ΑΠΡΙΛΙΟΣ ΙΘ΄!!
ΑΓΑΘΑΓΓΕΛΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΕΣΦΙΓΜΕΝΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Μάρτυς
Ἀγαθάγγελε Χριστοῦ, σῆς Μονῆς τὸ καύχημα, τῆς Ἐσφιγμένου ἐνήθλησας, ὑπὲρ τῆς
πίστεως, ἀνδρικῶς τῆς θείας, καὶ τὰ τούτου στίγματα, καὶ πάθη τὰ σεπτὰ καὶ τὸν
θάνατον, ἐν τῇ σαρκὶ λαβών, συνανέστης καὶ δεδόξασαι, βασιλεύων, εἰς ζωὴν
αἰώνιον.
Ὡς
λαμπρὸς καὶ θεῖος ἀριστεύς, Μάρτυς Ἀγαθάγγελε, ὡς Ἀθλητὴς γενναιότατος,
ἀγωνισάμενος, ἀσεβῶν καθεῖλες, τὴν ὀφρὺν πανθαύμαστε, καὶ στέφει οὐρανίῳ
κατέστεψαι· διὸ τιμῶμέν σε, καὶ τὴν μνήμην ἐκτελοῦμέν σου, ἐτησίως, πόθῳ τὴν
σεβάσμιον.
Ὕμνοις
ἐτησίοις καὶ ᾠδαῖς, Μάρτυς Ἀγαθάγγελε, ᾀσμάτων θείων γηθόμενοι, ἀνευφημοῦμέν
σου, τοὺς σεπτοὺς ἀγῶνας, οὓς στεῤῥῶς ὑπήνεγκας, ὑπὲρ τῆς μαρτυρίας τῆς
πίστεως· διὸ ἱκέτευε, δωρηθῆναι τῇ Μονῇ ἡμῶν, εἰρηναίαν, στάσιν καὶ ἀκύμαντον.
Μάρτυς
Ἀγαθάγγελε τρυφῆς, καὶ ἀγαλλιάσεως, ἀγγελικῆς κατηξίωσαι, ἀπαρνησάμενος, τὰ
τερπνὰ τοῦ βίου, καὶ ψυχῆς στεῤῥότητι, τὰ πάντα εἰς οὐδὲν λογισάμενος, καὶ τὸ
μαρτύριον, διανύσας καρτερώτατα, καὶ στεφάνῳ τῆς νίκης κοσμούμενος.
Δόξα.
Ἦχος α΄.
Χαρμονικῶς
φιλέορτοι πανηγυρίσωμεν· ἰδοὺ γὰρ ἡ λαμπρὰ καὶ εὔσημος μνήμη, Ἀγαθαγγέλου τοῦ
ὁσιοάθλου, καταυγάζει τὰς διανοίας, καὶ κατατέρπει τὰς αἰσθήσεις ἡμῶν, καὶ
δαψιλεύει τὰς ἰάσεις τοῖς εὐλαβῶς ἀσπαζομένοις τὴν σορὸν τῶν λειψάνων αὐτοῦ·
διὸ τὴν ἐξ αὐτῶν χάριν ἀπαρυόμενοι, αἰτησώμεθα πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς
Κύριον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
ἐν τῇ σορῷ, τῶν ἱερῶν λειψάνων, θείου Ἀγαθάγγελου, ἔλθετε καὶ τὴν χάριν, τὴν ἐξ
αὐτῶν ἀρύσασθε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
ᾌσμασι
λυγηροῖς, ἠχήσωμεν κροτοῦντες, ἐν τῇ πανδήμῳ μνήμῃ, θείου Ἀγαθαγγέλου, ἰάματα
παρέχοντος.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μέγα
ὡς ἀληθῶς, οἰκτίρμον τὸ Σὸν κράτος, τὸν γὰρ κηρύξαντά Σε, Ἀγαθάγγελον θεῖον,
λαμπρῶς σὺ ἀντεδόξασας.
Δόξα.
Τριαδικόν.
Τριάδα
τὴν σεπτήν, Πατέρα Λόγον Πνεῦμα, Ἀγαθάγγελος μέσον, ἐκήρυξε σταδίου, ἕνα Θεὸν
ἀχώριστον.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
ἀγαθή, τὸν Σὸν Υἱὸν δυσώπει, σὺν τῷ Ἀγαθαγγέλῳ, κλεινῷ ὁσιοάθλῳ, οἰκτειρῆσαι
τοὺς δούλους Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν
ἀξιέπαινον, Ὁσιομάρτυρα, τῆς πολυαίνου τε, Αἴνου τὸ βλάστημα, καὶ Ἐσφιγμένου
τῆς Μονῆς, ἐξαίρετον εὐωδίαν, πάντες εὐφημήσωμεν, ἱερὸν Ἀγαθάγγελον, οὗτος γὰρ
κατέστρεψε, τοῦ βελίαρ τὰ τάγματα· διὸ στεφηφορῶν σὺν Ἁγίοις, πρεσβεύει σωθῆναι
πάντας ἡμᾶς.
Δόξα. Ἦχος
δ’. Ταχὺ προκατάλαβε.
Ἀσκήσεως νάμασι, καταρδευθεῖς τὴν ψυχήν, Μαρτύρων ἐξήστραψας,
μαρμαρυγᾶς φωταυγεῖς, σοφὲ Ἀγαθάγγελε, ὅθεν ἐν ἀμφοτέροις, ἀκριβῶς διαπρέψας,
ἤσχυνας τοὺς ἐξ Ἄγαρ, τὸν Χριστὸν μεγαλύνας. Αὐτὸν οὒν ὁσιομάρτυς, ἡμῖν
ἰλέωσαι.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Σήμερον
χαίρει Ὁσίων καὶ τῶν Μαρτύρων χορός, τῶν δὲ πιστῶν τὰ στίφη, Θεῷ αἴνεσιν
πέμπει· τοῖς μὲν γὰρ προσετέθη κλεινὸς χορευτής, τὸ τῆς Αἴνου ἀγλάϊσμα· οἱ δὲ
πρὸς Κύριον ἔχοντες πρεσβευτήν, Ἀγαθάγγελον τὸν Μάρτυρα.
Ἀγαθαγγέλου
τὴν μνήμην τοῦ Νεομάρτυρος, σήμερον δεῦτε πάντες, ἑορτάσωμεν πίστει, τυράννων
γὰρ τὰ θράση καὶ ἀπειλάς, καὶ αἰκίας οὐκ ἔπτηξεν, ἀλλ’ἀδεῶς ἐναθλήσας ὑπὲρ
Χριστοῦ, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.
Τῷ
Βασιλεῖ τῶν ἁπάντων ὤφθης πιστὸς ὁπαδός, τὰς ἀπειλὰς ἀνόμων, εἰς οὐδὲν ἐλογίσω·
χαρᾷ δὲ ὅτι πλείστῃ ἐλθὼν εἰς σφαγήν, ἐκομίσω τὸν στέφανον, τὸν τῆς ἀθλήσεως
μάκαρ παρὰ Χριστοῦ, ᾯ καὶ πρέσβευε σωθῆναι ἡμᾶς.
Ἕτερα.
Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις,
εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἀθλοφόρον; Τὸν οὐρανοπόλον καὶ κήρυκα, τῆς
τοῦ Ἰησοῦ Ἀναστάσεως, τὸ ὡραῖον βλάστημα τῆς Αἴνου· τὸ ἄνθος, τῆς Ἐσφιγμένου τὸ
μυρίπνοον, καὶ Σμύρνης, περιφανέστατο ἐντρύφημα· τὸν νικητὴν ἀσεβείας, ὃν
στεφάνοις δόξης, ὡς νικήσαντα στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα
ἔλεος.
Ποίοις
ὑμνῳδιῶν κάλλεσιν, καταστέψωμεν τὸν Ἀθλοφόρον; Τὸν διακαέστατον ἄνθρακα, τὸν
θείῳ πυρούμενον ἔρωτι, καὶ τῶν ἀσεβῶν τὰς παρζατάξεις, ἀθρόως, φρυγάνων δίκη
πυρπολήσαντος, πιστῶν δέ, τὰς ὁμηγύρεις διαλάμψαντος, καὶ χαρμοσύνης
πληροῦντος, τὸν ὁσιόαθλον Ἀγαθάγγελον Χριστοῦ, ἀγρύπνως πρεσβεύοντα, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ποίοις
σε ἱεροῖς ᾄσμασιν, ἀνυμνήσωμεν ὦ Ἀθλοφόρε; Τὸν στεῤῥὸν ὁπλίτην τῆς χάριτος, τῆς
μὲν εὐσεβείας ὑπέρμαχον, τῆς δὲ ἀσεβείας καταλύτην· τῇ μέν, ὡς τοὺς Ὀρθοδόξους
κρατύναντα, τῇ δέ, ὡς τοὺς κακοδόξους καταισχύναντα, καὶ φιμώσαντα ἀπίστους,
τοῦ Σταυροῦ τῇ χάριτι, καὶ καρτερήσαντα γενναίως, τὸν διὰ σφαγῆς θάνατον· ὅθεν
σε τιμῶμεν Ἀγαθάγγελε.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
συγκαλεῖται ἡμᾶς, ὁ τοῦ Χριστοῦ Ὁσιομάρτυς Ἀγαθάγγελος, εἰς πανδαισίαν
εὐφρόσυνον, τὰ ἆθλα αὐτοῦ προτιθέμενος. Οὗτος γὰρ ὡς ἀστὴρ φαεινός, ἐκ τῆς
Μονῆς ἡμῶν Ἐσφιγμένου ἀνατείλας, ἐν τῇ τῶν Σμυρναίων πόλει διὰ μαρτυρίου
ὑπεισδύς, λαμπρῶς αὖθις, διὰ τῶν λειψάνων αὐτοῦ ἀναδύς, ἀγαθῶν ἀγγελιῶν μηνυτὴς
ἡμῖν πάρεστι, στίλβων ἀκραιφνῶς τὸ τῆς Ἐκκλησίας στερέωμα· ὅθεν πρὸς αὐτὸν
ἐκβοήσωμεν λέγοντες· χαίροις, ὁ τὰς πικροτάτας βασάνους ὑπενεγκών, καὶ τὴν
σφαγὴν χαίρων διὰ τὴν αἰώνιον ζωήν· διὸ αἰτοῦμέν σε Νεομάρτυς πανένδοξε,
Ἐσφιγμένου τὸ καύχημα, τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν λαμπρῶς σου τιμώντων τὸ
μνημόσυνον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Λιτή.
Ἦχος α΄.
Ὁ
ἔνδοξος τοῦ Χριστοῦ Ὁσιομάρτυς Ἀγαθάγγελος, ἐν τῇ ἐνδόξῳ αὐτοῦ μνήμῃ, χαρᾶς
ἀφάτου πνευματικῆς πάντας ἐνέπλησε, καὶ ταῖς ἄνω Δυνάμεσιν εὐφραινόμενος,
ἐπίγειον τοῖς πιστοῖς συγκροτεῖ, τὰ ἆθλα αὐτοῦ προτιθέμενος, καὶ τὰ αὐτοῦ
πανσέβαστα λείψανα, εὐωχίαν καὶ χάριν προχέοντα· διὸ αὐτὸν ἀξίως τιμήσωμεν,
ἀπαύστως πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Θαυμαστὸς
εἶ ὁ Θεός, καὶ τῶν θαυμασίων σου πέρας ὅλως οὐκ ἔστιν· ἰδοὺ γὰρ ἐν τῇ καθ’ ἡμᾶς
γενεᾷ, ὁ Μάρτυς καὶ Ὅσιος Ἀγαθάγγελος, ἐν φθαρτῷ σώματι, τούς τε ἀσάρκους
δαίμονας, καὶ ἐνύλους ἐχθροὺς ἐτροπώσατο. Τὰ ἐπίκηρα πάντα βδελυξάμενος, καὶ
τὴν αἰωνίζουσαν εὔκλειαν κληρωσάμενος. Τῇ παναλκεῖ δυνάμει σου ῥωννύμενος ὁ
ἀήττητος, ἀνόμους διελέγχων ἀπτοήτως ὑφ’ ὧν τὴν ἐρίτιμον αὐτοῦ κάραν
ἀποτμηθείς, ταῖς τῶν Μαρτύρων συνήφθη χορείαις, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Νεομάρτυς
Χριστοῦ, Ἀθλητὰ Ἀγαθάγγελε, κατὰ χρέος σήμερον, τὴν μνήμην σου ἄγοντες,
ὑμνοῦμεν ἐν ᾄσμασι τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνάς σου. Τῆς γὰρ προσκαίρου ζωῆς
ἠλόγησας, ὑπὲρ ἀγάπης τοῦ Κτίσαντος· Ὁν ἱκετεύων μὴ παύσῃ πολύαθλε, ὑπὲρ τῶν
ἐκτελούντων τὴν μνήμην σου.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὢ
τῆς ἀδαμαντίνου σου ψυχῆς, γενναῖε τοῦ Χριστοῦ Ἀθλητά, Ὁσιομάρτυς Ἀγαθάγγελε,
πῶς καταπεφρόνηκας ἀνδρείως, τὰς ἀγριωποὺς τῶν δυσμενῶν παρατάξεις; Τὴν γὰρ
ὠμότητα αὐτῶν, παραβαλλομένην τῇ ἐν σοὶ ῥωμαλαιότητι, ὡς πάντῃ ἀνίσχυρον
ἔκρινας· ὅθεν καὶ εὐθύμως ὑποστὰς τὴν σφαγήν, ἔλεγες τοῖς ἀσεβέσι τυράννοις,
τοῖς προτείνουσί σοι τὰ εἴδη τῶν κολάσεων· ταῦτα πάντα γινώσκω, καὶ μεθ’ ὅσης
πλείστης ἐκδέχομαι τῆς χαρᾶς, ἕτοιμος εἰμὶ ὑπομεῖναι, πάντα διὰ τὸν Χριστόν
μου, τὸ γλυκύ μοι πρᾶγμα καὶ ὄνομα. Αὐτὸν ἱκέτευε Ἅγιε, περισώζεσθαι ἄτρωτον,
τὴν μεγαλύνασάν σε πόλιν Σμυρναίων, καὶ τὸ σοὶ ἐράσμιον Κοινόβιον Ἐσφιγμένου,
καὶ ἅπαν τῶν Ὀρθοδόξων τὸ πλήρωμα.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ στρατιώτης Χριστοῦ, ὁ τῆς Μονῆς τοῦ Ἐσφιγμένου ὑπέρμαχος, τὸ καύχημα τῶν
Σμυρναίων, ὁ κατ’ ἐχθρῶν δυσμενῶν, παρατεταγμένος ἀνδρικώτατα, καὶ τούτους
τρεψάμενος, τῷ Σταυρῷ τοῦ Κυρίου σου, εἰς Ὃν ἐλπίζων, ἑαυτὸν παραδέδωκας, καὶ
κολάσεσι, καὶ σφαγῇ ἀκατάπληκτος· χαίροις ὁ ἐπουράνιος, ψυχὴν καὶ τὸ φρόνημα,
καὶ τῶν Ἁγίων Ἀγγέλων, συνθιασώτης γενόμενος, σὺν οἷς καὶ πρεσβεύεις,
Ἀγαθάγγελε σωθῆναι, τοὺς ἀνυμνοῦντάς σε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅπλῳ,
τοῦ ζωηφόρου Σταυροῦ, καθοπλισθεὶς πρὸς τοὺς τυράννους ἐχώρησας, κᾀκείνοις
Χριστὸν κηρύξας, Υἱὸν Θεοῦ ἀληθῆ, τὴν αὐτῶν μανίαν ἐθεάτρισας· ὑφ’ ὧν
ἀπειλούμενος, καὶ πολλὰ τιμωρούμενος, Ὁσιομάρτυς, Ἰησοῦ Ἀγαθάγγελε, καὶ τὰ
φόβητρα, ὑποσχέσεις ἡγούμενος, ὅλως ὢν θεοφόρητος, γυμνός τε τοῦ σώματος, καὶ
τῆς Τριάδος δοχεῖον, τῆς μακαρίας γενόμενος, πολλῶν ἠξιώθης, ἀκηράτων τε
στεφάνων, ἀξιοθαύμαστε.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις,
ὁ ἱερὸς Ἀθλητής, τῶν μοναστῶν ὁ ἀγαθώνυμος ἄγγελος, τὸ κλέος τοῦ κοινοβίου, τῆς
τοῦ Σωτῆρος Μονῆς, ἀγαθός τε κόσμος ἀγγελώνυμος, τῆς Σμύρνης ἀγλάϊσμα, καὶ τῆς
Αἴνου τὸ καύχημα, στῦλος ὁ μέγας, διαμείνας ἀσάλευτος, καὶ ἀκράδαντος, τῇ
Χριστοῦ θείᾳ χάριτι· μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, ὁ
ἀριστεύσας ἐνδόξως, ὡς στρατιώτης ἀήττητος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
χριστοφόροι λαοὶ καὶ φιλέορτοι, τὰ ἄνθη τῶν ᾀσμάτων δρεψάμενοι, τὸν Νεομάρτυρα
τοῦ Χριστοῦ Ἀγαθάγγελον στεφανώσωμεν, καὶ τὴν σορὸν τῶν ἱερῶν αὐτοῦ λειψάνων
περικυκλοῦντες, ἰαμάτων χαρίσματα πηγάζουσαν, λιτανεύσωμεν ἐκθειάζοντες, καὶ
πρὸς αὐτὸν δεόμενοι εἴπωμεν· νεόαθλον ἀγλάϊσμα, Σμυρναίων πολιοῦχε, καὶ
πολυαίνου τὸ βλάστημα, τῆς Μονῆς σου σεμνολόγημα, πρόφθασον τοὺς ὑμνητάς σου
ἐξαιρούμενος, ἐκ τῶν κινδύνων καὶ θλίψεων εὐπροσδέκτοις πρεσβείαις σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν
ἀξιέπαινον, Ὁσιομάρτυρα, τῆς πολυαίνου τε, Αἴνου τὸ βλάστημα, καὶ Ἐσφιγμένου
τῆς Μονῆς, ἐξαίρετον εὐωδίαν, πάντες εὐφημήσωμεν, ἱερὸν Ἀγαθάγγελον, οὗτος γὰρ
κατέστρεψε, τοῦ βελίαρ τὰ τάγματα· διὸ στεφηφορῶν σὺν Ἁγίοις, πρεσβεύει σωθῆναι
πάντας ἡμᾶς.
Δόξα. Ἦχος
δ’. Ταχὺ προκατάλαβε.
Ἀσκήσεως νάμασι, καταρδευθεῖς τὴν ψυχήν, Μαρτύρων ἐξήστραψας,
μαρμαρυγᾶς φωταυγεῖς, σοφὲ Ἀγαθάγγελε, ὅθεν ἐν ἀμφοτέροις, ἀκριβῶς διαπρέψας,
ἤσχυνας τοὺς ἐξ Ἄγαρ, τὸν Χριστὸν μεγαλύνας. Αὐτὸν οὒν ὁσιομάρτυς, ἡμῖν
ἰλέωσαι.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
νέον Ἀθλητήν, Ἀγαθάγγελον ὕμνοις, τιμήσωμεν πιστοί, εὐφημοῦντες σὺν πόθῳ, τοὺς
ἄθλους τούτου μέλποντες, καὶ ἀγῶνες καὶ σκάμματα, ἃ ὑπέμεινεν, ὑπὲρ Χριστοῦ τῆς
ἀγάπης, καὶ κατήσχυνε, θράσος ἀνόμων καὶ στέφος, ἀμάραντον εἴληφε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεός
σε ἐδόξασεν ἐν οὐρανῷ καὶ ἐν γῇ, σοφὲ Ἀγαθάγγελε ὡς ἐναθλήσαντα· διὸ τοῖς
τελοῦσί σου, πόθῳ τὴν θείαν μνήμην, καὶ πιστῶς προσκυνοῦσι, θήκην τῶν σῶν λειψάνων,
τὴν σὴν χάριν παράσχου, δεόμενος τοῦ Χριστοῦ ὑπὲρ ἡμῶν, τοῦ λυτρωθῆναι κινδύνων
καὶ θλίψεων.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὸν
γενναῖον Ἀθλητήν, τῆς Ἀναστάσεως Χριστοῦ, θεῖον κήρυκα πιστοί, ἀνευφημήσωμεν
ᾠδαῖς, καὶ ὕμνοις πάντες, τὸν ἔνδοξον Ἀγαθάγγελον· δι’ οὗ ἡ τυραννίς, τοῦ
ἀοράτου ἐχθροοῦ, δυνάμει θεϊκῇ, κατεπεπάτηται, καὶ ἰαμάτων ἴασις πλουσίως, παρὰ
Κυρίου δεδώρηται, τοῖς μετὰ πόθου, ἀσπαζομένοις τὰ ἱερὰ αὐτοῦ λείψανα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀγαθὸς
ἄγγελος, ὥσπερ ἐκλήθης παμμάκαρ Ἀγαθάγγελε· ἔσπευσας ἀξίως τοῦ σοῦ ὀνόματος,
καὶ φερωνύμως γέγονας, ἀγαθῶν ἡμῖν ἀγγελιῶν κομιστής· ὅτι συνέτριψας τὴν κάραν
τοῦ πολεμίου δράκοντος, τῷ ζωοποιῷ τοῦ Σωτῆρος Σταυρῷ· διὸ καὶ πάντας τοὺς
φιλομάρτυρας, ὡς νικητὴς γενόμενος, ὑπερεύφρανας ὄντως, τῇ καρτερίᾳ σου Ἄγιε.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ
α’ Κανών. ᾨδὴ α’. Ἦχος α’. Ἀναστάσεως ἡμέρα.
Ἀγαλλόμενοι
ἐνθέῳ ἐν τῇ μνήμῃ τῇ σῇ, Μάρτυς στεφανηφόρε, σὺν τῇ ἐγέρσει τοῦ Χριστοῦ,
εὐφημοῦμεν ἐν ᾠδαῖς, ᾀσμάτων τοὺς σούς, σοφὲ Ἀγαθάγγελε, ἀγῶνας γηθόμενοι.
Ἡ
χαρμόσυνος ἡμέρα Ἀθλοφόρε Χριστοῦ, ἔλαμψε τῆς σῆς μνήμης, καὶ τελειώσεως
σεπτῆς, συνεγείρουσα ἡμᾶς, ἐνθέως εἰς ἓν στεῤῥὲ Ἀγαθάγγελε, ὑμνῆσαι τὰ ἆθλά
σου.
Ἡ
Μονὴ τοῦ Ἐσφιγμένου κεκτημένη τὰ σά, λείψανα Ἀθλοφόρε, ἐπαγάλλεται νῦν,
πολιοῦχον καὶ φρουρόν, σὲ πλουτοῦσα ἀνυμνεῖ, σοφὲ Ἀγαθάγγελε, τοὺς ἀγῶνας καὶ
ἆθλά σου.
Θεοτοκίον.
Παναγία
Θεοτόκε τῶν πιστῶν ἡ ἐλπίς, σθένος τῶν Ἀθλοφόρων, καὶ ἡ ἀήττητος ἰσχύς, Σὺ
ὑπάρχεις ἀληθῶς, Ἀγαθαγγέλου τοῦ Σου, σῶμα καὶ διάνοιαν, ταῖς εὐχαῖς Σου
νευρώσασα.
Ὁ
β’ Κανών. ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ὕμνον
προσάδειν τῇ σεπτῇ ἀθλήσει σου ἐπιποθοῦντι τανῦν, χάριν ἐν τῷ λόγῳ, θεῖε
Ἀγαθάγγελε, παράσχου μοι τῷ δούλῳ σου, ὡς ἂν μέλψω ἀξίως, τὸ ἱερόν σου
μαρτύριον, καὶ τὰ ἀνδρικά σου παλαίσματα.
Μείνας
ἐν τόπῳ ἡσυχίας Ὅσιε καὶ τῷ Θεῷ συναφθείς, ἀπεκρούσω πρῶτον, δυσμενοῦς
πειράματα, καὶ κακομηχανήματα, ἀποδείξας παιδίων, νηπιαζόντων ἀθύρματα, εἶτα
Θεοτόκον ἑώρακας.
Νέων
Μαρτύρων τοῦ Χριστοῦ τὴν ἄθλησιν καὶ τὰ μαρτύρια σύ, προαναγινώσκων, συνεχῶς
ἀοίδιμε, καὶ ἐξαιρέτως ἄθλησιν, Εὐθυμίου τοῦ νέου, καὶ συμμαρτύρων θερμῶς
αὐτοῦ, ἧψας σὴν ψυχὴν θείῳ ἔρωτι
Θεοτοκίον.
Ὄμματα
ὥσπερ τῆς παιδίσκης βλέπουσιν ἀεὶ Κυρίας αὐτῆς, εἰς τὰς χεῖρας οὕτως, ἔβλεπον
τὰ ὄμματα, τοῦ καρτεροῦ θεράποντος, πρὸς εἰκόνα ἀπαύστως, Σοῦ τῆς κυρίας τῆς
κτίσεως, ἕως οὗ αὐτὸν κατῳκτείρησας.
ᾨδὴ
γ’. Δεῦτε πόμα πίωμεν καινόν.
Δεῦτε ἅπαντες ᾄσωμεν Χριστῷ, ἀναστάντι εκ τάφου τῷ ἐνισχύσαντι, τὸν ἑαυτοῦ Ἀθλητήν, στεῤῥὸν Ἀγαθάγγελον ἐχθρῶν, νικῆσαι τὰς φάλαγγας.
Τῷ ὅπλῳ φραξάμενος Σταυροῦ, Ἀγαθάγγελε ἔστης πρὸ βήματος, τῶν ἀσεβῶν καὶ στεῤῥῶς, Χριστὸν ἀνεκήρυξας Θεόν, καὶ πλάνην διήλεγξας.
Μονῆς Ἐσφιγμένου τὸν φρουρόν, καὶ Σμυρναίων καὶ Αἴνου κῦδος καὶ καύχημα, τὸν Ἀθλητὴν τοῦ Χριστοῦ, Ἀγαθάγγελον ᾠδαῖς, καὶ ὕμνοις τιμήσωμεν.
Θεοτοκίον.
Ὤφθη
θαῦμα μέγιστον ἐν Σοί, ἐκτελούμενον Κόρη θεοχαρίτωτε, τὸν Ποιητὴν τοῦ παντός,
καὶ γὰρ ἀπεκύησας ἡμῖν, γενόμενον ἄνθρωπον.
Ἕτερος.
Οὐρανίας ἁψῖδος.
Νέον
ῥόδον ἐφάνης ἐνερευθὲς εὔοσμον, ἐν καιρῷ χειμῶνος, τῆς νῦν ἀνθῆσαν ψυχρότητος,
εὐφραῖνον, καὶ ἐμπιπλῶν εὐωδίας, τῶν πιστῶν τὴν ὄσφρησιν, Μάρτυς ἀοίδιμε.
Πολὺν
πόλεμον ἔσχες καὶ πειρασμοὺς ἔνδοθεν, ἐκ τοῦ διαβόλου βελίαρ, ὅτε προσέδραμες,
πρὸς τὸ Κοινόβιον, ἀλλὰ Σταυροῦ τῇ δυνάμει, ἅπαντας ἐσκόρπισας, διὰ τῆς
πίστεως.
Ἐθεάσω
καθ’ ὕπνους τοὺς σοὺς ἐχθροὺς ἔνδοξε, ὁλοφυρομένους, θρηνοῦντας τὴν σωτηρίαν
σου, ἀγαθὲ ἄγγελε, καὶ ἀσθενὴς ὢν προσέτι, ἐνευρώθης ἔνδοξε, πρὸς τὸ μαρτύριον.
Θεοτοκίον.
Ὁ
μὲν σκῦλα εὑρίσκων καὶ θησαυρὸν τέρπεται, ὁ δὲ Κύριός μου, πανσέβαστος
Ἀγαθάγγελος, ἔχων εἰκόνα Σου, ὡς θησαυρὸν κεκρυμμένον, ἔχαιρε ἁγνὴ ἀειπάρθενε.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τῶν
Ὀρθοδόξων ἡ πληθὺς χαρᾶς ἐπλήσθη, καὶ θάρσος ἔλαβεν ἀνέκφραστον καὶ θεῖον, ὅτε
κλίνας τὴν κάραν, γενναίως ἀπετμήθη· ὁ Μάρτυς ὁ τοῦ Κυρίου ὃν θεωρῶν, ἐλάλει
ἄλλος ἀλλοῖα χαροποιά, δοξάζοντες τὸν Κύριον, καὶ τὸν αὐτοῦ ὑπουργόν, τὸν θεῖον
Ἀγαθάγγελον· χαῖρε Μάρτυς ἀήττητε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ’. Ἐπὶ τῆς θείας φυλακῆς.
Τῆς
σῆς ἀνδρείας τὸ στεῤῥόν, πάντας ἐξέπληξεν ἡμᾶς, Μάρτυς Ἀγαθάγγελε ὅτε, δικαστῇ
παρέστηκας, ἐλέγχων τὴν ἀσέβειαν, ἅπασαν τῶν ἀνόμων γενναίως, καὶ τὸν Χριστὸν
ἀνακηρύττοντα.
Ἀλλεπαλλήλοις
ἀλγεινοῖς, παλαιῶν Μάρτυς τοῦ Χριστοῦ, ἔφερες γενναίως γεραίρων, εὐχαρίστοις
ᾄσμασι, Χριστὸν καὶ ἀνεκραύγαζες· δόξα Σοι ζωοδότα Σωτήρ μου, ὅτι ἐνίσχυσας
κᾀμὲ πρὸς τὸ μαρτύριον.
Ἐν
ὀπτασίᾳ θαυμαστῇ, εἶδες Μητέρα τοῦ Θεοῦ, σὲ παραθαῤῥύνουσαν Μάρτυς, πρὸς τὸ
θεῖον στάδιον, ὃ ἔμελλες εἰς ὕστερον, ἔρχεσθε πρὸς σὴν πληροφορίαν· διό σε πόθῳ
γεραίρομεν.
Θεοτοκίον.
Βιαιοτάτης
με χειρός, ῥῦσαι Παρθένε Μαριάμ, λύτρωσαι παντοίων κινδύνων, καὶ μελλούσης
κρίσεως, Θεὸν Σωτῆρα τέξασα, πάντων τῶν ἐπὶ Σοὶ πεποιθότων, καὶ προσκυνούντων
πιστῶς τὸν θεῖον τόκον Σου.
Ἕτερος.
Σύ μου ἰσχύς.
Σοῦ
μὲν πυκνῶς, ἡ θειοτάτη ἐθέλγετο, ψυχὴ μάκαρ, θεῖε Ἀγαθάγγελε· ὅθεν ἐβόας μοι
συνεχῶς· ἄγε πορευθῶμεν, πρὸς τὸ ποθούμενον στάδιον, οὐκ ἔτι στέγω μένειν, ἐν
τῷ σώματι τούτῳ, τῷ δυνάστῃ τιμὴν προσενέγκαντι.
Κωφὸς
δ’ ἐγώ, τὸ πρᾶγμα ἀναλλόμενος, ἥξει ἔφην, ὁ καιρὸς τῆς δόξης σου, τὸ
πνευματικόν, πρόθυμον ὁρῶν· τὴν δὲ ἀσθενείαν, σαρκός σου ὑποπτευόμενος, ἀλλ’
ἔφθασεν ἡ ὥρα, ἀποστάς τε τῆς λύπης, μαρτυρίου, τὸν στέφανον εἴληφας.
Διὸ
πιστοί, καὶ τὸ μακάριον λείψανον, εὐωδίας θαυμαστῆς πεπλήρωται, εἰς αἶσχος μὲν
τῶν Ἀγαρηνῶν, δόξα δὲ καὶ κλέος, τοῦ χριστωνύμου πληρώματος· ἀλλ’ ὦ Ὁσιομάρτυς,
ἐκτενῶς ἱκετεύων, ταῖς πρεσβείαις σῷζε τοὺς δούλους Σου.
Θεοτοκίον.
Ὦ
Μαριάμ, ἐβόα ὁ Ἀγαθάγγελος, σὺ ἐν μέσῳ, Θεοῦ καὶ ἀνθρώπων τε, οὖσα τὸν μέν, ὡς
βροτοῦ υἱόν, ἔτεκες Παρθένε, τοὺς δὲ ἀνθρώπους ἀνέδειξας, υἱοὺς Θεοῦ· διό με,
ἀποκήρυκτον ὄντα, τῷ Θεῷ υἱοποίησον ἄχραντε.
ᾨδὴ
ε’. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὑμνοῦμεν
σοὺς θείους ἀγῶνας, καὶ μετὰ δέους καὶ πόθου αἰτοῦμεν ὦ Ἀγαθάγγελε, δυσωπεῖν
τὸν Κύριον, ὑπὲρ πάντων τῶν τιμώντων σε, καὶ ἐκτελούντων τὴν μνήμην σου.
Συνέλθωμεν
ζέοντι πόθῳ, τὸν Ἀγαθάγγελον ὕμνοις, εὐφημῆσαι νῦν κατὰ χρέος, ἀήττητον
Μάρτυρα, καὶ εὐσεβείας πρόμαχον, καὶ τῶν πιστῶν ἀντιλήπτορα.
Ἐξ
οἰκείων Μάρτυς αἱμάτων, τὴν πορφυρίδα τὴν σαυτοῦ, ἐφοίνιξας Ἀθλοφόρε, καὶ
Χριστῷ παρίστασαι, μετὰ Μαρτύρων ἔνδοξε, στέφει στεφθεὶς Ἀγαθάγγελε.
Θεοτοκίον.
Πανύμνητε
Θεογεννῆτορ, ὑπὲρ τοῦ κόσμου δυσώπει, τὸν Κύριον καὶ Θεόν Σου, καὶ εἰρήνην
αἴτησαι, καὶ τῶν δεινῶν τὴν λύτρωσιν, τοῖς εὐλαβῶς Σοι προσφεύγουσιν.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Θείῳ
ἔρωτι Μάρτυς, τῷ τοῦ μαρτυρίου δεινῶς συνεχόμενος, τὸν κοινὸν Πατέρα ἀεννάως,
θερμῶς καθικέτευε, ὡς σὲ ἀποπέμψῃ, ταχύτερον πρὸς τὰς βασάνους, καὶ τροπώσῃς
τὸν δόλιον δράκοντα.
Ἐνθαρσεῖ
παῤῥησίᾳ, ἤλεγξας ἀπίστους σοφὲ Ἀγαθάγγελε, καὶ Θεὸν ἁπάντων, τὸν Χριστὸν
Ἰησοῦν ἀνεκήρυξας, τὴν δ’ αὐτῶν θρησκείαν, πλάνην ἀπέδειξας πανσόφως, καὶ
παρέδως αὐτὴν ἀναθέματι.
Ὁ
Κριτὴς ἐξεπλάγη, καὶ οἱ μετ’ ἐκείνου συνεδρεύοντες ἅπαντες, τὴν ὑπομονήν σου
καὶ ψυχῆς τὸ ἀνδρεῖον ἀνάστημα, βλέποντές σε Μάρτυς, τίς οὗτος ἔλεγον ὑπάρχει;
Πρὸς ἀλλήλους ὁρῶντες σὺν θαύματι.
Θεοτοκίον.
Δόξα
αὕτη Σοι μόνη, πάντων τῶν ἀνθρώπων Παρθένε δεδώρηται, γενέσθαι δὲ Μητέρα τοῦ
Θεοῦ, ἀνεκφράστως πανάχραντε· ὅθεν ὦ Κυρία, ἀσφαλεστάτην Σε ἐλπίδα, κεκτημένος
διάσωσον δέομαι.
ᾨδὴ
στ’. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Ἀνῆλθες
ἐν ταῖς ἀνωτάταις τιμαῖς, καὶ παρέστηκας νυνί, τῷ Δεσπότῃ ἐν δόξῃ, Ἀγαθάγγελε
Χριστῷ, τοῖς σοῖς αἵμασι, φοινιχθεῖσάν σου λαμπρῶς, τὴν στολὴν Ἀθλοφόρε.
Κηρύξας
ἐν δικαστηρίοις τρανῶς, ἀναστάντα τὸν Χριστόν, ἐκ τοῦ τάφου ἐν δόξῃ, Ἀγαθάγγελε
σοφέ, χαίρων ἤθλησας, καὶ θανὼν ὑπὲρ Χριστοῦ, συνανέστης ἐν δόξῃ.
Ἀγάλλου
ἐν ταῖς οὐρανίαις τρυφαῖς, καὶ μνημόνευε ἡμῶν, τῶν σῶν δούλων ἐκ πόθου,
ἀνευφημούντων τὴν σὴν θείαν ἄθλησιν, Ἀγαθάγγελε σοφέ, ὁσιόαθλε μάκαρ.
Θεοτοκίον.
Ἐλέους
πλουσίου, ὡς οὖσα πηγή, κατοικτείρησον λαόν, ἐπὶ Σοὶ τὰς ἐλπίδας, ἐχόντων
Δέσποινα, ἐλεήμονα, καὶ οἰκτίρμονα Θεόν, Σὺ γὰρ ἔτεκες μόνη.
Ἕτερος.
Τὴν δέησιν ἐκχεῶ.
Ὡς
κόλακες, ἀληθῶς ὁμιλοῦντες, καὶ ὡς θῶπες οἱ ἀπόγονοι Ἄγαρ, σὲ τὸν Χριστοῦ,
γενναιόψυχον δοῦλον, ἐκλιπαροῦντες πολλά σοι ὑπέσχοντο, καὶ πλοῦτον κόσμου καὶ
τιμάς, ἀλλὰ σὺ σιωπῶν πάντας ᾔσχυνας.
Ὡς
ἔλαφος, ἡ διψῶσα ἠπείγου, ψαλμικῶς ἐπὶ πηγὰς μαρτυρίου· ὅθεν θερμῶς, καὶ
ἀτρέπτως ἐλάλεις, τῷ δικαστῇ τὰς βασάνους προβάλλοντι, αὐτὰς κᾀγὼ ἐπιποθῶ, τῷ
Θεῷ καὶ Χριστῷ μου καὶ Πλάστῃ μου.
Ὡς
λέοντες, ὠρυόμενοι τότε, καὶ ὡς λύκοι οἱ ἀπόγονοι Ἄγαρ, σὺ τῷ Χριστοῦ,
ἐφορμῶντες ἀρνίῳ, ὤθουν ἐῤῥάπιζον, λάξ τε ἐπέβαινον, Ὁσιομάρτυς ἀγαθέ, καὶ
εἱρκτῇ Σε ἐποίησαν ἔγκλειστον.
Θεοτοκίον.
Τὰς
χεῖράς Σου, τοὺς μαστοὺς ὦ Κυρία, τῷ Υἱῷ Σου μεσιτεύουσα δεῖξον, πρόσθες τοῖς
Σοῖς, τὸν ἐκείνου Παρθένε, Σταυρὸν καὶ θάνατον, Μάρτυς ἐκραύγαζες, καὶ οὕτως
ἄρα ἐπ’ ἐμοί, ἐξιλέωσον τοῦτον προσπταίσαντι.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τὸν
Ἀθλοφόρον τὸν στεῤῥὸν καὶ γενναῖον, ἀνευφημήσωμεν πιστοὶ ὁμοφρόνως,
ἐπικαλούμενοι θερμότατα αὐτόν· οὗτος γὰρ ἐκήρυξεν, ἔναντι τῶν τυράννων, τὸν
Χριστὸν Θεὸν ἡμῶν, ἀναστάντα ἐκ τάφου, ἀποτμηθεὶς δὲ ὕψωσε λαμπρῶς, τοῦ
μαρτυρίου ἀήττητον τρόπαιον.
Ὁ
Οἶκος.
Ὁ
πολιοῦχος ἡμῶν καὶ μέγιστος προστάτης, καὶ τοῦ Χριστοῦ στρατιώτης ἄριστος,
Ἀγαθάγγελος ὁ ἔνδοξος Ὁσιομάρτυς, ἐπέφανε σήμερον. Δεῦτε συνδράμωμεν ἅπαντες,
χαίροντες οἱ ἀγαπητοὶ αὐτοῦ ἀδελφοί, καὶ πᾶσα τῶν μοναχῶν ἡ ὁμήγυρις τά τε
πλήθη τῶν Σμυρναίων, τῆς Αἴνου ὁ λαός, καὶ ἅπαν ἐν γένει τῶν Ὀρθοδόξων τὸ
πλήρωμα. Αὐτὸς γὰρ πᾶν τὸ τῆς πλάνης σκότος διέλυσε, κατ’ ἴχνος τῷ Χριστῷ
ἀκολουθήσας, καὶ θῦμα ἑαυτὸν εὐπρόσδεκτον, ὑπὲρ Αὐτοῦ παραδούς· ὕψωσε δὲ ὡς
ὁπλίτης ἀήττητος, ἔναντι τοῦ πλήθους τῶν ἀσεβῶν, καὶ τὸν τίμιον αὐτοῦ Σταυρόν,
τὸ ἀήττητον τρόπαιον.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος
Νεομάρτυς Ἀγαθάγγελος ὁ Ἐσφιγμενίτης, ἐν Σμύρνῃ, ἐν ἔτει 1818, ξίφει
τελειοῦται.
Χαρὰν
παρέσχεν Ἀγαθάγγελος θνήσκων,
βροτοῖς
τ’ ἀγαστοῖς καὶ δὴ Ἀγγέλοις πᾶσι.
Τῇ
δ’ ἐνάτῃ μεσάτῃ Οὐλύμπου ὑψιβατὲς δῷ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ ἐν Πέργῃ Παμφυλίας.
Κοινωνὸς
ὤφθης, Θεόδωρε, τοῦ πάθους,
Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ.
Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ.
Τῇ αὐτῇ ἡμέρα, ἡ Ἁγία
Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει τελειοῦται.
Φιλῶ
Φιλίππαν, ὡς ἀθλητοῦ μητέρα,
Φιλῶ Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους.
Φιλῶ Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρα, οἱ
πιστεύσαντες διὰ τοῦ Ἁγίου Θεοδώρου, Ἅγιοι Δύο στρατιῶται Σωκράτης καὶ
Διονύσιος, λόγχῃ τελειοῦνται.
Ἔνυξε λόγχῃ νεκρὸν Ὑψίστου
πάλαι,
Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο.
Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος
Μάρτυς Διόσκορος, πρώην ἱερεὺς τῶν εἰδώλων, καὶ διὰ τοῦ Ἁγίου Θεοδώρου
πιστεύσας, πυρὶ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Παφνουτίου τοῦ Ἱεροσολυμίτου
Τὸν
Παφνούτιον γῆς τάφῳ κεκρυμμένον,
Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ.
Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου
καὶ Ὁμολογητοῦ Γεωργίου Επίσκοπος Πισιδίας
Ὁ
Γεώργιος, ὡς γεώργιον μέγα,
Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν.
Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν.
Οὗτος
ὁ Ἅγιος, ἐπὶ τῶν χρόνων ἦν τῶν εἰκονομάχων, ἐκ βρέφους τῷ Θεῷ ἀνατεθειμένος·
καὶ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀρετήν, ἐπίσκοπος χειροτονεῖται Ἀντιοχείας τῆς
Πισιδίας. Ἐπεὶ δὲ τῇ τοῦ διαβόλου πονηρᾷ συμβουλῇ, ἡ τῶν εἰκονομάχων αἵρεσις
ἐκινήθη, καὶ γράμματα πανταχοῦ ἐπέμποντο, διὰ τάχους τοὺς ἐπισκόπους ἅπαντας
τὴν Κωνσταντινούπολιν καταλαβεῖν· παρεγένετο καὶ οὗτος. Καὶ μὴ πεισθεὶς σύμφρων
τοῖς αἱρετικοῖς γενέσθαι, καὶ ἀρνήσασθαι τῶν ἁγίων εἰκόνων τὴν προσκύνησιν,
ἐξορίᾳ καὶ κακουχίᾳ κατεδικάσθη, καὶ ἐν αὐτῇ θανών, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Τρύφωνος Πατριάρχου Κωνσταντινουπόλεως
Θεὸν
ποθήσας ὁ τρυφὴν μισῶν Τρύφων,
Θεοῦ παρέστη τῷ κατοικητηρίῳ.
Θεοῦ παρέστη τῷ κατοικητηρίῳ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμογένους, Ἐξπεδίτου, Ἀριστονίκου, Ῥούφου
καὶ Γαλατᾶ.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἱερομάρτυς Ἀλπέγιος (Alphege),
ἀρχιεπίσκοπος Καντουαρίας, ἐν ἔτει 1012, ξίφει τελειοῦται
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Ἀσινὲθ τοῦ
Γκορίτσκυ, τῆς διὰ Χριστὸν σαλῆς
Ἀνυπόδητος
Συμεών, βαίνων μάκαρ,
τὸν πτερνίσαντα τοὺς βροτοὺς πατεῖς ὄφιν.
τὸν πτερνίσαντα τοὺς βροτοὺς πατεῖς ὄφιν.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Βίκτωρος ἐπισκόπου Γκλαζώφ τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου
Σεβαστιανοῦ τοῦ Ῥώσσου, τοῦ ἐν Καραγκάντα τοῦ Καζακστάν
διακονήσαντος.
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆ τῶν λειψάνων τοῦ Ἁγίου Μωϋσέως τοῦ Θαυματουργοῦ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν
.
ᾨδὴ
ζ’. Ὁ παῖδας ἐκ καμίνου.
Ἡ
χάρις τῶν λειψάνων λαλεῖταί σου Μάρτυς Ἀγαθάγγελε, καύχημα σεπτόν, παραμυθία
σῆς Μονῆς, καὶ Σμυρναίων τῆς πόλεως στήριγμα, ἐν ᾗ σε θαυμαστὸν ἐπαξίως, Θεὸς
πᾶσιν ἀνέδειξεν.
Ἀγγέλων
σε δυνάμεις ἐκρότησαν τὸν δρόμον τελέσαντα, βλέπουσαι στεῤῥῶς, τοῦ μαρτυρίου
Ἀθλητά, καὶ τὴν πίστιν ἐνδόξως τηρήσαντα, καὶ στέφει ἀφθαρσίας, εἰς αἰῶνας Θεός
σε ἐστεφάνωσεν.
Σκιρτῶσα
ἐκτελεῖ σου τὴν ἄθλησιν Μάρτυς Ἀγαθάγγελε, αὕτη ἡ Μονή, τοῦ Ἐσφιγμένου ἐν χαρᾷ,
καὶ Σμυρναίων ὁ δῆμος γηθόμενοι, κροτοῦντες τοὺς ἀγῶνας καὶ τοὺς ἄθλους,
ὁσιοάθλων σύσκηνε.
Θεοτοκίον.
Ἐτύπου
Σου τὸ θαῦμα πανάμωμε τῶν παίδων ἡ κάμινος, ὡς γὰρ ἐν αὐτῇ, οὐ κατεφλέχθησαν οἱ
τρεῖς, ἡ νηδύς Σου πυρὶ τῆς θεότητος, οὐδόλως κατεφλέχθη Παρθένε· διό Σε
μεγαλύνομεν.
Ἕτερος.
Παῖδες Ἐβραίων.
Ὥσπερ
χαρίτων οὐρανίων, δῶρον δέδοσαι ἡμῖν Ὁσιομάρτυς, τοῖς τιμῶσι θερμῶς, καὶ σὲ
ἠγαπηκόσι, τοῖς Ἐσφιγμένου ἀδελφοῖς, οὓς ἐπόθεις μέχρι τέλους.
Νίκην
κατὰ τοῦ πολεμίου, Μάρτυς ἔλαβες, τοῦ πρὶν νικήσαντός σε, καὶ τρωθεὶς ὑπ’
αὐτοῦ, ἀντέτρωσας γενναίως, αὐτὸν καὶ ἐθανάτωσας, τῇ πολλῇ ὑπομονῇ σου.
Ἔχων
ἐγκάρδιον τρισμάκαρ, τὴν ταπείνωσιν, σεαυτοῦ κατεμέμφου, καὶ ὢν διὰ Χριστόν, ἐν
εἱρκτῇ ποδοκάκῃ, εὐλογηθῆναι ἤθελες, καὶ οὐκ ἄλλους εὐλογῆσαι.
Θεοτοκίον.
Κόρη
ἁγνή, Σὺ μὲν ὑψηλοτέρα, πάσης κτίσεως, ἐγὼ δ’ ἔσχατος πάντων, πλημμελέστατος
ὤν, ἐβόας ὦ παμμάκαρ· διὸ Κυρία Δέσποινα, τῷ ἐλέει Σου ἐλπίζω.
ᾨδὴ
η’. Αὕτη ἡ κλητή.
Ἄγει
σου πιστῶς ἡ Μονὴ Ἐσφιγμένου, τὴν μνήμην Ἀθλοφόρε, ἐν ἱεραῖς μελῳδίαις, πρὸς
Χριστὸν εὐκλεῆ σε προβάλλουσα, πρέσβυν Ἀγαθάγγελε, αἰτοῦντα εἰρήνην, τοῖς
δούλοις σου δοθῆναι.
Δέξαι
προσηνῶς ἱκετῶν σου τὸν πόθον, Ἀγαθάγγελε Μάρτυς, τῶν εὐλαβῶς ἐκτελούντων, τὴν
σεπτήν σου τρισμάκαρ πανήγυριν, καὶ ἀσπαζομένους σου, θήκην τῶν εὐόσμων,
λειψάνων Ἀθλοφόρων.
Ἆρον
τὰς ἁγίας σου χεῖρας, προσάγων ἱκεσίαν, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν πιστῶς
ἐκτελούντων τὴν μνήμην σου, κινδύνων ῥυόμενος, ἔχων παῤῥησίαν, Ἀγαθάγγελε
πλείστην.
Θεοτοκίον.
Μόνη
γυναικῶν ἀπειράνδρως τεκοῦσαν, Ἀγαθάγγελος Μάρτυς, δικαστικῶν πρὸ βημάτων,
ὡμολόγει λαμπρῶς ὁ ἀοίδιμος, τοῦ Σοῦ παναμώμητε Υἱοῦ, τῇ ἰσχύϊ, ῥωννύμενος
γενναίως.
Ἕτερος.
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Κεφαλῆς
τὴν τομὴν γενναίως ὑπομείνας, καὶ ἀφαίρεσιν συνηνώθης Ἀθλοφόρε, τῇ κεφαλῇ
Ἀγαθάγγελε τῇ τῆς Ἐκκλησίας, ἥτις ἐστὶ μόνος, Χριστὸς ὁ Ζωοδότης.
Κολακείας
καὶ πάσας τὰς θωπείας, τῶν τυράννων αὐτῶν κατήσχυνας παμμάκαρ, ὡς δὲ Κυρίου
μιμητὴς πανένδοξε, σιωπῇ μεγίστῃ, ἔδειξας θεόφρον, ψυχῆς σου τὸ ὡραῖον.
Μαγγανείας
καὶ πάσας τὰς μαγείας, τῶν ἀνόμων ἔδειξας εἶναι φλυαρίας, τὸν γὰρ χιτῶνα, ὅνπερ
κατεμάγευσαν, ᾔσχυνας τὴν πλάνην, ἐνδυθεὶς θεόφρον, δύναμιν τοῦ Χριστοῦ σου.
Θεοτοκίον.
Χριστοῦ
Μήτηρ καὶ Μήτηρ χριστωνύμων, Σὺ ὑπάρχεις· διό Σε πίστει ἱκετεύω· τὰ κατὰ χάριν
τέκνα Σου ἐλέησον, θείαις Σου πρεσβείαις, ταῖς πρὸς τὸν Υἱόν Σου, τὸν κατὰ
φύσιν Κόρη.
ᾨδὴ
θ’. Φωτίζου, φωτίζου.
Ὢ
θέας ἀῤῥήτου, καὶ ἀνεκφράστου χαρμονῆς, ἧς μετέχειν ἐνθέως, ἠξιώθης ἔνδοξε, ἐν
οὐρανῷ σὺν Ἀγγέλων χοροῖς, καὶ Ἀθλητῶν, Μάρτυς τοῦ Σωτῆρος, πανθαύμαστε
Ἀγαθάγγελε.
Ὡς
θῦμα προσήχθης, Ὁσιομάρτυς τῷ Χριστῷ, Ὃν ἐπεπόθησας μάκαρ, καὶ Αὐτοῦ τῷ ἔρωτι
πυρποληθείς, τὴν ψυχὴν ἱερῶς, τὰ ἀλγεινά, ἤνεγκας προθύμως, τοῦ μαρτυρίου
πολύαθλε.
Εὐφραίνου
ἀγάλλου, ἡ τοῦ Σωτῆρος νῦν Μονή, Ἐσφιγμένου πλουτοῦσα, λείψανα τὰ πάντιμα, τοῦ
Ἀθλητοῦ καὶ ὁπλίτου στεῤῥοῦ, τὴν ἐξ αὐτῶν, χάριν πεμπομένην, κατατρυφῶσα
ἀείποτε.
Θεοτοκίον.
Ἰσχύς
τε καὶ κράτος, ὑπάρχεις Δέσποινα ἁγνή, καὶ ἀνδρεία καὶ ῥώμη, Ἀθλητῶν ἀήττητος,
τὸν ἰσχυρόν, τετοκυῖα Θεόν, καὶ τῶν γερῶν, τῶν ἀνεκλαλήτων, καὶ ἀϊδίων ἠ
πρόξενος.
Ἔτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Μιμούμενος
τρισμάκαρ τὸν Ἰησοῦν, ὡς ἀρνίον προσέδραμες ἄκακον, πρὸς τὴν σφαγήν· ὅθεν
ἀπετμήθης ὦ Ἀθλητά, καὶ καθωράθης ὅμοιος, τῇ ἀπονεκρώσει τοῦ Ἰησοῦ· διὸ ὡς
κοινωνήσας, παθῶν τοῦ σοῦ Δεσπότου, καὶ κοινωνὸς τῆς δόξης γέγονας.
Ἐκρότησαν
Ἀγγέλων αἱ στρατιαί, σὲ ὁρῶσαι, τὸν δρόμον τελέσαντα, καὶ ὁ Χριστός, στέφει τῷ
τῆς δόξης περιχαρῶς, κατέστεψε τὴν κάραν σου, τὴν ἡγιασμένην ὦ Ἀθλητά, ὁμόσκηνε
Ὁσίων, σύνοικε τῶν Μαρτύρων, καὶ τῶν πιστῶν στήριγμα ἄσειστον.
Ἤνοίγη
σοι ἡ εἴσοδος Ἀθλητά, Παραδείσου στεῤῥὲ Ἀγαθάγγελε, τρύφα λοιπόν, εὐφραίνου καὶ
χόρευε νοητῶς, καὶ βλέπε τὸν Σωτῆρά σου, πρόσωπον πρὸς πρόσωπον ἐναργῶς, σὺν
πᾶσι τοῖς Ἁγίοις, καὶ μνείαν ἡμῶν ποίει, τῶν σὲ ποθούντων καὶ τιμώντων σε.
Θεοτοκίον.
Παρθένε
ἐξιλέωσαι τὸν Υἱόν, ἡμῖν πᾶσι πρεσβεύοντα ἔχουσιν ὑπὲρ ἡμῶν, Υἱοῦ καὶ Θεοῦ Σου
τὸν Ἀθλητήν, ἔνδοξον Ἀγαθάγγελον, ἵνα ἀξιώσῃ ἐπιτυχεῖν, ἡμᾶς τοῦ Παραδείσου,
δοξάζοντας ἀπαύστως, Πατέρα Λόγον Πνεῦμα Ἅγιον.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Περιχαρῶς
τὴν μνήμην σου, ἐκ πόθου ἑορτάζοντες, τὰ ἱερά σου λείψανα, ὦ Ἀγαθάγγελε θεῖε,
καὶ τὴν σεπτὴν εἰκόνα σου, σχετικῶς ἀσπαζόμεθα· ἀλλ’ οὖν ἡμᾶς περίσωζε, ἀπὸ
παντοίας ἀνάγκης, καὶ βλάβης τοῦ ἀλλοτρίου.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε
Ἐσφιγμένου τῆς Μονῆς, πᾶσα ἀδελφότης, καὶ Αἴνου πιστῶν ὁμήγυρις, Σμύρνης τε ὁ
σύλλογος, συνεορτάσωμεν, σήμερον καὶ σκιρτήσωμεν, ἐν τῇ θείᾳ μνήμῃ τοῦ
Ὁσιομάρτυρος, Ἀγαθαγγέλου σεπτοῦ, τοῦ ὑπὲρ Χριστοῦ ἠθληκότος, καὶ τῷ διαδήματι
δόξης, παρ’ αὐτοῦ λαβόντες ὃν γεραίρομεν.
Ἔστης
πρὸ βημάτων ἀνδρικῶς, καὶ δικαστηρίων ὦ Ἀγαθάγγελε, καὶ Χριστὸν ἐκήρυξας, ἐν
παῤῥησίᾳ πολλῇ, καὶ τὴν πλάνην τὴν ἄθεον, λόγοις σου πάνσοφε, ἤλεγξας
στεῤῥόψυχε, καὶ ἐστηλίτευσας· ὅθεν ἐκτμηθείς σου τὴν κάραν, στέφος ἀμαράντινον
θεῖον, ἐκ χειρὸς Κυρίου ἐναπείληφας.
Ὅτε
παρεδόθης ἐν χερσί, Μάρτυς ἀσεβῶν ἀτιθάσσων, οἷα θηρῶν πονηρῶν, δέσμιος
παρέστηκας, κρίσει ἀνόμων κριτῶν, ἐξομόσαι βιάζοντες, Χριστὸν τὸν Δεσπότην· σὺ
δὲ Ἀγαθάγγελε, σοφὲ ἐκραύγαζες· Κτίστην τῶν ἁπάντων γινώσκω, μόνον τὸν Χριστὸν
καὶ Θεόν μου, ὑπὲρ οὗ καὶ θνήσκω προθυμότατα.
Αἶνον
τῷ Χριστῷ χαρμονικῶς, οἱ ἐν τῇ Μονῇ Ἐσφιγμένου, νῦν ἀναμέλπωμεν, ἐν τῇ θείᾳ
μνήμῃ σου ὦ Ἀγαθάγγελε, ὅτι χάριν παρέσχετο, ἰσχύν σοι καὶ σθένος, ἐχθρὸν τὸν
ἀρχέκακον, καταβαλεῖν ἀνδρικῶς· ὄθεν τὴν σορὸν τῶν λειψάνων, σοῦ κατασπαζόμενοι
πόθῳ, χάριν ἐξ αὐτῶν ἀπαρυόμεθα.
Δόξα.
Ἦχος πλ. α΄.
Σήμερον
ἐξέλαμψε τῇ Ἀναστάσει τοῦ Χριστοῦ, καὶ ἡ πάνσεπτος μνήμη, τοῦ πανενδόξου
Ἀθλοφόρου, καὶ στεῤῥοῦ Ὁσιομάρτυρος, θείου Ἀγαθαγγέλου, εὐφραίνουσα τοὺς
πιστούς, καὶ μυστικῶς παρέχουσα κατάνυξιν καρδίας. Βλέποντες γὰρ τὸν ἀσσύριον
νοῦν, παιζόμενον, νικώμενον, βαλλόμενον, πατούμενον, ὑπὸ ἑνὸς νεανίσκου, ὃν
ἐνόμιζον ἔχειν, οἰκεῖον καὶ αἰχμάλωτον, καὶ χαρᾶς ἀφάτου πληρούμενοι, σὺν
δάκρυσι βοῶμεν· δοξάζομέν Σε Κύριε, ὁ δοὺς ἡμῖν δι’ αὐτοῦ ἀθάνατον νίκην, δόξα
Κύριε τῷ Σταυρῷ Σου, καὶ τῇ Ἀναστάσει Σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὕμνοις
τοὺς ἀγῶνάς σου Ἀθλητά, εὐφημοῦμεν πάντες, Ἀγαθάγγελε ἱερέ, καὶ τὰ πάντιμά σου,
λείψανα προσκυνοῦμεν, καὶ τῆς μορφῆς τὸν τύπον κατασπαζόμεθα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται
τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ὁσιόαθλον Χριστοῦ Ἀγαθάγγελον, τὸν ἐν ἀσκήσει καὶ ἀθλήσει
ἐκλάμψαντα, καὶ τὸν τῆς πλάνης λύσαντα κρυμόν, ἅπαντες ὑμνήσωμεν, ἱεραῖς
μελωδίαις, πρὸς αὐτὸν κραυγάζοντες, ἐκ παντοίας ἀνάγκης, καὶ ἐπηρείας λύτρωσαι
ἡμᾶς, τοὺς σὲ προστάτην, στεῤῥὸν εὐμοιρίσαντας
Δόξα.
Οἱ τῇ σορῷ σεπτῶν λειψάνων
προστρέχοντες, Ἀγαθαγγέλου ἐκ ψυχῆς
ἀνακράξωμεν, μετὰ ζεούσης πίστεως τὴν κάραν τε αὐτοῦ, πόθῳ ἀσπαζόμενοι, ἐκ
δεινῶν συμπτωμάτων, νόσων καὶ κακώσεων, ἐξελοῦ ἡμᾶς Μάρτυς, καὶ δυσωδίας
λύτρωσαι παθῶν, ταῖς πρὸς Θεὸν ἱεραῖς μεσιτείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς ἐξισχύσειεν ὑμνεῖν
Θεοτόκε, τὰς δυναστείας καὶ θαυμάτων τὰ πλήθη, τῆς θαυμαστῆς Εἰκόνος Σου τὰ
ξένα καὶ φρικτά, πάντας ἰατρεύουσα, ἐκ δεινῶν νοσημάτων, τάχος τε προφθάνουσα,
τοῖς θερμῶς Σε καλοῦσιν, ἀλλὰ καὶ νῦν ἡμᾶς ἐκ τῶν δεινῶν, ταῖς προστασίαις Σου
σῶζε δεόμεθα.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν
ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγγέλων συνώνυμε ἐκτενῶς,
δέησιν προσάγων μὴ ἐλλείπης τῷ Λυτρωτῇ, κινδύνων παντοίων διασώσαι, τοὺς
ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.
Ἡ θεία σορός σου τῶν ἱερῶν,
λειψάνων βραβεύει τὰς ἰάσεις τοῖς εὐλαβῶς, κατασπαζομένοις τῇ θερμῇ σου, πρὸς
τὸν Θεὸν μεσιτείᾳ τρισόλβιε.
Νοσοῦσάν μου ἴασαι τὴν
ψυχήν, Μαρτύρων τὸ κλέος Ἀγαθάγγελε ἱερέ,
καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ τρισμάκαρ ἐνίσχυσον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν
Υἱόν, σὺν Ἀγαθαγγέλῳ νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσας ὁ πάλαι τὸν τῆς χήρας,
υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἔχοντές σε προστάτιν πρὸς
τὸν Θεὸν ἔνδοξε, οἱ ἐν τῇ Μονῇ Ἐσφιγμένου καθικετεύομεν, ὦ Ἀγαθάγγελε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν
ἀπάλλαξον τῇ μεσιτείᾳ σου.
Ἱκετεύομεν μάκαρ τὰ τῆς
ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης τάχος θεράπευσον, ὦ Ἀγαθάγγελε, τῶν εὐφημούντων σε πόθῳ, Μοναστῶν
Μαρτύρων τε θεῖον ἀγλάϊσμα.
Εὐμενῆ σε προστάτιν πρὸς
τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα οἱ τοῦ Σωτῆρος Μονῆς ἀδελφοὶ
καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία Παρθένε τὸν
Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς Σοὶ προστρέχοντας, καὶ
ἀνυμνοῦντάς Σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια μόνη πανύμνητε.
Διάσωσον, ἀπὸ κινδύνων
Μονήν σου τὴν σὲ τιμῶσαν, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ
ἄγρυπνος φύλαξ ἡμῶν καὶ ῥύστης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις Ἀγαθάγγελε, τοῖς πόθῳ τοῖς σοῖς λειψάνοις
προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι καὶ βοῶσί σοι Ὁσιόαθλε, ἐκ τῶν κινδύνων
λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰερὲ Ἀγαθάγγελε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας,
καὶ τιμῶντάς σου τὰ λείψανα, ὅπως σε ἀπαύστως μακαρίζομεν.
Δυσωποῦμέν σε ἔνδοξε, τὴν
νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, Ἀθλητὰ Κυρίου Ἀγαθάγγελε.
Ὃν ἐπόθησας ἔνδοξε, σῶμα
δι’ ὃν ἔθυσας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν
συγχώρησιν.
Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι, καὶ
Ἀγαθαγγέλου Κύριε δώρησαι, τοῖς ἱκέταις Σου
τὴν ἄφεσιν, τῶν πλημμελημάτων ὑπεράγαθε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἰατρὸς καχεκτούντων,
ἀνεδείχθης πανόλβιε Ἀγαθάγγελε, διὸ δέομαί
σου, τῆς ψυχῆς μου τὰ πάθη καὶ σώματος, καὶ παντοίας λώβης, ἐξασθενοῦντά με
λιταῖς σου, ὡς καλός μου προστάτης θεράπευσον.
Παῤῥησίαν ὡς ἔχων, τῷ
Δεσπότῃ τῶν ὅλων Μάρτυς ἱκέτευε, ἵνα ἐγκλημάτων, τὴν συγχώρησιν πᾶσι δωρήσηται,
τοῖς μετ’ εὐλαβείας, ἀσπαζομένοις σῶν λειψάνων, τὴν σορὸν ἱερὲ Ἀγαθάγγελε.
Παρεστὼς τῇ Τριάδι, θεῖε Ἀγαθάγγελε ὅλος ὁλόφωτος, ὑπὲρ τῆς Μονῆς σου,
καθικέτευε ταύτην μακάριε, ἐκ παντὸς κινδύνου, βιοτικῶν πειρατηρίων, φυλαχθῆναι
εἰς τέλος ἀπήμονα.
Θεοτοκίον.
Τὴν Ἁγίαν Παρθένον, τὴν
Θεοχαρίτωτον καὶ Παναμώμητον, ὁ στεῤῥὸς ὁπλίτης, εἰς βοήθειαν ἐπικαλούμενος, τῶν
βασάνων ὄγκον, καὶ τῶν δεινῶν τὴν τρικυμίαν, ἀπτοήτῳ διῆλθε φρονήματι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν πίστιν, τὴν τοῦ Χριστοῦ
ἀοίδιμε ἀγαπήσαι οὐδαμῶς ἐπτοήθης, τὰς χαλεπάς, καὶ ποικίλαις κολάσεις, ἀλλὰ
τυράννων ἀνδρείως ἐνώπιον, ἐκήρυξας τὴν ἀληθῆ, τῆς Τριάδος ἀήττητον δύναμιν.
Προστάτην, πρὸς τὸν Θεὸν
κεκτήμεθα, καὶ μεσίτην Ἀγαθάγγελε Μάρτυς,
καὶ γὰρ πολλὴν παῤῥησίαν ἐκτήσω, ὑπεραθλήσας γενναίως ἀοίδιμε, ἱκέτευε οὖν
ἐκτενῶς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.
Νυγεῖσά σου, ἡ ψυχὴ θείῳ
βέλει, τῆς γλυκείας τοῦ Σωτῆρος ἀγάπης, καὶ τὸ αὐτοῦ, φανταζόμενος κάλλος,
φανταζομένη δι’ ὅλου προσέδραμες, ὀπίσω Αὐτοῦ μαρτυρικῶς, καὶ Αὐτοῦ ἐντρυφᾶς
ἀγαλλόμενος.
Θεοτοκίον.
Νοσοῦσάν μου, ἀνιάτως
Παρθένε, καὶ τῷ δείγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη,
τῷ δραστικῷ Σου φαρμάκῳ θεράπευσον, καὶ σῶσόν με τὸν ἐπὶ Σοί, τὰς ἐλπίδας μου
θέμενον Δέσποινα.
Διάσωσον, ἀπὸ κινδύνων
Μονήν σου τὴν σὲ τιμῶσαν, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ
ἄγρυπνος φύλαξ ἡμῶν καὶ ῥύστης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀθλοφόρε Χριστοῦ Ἀγαθάγγελε, τῆς Ἁγίας Τριάδος ὑπέρμαχε ἔνθερμε, μὴ
παρίδῃς δεήσεις εὐσεβῶν, ἀλλὰ πρόφθασον ταχύ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς
ἐκβοώντων σοι· ἔνδοξε στεφανίτα, πρεσβείαν πρὸς Θεὸν ποίει, ὅπως ῥυσθῶμεν τῶν
δεινῶν, καὶ κινδύνων ταῖς πρεσβείαις σου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν.
Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ
ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με
ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τοῦ Ἀγγέλου τοῦ Θεοῦ. Καὶ πᾶς ὃς
ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον
Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς
συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε,
ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα: Ταῖς τοῦ Ὁσιοάθλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Τὸν ὑπεραθλήσαντα, ἐν τῷ
σταδίῳ γενναίως, θεῖον Ἀγαθάγγελον, ἐν ᾠδαῖς
καὶ ᾄσμασιν εὐφημήσωμεν, οὗτος γὰρ πάντοτε, οὐδέποτε λείπει, τοῦ πρεσβεύειν
πρὸς τὸν Κύριον, ὅπως ἂν λάβωμεν, τῶν ἁμαρτημάτων συγχώρησιν, τούτῳ οὖν
προσερχόμενοι, πίστει τε καὶ βοήσωμεν· Μάρτυς Ἀθλοφόρε, Μονῆς τοῦ Ἐσφιγμένου
φοιτηταί, τὸν Λυτρωτὴν ἐκδυσώπησον, ὑπὲρ τῶν τιμώντων σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἁγίων Ἀγγέλων
ἰσοστάσιος ὄντως ὦ Ἀγαθάγγελε, ὑπάρχων
Ἀθλοφόρε, ἐκλύτρωσαι κινδύνων τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
Σεαυτὸν τῷ Κυρίῳ
προσενήνοχας Μάρτυς θῦμα εὐπρόσδεκτον, καὶ νῦν μὴ διαλείπῃς, Ὁσιόαθλε πάντας,
ἐποπτεύων τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θησαυρὸς ἰαμάτων καὶ πηγὴ
τῶν θαυμάτων ἡ θεία πέφυκε, κάρα τοῦ Ἀθλοφόρου, στεῤῥοῦ Ἀγαθαγγέλου, τοῖς ἐν πίστει κραυγάζουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Πανύμνητε Παρθένε ἡ Θεὸν
σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου
κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ταῖς σαῖς πρεσβείαις, τὰς
τῶν ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ, ὅθεν σὲ τιμῶμεν, Ἀγαθάγγελε Μάρτυς.
Τοὺς προσιόντας, τοῖς
ἱεροῖς σου λειψάνοις, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσων τε ποικίλων, Ἀγαθάγγελε μάκαρ.
Πρὸς τὸν Δεσπότην, σὲ
προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα Μάρτυς, σαῖς πανευπροσδέκτοις,
πρὸς τὸν Θεὸν πρεσβείαις.
Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ταῖς
ἁμαρτίαις ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσισον Κόρη, ὅπως Σὲ δοξάζω, εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐνήθλησας γενναίως, Ἀγαθάγγελε Μάρτυς, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ
Χριστοῦ τοῦ Θεοῦ, ἐδέξω ὄντως αἰσχύνας τὸν πολυμήχανον.
Χαρᾶς καὶ εὐφροσύνης,
ἔμπλησον τοὺς πόθῳ, ἀσπαζομένους τὰ θεῖά σου λείψανα, ὦ Ἀγαθάγγελε Μάρτυς καὶ ῥῶσιν βράβευσον.
Δεήθητι Κυρίου, Ὅσιε καὶ
Μάρτυς, ὑπὲρ τῶν πίστει τελούντων τὴν μνήμην σου, τοῦ λυτρωθῆναι κινδύνων καὶ
περιστάσεων.
Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες
Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ Σοι κράζομεν, Σὺ γὰρ ἐκύησας κόσμῳ τὴν
ἀγαλλίασιν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν λαμπρὸν καὶ μέγιστον
Ἀθλητήν, ἡμῶν πολιοῦχον, Ἀγαθάγγελον τὸν
στεῤῥόν, ὕμνοις ἐπαξίως, τιμήσωμεν καὶ τούτου, σορὸν θείων λειψάνων
κατασπασώμεθα.
Ἔθελξε σε πόθος ὁ τοῦ
Χριστοῦ, γενναῖε ὁπλῖτα Ἀγαθάγγελε ἱερέ, διὸ
τοῖς τυράννοις, παρέδωκας τὸ σῶμα, ὑπὲρ Χριστοῦ τυθῆναι Ὃν ἐκήρυξας.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί,
ἐν ᾠδαῖς καὶ ὕμνοις μαργαρίτην τοῦ Ἰησοῦ, τῶν Νεομαρτύρων, Χριστοῦ τὸ λαμπρὸν
ἄστρον, Ἀγαθάγγελον θεῖον ἡμῶν τὸν πρόμαχον.
Πηγὴν θαυματόβρυτον τὰ
σεπτά, ὀστέα σου Μάρτυς κεκτημένοι παρὰ Θεοῦ, ἐν σοὶ χαρμοσύνως, καυχάται ἡ
Μονή σου, ἣν φρούρεις Ἀγαθάγγελε ταῖς
πρεσβείαις σου.
Νέος ἀλλ’ ἀδάμαστος
Ἀθλητής, ὤφθης γενναιόφρον, Ἀγαθάγγελε τοῦ
Χριστοῦ, ἔναντι τυράννων, Αὐτὸν ἀνακηρύξας, Θεὸν καὶ Βασιλέα πάσης τῆς κτίσεως.
Τοὺς ἀσπαζομένους σου εὐλαβῶς,
κάραν τὴν Ἁγίαν, τὴν κηρύξασαν τὸν Χριστόν, καὶ ἐπιτελοῦσι, μετὰ ταύτης
δεήσεις, παντοίων συμπτωμάτων δεινῶν ἀπάλλαξον.
Ὑψημέδων ἄναρχε ταῖς
λιταῖς, Σοῦ Ἀγαθαγγέλου, νεοάθλου τοῦ
θαυμαστοῦ, καὶ τῆς Θεοτόκου, ψυχήν μου σκοτισθεῖσαν, παθῶν τῇ ἀμαυρώσει φώτισον
δέομαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ
Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων
τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν
ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα
Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Νέος, ἀνεδείχθης Ἀθλητής,
σοφὲ Ἀγαθάγγελε Μάρτυς, ἐχθρὸν συραξάμενος,
τὸν μισανθρωπότατον στεῤῥᾷ ἀθλήσει σου, τὸν εἰς ὕψος καυχώμενον, καὶ γένος
ἀνθρώπων, παμπήδην γελάσαντα, καὶ ἀπατήσαντα, ὅθεν, τὴν σορὸν σῶν λειψάνων,
πόθῳ ἀσπαζόμενοι μάκαρ, τῷ σὲ ἐνισχύσαντι δοξάζομεν.
Τὴν πᾶσαν ἐλπίδα μου...
Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου