐξέβλυσαν ῥέοντα καὶ καταρδεύοντα, τοὺς κραυγάζοντας· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἀγαπήσας σε δικαίως Ὃν ἠγάπησας Θεὸς ὁ δίκαιος· διὸ καλῶν ἀμοιβῶν, ἐνθέως ἠμείψατο Νεῖλε μακάριε, ὡς βοήσαντα· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τῶν δακρύων τὰ ῥεύματα δεξάμενος ὁ παντεπόπτης Θεός, ῥοαῖς σαφῶς ὁ αὐτός, ὁμοίως ἀμείβεται χάριν δωρούμενος, μύρων βλύσεσι, καὶ ἰαμάτων χάρισι, θεραπεύειν τοὺς νοσοῦντας.
Θεοτοκίον.
Ἐλεήμονα τεκοῦσα μόνη Κύριον Θεοχαρίτωτε, τῇ οὖν Αὐτοῦ πανσθενεῖ, δυνάμει με οἴκτειρον, ἁγνὴ Θεόνυμφε, τὸν βοῶντά Σοι, εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.

Ἕτερος. Παῖδες Ἑβραίων.
Νέος ἐδείχθης Πάτερ Νεῖλος, ἀρετῶν αὐγαῖς φωτίζων μονοτρόποις, ὥσπερ οὗτός ποτε ἐν τῷ Σινᾷ κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Εἷς τῶν φανέντων ἐν τῷ Ἄθῳ, πύργος μέγιστος ἐφάνης φωτοφόρος, τῶν ἐχθρῶν τὰς βουλάς, ἀπείργων ἐν τῷ μέλπειν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἴασιν δὸς ταῖς σαῖς πρεσβείαις, τοῖς τελοῦσί σου τὴν μνήμην τὴν φωσφόρον, ἐν τῷ τάφῳ τῷ σῷ, ἀγρύπνοις ὑμνῳδίαις, καὶ μελῳδοῦσιν ἄπαυστα· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λύσιν παράσχου μοι Παρθένε, δουλωθέντα με τοῦ βίου ταῖς ἀπάταις, καὶ πρὸς θείαν ζωήν, ὁδήγησον ὑμνεῖν Σε, εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ῥώμῃ θεϊκῇ τὰς παρατάξεις, δαιμόνων τὰς ὀλεθρίους ἐξηφάνισας, χάριν τε ἀπείληφας, παύειν ἀῤῥωστήματα, καὶ ἐκδιώκειν πνεύματα, βοῶν ἀκάθαρτα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Βιώσας παμμάκαρ θεαρέστως, δικαίοις· διὸ τὸν ὀφειλόμενον, ὕπνον νῦν κεκοίμησαι, καὶ πρὸς ἀτελεύτητον, μετεβιβάσθης Ὅσιε, βοῶν ἀπόλαυσιν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱστάμενος ἄνω ἐν σπηλαίῳ, ὡς ἐπὶ λυχνίας λύχνος Ὅσιε, πάντων τὰ νοήματα, πίστει κατεφώτιζες, ὑποδεικνύων ἄριστα, Νεῖλε μακάριε, τὴν τρίβον, τῆς ζωῆς καὶ ἀνάγων, τούτους θείῳ λόγῳ, πρὸς ὔψος ἀπαθείας.
Θεοτοκίον.
Ὅρμῳ γαληνῷ νῦν προσωρμίσθης, τοῦ βίου πάντα τὰ τερπνά, μισήσας Ὅσιε, εἶχες γὰρ ἰθύνοντα, πάσας τὰς πορείας σου, τὸν κυβερνήτην Κύριον, Νεῖλε θεόσοφε, τὸν νεύματι, τὸ πᾶν διοικοῦντα, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἐν τῷ σπηλαίῳ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικὸν καὶ ἀπαθὲς σαρκίον σου, ἐφάνη τηρούμενον, κατὰ παθῶν πανόλβιε, καὶ σωματικῶν καὶ ψυχικῶν νοσημάτων, τὴν ῥῶσιν ἐξαστράπτων, τοῖς πιστῶς μελῳδοῦσι, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων τὰς χάριτας, σὴ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακία ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀπαλλαγῆναι πρέσβευε, τὸν Σωτῆρα καὶ Κύριον, τοὺς προσπεφευγότας τῷ ναῷ σου Ὅσιε, καὶ τάφον τοῖς κυκλοῦσί σου, καὶ τὴν μνήμην τελοῦσι, παντοίων πόνων καὶ θλίψεων, δαιμόνων κακουργίας, καὶ πάσης ἐπηρείας, Χριστὸν ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Μῆτερ Θεὸν καὶ Κύριον, ὑπὲρ λόγον κυήσασα, τοῦτον ὡς Υἰόν Σου Παναγία, αἴτησαι ἐν ὥρᾳ τῆς κρίσεως, τῆς καταδίκης καὶ τοῦ πυρός, σκότους ἀφεγγοῦς καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, λυτρώσασθαι τοὺς πίστει, εὐσεβῶς μελῳδοῦντας, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.






ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὄντως οὐρανός, ὕψει πολιτείας σου ὤφθης κατάστερος, θαύμασι πανόλβιε, ὡς ἄλλοις ἄστροις καλλωπιζόμενος, τῶν μοναζόντων Ὅσιε καταλαμπρύνων ψυχάς, τῶν τιμώντων, Νεῖλε τοὺς ἀγῶνάς σου, καὶ τελούντων τὴν θείαν σου κοίμησιν.
Ἤδη τῷ Χριστῷ, ἐγγίζων τρανώτερον καὶ καθαρώτερον, μέμνησο τῶν πίστει σου, μνημονευόντων Νεῖλε μακάριε, ἁμαρτιῶν συγχώρησιν ἡμῖν αἰτούμενος, νοσημάτων, πάντων ἀπολύτρωσιν, καὶ Θεοῦ Βασιλείας οἰκείωσιν.
Σοῦ τὰ ἱερά, καὶ ἅγια λείψανα, ἐν θήκαις κείμενα, θάπτει τὰ νοσήματα, καὶ φλέγει στίφη δαιμόνων πάντοτε, Νεῖλε θεομακάριστε, τῇ θείᾳ χάριτι, ἀναβλύζει, πᾶσι τὰ ἰάματα, τοῖς πιστῶς σε ἀεὶ μακαρίζουσι.
Θεοτοκίον.
Ἄφες μοι βοῶ, Θεὸν ἡ κυήσασα, ἁμαρτιῶν τὴν πληθύν, νέκρωσον τὸ φρόνημα, τὸ τῆς σαρκός μου Σύ μου τὸ καύχημα, ἰσχύς τε καὶ κραταίωμα, οἴκτειρον σῶσόν με, σωτηρία, πάντων Σὺ ὑπαρχεις γάρ, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐνθέου ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ μεταβὰς μακάριε, Νεῖλε πρὸς ἀΰλους διαμονάς, σωθῆναι θεοφόρε, δυσώπει τοὺς ἐν πίστει, ἐν τῷ ναῷ σου προσεδρεύοντας.
Λειμώσι τῶν Ἀγγέλων ἐν οὐρανῷ, τῷ τῶν ὅλων Θεῷ παριστάμενος, ἐπὶ τῆς γῆς, βρύει σου ὁ τάφος τὰς δωρεάς, ἐν ᾧ σεπτῶς κατέπαυσας, σῶμά σου τὸ ἅγιον καὶ σεπτόν, τοῖς πόθῳ προσιοῦσι, καὶ φόβῳ ἁπτομένοις, Νεῖλε παμμάκαρ τῶν λειψάνων σου.
Ἡμεῖς ἐν σοὶ καυχώμεθα εὐκλεῶς, οἱ ἐν ὄρει τοῦ Ἄθω μονάζοντες, ὅτι ἡμῖν, ἔδειξέ σε Κύριος ἀληθῶς, προστάτην καὶ ὑπέρμαχον, Νεῖλε θεοφόρε Πατὴρ ἡμῶν· διό σε ὡς προστάτην, ἡμῶν καὶ εὐεργέτην, καὶ προμηθέα μεγαλύνομεν,
Θεοτοκίον.
ᾨδάς Σοι εὐχαρίστως πάντες ἡμεῖς, οἱ τὸ Ὄρος οἰκοῦντες προσφέρομεν, Μῆτερ Θεοῦ, ὅτι διασώζεις ἡμᾶς ἀεί, ἐκ πάσης περιστάσεως, τρέφεις τε καὶ θάλπεις καὶ προνοοεῖς· ἀλλ’ οὖν δεόμεθά Σου, καὶ θείας Βασιλείας, μετὰ τὸ τέλος καταξίωσον.







Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐκ βρεφικῆς σε ἔλαβεν, ἡλικίας ὁ Πλάστης, καὶ Πνεύματος εἰργάσατο, σκήνωμα τοῦ Ἁγίου· ὅθεν φωστὴρ ἀνεδείχθης, Νεῖλε τῶν μοναζόντων, ἐκ σκότους παραπτώσεων, ὁδηγῶν πρὸς τὸ φέγγος τῶν τοῦ Θεοῦ, ἐνταλμάτων Ὅσιε καὶ προσάγων, Χριστῶ Ὃν καθικέτευε, τοὺς ὑμνοῦντάς σε σῶσαι.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὡς θεϊκή τις σαφῶς οἰκονομία, ἡ κλίσις σου γέγονε Νεῖλε μακάριε, ὡς γὰρ ἐκεῖνος τοῖς νάμασι, τοῦ ἔτους ὅλου, τὴν εὐκαρπίαν διατεκμαίρεται, οὕτω τοῖς ἰάμασι, σὺ ἀναδέδειξαι, φῶς γάρ σε κόσμῳ καὶ ἴασιν, ὡς εὐκαρπίαν, ἡ θεία χάρις ἐναπεφήνατο, λελαμπρυσμένος ταῖς ἀκτῖσι, τοῦ τρισηλίου φωτὸς πανσεβάσμιε· Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Ὡς ἐν θαλάμῳ φωτὸς πεπληρωμένῳ, σπηλαίῳ παρέμεινας ὦ ἱερότατε, κύκλῳ δὲ τούτου παρέστησας, ὥσπερ ἐνόπλους, ὑπασπιστὰς τὰς πράξεις σου Ὅσιε, ἐναποτειχίζοντας, παρεμβολὰς τῶν παθῶν, ἐν τῷ νυμφῶνι δὲ ἥλασας, τῷ θείῳ μάκαρ, ᾧ παῤῥησία νῦν παριστάμενος, τῷ σῷ Νυμφίῳ καὶ Θεῷ ἡμῶν, τῆς Αὐτοῦ ἐντρυφῶν ὡραιότητος· Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὡς ἐξ ἀλήκτων πηγῶν ἐκ τῶν λειψάνων, ναοῦ καὶ τοῦ μνήματος ἀεὶ τὴν χάριν ἀντλῶν, Νεῖλος ὁ θεῖος προτίθησιν, εἰς εὐωχίαν, τῆς τούτου μνήμης ἐν ᾗ ἀθροίσθημεν, τοὺς πάντας ἐν πνέυματι χαρίτων θείων πληρῶν, δεῦτε λοιπὸν καὶ συνδράμωμεν, καὶ εὐλογίας, ἐκ τῶν τιμίων αὐτοῦ μετάσχομεν, θείων λειψάνων καὶ δοξάσομεν, τὸν ἐν Ἁγίοις Χριστὸν τὸν Θεὸν ἡμῶν, δοξαζόμενον ὄντως, καὶ αὐτοῖς ἀναπαυόμενον.

Δόξα. Ἦχος πλ. α΄.
Σήμερον συνεξέλαμψεν ἡμῖν, τετρασήμαντος χαρμοσύνως ἐαρινῆς χάριτος, ὡς ἐκ τεσσάρων συγκροτουμένης χαρίτων· τῆς γὰρ πρώτης ἡμῶν χρονικῆς γεννήσεως, καὶ τῆς μελλούσης ἀνακαινίσως εἰκὼν ἀληθῶς ἐστι τὸ ἔαρ· ἀπαρχὴ δὲ καὶ πρωτότυπον τῆς μελλούσης, ἡ ζωηφόρος τοῦ Σωτῆρος Ἀνάστασις, καὶ πᾶσαι αἱ ὑπέρλαμπροι ἡμέραι αὗται τῆς δ’ αὗ ἐσομένης δόξης τε καὶ λαμπρότητος, ἡ ἐν οὐρανῷ τοῦ Σταυροῦ λαμπρὰ σημαία· μεθ’ ὧν τὰ αὐτὰ συνεξεικονίζει σήμερον ἡ ἐκ γῆς φανέρωσις τῶν εὐόσμων καὶ λαμπρῶν, τοῦ θείου Νείλου λειψάνων. Ταῦτα ἡμῖν Θεὸς τὰ καλὰ συνεκλάμπει, ἐν τῇ ἑβδόμῃ ταύτῃ, τοῦ λαμπροτάτου τῶν μηνῶν ἡμέρᾳ, τὴν ἄδυτον καὶ ἀνέσπερον Μωσαϊκὴν ἑβδόμην κηρύττοντα. Δεῦτε οὖν ἀδελφοί, τῆς ἀλήκτου χαρᾶς ἐκείνης τὰ προοίμια, πνευματικῶς εὐφρανθρῶμεν καὶ ὑπογραμμὸν ἔχοντες, τὸν εἰς εὐφημίαν προκείμενον ἡμῖν Πατέρα. Τοῦτον μιμησάμενοι, εἰς οὐρανὸν ἀνατείνομεν τὸ ὄμμα· ἵνα σὺν αὐτῷ καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Νεῖλον τὸν πηγάσαντα ἀληθῶς, νάματα δακρύων, καὶ κεράσαντα γλυκασμόν, τὴν σεπτὴν Τριάδα, ἐξ ἧς ἀντεκεράσθη, τὰ νάματα τῶν μύρων, ὕμνοις τιμήσωμεν.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου