Παρασκευή 13 Ιουλίου 2018

ΜΑΡΤΙΟΣ 9. ΑΓΙΟΙ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ, ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ & ΑΚΟΛΟΥΘΙΑ





ΜΑΡΤΙΟΣ Θ΄!!

ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΕΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πανεύφημοι Μάρτυρες ὑμεῖς, λίθοις συντριβόμενοι, Χριστοῦ τὴν πέτραν τὴν ἄῤῥηκτον, οὐκ ἐξηρνήσασθε, ἀλλὰ νικηφόροι, χάριτι γενόμενοι, Ἀγγέλων τοῖς χοροῖς συναγάλλεσθε, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (Δίς)

 

Καλλίνικοι Μάρτυρες φρουραῖς, ἅμα συγκλειόμενοι, ὡς ἐντολῶν θείων φύλακες, καὶ ἐκτηκόμενοι, δίψει οὐρανόθεν, δρόσον ἐκομίσασθε, ὑμᾶς πνευματικῶς ἀναψύχουσαν, διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ἀήττητοι Μάρτυρες ζωήν, ἀληθῆ ποθήσαντες, καὶ εἰσαεὶ διαμένουσαν, θάνατον ἄδικον, παρανόμῳ ψήφῳ, χαίροντες ὑπέστητε, καὶ νῦν μετὰ Μαρτύρων εὐφραίνεσθε, μεθ’ ὧν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος β'

Ἀληθείας κρατῆρα, ἐξ οἰκείων αἱμάτων, τῷ πυρὶ τῶν βασάνων, καὶ τῇ τοῦ ὕδατος πήξει, τοῖς πιστοῖς κατήρδευσαν· τετραρίθμῳ γὰρ ᾄδοντες, δεκάδι τῷ Σωτῆρι, εἷς μὲν ὄντες τοῖς πνεύμασιν, ἐν σώματι δὲ πλείους, προσηνέχθησαν Χριστῷ, καὶ Θεόνυμφος Μήτηρ τῷ φιλοχρίστῳ παιδί, ἐπ' ὤμων ἀραμένη ἔλεγε· Δεῦρο Ἀθλητά, καὶ συναγωνίζου τοῖς προλοίποις.

 

Καὶ νῦν ... Τὸ Θεοτοκίον. Δογματικόν. Ὁ αὐτός.

Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τῶν Προηγιασμένων.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’ καὶ ψάλλομεν τὸ ἰδιόμελον τῆς ἡμέρας δίς καὶ τὸ Μαρτυρικόν. Εἶτα τὰ γ’ Προσόμοια τοῦ Τριωδίου· εἰθ’ οὕτως τῶν Ἁγίων τὰ Ἰδιόμελα. Ἦχος β'. Ἰωάννου Μοναχοῦ

Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται· μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Ῥίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι' ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι, ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης· ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Στέργοντες ἀφορήτους ὀδύνας, σπεύδοντες πρὸς ἄπονον λῆξιν, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· ὥσπερ πολέμους ὁμολογήσαντες ἐν τοῖς σωματικοῖς, πρώην εὔκλειαν εὑράμεθα, καὶ νῦν πονηροῖς ἀντιπαλαίσωμεν δαίμοσι καὶ τιμῆς ἀτρέπτου ἐπιλαβέσθαι σπουδάσωμεν, μὴ ἀστοχήσωμεν θείας Βασιλείας, ἐκείνην ποθήσωμεν, ἔνθα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β'

Ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, τοὺς ἀθλοφόρους τεσσαράκοντα Μάρτυρας, καὶ πρὸς αὐτοὺς μελῳδικῶς ἐκβοήσωμεν λέγοντες· Χαίρετε ἀθλοφόροι τοῦ Χριστοῦ, Ἡσύχιε, Μελίτων, Ἡράκλειε, Σμάραγδε καὶ Δόμνε, Εὐνοϊκὲ Οὐάλη καὶ Βιβιανέ, Κλαύδιε καὶ Πρίσκε. Χαίρετε Θεόδουλε Εὐτύχιε καὶ Ἰωάννη, Ξανθία Ἡλιανὲ Σισίνιε, Κυρίων Ἀγγία, Ἀέτιε καὶ Φλάβιε. Χαίρετε Ἀκάκιε, Ἐκδίκιε, Λυσίμαχε, Ἀλέξανδρε, Ἠλία καὶ Καύδιδε, Θεόφιλε Δομετιανέ καὶ Θεῖε Γάϊε Γοργόνιε. Χαίρετε Εὐτυχές καὶ Ἀθανάσιε, Κύριλλε καὶ Σαρκεδών, Νικόλαε καὶ Οὐαλέριε, Φιλοκτῆμον, Σεβηριανέ, Χουδίων καὶ Ἀγλάϊε. Ὡς ἔχοντες παρρησίαν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, Μάρτυρες παναοίδιμοι, αὐτὸν ἐκτενῶς πρεσβεύσατε, τοῦ σωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν πανσέβαστον μνήμην ὑμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Χορὸς τετραδεκαπύρσευτος, στρατὸς ὅλος θεοσύλλεκτος, συνεξέλαμψε τῇ νηστείᾳ ἄθλοις σεπτοῖς, ἁγιάζων καὶ φωτίζων τὰς ψυχὰς ἡμῶν.

 

Δαβιτικῶς ἀνεβόων, οἱ Τεσσαράκοντα Μάρτυρες· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ ᾗ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, οὐ δεσμούμενοι φύσεως σχέσει, ἀλλὰ πίστεως τρόπῳ· ὅθεν οἱ Ἅγιοι τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τὸν Σταυρὸν ἀράμενοι, τῷ Χριστῷ ἠκολούθησαν, καὶ πρεσβεύουσι τῷ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

 

 

 

Ἦχος β'.

Τὴν λίμνην ὡς Παράδεισον, καὶ τὸ κρύος ὡς καύσωνα, οἱ Μάρτυρες ἡγήσαντο, Χριστὲ ὁ Θεός, οὐκ ἔπτηξαν τὸν λογισμὸν αἱ τῶν τυράννων ἀπειλαί, οὐκ ἐδειλίασαν οἱ γενναῖοι τῶν βασάνων τὰς προσβολάς, ὅπλον θεῖον κεκτημένοι τὸν Σταυρόν· δι' αὐτοῦ γὰρ τὸν ἐχθρόν, ὡς κραταιοὶ ἐτροπώσαντο· ὅθεν καὶ τὸν στέφανον ἐκομίσαντο τῆς χάριτος.

 

Τὴν τετραδεκάριθμον χορείαν τῶν Μαρτύρων, τὶς μὴ ἀνυμνήσει; τῷ γὰρ ὕδατι τῆς λίμνης εἰσῆλθον θαρσαλέως, καὶ τῷ κρύει σφιγγόμενοι, τὴν ᾠδὴν ἀνέμελπον τῷ Κυρίῳ. Μὴ ἐν ποταμοῖς ὀργισθῇς ἡμῖν Κύριε, μὴ ἐν ποταμοῖς ὀργισθῇς ἡμῖν φιλάνθρωπε, ἐλάφρυνον τὸ βάρος, καὶ τὴν πικρότητα τοῦ ἀέρος· τῷ οἰκείῳ γὰρ αἵματι, ἐβάφησαν ἡμῶν οἱ πόδες, καὶ εἰσήγαγες ἡμᾶς ὁ Θεὸς εἰς τὰς αἰωνίους σου σκηνάς, ἵνα ὁ κόλπος ἡμᾶς θάλψῃ τοῦ Πατριάρχου Ἀβραάμ.

 

Προφητικῶς ἀνεβόα ὁ Δαυῒδ ἐν ψαλμοῖς· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὑμεῖς δὲ Μάρτυρες Χριστοῦ, δι' αὐτῶν τῶν ἔργων τὸ λόγιον πληροῦντες, διήλθετε διὰ πυρός τε καὶ ὕδατος, καὶ εἰσήλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ Πρεσβεύσατε, τεσσαράκοντα ὄντες Ἀθληταί, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. α'. Ἰωάννου Μοναχοῦ

Ἀθλοφόροι Χριστοῦ, τὴν πάνσεπτον νηστείαν φαιδροτέραν ἀπειργάσασθε, τῇ μνήμῃ τῆς ἐνδόξου ὑμῶν ἀθλήσεως· Τεσσαράκοντα γὰρ ὄντες, τὴν τεσσαρακονθήμερον ἁγιάζετε, τὸ σωτήριον πάθος μιμησάμενοι, διὰ τῆς ὑπὲρ Χριστοῦ ὑμῶν ἀθλήσεως. Διὸ ἔχοντες παρρησίαν πρεσβεύσατε, ἐν εἰρήνῃ καταντῆσαι ἡμᾶς, εἰς τὴν τριήμερον Ἀνάστασιν τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Kαὶ νῦν ... Θεοτοκίον. Ὁ αὐτός.

Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Δεῦτε, μαρτυρικὴν ἀδελφοί, μετ’ ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα, τῷ κρύει πυρποληθεῖσαν, καὶ τὸν τῆς πλάνης κρυμόν, διαπύρῳ ζήλῳ πυρπολήσασαν, στρατὸν γενναιότατον, ἱερώτατον σύνταγμα, συνασπισμόν τε, ἀῤῥαγῆ καὶ ἀνίκητον, τοὺς τῆς πίστεως, περιβόλους καὶ φύλακας, Μάρτυρες Τεσσαράκοντα, χορείαν τὴν ἔνθεον, τῆς Ἐκκλησίας τοὺς πρέσβεις, τοὺς δυνατῶς ἱκετεύοντας· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.

 

Στ.: Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Χαίροις, συναγωγή κραταιά, καὶ ἱερὰ καὶ τροπαιοῦχος παράταξις, οἱ πῦργοι τῆς εὐσεβείας, οἱ στρατιῶται Χριστοῦ, οἱ στεῤῥοὶ ὁπλῖται καὶ ἀήττητοι, τὸν νοῦν εὐτονώτατι, καὶ ψυχὴν ἀνδρειότατοι, τῷ ὄντι θεῖοι, καὶ Θεῷ ποθεινότατοι, χορὸς ἅγιος, καὶ θεόλεκτον σύστημα, Μάρτυρες Τεσσαράκοντα, οἱ ἴσοι τὴν ἄθλησιν, ἴσοι τὴν γνώμην καὶ ἴσους, καὶ τοὺς στεφάνους δεξάμενοι, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.

Χαίροις, τροπαιοφόρος πληθύς, ἡ ἐν πολέμοις ἀνδρικῶς ἀριστεύσασα, ἀστέρες οἱ διελθόντες, διὰ πυρὸς καὶ κρυμοῦ, καὶ ὑδάτων πῆξιν διαλύσαντες, οἱ γῆν οὐρανώσαντες, καὶ τὰ πάντα φωτίσαντες, οἱ ἐν τοῖς κόλποις, Ἀβραὰμ νῦν θαλπόμενοι, οἱ χορεύοντες, σὺν Ἀγγέλων στρατεύμασι, Μάρτυρες Τεσσαράκοντα, τὰ ἀκίνητα πνέοντα, τὴν εὐωδίαν τὴν ὄντως, πνευματικῶς διαδόσεως, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος β'

Ἀληθείας κρατῆρα, ἐξ οἰκείων αἱμάτων, τῷ πυρὶ τῶν βασάνων, καὶ τῇ τοῦ ὕδατος πήξει, τοῖς πιστοῖς κατήρδευσαν· τετραρίθμῳ γὰρ ᾄδοντες, δεκάδι τῷ Σωτῆρι, εἷς μὲν ὄντες τοῖς πνεύμασιν, ἐν σώματι δὲ πλείους, προσηνέχθησαν Χριστῷ, καὶ Θεόνυμφος Μήτηρ τῷ φιλοχρίστῳ παιδί, ἐπ' ὤμων ἀραμένη ἔλεγε· Δεῦρο Ἀθλητά, καὶ συναγωνίζου τοῖς προλοίποις.

 

Καὶ νῦν. Θεοτοκίον

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α'

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.

Δόξα. Ὁ αὐτός. Τοῦ Λίθου σφραγισθέντος.

Ὑπέρλαμπροι ὁπλῖται οὐρανίου παντάνακτος, οἱ τὰς σάρκας τῷ κρύει γενναίως διαλύσαντες ἔνθεοι, καὶ δόξης στεφάνοις πρὸς χριστούς, ἐνθέως στεφθέντες δυσωπῶ, εἰς αἰῶνας τὴν ἁγίαν ταύτην Μονήν, ἀσφαλῆ περισώζετε, πλουτοῦσαν τὰ λείψανα ὑμῶν, καὶ μνήμην τελοῦσαν ἐν χαρᾷ, καὶ ἁπλέτῳ προθυμίᾳ, ὦ Τεσσαράκοντα Μάρτυρες.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον

Τὸ σεπτὸν στερέωμα, τῆς Ἐκκλησίας, ὡς ἀστέρες μέγιστοι, καταλαμπρύνετε ἀεί, καὶ τοὺς πιστοὺς καταγαύζετε, Μάρτυρες θεῖοι, Χριστοῦ τεσσαράκοντα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, πρσσδεξαμένη παρ' ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱὸν σσυ, σωθῆναι τοὺς δούλους σου.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἀνδρειοτάτῳ λογισμῷ ὑπελθόντες, τὴν μαρτυρίαν θαυμαστοὶ Ἀθλοφόροι, διὰ πυρὸς καὶ ὕδατος διήλθετε, καὶ διεβιβάσθητε, σωτηρίας πρὸς πλάτος, κλῆρον κομισάμενοι, οὐρανῶν βασιλείαν, ἐν ᾗ ποιεῖσθε τὰς ὑπὲρ ἡμῶν, θείας δεήσεις, σοφοὶ Τεσσαράκοντα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, καὶ ἐξαιτεῖσθαι ἐκτενῶς Θεοτόκε, τὰ σὰ ἐλέη δώρησαι τοῖς δούλοις σου, κράζουσι καὶ λέγουσι· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον

Τῶν Ἁγίων Μαρτύρων τὸ ἐγκαλλώπισμα, ἡ θεόστεπτος αὕτη καὶ θεοσύλλεκτος, τῶν Τεσσαράκοντα πληθύς, ἀνευφημήσθωσαν νῦν· διὰ κρυμοῦ γὰρ καὶ πυρός, δοκιμασθέντες οἱ σοφοί, ἐδείχθησαν στρατιῶται, Χριστοῦ τοῦ παμβασιλέως, καὶ πρεσβεύουσι τοῦ σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Στ.: Ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα... Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β' Κυπριανοῦ Μοναχοῦ. Στ.: Ἐλέησόν με ὁ Θεός...

Προφητικῶς ἀνεβόα ὁ Δαυῒδ ἐν ψαλμοῖς· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὑμεῖς δὲ Μάρτυρες Χριστοῦ, δι' αὐτῶν τῶν ἔργων τὸ λόγιον πληροῦντες, διήλθετε διὰ πυρός τε καὶ ὕδατος, καὶ εἰσήλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ πρεσβεύσατε, τεσσαράκοντα ὄντες Ἀθληταί, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων δύο.

Ὁ α’ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων. Ποίημα Ὁσίου Παύλου Ξηροποταμηνοῦ.

ᾨδὴ α’. Ἦχος α’. Χριστὸς γεννᾶται.

πόρῳ γλώττῃ καὶ χείλεσιν, ἐκ πόθου εὐφημεῖν προελόμενος, τὴν θείαν ὑμῶν πανένδοξοι, μνήμην ᾠδαῖς ᾀσμάτων, χάριν αἰτῶν, Πνεύματος τοῦ θείου, Τεσσαράκοντα διό, ταύτην βραβεύσατε.

Βροτοὶ συμφώνως ἐν ᾄσμασι, Χριστοῦ τοὺς Ἀθλοφόρους ὑμνήσωμεν, παντὸς κινδύνου λυτρούμενοι, ταῖς τούτων ἱκεσίαις οὗτοι καὶ γάρ, πᾶσι τοῖς ἐν θλίψει, ἀντιλήπτορες εἰσί, θερμοὶ καὶ πρόμαχοι.

Γηΐνης πάσης ὑπέρτερον, ἐφέσεως τὸ φρόνημα φέροντες, δόξαν ἐπίκηρον ἔλιπον· ὅθεν τῆς ἀκηράτου ἐν οὐρανοῖς, νῦν καταξιοῦνται, Βασιλείας τοῦ Χριστοῦ οἱ Τεσσαράκοντα.

Θεοτοκίον.

Φαιδρὸν ἀγλάϊσμα Δέσποινα, καὶ δόξα τῶν Μαρτύρων ὑπάρχουσα, συνέτισόν με καὶ φώτισον, ἵνα τὸν ὔμνον τούτοις ἀποπληρῶν, πόθῳ σε γεραίρω, τὴν ἐλπίδα τῶν πιστῶν καὶ τὸ προσφύγιον.

Κανών β', ᾨδὴ α', τῶν Μαρτύρων. Ἦχος β'. Δεῦτε λαοί

Θεοστεφῆ, φάλαγγα μέλπω Μαρτύρων Χριστοῦ, ἐν θεοπνεύστοις ᾄσμασι, τῶν Τεσσαράκοντα, τὴν ἐτήσιον μνήμην, φαιδρῶς πανηγυρίζων, ὅτι δεδόξασται.

Ἐπὶ τῆς γῆς, ἅπασαν ἀπαρνησάμενοι προσηγορίαν εἵλοντο οἱ Τεσσαράκοντα, τὴν Χριστώνυμον κλῆσιν, δι' ἧς ἐν τοῖς ὑψίστοις, νῦν πολιτεύονται.

Οἱ ἐν Χριστῷ, σάρκα καὶ κόσμον μισήσαντες, τὸν παλαιὸν μὲν ἄνθρωπον συνεξεδύσασθε, τῇ προσκαίρῳ ἐσθῆτι, στολὴν δὲ ἀφθαρσίας περιεβάλεσθε.

Θεοτοκίον.

Τὶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν· Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.

ᾨδὴ γ'. Τὸ πρὸ τῶν αἰώνων.

Δῆμοι τῶν Ἀγγέλων, τὴν ὑμῶν καρτερίαν ἐθαύμασαν, ἐν τῇ τοῦ κρύου δριμυτάτῃ ἀλγεινῇ τε βασάνῶ, Χριστὸν τὸν Θεὸν δοξάζοντες, τὸν παρασχόντα ὑμῖν τὴν ἰσχύν, θεῖοι Τεσσαράκοντα.

χοντες ὡς ὅρμον, τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, οἱ ταῖς τοῦ βίου τρικυμίαις, ποντιζόμενοι δεῦτε θερμῶς πιστοὶ ἀνακράξωμεν· μὴ διαλείπητε σώζειν ἡμᾶς, θεῖοι Τεσσαράκοντα.

Ζήλῳ τῷ ἐνθέῳ, τὴν ψυχὴν στομωθέντες πανεύφημοι, τὰς πικροτάτας ἀλγηδόνας, τῶν βασάνων καὶ πόνους, σαρκὸς ῥαδίως ἠνέγκατε, ἀναβοῶντες Χριστῷ τῷ Θεῷ· Ἅγιος εἶ Κύριε.

Θεοτοκίον.

Νέμοις Θεοτόκε, σωτηρίας ἐλπίδα τοῖς δούλοις Σου, καὶ ἐν ταῖς θλίψεσι τοῦ βίου, τῇ θερμῇ Σου πρεσβείᾳ, φρουρεῖν βοηθεῖν παράστηθι, Σὲ γὰρ προστάτην ἀεὶ πρὸς Θεὸν ἔχομεν οἱ δοῦλοί Σου.

 

Ἕτερος. Στερέωσον ἡμᾶς

Στρατείας καὶ ζωῆς καὶ ὡραιότητος, σωμάτων καὶ ὄλβου ἠλογηκότες, εὐκλεῶς οἱ Τεσσαράκοντα, τὸν Χριστὸν ἀντὶ πάντων ἐκληρώσαντο.

Τοῖς λίθοις ἀφειδῶς οἱ Τεσσαράκοντα, προστάξει βαλλόμενοι τῶν τυράννων, τὰς βολὰς διὰ τοῦ Πνεύματος, κατὰ τῶν προσταττόντων ἀπεκρούσαντο.

Ἐλάλει κατὰ τῶν τυράννων χείλεσιν, ὁ ὄφις τοῦ Κτίσαντος βλασφημίας, ἀλλ' αὐτοῦ τὸ θεομάχον στόμα, τοῖς κατὰ τῶν Μαρτύρων λίθοις θλάττεται.

Θεοτοκίον.

Τοῦ ἄνθρακος χρυσοῦν θυμιατήριον, τοῦ θείου ἀνύμφευτε γενομένη, τὸ δυσῶδες τῆς καρδίας μου, εὐωδίασον μόνη Ἀειπάρθενε.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν

Τῷ Χριστῷ στρατευθέντες μαρτυρικῶς, τὸν ἐχθρὸν καθελόντες ἀθλητικῶς, ἔργοις ἐκπληρώσαντες, τοῦ Προφήτου τὰ ῥήματα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, γενναίως διήλθετε, ἀναψυχὴν εὑράμενοι, ζωὴν τὴν αἰώνιον· ὅθεν καὶ στεφάνους οὐρανόθεν λαβόντες, χοροῖς συνευφραίνεσθε, Ἀσωμάτων δυνάμεων, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν τρέμω τὴν φοβεράν, φρίττω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος τὸν τάρταρον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν ἄϋπνον σκώληκα· Οἴμοι! τὶ ποιήσω, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται, καὶ κρυπτὰ δημοσιεύωνται! Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀχρεῖος οἰκέτης σου.

 

ᾨδὴ δ'. Ῥάβδος ἐκ τῆς ῥίζης.

δη παριστάμενοι Θεοῦ, τῷ θρόνῳ Τεσσαράκοντα, σὺν Ἀσωμάτων τοῖς στρατεύμασι, καὶ δόξης τῆς ὑπὲρ νοῦν, τρανῶς ἐμφορούμενοι, πόθῳ τοὺς ὑμᾶς ἀνευφημοῦντας, λυτρώσασθαι πειρασμῶν, καὶ τῆς τῶν δαιμόνων κακώσεως.

Θάνατον ἐλώμεθα ὁμοῦ, οἱ θεῖοι Τεσσαράκοντα, διὰ ζωὴν τὴν διαμένουσαν, ἐβόων πρὸς ἑαυτούς, ἵνα τὸν ἀμάραντον, στέφανον χειρὸς ἐκ ζωηφόρου, ληψώμεθα τοῦ Χριστοῦ, καὶ τῆς Βασιλείας τευξώμεθα.

να ἐν τοῖς κόλποις Ἀβραάμ, ὁμοῦ συναυλιζόμενοι, περιθαλφθῶμεν οἱ καλλίνικοι, ἐβόων πρὸς ἑαυτούς· μικρὸν ὑπομείνωμεν, αἴθριοι προσομιλοῦντες καὶ γυμνοί, τῷ κρύει καὶ παγετῷ, καὶ Χριστὸν ὑμνοῦντες ἐδόξαζον.

Θεοτοκίον.

Ψυχήν μου τὸν τάραχον ἁγνή, καὶ σάλον τῶν δεινῶν παθῶν, ἐξ ἀμελείας ἐγειρόμενον, κατεύνασον ἀγαθή, τὴν ζωὴν ἰθύνουσα, καὶ τὸν λογισμὸν πρὸς ἀκυμάντους, λιμένας καὶ γαληνούς, θείας ἀπαθείας καὶ γνώσεως.

 

Ἕτερος. Εἰσακήκοα Κύριε

Φρενοβλαβεῖτε ἔλεγον, οἱ Ἀθληταὶ τὴν πρόξενον ζημίας, δωρεὰν προτείνοντες, ἀθεώτατοι.

Ἠκονημένα ξίφει τε, θῆρας καὶ πῦρ, σταυρόν τε τοῖς Ἁγίοις, οἱ Χριστοῦ διῶκται ἐπανετείνοντο.

Φοβερὸν ἡμῖν ἔλεγον, οἱ Ἀθληταὶ τὸ πῦρ τῆς γεέννης, τὸ δὲ νῦν, ὡς σύνδουλον, οὐ πτοούμεθα.

Ἀπαστράπτοντες Ἔνδοξοι, τῇ νοερᾷ Χριστοῦ φωταγωγίᾳ, πρὸς ἀκτῖνα θείαν με ὁδηγήσατε.

Θεοτοκίον.

Δυσωποῦμέν σε Ἄχραντε, τὴν τὸν Θεὸν ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβευειν ὑπὲρ τῶν δούλων σου.

ᾨδὴ ε'. Θεὸς ὢν εἰρήνης.

Καλῶς τὸν ἀγῶνα, ἀθλοῦντες στεῤῥῶς, διηνύσατε Μάρτυρες ἔνδοξοι, διήλθετε δι’ ὕδατος, πυρός τε καὶ κρυμοῦ, καὶ νῦν στεφανηφόροι, Χριστῷ παρεστηκότες, σὺν Ἀγγέλων τάξεσιν, ὑπὲρ ἡμῶν Αὐτῷ πρεσβεύσατε.

Λαόν Σου καὶ κλῆρον, Χριστὲ Βασιλεῦ, ὃν ἐκτήσω ἰδίῳ Σου αἵματι, οἰκτείρησον ὑμνοῦντάς Σε, καὶ δώρησαι ἡμῖν, ἐλέη Σου τὰ θεῖα, πρεσβείαις τῶν Μαρτύρων, καὶ εἰρήνην βράβευσον, ταῖς Ἐκκλησίαις Σου φιλάνθρωπε.

Μεγίστης εὐκλείας, ἀφράστου χαρᾶς, ἀνεσπέρου φωτὸς καὶ λαμπρότητος, οἱ Μάρτυρες ἐπέτυχον, ἀθλήσαντες ἐν γῇ, καὶ πᾶσαν ὑποστάντες, βασάνων ἀλγηδόνα, καὶ κρύει καὶ καύσωνι, ἐγκαρτερήσαντες στεῤῥότητα.

Θεοτοκίον.

Σωτήριος σκέπη, καὶ πάντων χαρά, ἡ προφθάνουσα τάχος ἐν θλίψεσι, βοήθησον καὶ νῦν ἡμῖν, βοῶμέν Σοι ἁγνή· τοῖς Σὲ προσκαλουμένοις, ἀεὶ ἐν περιστάσει, προστασίαν γὰρ ἡμεῖς, μετὰ Θεὸν ἄλλην οὐκ ἔχομεν.

 

Ἕτερος. Ὁ τοῦ φωτὸς χορηγός

Λύσσῃ παράφρονι, τῶν διωκτῶν οἱ Ἀθληταὶ αἴθριοι, ἐν τῷ κρυμῷ διανυκτερεύειν καταδικασθέντες, ἀνέμελπον ὕμνον, Θεῷ χαριστήριον.

Ἀγαλλιώμενοι, οἱ Τεσσαράκοντα Χριστοῦ Μάρτυρες, τὴν ἀλγεινὴν ὑπέμειναν πῆξιν ἐν λίμνῃ ἑστῶτες, ἐλπίδι τῶν θείων στεφάνων νευρούμενοι.

Γέλως προτίθεται, τοῖς Τεσσαράκοντα Χριστοῦ Μάρτυσιν, ἀποπνιγεὶς ὁ πρὶν ἐμφωλεύων, τοῖς ὕδασιν ὄφις, τὴν ὀλεθροτόκον· ἰσχὺν γὰρ ἀφῄρηται.

Θεοτοκίον.

Σοὶ τῇ Τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

 

 

 

 

 

 

 

ᾨδὴ ς'. Σπλάγχνων Ἰωνᾶν.

Νέκρωσιν Χριστοῦ, μιμούμενοι πάνσοφοι, καὶ πάθος Αὐτοῦ ἀναπληρούμενοι, τῇ σαρκὶ ὑμῶν, συντριβὴν τῶν γονάτων ὑπέστητε, τὰ ὀστὰ δὲ τῆς κακίας συνετρίψατε· ὅθεν τῶν πιστῶν κουφίζετε τὰς ὀδύνας, ψυχῆς καὶ τοῦ σώματος.

Ξένοι τῶν τῆς γῆς, ἡδέων γενόμενοι, ἐφέσει ζωῆς τῆς ἄνω ἔνδοξοι, τὴν στενὴν ὁδόν, μαρτυρίου διήλθετε χαίροντες, ἧς τυχόντες σὺν Ἀγγέλοις νῦν εὐφραίνεσθε, πίστει τοὺς ὑμᾶς ἐν ᾄσμασιν, εὐφημοῦντες λυτρώσασθε θλίψεως.

λῃ τῇ ψυχῇ, πρὸς ὅλα χωρήσαντες, τὰ εἴδη σοφοὶ τὰ τῶν κολάσεων, ὅλην εὕρατε συμμαχοῦσαν ἡμῖν τὴν βοήθειαν, τοῦ δι’ ὅλου τὸ ἀνθρώπινον φορέσαντος· ὅθεν τῷ πυρὶ καὶ ψύχει τε, ὁμιλοῦντες ἀνδρείως ἠνέγκατε.

Θεοτοκίον.

Λόγον τοῦ Θεοῦ, σοφίαν καὶ δύναμιν, ἐν μήτρᾳ φρικτῶς ἁγνὴ συνέλαβες, καὶ ἐκύησας, ἀποῤῥήτως τῷ κόσμῳ τὸν πᾶσι βροτοῖς, παρεχόμενον πταισμάτων ἀπολύτρωσιν, πίστει τοῖς Αὐτὸν δοξάζουσι, καὶ τιμῶσί Σε Κόρη πανύμνητε.

 

Ἕτερος. Ἐν ἀβύσσῳ πταισμάτων

Γεγηθὼς ὁ ἀρχέκακος ἥρπασεν, ὡς τῆς δωδεκάδος Ἰούδαν τὸν δείλαιον, καὶ τῆς Ἐδὲμ τὸν ἄνθρωπον, τῆς τεσσαρακοντάδος τὸν ἔκπτωτον.

Ἀναιδὴς ὢν δικαίως φρυάττεται, οἷα γὰρ Λῃστῇ, καὶ Ματθίᾳ τὸ πρότερον, οὕτω καὶ νῦν ὁ τύραννος, τοῦ φρουροῦντος τῇ κλήσει σπαράττεται.

Ματαιόφρων καὶ θρήνων ἐπάξιος, ὃς τις τῶν ζωῶν ἀμφοτέρων διήμαρτε· διὰ πυρὸς γὰρ λέλυται, καὶ πρὸς πῦρ ἐξεδήμησεν ἄσβεστον.

Θεοτοκίον.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

 

Κοντάκιον. Ἦχος πλ. β'. Τὴν ὑπὲρ ἡμῶν

Πᾶσαν στρατιὰν τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότῃ προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.

Ὁ Οἶκος

Τῷ ἐν θρόνῳ ἀστέκτῳ ἐποχουμένῳ, τῷ ἐκτείναντι τὸν οὐρανὸν καθάπερ δέρριν, τῷ τὴν γῆν ἑδράσαντι, καὶ συνάξαντι τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, τῷ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσαντι ὑπάρχειν, καὶ πᾶσι χορηγοῦντι πνοὴν καὶ ζωήν, τῷ προσδεχομένῳ τῶν Ἀρχαγγέλων τὸν ὕμνον, καὶ ὑπ' ἀγγέλων δοξαζομένῳ, καὶ ὑπὸ πάντων προσκυνουμένῳ, Χριστῷ τῷ παντοκράτορι, τῷ Πλάστῃ καὶ Θεῷ ἡμῶν, προσπίπτω ὁ ἀνάξιος προσάγων μου τὴν δέησιν, λόγου χάριν αἰτῶν, ἵνα ἰσχύσω εὐσεβῶς ὑμνῆσαι κἀγὼ τοὺς Ἁγίους, οὓς αὐτὸς ἔδειξας νικητάς, δωρησάμενος αὐτοῖς δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.

 

Συναξάριον.

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν Σεβαστείᾳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Οἱ παῖδες εὐσεβείᾳ.

Πυρὶ προσομιλοῦντες, κατεφλέξατε πλάνην πολύθεον, καὶ ποταμίοις ἐν ῥοαῖς, προσριπτούμενοι ἐπνίξατε τὸν κρυπτόμενον ἐν τούτοις ὄφιν μέλποντες· ὁ τῶν Πατερῶν Θεὸς εὐλογητὸς εἶ.

αθύμως ἐκτελέσας, τὴν ζωὴν ὁ παντλήμων κατείληφα, τὸν τῆς ἐξόδου μου καιρόν, καὶ πτοοῦμαι τὸ κριτήριον τὸ ἀδέκαστον Χριστέ Σοι· ὅθεν κράζω Σοι· τῶν Σῶν Μαρτύρων πρεσβείαις οἴκτειρόν με.

Στρατείας τῆς ἐν κόσμῳ, καὶ σωμάτων καὶ ὄλβου ἠλόγησαν, διὰ τὴν μελλούσαν ζωήν, οἱ γενναῖοι Τεσσαράκοντα, καὶ θανόντες σὺν Χριστῷ νῦν βασιλεύουσαν, ἐν ἀπροσίτῳ φωτὶ καὶ ἀνεσπέρῳ.

Θεοτοκίον.

Ὡς πάντων ὑπερτέρα, ποιημάτων Θεοτόκε πρέσβευε, τῷ Σῷ Υἱῷ τε καὶ Θεῷ, λυτρωθῆναι τῆς κολάσεως, τοὺς τιμῶντάς Σε καὶ πόθῳ μακαρίζοντας, ἐν τῇ σεπτῇ Σου ποίμνῃ, Παρθένε τοῦ χειμάῤῥου.

 

Ἕτερος. Εἰκόνος χρυσῆς

Ἐξέστη ὁρῶν, τοὺς στεφάνους ὁ φρουρὸς τῶν Τεσσαράκοντα, καὶ παρωσάμενος τὸ φιλόζωον, ἀνεπτερώθη τῷ ἔρωτι, τῆς ἐπιφανείσης σου δόξης, καὶ σὺν τοῖς Μάρτυσιν ἔψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λουτρῷ προσδραμών, ψυχοφθόρῳ θανατοῦται ὁ φιλόζωος, ὁ δὲ φιλόχριστος ἅρπαξ ἄριστος, τῶν θεαθέντων γενόμενος, ὥσπερ ἐν λουτρῷ ἀφθαρσίας, σὺν τοῖς Μάρτυσιν ἔψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πυρὸς νοητοῦ, ἀναφθέντος ἐν φρεσὶ τῶν Τεσσαράκοντα, ἡ πολυμήχανος κατεφλέγετο, τῶν ἀσεβούντων ἀπόνοια, ὥσπέρ τις κηρὸς τηκομένη, σοὶ δὲ Χριστὲ ἀνεμέλπετο· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς λίαν φαιδρά, εὐπρεπής τε τοῦ Σταυροῦ Χριστὲ ἡ δύναμις, δι' ἐναντίων στέφη πλέκουσα, τοῖς τεσσαράκοντα Μάρτυσιν· ὕδωρ γὰρ καὶ πῦρ διελθόντες, ἐν ἀφθαρσίᾳ κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Σὲ βὰτον Μωσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ πυρπολουμένην, Ἁγνὴ προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀρρήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, Ἁγίων ὑποστάσεων.

 

ᾨδὴ η'. Θαύματος ὑπερφυοῦς.

Τάξεσιν ἀγγελικαῖς οἱ Ἀθλοφόροι, συνηδόμενοι ἐν τοῖς ὑψίστοις, τοῖς τοῦ βίου κύμασι, ποντουμένοις διηνεκῶς, καταπέμπουσιν ἡμῖν θείαν βοήθειαν· διὸ ἀνυμνοῦντες τούτοις ἔιπωμεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ψιστε παμβασιλεῦ μεγαλοκράτορ, τοὺς οἰκέτας Σου σῶζε οἰκτῖρμον, ταῖς πολλαῖς δεήσεσι τῶν Ἁγίων Σου Ἀθλητών, Τεσσαράκοντα τανῦν ἐπικαμπτόμενος· μεθ’ ὧν βοῶντας πρόσδεξαι· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Φέροντες σταυρὸν ἐπ’ ὤμων, οἱ γενναῖοι Τεσσαράκοντα Χριστῷ προθύμως, πίστει ἠκολούθησαν, ἐναθλοῦντες καρτερικῶς, καὶ στεφάνους παρ’ Αὐτοῦ ἀναδησάμενοι, τῆς νίκης Αὐτῷ συμβασιλεύουσιν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σκήνωμα τῆς παντουργοῦ Τριάδος Κόρη, καθαρώτατον ὡς οὖσα μόνη, σπήλαιον ὑπάρχοντα τῶν δαιμόνων καὶ τῶν παθῶν, τῇ πρεσβείᾳ Σου καθάρισον, καὶ δεῖξόν με ναὸν ἱερὸν τῆς θείας χάριτος, ἵνα πίστει ὑμνῶ Σε πανύμνητε, καὶ ὑπερυψῶ Σε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ πυρός

Μανιωδῶς τοῖς Ἀθληταῖς, ἐποτρύνας ὁ ἐχθρὸς ἅπασαν κτίσιν, διὰ πάσης ᾐσχύνθη· οἱ Τεσσαράκοντα γὰρ ἀπαύστως· Ὑμνεῖτε κραυγάζουσι, καὶ ὑπερυψοῦτε, Χριστόν εἰς τοὺς αἰῶνας.

Ἀνηλεῶς ὑπὲρ Χριστοῦ, τὰ τοῦ σώματος ὑμῶν μέλη θλασθέντες, ὁλοκαύτωμα θεῖον προσενεχθέντες Θεῷ, ἀγγέλων χοροῖς συναγάλλεσθε, Μάρτυρες ὑμνοῦντες, Χριστόν εἰς τοὺς αἰῶνας.

Ῥωμαλεότητι φρενῶν, ὃν ἐκύησεν ἐπ' ὤμων ἀραμένη, ἡ φιλόθεος μήτηρ, τῆς εὐσεβείας καρπόν, προσάγει σὺν Μάρτυσι Μάρτυρα, τὴν ἱερουργίαν, Ἀβραὰμ μιμουμένη.

Τὴν πρὸς τὴν ἄληκτον ζωήν, εὐθυδρόμως, ὦ υἱέ, στέλλου πορείαν, ἡ φιλόχριστος μήτηρ, τῷ φιλοχρίστῳ παιδί, ἐβόα· Οὐ φέρω σε δεύτερον, τῷ ἀγωνοθέτῃ, Θεῷ ἐμφανισθῆναι.

Τριαδικόν

Τὴν ὡς ἡλίοις ἐν τρισίν, ἑνιαίαν εὐσεβῶς φύσιν νοοῦντες, ἐχομένοις ἀλλήλων, τὸ τρισυπόστατον Φῶς, ὑμνοῦμεν τὰ ἔργα ὡς Κύριον καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

Θεοτοκίον.

Νεῦσον δεήσεσιν ἡμῶν, τῶν σῶν δούλων ἀγαθὴ Θεοκυῆτορ, καὶ δεινῶν τὰς ἐφόδους, καὶ πειρασμῶν προσβολάς, ταχέως κατάπαυσον Δέσποινα, ἵνα σε τιμῶμεν, ὑπερευλογημένη.

 

ᾨδὴ θ'. Τύπον τῆς ἁγνῆς λοχείας σου.

Χάριν πρὸς Χριστοῦ τὴν ἄφθονον, ὡς ἐπαξίως εἰληφότες πανένδοξοι, τοῦ ἰᾶσθαι ψυχῶν καὶ σωμάτων τὰ τραύματα, τὰς ἡμῶν νῦν ὀδύνας κουφίσατε, ὀργῆς τε καὶ ἀνάγκης, καὶ πάσης νόσου ἐκλυτρούμενοι.

Ψύξιν τοῦ ἀέρος ἔνδοξοι, τὴν δριμυτάτην καὶ πυρὸς τὴν κατάφλεξιν, καὶ τὰς μάστιγας, τὸν λιθασμὸν καὶ τὴν κάθειρξιν, συντριβὴν τῶν σκελῶν καὶ τὸν θάνατον, καὶ πνιγμονὴν ὑδάτων, διὰ Χριστὸν καθυπεμείνατε.

νπερ ἀγαθῶν ἐτύχετε, ἐπουρανίου δόξης ἧς ἠξιώθητε, πόθῳ τοὺς ὑμᾶς, ἀνευφημοῦντας ἐν ᾄσμασιν, ἐν τῷ ναῷ ὑμῶν Τεσσαράκοντα, τυχεῖν ἐκδυσωπεῖτε, Μεγαλομάρτυρες ἀοίδιμοι.

Θεοτοκίον.

Πάντων ἀγαθῶν θησαύρισμα, Σὲ ἐπιγνόντες Θεοτόκε βοῶντές Σοι· τῆς νῦν χαλεπῆς, τῶν πειρασμῶν ἀθυμίας ἡμᾶς ἀπαλλάξασα, δίδου τοῖς δούλοις Σου, χαρὰν καὶ θυμηδίαν, ὅπως ἀπαύστως Σὲ δοξάζομεν.

 

Ἕτερος. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

Ὑπὲρ Χριστοῦ γυμνωθέντες, καὶ τοῖς λίθοις βληθέντες, ἀέρος ὑπεμείνατε κρυμόν, ὕδατος πῆξιν, καὶ θλᾶσιν μελῶν, καὶ πυρὶ φλογισθέντες, ἐν ποταμίῳ λάμπετε ῥοΐ, τηλαυγεῖς ὡς φωστῆρες, Μάρτυρες τεσσαράκοντα.

Ῥάβδον δυνάμεως θείας, τὸν Σταυρὸν κεκτημένοι, ἐβόων τῷ Χριστῷ οἱ Ἀθληταί, οἱ τεσσαράκοντα, Δέσποτα πανσθενεῖ τροπαιούχῳ, τῇ σῇ στεφανωθείημεν χειρί, ἵνα πάντες σε ὕμνοις, ἀπαύστως μεγαλύνωμεν.

Ὡς ἀλγεινὴ μὲν ἡ πῆξις, ὡς δὲ λίαν ἐκτόπως, δριμὺς ὃν ὑπεμείνατε κρυμόν, ἀλλὰ γλυκὺς ὁ Παράδεισος· Ἀβραὰμ γὰρ οἱ κόλποι, τοῦ Πατριάρχου θάλπουσιν ὑμᾶς, ἐν σκηναῖς αἰωνίοις, Μάρτυρες τεσσαράκοντα.

Νενικηκότες τοῖς ἄθλοις, καὶ τῇ τρισυποστάτῳ Τριάδι, παρεστῶτες, Ἀθληταί, νῦν δωρηθῆναι πρεσβεύσατε, τὴν εἰρήνην τῷ κόσμῳ, νίκας τῷ φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, Μάρτυρες τεσσαράκοντα.

Θεοτοκίον.

Χαῖρε πηγὴ ἀφθαρσίας, χαῖρε κούφη νεφέλη, χαῖρε τερπνὲ Παράδεισε Θεοῦ, χαῖρε πηγὴ ἰαμάτων ψυχῶν, χαῖρε ἅγιον ὄρος, ὃ εἶδεν ὁ Προφήτης Δανιήλ, χαῖρε Μήτηρ Παρθένε, χαῖρε ἡ πάντων Ἄνασσα.

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Χορὸς τετραδεκάριθμος, Μαρτύρων Τεσσαράκοντα, τῆς ὑπερθέου Τριάδος, τῶν ἀρετῶν τετρακτύϊ, πυρὸς ἀέρος ὕδατος, καὶ γῆς στοιχείων τετράδος, ᾄσμασι θείοις ὑμνείσθω, ὑπὲρ Χριστοῦ ὡς ἀθλήσας, τοῦ τῶν ἁπάντων Δεσπότου.

Θεοτοκίον.

Χαῖρε κατάρας λύτρωσις, καὶ τοῦ Ἀδὰμ ἀνάκλησις, χαῖρε Ἁγνὴ Θεοτόκε, ἐλπὶς καὶ σκέπη τοῦ κόσμου, χαῖρε σεμνὴ μητρόθεε, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε ἡ κλῖμαξ καὶ πύλη, χαῖρε κούφη νεφέλη, χαῖρε τῆς Εὔας ἡ λύσις.

 

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τῶν Πατέρων ὁ σύλλογος, φιλεόρτων συστήματα, χριστωνύμων ἅπασα ἡ ὁμήγυρις, ἐν τῷ τεμένει προσέλθωμεν, σεπτῷ Τεσσαράκοντα, ἀηττήτων Ἀθλητῶν, καὶ πιστῶς ἐκβοήσωμεν, θεῖοι Μάρτυρες· σταθερὰν τὴν εἰρήνην Ἐκκλησίαις, καὶ ὁμόνοιαν τῷ κόσμῳ, ὑμῶν πρεσβείαις παρέχετε.

 

Τῷ Σταυρῷ ὁπλισάμενοι, ὁ στρατὸς θεοσύλλεκτος, Λικινίου ἄθεον κατηδάφισε, καὶ τὸν Χριστὸν ἀνεκήρυξε, Πατρὶ καὶ τῷ Πνεύματι, ὁμοούσιον λαμπρῶς, ὃς αὐτοὺς κατελάμπρυνεν, ἀμαρύγμασιν, ὑπερθέοις τὸν κόσμον τηλαυγοῦντας, γλυκυτάταις ἀγλαΐαις, χαρᾶς οὓς πόθῳ ὑμνήσωμεν.

 

Τὴν νηστείαν φαιδρύνετε, Τεσσαράκοντα Μάρτυρες, τεσσαρακονθήμερον ἁγιάζοντες, λαμπρᾷ τῇ μνήμῃ ἀθλήσεως, ὑμῶν καρτερόψυχοι, διὰ τοῦτο καὶ ἡμῖν, προσκυνῆσαι τὰ ἄχραντα, πάθη νέμετε, καθαρῷ συνειδότι ἐν εἰρήνῃ, καὶ προφθάσαι δυσωποῦμεν, τὴν λαμπροφόρον Ἀνάστασιν.

 

Τεσσαράκοντα Μάρτυρες, φάλγξ θείᾳ παντάνακτος, οἱ στοιχείων σβέσαντες τὴν ἐνέργειαν, καὶ πρὸς Θεοῦ εὐκλεέσατα, στεφθέντες χορεύετε, εἰς τὰ πλάτη οὐρανῶν, τὴν χειμάῤῥου περίβλεπτον, Μονὴν σώζετε, ἀνεπίληπτον πόθῳ προσκυνοῦσαν, καὶ πλουτοῦσαν ὄλβον μέγαν, ὑμῶν τὰ πάνσεπτα λείψανα.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐπέλαμψεν τοῖς πέρασιν, ὑπὲρ τὰς ἡλιακὰς βολάς, τῶν Τεσσαράκοντα Μαρτύρων ἡ ὑπέρλαμπρος πανήγυρις. Οὗτοι γὰρ οἱ γενναῖοι Ἀθληταί, διὰ πυρός τε καὶ κρυμοῦ διελθόντες προφητικῶς, διεσκόρπισαν παρὰ τὸν ᾅδην τὰ τῆς πλάνης ὀστᾶ, καὶ στήσαντες τῆς λαμπρᾶς αὐτῶν νίκης τὰ τρόπαια, τρυφῶσιν ἡδόμενοι τοῦ ξύλου τῆς ζωῆς, σὺν τοῖς ὑπερκοσμίοις, πρὸς οὓς καὶ βοήσωμεν· χαίρετε, Ἐκκλησίων ἡ εὐπρέπεια, τὸ κλέος τῶν πιστῶν, καὶ προστάται θερμότατοι· χαίρετε, ἡ τροπαιοῦχος παράταξις, καὶ ἀήττητοι στρατιῶται τοῦ ἐπουρανίου Βασιλέως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· χαίρετε, φύλακες ἄγρυπνες, βοηθοί τε καὶ ἀντιλήπτορες, τῶν μετὰ πίστεως ἐπικαλουμένων ὑμᾶς. Καὶ νῦν πάρεστε ἐν μέσῳ ἡμῶν, τῶν ἐν πίστει ἑορταζόντων τὴν εὐκλεεστάτην ὑμῶν μνήμην, ὦ Ἅγιοι Τεσσαράκοντα Μάρτυρες.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Δι’ ὕδατος Μάρτυρες καὶ πυρός, στεῤῥῶς διελθόντες, ὡς ὁ θεῖος φησὶ Δαβίδ, πρὸς τὴν αἰωνίαν, ἀναψυχὴν καὶ δόξαν, εἰσήλθετε ἐνδόξως, ὦ Τεσσαράκοντα.

 

ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ

 

Κανών α’, οὗ ἡ ἀκροστιχίς: Θεοστεφῆ φάλαγγα μέλπω Μαρτύρων.

ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.

Θεὸν ἡμῖν, Μάρτυρες οἱ Τεσσαράκοντα, νῦν εὐμενῆ ποιήσατε, ταῖς προσευχαῖς ὑμῶν, τοῖς εἰλικρινεστάτῃ, καρδίας διαθέσει, προσκαλουμένοις ὑμᾶς.

Ἐν οὐρανοῖς, τῆς τρισηλίου λαμπρότητος, μαρμαρυγαῖς λαμπόμενοι, οἱ Τεσσαράκοντα, τοὺς ἐν γῇ πηγνυμένους, κρυμῷ τῷ σῶν κινδύνων, περισκεπάσατε.

Οἱ ἀῤῥαγεῖς, τῆς εὐσεβείας καὶ ἄσειστοι, τῆς Ἐκκλησίας πρόβολοι, οἱ Τεσσαράκοντα, τὴν χριστώνυμον κλῆσιν, δεινῶς ταραττομένην, νῦν εἰρηνεύσατε.

Θεοτοκίον.

Σὲ οἱ πιστοί, καύχημα πάντες κεκτήμεθα, καταφυγὴν καὶ δύναμιν, καὶ ἀγαλλίαμα, καὶ ψυχῶν σωτηρίαν, ἐλπίδα τε καὶ τεῖχος, θεοχαρίτωτε.

 

 

 

 

 

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Στρατὸς μαρτυρικός, καὶ παναρμόνιος, χορεία, Μαρτύρων στεφανηφόρων, τῷ Δεσπότῃ παριστάμενοι, τοὺς ὑμᾶς εὐφημοῦντας, περισώσατε.

Τῇ λίμνῃ τῶν παθῶν, κλυδωνιζόμενοι, καὶ σάλῳ, κινδύνων χαλεπωτάτων, ἐφ’ ὑμᾶς τοὺς Τεσσαράκοντα, τοῦ Χριστοῦ στρατιῶτας καταφεύγομεν.

Ἐν κόλποις Ἀβραάμ, περιθαλπόμενοι, καὶ δόξης, ἐσθῆτι κεκοσμημένοι, τοῖς κρυμοῖς τῶν περιστάσεων, δεδεμένον λυθῆναι δυσωπήσατε.

Θεοτοκίον.

Τοῦ ἄνθρακος χρυσοῦν, θυμιατήριον, τοῦ θείου, ἀνύμφευτε γενομένη, τὸ δυσώδες τῆς καρδίας μου, εὐωδίασον μόνη ἀειπάρθενε.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν μνήμην ὑμῶν ἅπαντες ἀνευφημήσωμεν· Χριστὸν γὰρ ἐκηρύξατε, ἐν τῷ σταδίῳ θερμῶς, καὶ πλάνην ἐπατήσατε· ὅθεν καὶ παῤῥησίαν, πρὸς Αὐτὸν κεκτημένοι, πρεσβεύσατε ὑπὲρ πάντων, Ἀθλοφόροι θεόπται, ῥυσθῆναι ἡμᾶς πειρασμῶν, καὶ περιστάσεων.

Ἕτερον. Ἦχος δ΄. Ἀπεστάλη Γαβριήλ.

Τεσσαράκοντα γλωσσῶν, ὄργανον θείων Ἀθλητῶν, τῇ Σεβαστείᾳ κινεῖ, καὶ διηχεῖ κόσμῳ παντί, διὰ τοῦ πνεύματος πίστει κρουόμενον· παύει τῶν παθῶν τὰ ἀλγήματα, σβένει καὶ ὡς πῦρ τὴν ἀσθένειαν, τῆς μαρτυρίας αἵμασιν ἐκφέρον, εὐεργεσίας τοῖς πέρασιν· πρεσβείαις τούτων, Σωτὴρ αἰτοῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἕτερον. Ἦχος πλ. δ΄. Αὐλῶν ποιμενικῶν.

Συνεῖχεν ἡ ἀχλύς, τῶν εἰδώλων τὴν κτίσιν, καὶ ἔπιπτον πολλοί, τῇ σκοτώσει τῆς πλάνης· τότε ἐν Σεβαστείᾳ, ὥσπερ λαμπτῆρες οἱ Τεσσαράκοντα, ἔλαμψαν ἐν τῇ πίστει, ἀποσοβοῦντες πᾶσαν ἀσέβειαν, καὶ διελθόντες κρύους τε καὶ πῦρ, γαλήνην αἰτοῦνται ἡμῖν.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Φωτισμὸν ἡμῖν Μάρτυρες, παρὰ Θεοῦ γεγόνατε τὸ φέγγος, περιβεβλημένοι τὸ ἀκατάσκιον.

Ἡ θεόλεκτος πρέσβευε, συναγωγὴ Μαρτύρων στεφηφόρων, ῥυσθῆναι κινδύνων τοὺς ἀνυμνοῦντάς σε.

Φῶς ἀπρόσιτον Ἅγιοι, τὸν τοῦ Χριστοῦ ἰδεῖν ἀξιωθέντες, τοῖς ἐν σκότει λάμπειν καταξιώσατε.

Ἀπαστράπτοντες ἔνδοξοι, τῇ νοητῇ Χριστοῦ φωταγωγίᾳ, πρὸς ἀκτῖνας θείας χειραγωγήσατε.

Θεοτοκίον.

Χειμαζόμενον κλύδωνι, βιοτικῷ ἐξάρπασον Παρθένε, ἡ τῷ Σῷ ἐλέει καθοδηγοῦσά με.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Λύσσης αἱρέσεων, οἱ Τεσσαράκοντα τανῦν ῥύσασθε, τὴν τοῦ Χριστοῦ, σεπτὴν Ἐκκλησίαν, ἐν ᾗ γεννηθέντες, τοσαύτης ἀξίας, καὶ δόξης ἐτύχετε.

Ἀναφανέντες ἡμῖν, οἱ Τεσσαράκοντα Χριστοῦ Μάρτυρες, θεοφεγγεῖς, πυρσοὶ καὶ λαμπτῆρες, πυρσεύουσι πιστοῖς, τὴν τῆς εὐσεβείας, ὁδὸν τὴν σωτήριον.

Γῆθεν μετέστητε, πρὸς τὴν οὐράνιον σκηνὴν Μάρτυρες, ἔνθα Χριστόν, τὸν ἀγωνοθέτην, περιεστηκότες, τῆς θείας χαρᾶς με, τυχεῖν ἀξιώσατε.

Θεοτοκίον.

Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· χαῖρε ἁγνή, χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενοι.

Γρηγοροῦντες καὶ νήφοντες φύλακες, γένους τῶν ἀνθρώπων πεφήνατε κράτιστοι, καὶ πρεσβευταὶ δεήσεων, συνεργοί τε φροντίδων κατέστητε.

Ἀπροσίτοις λαμπόμενοι κάλλεσιν, ἐν τῇ τοῦ Χριστοῦ Βασιλεία πανεύφημοι, τῶν πειρασμῶν λυτρώσασθε, τοὺς ὑμᾶς μετὰ πόθου γεραίροντας.

Μεμνηνότων τυράννων πανάριστοι, πλάνης καθαιρέται γεγόνατε Ἅγιοι, καὶ νῦν ἡμῖν βοήθεια, ὀξυτάτη καὶ τεῖχος γενήθητε.

Θεοτοκίον.

Τὰ ποικίλα μου πάθη κατεύνασον, μόνη ἀειπάρθενε Μῆτερ ἀπείρανδρε· Σὺ γὰρ λιμὴν ἀχείμαστος, ἀνεδείχθης ἡμῖν τοῖς ὑμνοῦσί Σε.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Ἐπέστης φαιδρῶς, ἡ ἐτήσιος ὑμῶν μνήμην πανόλβιοι, λαμπρυνομένη τηλαυγέστατα, τῇ τῆς νηστείας φαιδρότητι· ταύτην ἑορτάζοντες πίστει, σὺν ὑμῖν ἀναμέλπομεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λυτῆρες παθῶν, καὶ φωστῆρες τηλαυγεῖς κόσμου καθάρσιον, πλάνης κατάλυσις μεγαλόφωνα, τῆς ἀληθείας κηρύγματα, ψεύδους στηλιτεύματ πᾶσιν, ἀνεδείχθητε ψάλλοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πυρσοὶ νοητοί, καταλάμποντες ἡμῖν ὤφθητε Μάρτυρες, χειμαζομένους διασώζοντες, καὶ ὁδηγοῦντες τοὺς πλέοντας, βίου τὴν κυμαίνουσαν ζάλην, τῷ Χριστῷ ἀναμέλποντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠραία Θεῷ, καὶ Ἀγγέλοις ποθητὴ τῶν Τεσσαράκοντα, ἡ θεοσύλλεκτος καὶ θεόπνευστος, καὶ φαιδροτάτη παράταξις, θεία καὶ φρικτὴ παντευχία, κροτουμένη καὶ ψάλλουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Σὲ βάτον Μωσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ πυρπολουμένην ἁγνή, προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀῤῥήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Μεταποιούμενοι ζωῆς, ἀληθοῦς τῆς ἐν Χριστῷ νῦν κρυπτομένης, πρὸς τὴν διὰ τοῦ κρύους, ὀδυνηρὰν τελευτήν, γενναῖοι, στεῤῥῶς ἐχωρήσατε, ἄφεσιν αἰτοῦντες, ἡμῖν καὶ σωτηρίαν.

Ἀπὸ τῆς γῆς εἰς οὐρανούς, μεταβάντες Ἀθληταὶ στεφανηφόροι, Ἐκκλησία Μαρτύρων, τροπαιοφόρων χορός, κινδύνων, παθῶν περιστάσεων, λύτρωσιν αἰτεῖσθε, ἡμῖν καὶ σωτηρίαν.

Ῥήξας θανάτου τὰ δεσμά, ὁ Σωτὴρ τοῖς Ἀθληταῖς νίκην παρέσχε, τὴν κατὰ τοῦ θανάτου· οἱ Τεσσαράκοντα γάρ, τῷ κρύει, πυρούμενοι ἔψαλλον, καὶ τὴν σωτηρίαν, πιστοῖς πᾶσιν αἰτοῦνται.

Τῶν πειρασμῶν τὰς προσβολάς, τὰς ἐφόδους τῶν παθῶν τὰς τῶν δαιμόνων, ἐπηρείας ὁ θεῖος, τῶν Ἀθλοφόρων ὁ χορός, πρεσβεύων, ἐλαύνει σαφέστατα, ἀπὸ τὸν ὑμνούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸν ἐν τοῖς κόλποις τοῦ Πατρός, ἀχωρίστως ὡς Υἱῷ συγκαθημένῳ, τῇ ὑλώδῃ γαστρί Σου, κατῳκισθέντα ἁγνή, ὑμνοῦμεν, Παρθένε τὸν τόκον Σου, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Ὑπερφυοῦς λαμπηδόνος, καὶ χαρᾶς ἀνεκφράστου, καὶ δόξης ἠξιώθητε τυχεῖν, νῦν δὲ τοὺς πόθῳ τιμῶντας ὑμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ πονηρίας ῥύσασθε ἐχθρῶν, τοῦ Χριστοῦ στρατιῶται, Μάρτυρες Τεσσαράκοντα.

Ῥώμην πανόλβιοι θείαν, οὐρανόθεν λαβόντες, καὶ κράτος δεδεγμένοι τοῦ Χριστοῦ, πλάνης διῶκται γεγόνατε, φυγαδεύοντες πᾶσαν, τὴν τῶν εἰδώλων ἄστατον ἀχλύν, καὶ φωτίζοντες κόσμον, Μάρτυρες Τεσσαράκοντα.

Ὡραιωθέντες τῷ κάλλει, τῆς σεπτῆς μαρτυρίας, καὶ θείας γεγονότες κοινωνοί, φύσεως ὄντως αγάλλεσθε, τῷ φωτὶ συγκραθέντες, τῷ λαμπροτάτῳ καὶ εἰλικρινεῖ, τοῦ Χριστοῦ στρατιῶται, Μάρτυρες Τεσσαράκοντα.

Νῦν τῷ Χριστῷ παρεστῶτες, εὐσεβεῖ παῤῥησίᾳ, καὶ ὅλῳ τῆς θεότητος φωτί, καταστραπτόμενοι ἔνδοξοι, τοὺς ὑμᾶς εὐφημοῦντας, αἴγλης ἐμφορηθῆναι τριλαμποῦς, ἐκτενῶς δυσωπεῖτε, Μάρτυρες Τεσσαράκοντα.

Θεοτοκίον.

Νύμφη καὶ Μήτηρ Παρθένε, τῶν Ἀγγέλων τὰ πλήθη, τὸν Σὸν καθικετεύουσιν Υἱόν. δέξαι ἡ μόνη ἐλπὶς τῶν πιστῶν, καὶ εἰρήνην τῷ κόσμῳ, νίκας τῷ φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, τοῖς Σὲ τιμῶσι δώρησαι.

***

 

Ἕτερος (β΄) Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Πάτερ Υἱὲ καὶ τὸ Πνεῦμα, τὸ παντουργόν, καὶ πανσθενουργόφωτον, ἡ τρισήλιος Μονάς, τοῦ ὑμνεῖν συνέτισον ᾠδαῖς, καταχρέως τοὺς σεπτούς, νῦν Τεσσαράκοντα.

Στόματι δεῦτε εὐφήμῳ, τὴν τετραπλήν, τετραδεκαπύρσευτον, τῶν Ἁγίων ξυνωρίδα, ἐν ᾠδαῖς τιμήσωμεν πιστοί, ἀνυμνοῦντες τὸν Χριστόν, τὸν τούτους στέψαντα.

Τὴν τῆς στρατείας πρακτικήν, ὡς ῥυπαράν, ἐν τῇ γῇ ἀφέμενοι, τοῦ Χριστοῦ οἱ Ἀθληταί, στρατιὰν ἐκτήσαντο στεῤῥάν, συμμαχοῦσαν ἐν δεινοῖς, ὡς νόμου φύλαξιν.

Εἰς τὴν τοῦ ἔθνους συμπλοκήν, οἱ τοῦ Χριστοῦ, Ἀθληταὶ βαλλόμενοι, τὰς βολίδας ἀληθῶς, τοῦ Ἁγίου Πνεύματος πιστῶς, κεκτημένοι τοὺς ἐχθρούς, εἰς γῆν κατέῤῥαξαν.

Θεοτοκίον.

Γλῶσσαν βροτῶν οὐκ ἰσχύει, τοῦ ἐξειπεῖν, Σοῦ τὸν Τόκον πάναγνε· συλλαβοῦσα γὰρ Θεόν, ὑπὲρ νοῦν ἐκύησας ἁγνή, βροτωθέντα καθ’ἡμᾶς, καὶ μὴ ἐκστάντα ὃ ἧν.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς Σύ.

Οἱ θεῖοι Μάρτυρες ὡς χοῦν, ἅπαντα τὰ τοῦ κόσμου, ἐβδελύξαντο ἵνα, τῇ ἀνωτάτῳ τιμῇ, πλουτήσαντες τῷ Χριστῷ, εἰς αἰῶνας, πάντες τε αὐλίζονται.

Τῷ θρόνῳ Ἅγιοι Χριστοῦ, πάντοτε παρεστῶτες, ὑπὲρ πάντων ἀπαύστως, δεήθετε τῶν πιστῶς, τὴν παναγίαν ὑμῶν, ἐκτελούντων, μνήμην τοῦ ῥυσθῆναι φθορᾶς.

Τὰ κράτη ὄλεσον Χριστέ, τῶν τῆς Ἄγαρ ἐν τάχει, πολεμούντων ἀθέως, τὰς πόλεις Σου ἀγαθέ, καθυποτάσσων αὐτούς, ὡς δυνάστης, ἄνακτι θεόφρονι.

Θεοτοκίον.

Ἐλπὶς καὶ καύχημα λιμήν, τεῖχος καὶ προστασία, Σὺ ὑπάρχεις Παρθένε, τοῖς ἱκέταις Σου τοῖς ἀεί, προσκυνοῦσι πιστῶς, ἐν εἰκόσι, Σοῦ τὴν παναγίαν μορφήν.

 

 

 

ᾨδὴ δ΄. Χριστέ μου δύναμις.

Τὰ πάθη Ἅγιοι, τὰ τοῦ Σωτῆρος Χριστοῦ, μιμησάμενοι ὄντως, ὑπὲρ τὸ ζῆν, τὸ θανεῖν ἐκρίνατε, καὶ τοὺς αἰκίζοντας ὑμᾶς, κατησχύνατε μακάριοι.

Ἐν μέσῳ ἤχθητε, κρυμοῦ μακάριοι, καὶ ἐν τούτῳ ἑστῶτες, ἐν οὐρανῷ, ἤρατε τὰ ὄμματα, ὁ ποὺς δὲ αἵματι βαφείς, τῷ οἰκείῳ πρὸς τὰ ἄνω μολεῖ.

Ἰούδας ῥέριπται, Ματθίας κέκληται, τῶν Μαρτύρων δὲ πάλιν, ὁ προσδραμών, τῷ λουτρῷ ἐλύθης εὐθύς, Χριστὸς δὲ πάλιν ἀντ’ αὐτοῦ, τὸν φρουρέα ἐπεσπάσατο.

Ὢ ξένον θαύματος· πῶς ὁ φυγὼν τὸν κρυμόν, ἐν τῇ θέρμῃ προῆλθε, τῶν Ἀθλητῶν, εἷς καθάπερ γέγραπται, καὶ τὴν ψυχήν, ζημιωθείς, ὁ φιλόζωος ἀπώλετο.

Θεοτοκίον.

Ὡς τεῖχος κέκτημαι, ὡς προστασίαν ἡμῶν, ὡς λιμένα δοξάζω, καὶ ὡς σκηνήν, σέβω Σε τοῦ πάντων Θεοῦ, Χριστιανῶν τὸ ἀσφαλές, Θεοτόκε καταφύγιον.

 

ᾨδὴ ε΄. Τῷ συνδέσμῳ τῆς ἀγάπης.

Τῷ συνδέσμῳ τῆς ἀγάπης, συνδεσμούμενοι οἱ Τεσσαράκοντα, ὥσπερ ἄρνες ἐν λειμῶνι, ἐν τῇ λίμνῃ ὄντες ἐχόρευον, μὴ δεδιότες τῶν διωκόντων θυμόν, ἀγάπῃ ὁδηγούμενοι τῇ τοῦ Κυρίου.

Τῇ τῶν λίθων μὲν προστάξει, ὁ παράνομος οἰόμενος τύραννος, καταβάλαι τοὺς Ἁγίους, τὸ αὐτὸ πεπονθὼς ἀναδέδεικται· στραφεὶς ὁ λίθος κατ’ αὐτοῦ ὥρμησεν, πλήξας καὶ συντρίψας τούτου τὴν ὄψιν.

Ἐπὶ φέρῳ προσαχθέντες, οἱ Τεσσαράκοντα Μάρτυρες ἥλασθε, τῷ πυρὶ τελειωθῆναι, καὶ ῥιφῆναι ὕδατι ναύοντι, ἐν ᾧ ῥιφθέντες λαμπέτε οἷάπερ, λύχνοι φαεινότατοι Θεοῦ τοῦ Λόγου.

Νεανίας κατελήφθη, ἔτι ζῶν καὶ ἔμπνους ὑπάρχων φησίν, ὃν ἡ μήτηρ ἀραμένη, ἐν τοῖς ὤμοις τοῦτον ἐβόα σαφῶς· δεῦρό μοι τέκνον μετὰ τῶν σῶν φοιτητῶν, καύθητι τὸ σῶμα λάμπον ὡς λύχνος,

Θεοτοκίον.

Ῥητορεύειν οὐκ ἰσχύει, τὰ παράδοξα τῆς λοχείας Σου, γλῶσσα βρότειος Παρθένε, ἀλλ’ ἡττᾶται ὄντως καὶ πέπαυται· σαρκὶ γὰρ τίκτεις τὸν ἐπὶ πάντων Θεόν, μένεις μετὰ τόκον δὲ πάλιν παρθένος.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Ἐξέστησαν τύραννοι, οἱ διώκοντες ὑμῶν, τὸ τῆς ἀνδρείας εὔτολμον· πρὸς κρυμὸν γὰρ εἰσήλθετε παγετοῦ, βαφέντος τοῦ σώματος, ἐν τῷ αἵματι θεῖοι Τεσσαράκοντα.

Πιστῶς τοὺς προστρέχοντας, ἐν τῷ τεμένει ὑμῶν, τῷ ψυχοσώστῳ Ἅγιοι, ἐκ παντοίων λυτρώσασθε πειρασμῶν, ὡς ἔχοντες πάντοτε, ἀφθονόπλουτον χάριν ἰαμάτων πηγάς.

Τοὺς πόθῳ τὴν πάνσεπτον, μνήμην σέβοντας ὑμῶν, Μάρτυρες παναοίδιμοι, ἐκ παντὸς ἀφαρπάσατε πονηροῦ, ὀργῆς τε καὶ θλίψεως, καὶ ἐχθρῶν τῶν τῆς Ἄγαρ Τεσσαράκοντα.

Θεοτοκίον.

Γαλήνη ὑπάρχεις μοι, τῷ ἐν πταίσμασι δεινοῖς, νηχομένῳ ἑκάστοτε· κατεύνασον Παρθένε τὸν κατ’ ἐμοῦ, πανάγιον κλύδωνα, ὡς τεκοῦσα τὴν πάντων εἰρηναίαν ζωήν.

 

ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.

Σαρακοντάδος, τὴν ἰσοτύπωτον φάλαγγα, τῶν Μαρτύρων, στέψωμεν ᾠδαῖς· Σταυροῦ γὰρ ἰσχύν, ἔχοντες κατέβαλον, πλάνης εἰδώλων, ἀπαύστως μελῳδοῦντες· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἡ Σεβαστεία, καταγλαΐζεται σήμερον, ταῖς ἀκτῖσι, στίλβουσα τῶν νῦν, αὐτῆς βοηθῶν, θεῖοι Τεσσαράκοντα, καὶ ἐγκαυχᾶται, εἰς πᾶσαν οἰκουμένην, τῶν λειψάνων αὐτῶν καταπλουτοῦσα.

Τοὺς ἐν εἰκόνι, τὴν παναγίαν μορφὴν ὑμῶν, προσκυνοῦντας, σκέπετε ἀεί, Χριστοῦ ἐρασταί, θεῖοι Τεσσαράκοντα, ἐκ πάσης βλάβης, τυχεῖν δὲ τῆς ἐκεῖθεν, αἰωνίου ζωῆς ὑμῶν πρεσβείας.

Τὸν ἀδικίαν, Χριστὲ εἰς ὕψος λαλήσαντα, ἐν θαλάσσῃ, πόντισον ταχύ, Ἄγαρ τὴν ἡμῶν, ἄμετρα καυχώμενον, καὶ ἐκπορθοῦντα, τὰς πόλεις Σου καὶ χώρας, ταῖς πρεσβείαις αὐτῶν τῶν Ἀθλοφόρων.

Θεοτοκίον.

Ἰδοὺ Παρθένε, ὁ Ἡσαΐας ἐκραύγαζεν, τὸν Σὸν τόκον, ἔκπαλαι βοῶν· Παρθένος ἁγνή, τέξεται Υἱὸν ἐν σαρκί, εἰς σωτηρίαν, ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Νόμων πατρώων οἱ μακαριστοί.

Συμφώνως πάντες εὐφημήσωμεν, τὴν τῶν Μαρτύρων πίστει τετραδεκάριθμον, καὶ συνάψαντες κατ’ ὄνομα, χορείαν ἀνυμνοῦμεν, σὺν Ἀκακίῳ, Φλάβιον Γοργόνιον ὁμοῦ, Ἀθανάσιον Κλαύδιον, Λυσίμαχον Κυρίων, Ἡράκλειον Θεόδουλον πάντας, σὺν τῷ Θεοφίλῳ, Γορδιανῷ Μικάλλῳ.

ᾨδαῖς ᾀσμάτων μεγαλύνομεν, σὺν Ἡσυχίῳ Εὔτυχον καὶ Λεόντιον, Σαρκεδὸν Πρῖσκον Μελέτιον, Σισσίνιον Ξανθίαν, σὺν Ἀλεξάνδρῳ, Κάνδιδον καὶ Δόμνον τοὺς κλεινούς, Ἰωάννην καὶ Σμάραγδον, Ἐλιανόν τε ἅμα, Δομέτιον καὶ Γάϊον πάντας, ὅπως ταῖς πρεσβείαις, αὐτῶν σωθῶμεν πάντες.

Ἐν τῇ ἀγήρῳ παριστάμενοι, τῇ τοῦ Κυρίου λήξει Ἠλίας Ἀέτιος, Φιλοκτήμων Οὐαλλέριος, Βιβιανὸς Μελίτων, σὺν τῷ Κυρίλλῳ, Εὔτυχος καὶ Σεβηριανός, καὶ Ἀγλάϊος Οὐάλης, Εὐνοϊκός τε ἅμα, ἀπαύστως ὑπὲρ πάντων αἰτεῖσθε, τῶν ἐπιτελούντων, ὑμῶν τὴν θείαν μνήμην.

Καλῶς τὸν δρόμον ἐκτελέσαντες, τὴν ἀκραιφνῆ δὲ πίστιν πᾶσι κηρύξαντες, τοὺς στεφάνους ἐκομίσασθε, ἀξίως οὐρανόθεν, καὶ ἐν τῷ κόλπῳ, λάμπετε τοῦ θείου Ἀβραάμ, ἐν σκηναῖς αὐλιζόμενοι, πιστῶς ταῖς οὐρανίαις· Χριστὸν ἐκδυσωπεῖτε ἀπαύστως, ὅπως ἐκ παντοίας, ῥυσθῶμεν καταδίκης.

Θεοτοκίον.

Ὄρους παρῆλθες τοὺς τῆς φύσεως, ἐν τῇ γαστρί Σου πάναγνε συλλαβοῦσα Θεόν, προνυμφεύσαντος τοῦ Πνεύματος, ἐν Σοὶ τοῦ Παναγίου· καὶ τοῦτον πᾶσι, τέτοκας Θεόν τε καὶ βροτόν, τῆς πατρώας λυτρούμενον, γηγενεῖς ἁμαρτάδος· υἱοὺς γὰρ τοὺς τῆς Ἄγαρ ἐν τάχει, ὄλεσον Παρθένε, ταῖς θείαις Σου πρεσβείαις.

 

ᾨδὴ θ΄. Τὴν τιμιωτέραν τῶν Χερουβίμ.

Δεῦτε ὁμοφρόνως πάντες πιστοί, στέψωμεν ἐν ὕμνοις, τῶν Μαρτύρων τὴν θεαυγῆ, χορείαν βοῶντες, τῷ Σωτῆρι τῶν ὅλων· εὐχαῖς αὐτῶν οικτίρμον, πάντας ἐλέησον.

Σώσατε τὸν κόσμον ἐκ πειρασμῶν, Μάρτυρες Κυρίου, Τεσσαράκοντα οἱ καλῶς, τὸ τέλος τοῦ βίου, πιστῶς ἐκπερακότες, καὶ δομῶν οὐρανίων, νῦν αὐλιζόμενοι.

Θεῖοι Τεσσαράκοντα οἱ σεπτοί, θρόνῳ παρεστῶτες, τοῦ τῶν ὅλων Δημιουργοῦ, κἀμοῦ τοῦ ἀθλίου, ἀπαύστως μνημονεῖτε, ἐκ πάσης λυτρωθῆναι, μὲ τῆς κολάσεως.

Ἄραψ καταπόντισον πανστρατί, νίκας δὲ παράσχου, οὐρανόθεν τῷ Βασιλεῖ, καὶ ταῖς Ἐκκλησίαις, σταθηρὰν τὴν εἰρήνην, πρεσβείαις ὦ παντάναξ, τῶν Τεσσαράκοντα.

Θεοτοκίον.

Ὕψωσον τὸ κέρας Χριστιανῶν, πλάτυνον τὴν πίστιν, χορηγοῦσαν πᾶσι χαράν, Παρθένε ἁγία, καὶ λύτρωσαι κινδύνων, τοὺς πίστει ἀνυμνοῦντας, καὶ μεγαλύνοντάς Σε.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόρων, τῇ προστασίᾳ καὶ θερμῇ ἀντιλήψει, προσδράμωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· ῥύσασθε δεόμεθα, συνοχῆς καὶ ὀδύνης, καὶ πάσης κακώσεως καὶ παθῶν ἀκαθάρτων, τοὺς τὴν ἁγίαν ἄθλησιν ὑμῶν, Μάρτυρες θεῖοι, προφρόνως γεραίροντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Λιταῖς ὑμῶν Ἀθληταὶ σωθείην. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Λαμπτῆρες τῆς πίστεως τοῦ Χριστοῦ, παθῶν μου τὴν ζόφον, Τεσσαράκοντα Ἀθληταί, λύσατε ὑμῶν ταῖς ἱκεσίαις, καὶ πρὸς τὸ φῶς με τὸ θεῖον ἰθύνατε.

άσεις βλυστάνοντες δαψιλεῖς, ἰάσεως θείας, Τεσσαράκοντα Ἀθληταί, ἡμᾶς τοὺς κατ’ ἄμφω ἀσθενοῦντας, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.

Τὸν νοῦν ὑποτάξας τοῖς γεηροῖς, καὶ μὴ θέλων πράττω, ἃ οὐκ ἔξεστί μοι ποιεῖν· ἀλλ’ ὦ Ἀθλοφόροι τοῦ Σωτῆρος, τῆς τῶν παθῶν με δουλείας λυτρώσασθε.

Θεοτοκίον.

γίασμα δόξης τῆς θεϊκῆς, ἁγίασον Κόρη, μολυνθεῖσάν μου τὴν ψυχήν, καὶ τῆς χαλεπῆς με ἁμαρτίας, ὡς ἐλεήμων ἀπάλλαξον ἄχραντε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

σχυρῶς καθελόντες τὴν τοῦ ἐχθροῦ ἔνστασιν, τούτου τῆς ὁρμῆς καὶ μανίας, καὶ ἐπιθέσεως, ἀνεπηρέαστον, ἡμῶν τὸν βίον τηρεῖτε, ταῖς ὑμῶν δεήσεσι, Μάρτυρες ἔνδοξοι.

Συνημμένοι τῇ πίστει, τῇ τοῦ Χριστοῦ Μάρτυρες, ἐπὶ τὸ αὐτὸ ἐν Κυρίῳ, ἡμᾶς συνάψατε, ἓν πάντας φρόνημα, βίῳ ἀμέμπτῳ προσφέρειν, ἵνα δόξης μέτοχοι, θείας γενώμεθα.

πὲρ πάντων πρεσβεύειν, καὶ δυσωπεῖν πάντοτε, τὸν παντελεήμονα Λόγον, μὴ διαλίπητε Ἅγιοι Μάρτυρες, τῶν ἐκ ψυχῆς προσκαλούντων, ὑμᾶς εἰς βοήθειαν, ἐν περιστάσεσι.

Θεοτοκίον.

Μητροπάρθενε Κόρη, ἡ τὸν Χριστὸν τέξασα, τὸν τῆς ἁμαρτίας τοῦ κόσμου, οἴκτῳ ἀράμενον ἆρον καὶ σκόρπισον, ἐκ τῆς ἀθλίας ψυχῆς μου, τῶν πλημμελημάτων μου, τὸ ἀχθοφόρημα.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως καὶ ὀδύνης, θεία χορεία Μαρτύρων τῶν Τεσσαράκοντα, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάται θερμοὶ καὶ θεῖοι ἀντιλήπτορες, καὶ τείχη στεῤῥά, τῆς Ἐκκλησίας πέλοντες, Μάρτυρες Τεσσαράκοντα, ταῖς ὐμῶν πρὸς Χριστὸν παρακλήσεσιν, ἀσινῆ καὶ εἰρηναίαν ἀεί, ἡμῶν τὴν ζωὴν διατηρήσατε.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

ς ὁπλῖται περίδοξοι, Μάρτυρες τῆς δόξης τοῦ Παντοκράτορος, θείοις ὅπλοις καθοπλίσατε, ἡμᾶς κατ’ ἐχθροῦ τοῦ πολεμήτορος.

Νοσημάτων τὸν καύσωνα, τὸν καταναλίσκοντα τὴν ζωὴν ἡμῶν, δρόσῳ θείας παρακλήσεως, Μάρτυρες Κυρίου κατασβέσατε.

πὸ πάσης στενώσεως, καὶ ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, Ἀθλοφόροι Τεσσαράκοντα, τοὺς ὑμᾶς τιμῶντας ἀπαλλάξατε.

Θεοτοκίον.

Θεραπείας ἀξίωσον, τὸν συντετριμμένον Κόρη ἱκέτην Σου, καὶ τὸν νοῦν μου ἀποκάθαρον, τὸν ῥερυπωμένον σαρκὸς πάθεσι

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Λύσιν τῶν δεινῶν, περιστάσεων καὶ θλίψεων, Τεσσαράκοντα γενναῖοι Ἀθληταί, καὶ ζωὴν εἰρηνικὴν ἡμῖν αἰτήσασθε.

περιφανής, προστασία ὑμῶν Μάρτυρες, ὑπὲρ ἥλιον ἐκλάμπουσα ἡμῖν, διαλύει τοῦ Βελίαρ τὰ βουλεύματα.

Τῆξιν τῶν μελῶν, ἐν τῷ κρύει ὑπομείναντες, ἀγαπήσεως τὸ πῦρ τῆς θεϊκῆς, ταῖς ψυχαῖς ἡμῶν ἀνάψατε μακάριοι.

Θεοτοκίον.

Αἴσθησιν ἁγνή, τῇ ψυχῇ μου δίδου πάντοτε, τῆς μελλούσης καταδίκης φοβερᾶς, ἵνα βίον ἀκηλίδωτον βιώσωμαι.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

άσασθε, τὴν ψυχήν μου νοσοῦσαν, ἐπιμόνοις τῶν παθῶν ἐργασίαις, τῆς ἐν ἐμοὶ ἁμαρτίας τὸ κράτος, ἀπονεκροῦντες ἰσχύϊ τῇ ἄνωθεν, ταῖς παρακλήσεσιν ὑμῶν, Τεσσαράκοντα Ἅγιοι Μάρτυρες.

Συνόμιλοι, τῶν Ἁγίων Ἀγγέλων, Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόροι, τὴν καθ’ ἡμῶν φερομένην μανίαν, τοῦ πονηροῦ κοσμοκράτορος παύσατε, καὶ κυβερνήσατε ἡμᾶς, πρὸς λιμένα τοῦ θείου θελήματος.

ς σύμφρονες, καὶ ὁμόψυχοις ὄντες, Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόροι, ἐν εὐσεβείᾳ καὶ ἄθλοις ἁγίοις, ἐν ὁμονοίᾳ ἡμᾶς συντηρήσατε, καὶ ἐν ἀγάπῃ ἀληθεῖ, καὶ ζωῆς θεαρέστου λαμπρότητι.

Θεοτοκίον.

Θεόνυμφε, Μαριὰμ πανάχραντε, τὴν χρανθεῖσαν ἡδοναῖς ἀκαθάρτοις, καὶ δουλωθεῖσαν πικρᾷ συνηθείᾳ, τῇ ῥυπτικῇ Σου χρηστότητι κάθαρον, καρδίαν μου τὴν ταπεινήν, πρὸς ζωὴν καθαράν με ἰθύνουσα.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως καὶ ὀδύνης, θεία χορεία Μαρτύρων τῶν Τεσσαράκοντα, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς στρατιῶται Χριστοῦ ἀκατάπληκτοι, οἱ Τεσσαράκοντα Ἅγιοι Μάρτυρες, ἐχθρῶν ἀοράτων τὸ σύστημα, τῶν καθ’ ἡμῶν κινουμένων ἑκάστοτε, ὑμῶν ταῖς πρεσβείαις συντρίψατε

 

Προκείμενον: Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Στ.: Ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (Κ΄ 1-16)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς, εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Μάρτυρες ἀήττητοι, τοῦ Βασιλέως τῆς δόξης, οἱ στεῤῥῶς δι’ ὕδατος, καὶ πυρὸς ἀθλήσαντες, καρτερεῖν πάντοτε, καὶ ἀνδρείως φέρειν, ἐνισχύσατε δεόμεθα, ἡμᾶς μακάριοι, τὰς ἐπιφορὰς τὰς τῶν θλίψεων, ἵνα πταισμάτων ἄφεσιν, δι’ αὐτῶν θεόθεν ληψώμεθα, καὶ τὰς τοῦ Βελίαρ, ἐκτρέψωμεν παντοίας προσβολάς, ὦ Ἀθληταὶ Τεσσαράκοντα, εὐσεβῶν ὑπέρμαχοι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

νωθέντες τῇ πίστει ὁμοψύχῳ καρδίᾳ ὁμοῦ ἠθλήσατε· διὸ τηρεῖν νομίμως, ἑνότητα τὴν θείαν, τῷ συνδέσμῳ τῆς πίστεως, σθενώσατε καὶ ἡμᾶς, γενναῖοι Ἀθλοφόροι.

λύϊ με παγέντα χαλεπῆς ἁμαρτίας νοὸς κουφότητι, ἑλκύσατε πρὸς ὕψος, γνώσεως μετανοίας, Τεσσαράκοντα Μάρτυρες, καὶ καθαρᾶς βιοτῆς, καὶ ἀπαθείας θείας.

θληκότες νομίμως τῶν ἀνόμων τὸ θράσος κατεπαλαίσατε· διὸ τῆς ἀνομίας, κατὰ Δαβὶδ τὸν θεῖον, τῶν χειμάῤῥων με ῥύσασθε, πρὸς ὕδωρ τὸ τῆς ζωῆς, θείως με ὁδηγοῦντες.

Θεοτοκίον.

Νοῦν καὶ σῶμα μολύνας ὦ ἀμόλυντε Κόρη παθῶν ἀσχέτοις ὁρμαῖς, τὴν Σὴν ἐπικαλοῦμαι, βοήθειαν ἐν τάχει, ἥν μοι δίδου πανάχραντε, ἵνα ῥυσθῶ τῆς πικρᾶς, τοῦ χείρονος ἀπάτης.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γνώσει ἁγίᾳ, τῆς ἐν Χριστῷ πολιτείας, συνετίσατε τὸν νοῦν μου Ἀθλοφόροι, ἵνα τοῦ Κυρίου τὸ θέλημα ποιήσω.

ργων ἁγίων, καὶ ἀρετῶν σωτηρίων, ἀνεπαίσχυντον ἐργάτην δείξατέ με, Μάρτυρες Κυρίου, ὑμῶν τῇ ἀντιλήψει.

ύποις καθ’ ὥραν, τῆς πονηρᾶς ἁμαρτίας, τὴν εὐγένειαν ῥυπαίνω τῆς ψυχῆς μου· ἀλλ’ ὦ Ἀθλοφόροι, ῥυθμίσατε τὸν νοῦν μου.

Θεοτοκίον.

γνὴ Παρθένε, τὴν ἄναγνόν μου καρδίαν, καταλάμπρυνον φωτὶ τῆς μετανοίας, ἵνα τῆς αἰσχίστης, ῥυσθῶ δουλοπαθείας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Σωτήριοι λιμένες, τῶν θαλαττευόντων, ταῖς τρικυμίαις τοῦ βίου ἑκάστοτε, ὦ Τεσσαράκοντα Μάρτυρες, κόσμῳ ὤφθητε.

θύνατε ὑψόθεν, πρὸς ζωῆς εἰσόδοτυς, ἐξ ἀνοδίας δεινῶν παραβάσεων, τοὺς πρὸς ὑμᾶς ἀφορῶντας, Ἅγιοι Μάρτυρες.

Μαρτύρων τοῦ Σωτῆρος, φάλαγξ τροπαιοῦχε, ἐκπληρωτὰς μαρτυρίων ἀνάδειξον, τῶν θεϊκῶν τοὺς τιμῶντας, ὑμῶν τὴν ἄθλησιν.

Οἱ πάντων εὐσεβούντων, ἄγρυπνοι προστάται, ὦ Τεσσαράκοντα Ἅγιοι Μάρτυρες, τῆς ἀρωγῆς ἡμῖν πᾶσι, τὴν χάριν δίδοσθε.

Θεοτοκίον.

πέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, τὴν σκοτισθεῖσαν ψυχήν μου καταύγασον, τῇ φωταυγείᾳ Παρθένε, τῆς Σῆς χρηστότητος.

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἀθλοφόρων παρεμβολή, ἡ τετράκις δέκα, κροτουμένη περιφανῶς· χαίρετε ὁπλῖται, Χριστοῦ τοῦ Βασιλέως, ἐχθρῶν τὰς παρατάξεις, οἱ θριαμβεύσαντες.

Πίστει συνημμένοι τῇ ἀληθεῖ, ἓν φρόνημα πάντες, ἐπεδείξασθε εὐσεβῶς, καὶ ἅγιος δῆμος, ὀφθέντες Ἀθλοφόροι, ὑπὲρ Χριστοῦ νομίμως, ἠνδραγαθήσατε.

Πῦρ τῆς ἀγαπήσεως τοῦ Χριστοῦ, φέροντες πλουσίως, τὴν ἀνύποιστον τοῦ κρυμοῦ, ἠνέγκατε βίαν, ἐν χειμερίᾳ ὥρᾳ, καὶ πρὸς ζωῆς ἀλήκτου, θάλψιν μετέβητε.

Τεσσαρακοντάδος τῆς εὐκλεοῦς, Μαρτύρων τῶν θείων, τίς ὑμνήσει ὡς ἀληθῶς, τοὺς λαμπροὺς ἀγῶνας; Κρυμοῦ γὰρ τὴν μανίαν, καὶ τοῦ πυρὸς τὴν φύσιν, ὄντως ἐνίκησαν.

Δι’ ὕδατος Μάρτυρες καὶ πυρός, στεῤῥῶς διελθόντες, ὡς ὁ θεῖος φησὶ Δαβίδ, πρὸς τὴν αἰωνίαν, ἀναψυχὴν καὶ δόξαν, εἰσήλθετε ἐνδόξως, ὦ Τεσσαράκοντα.

Ὥσπερ Τεσσαράκοντα φαεινοί, λάμπετε ἀστέρες, τῶν θαυμάτων ταῖς ἀστραπαῖς, καὶ τὰς διανοίας, ἡμῶν χαρᾶς πληροῦτε, φωτὶ τῷ γλυκυτάτῳ, τῆς ὑμῶν χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δῆμε, Ἀθλοφόρων εὐκλεῶν, τεσσαρακοντάδος ἁγίας, Ἅγιοι Μάρτυρες, πρόμαχοι καὶ ἔφοροι Χριστιανῶν εὐσεβῶν, πάσης βλάβης καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, ἀνωτέρους πάντοτε, διατηρεῖτε ἡμᾶς, ἄφεσιν ἡμῖν τῶν πταισμάτων, παρὰ τοῦ Χριστοῦ ἐξαιτοῦντες, Ἀθληταὶ Κυρίου Τεσσαράκοντα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου