Παρασκευή 20 Ιουλίου 2018

ΔΕΥΤΕΡΑ ΘΩΜΑ. ΠΑΝΑΓΙΑ ΒΟΗΘΕΙΑ ΧΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΥΤΕΡΑ ΤΟΥ ΘΩΜΑ!!
ΠΑΝΑΓΙΑ ΒΟΗΘΕΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Ὁσίου Ἀνθίμου Χίου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος! Πῶς ἡ Εἰκών Σου σεμνή, ἀνυψοῦται Πανάχραντε, ἐπὶ τῆς Μονῆς ἡμῶν, ἣν ἡμῖν Σὺ ἀνήγειρας, εἰς κατοικίαν τῶν ταπεινῶν ἡμῶν, τοῦ ἀνυμνεῖν Σε ἀεὶ καὶ πάντοτε, ἣν διαφύλαττε, εἰς αἰῶνα ἅπαντα, ἀπὸ παντός, ἐχθροῦ ἀοράτου τε, καὶ ὁρατοῦ πονηροῦ. (Δίς)

Πνεῦμα Θεοῦ τὸ πανάγιον, ἦλθεν ἁγνὴ ἐπὶ Σέ, θεοχώρητε Δέσποινα, Σὺ γὰρ μόνη τέτοκας, τὸν ἐν Ὑψίστοις δοξολογούμενον, ἡμεῖς δὲ πάλιν, εἰς Σὲ πεποίθαμεν, τοῦ δοῦναι πᾶσι πταισμάτων ἄφεσιν, ταῖς ἱκεσίαις Σου, ἵνα καταντήσωμεν Μῆτερ ἁγνή, ὡς παρθένοι φρόνιμοι, εἰς τὸν νυμφῶνα Χριστοῦ.

Ποίοις ὀφθαλμοῖς θεάσωμαι, ἁγίαν ὄψιν τὴν Σήν, ὁ μολύνας τοῖς πάθεσι, τῆς σαρκὸς τὰ ὄμματα; ἢ πῶς πάλιν ἀσπάσωμαι, τὴν Σὴν Εἰκόνα τὴν θεοτύπωτον; Βέβηλα χείλην ἔχων ὁ ἄθλιος, πῶς δὲ ἐκτείνω μου, πρὸς τὴν θείαν χάριν Σου ὁ ἐναγής, χεῖρας ἃς ἠχρείωσα, Δέσποινα σῶσόν με.

Δόξα. Ἦχος β΄.
Παρῆλθεν ἡ πλάνη τῆς ἀρᾶς, τῆς Σῆς νηδύος ἀσπόρου τετοκυίας πανύμνητε, πάντες γὰρ ὁρῶντες ἐν Σοὶ τὰ ὑπὲρ φύσιν παράδοξα μυστήρια, προστρέχομεν τῇ χαριτοβρύτῳ Σου Εἰκόνι, πόθῳ τε καὶ χαρὰ καὶ τῶν αἰτημάτων οὐκ ἀμοιροῦντες, λυτρούμεθα τῶν δεινῶν ἡμῶν, πειρασμῶν τε καὶ θλίψεων.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.




Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανάχραντε ἄσπιλε ἁγνή, χαῖρε Σὺ Βοήθεια, τὴν Σὴν Εἰκόνα πανύμνητε, νῦν ἀσπαζόμεθα, τὴν ἀπὸ καλύβης, εἰς Μονὴν οἰκήσασαν, ἣν Σὺ ἐπὶ τῆς Χίου ἀνήγειρας, ὅθεν βοῶμέν Σοι· τὴν Σὴν ποίμνην διαφύλαττε, ἐν εἰρήνῃ καὶ ἀγάπῃ Δέσποινα.

Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου.
Χαῖρε ξένον ἄκουσμα σεμνή, χαῖρε ἡ βοήθεια, τῶν εὐλαβῶς δεομένων Σου, χαῖρ εἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλὴν ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ Σου, Παναγία ὑπεράμωμε, ξενωθέντας ἡμᾶς ἀνακάλεσαι.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Τὴν ποίμνην Σου φύλαττε ἁγνή, ἀπὸ πάσης θλίψεως, καὶ τὸν καλὸν Ποιμενάρχην μας, καλῶς ἐνίσχυσον, τὸν ἱδρύσαντά Σοι, τὸν Ναὸν τὸν ἅγιον, καὶ ταύτην τὴν Μονήν Σου πανάχραντε, Συ οὖν βοήθησον, ἀνυμνεῖν Σε ἀειπάρθενε, καὶ δοξάζειν τὴν θείαν Εἰκόνα Σου.

Δόξα. Καὶ νῦν. Ἦχος βαρύς.
Δεῦτε φιλεόρτων τὸ σύστημα, πνευματικῶς πανηγυρίζοντες τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, ᾄσωμεν ᾄσματα ἑόρτια· ὑπὲρ γὰρ λόγον καὶ ἔννοιαν τὸ θαῦμα Αὐτῆς, πᾶσα δὲ γλῶσσα ἀπορεῖ εὐφημεῖν κατ’ ἀξίαν Αὐτήν, χείλεσιν οὖν ἀναξίοις περιδεῶς ἀτενίζοντες πρὸς Αὐτήν, θερμῶς ἀνακράξωμεν· Παναγία Βοήθεια, ῥῦσαι ἀναπολόγητον κληρουχίαν Σου, εἰς Σὲ γὰρ θαῤῥοῦντες, σῳζώμεθα πάντες.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Χαῖρε πανσέβαστε Εἰκὼν τῆς Θεοτόκου, ἡ χαριτόβρυτος καὶ πλήρης θαυμασίων, καὶ προστάτις τῆς ποίμνης τῆς ἱερᾶς Μονῆς Σου· ὡς οὖν ἐξ ἀσήμου καλύβης καὶ ταπεινῆς, ἀνήγειρας εἰς Σὴν δόξαν Νέαν Μονήν· οὕτω σώσαι τὴν ποίμνην Σου, καὶ τῆς Μονῆς τοὺς δωρητάς, καὶ δίδου ἡμῖν πάντοτε, τὴν θερμήν Σου βοήθειαν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ Εἰκών Σου σεμνὴ ἀνυψοῦται σήμερον, εἰς θρόνον Νέας Μονῆς ἣν αὕτη ἵδρυσεν, καὶ χαίρουσιν οἱ πιστοί, ἀρχιερεῖς ἱερεῖς καὶ μονάζοντες, βοῶντές Σοι ἐκτενῶς· τὴν Σὴν βοήθειαν δίδου τοῖς δούλοις Σου, κεχαριτωμένη Κόρη, Σὺ γὰρ εἶ ἐλπὶς ἡμῶν, καὶ προστάτις τῆς ποίμνης, τῆς ἐνθάδε κατοικούσης ἁγνή.

Βαβαὶ τῶν Σῶν μυστηρίων ἁγνή! ὅτι ἵδρυσας νῦν τὴν Μονήν Σου Δέσποινα, ἐνθάδε τοῦ κατοικεῖν ἡμᾶς πανάχραντε, τοῦ ψάλλειν καὶ ἀνυμνεῖν, τὰ μεγαλεῖα Παρθένε πανάμωμε, Εἰκόνος Σου τῆς σεπτῆς, καὶ αὐτὴ κατηξίωται σήμερον, ἀπὸ ταπεινῆς καλύβης εἰς Ναὸν λαμπρότατον, ἐκτενῶς οὖν βοῶμεν· Χαῖρε κόσμου ἡ Βοήθεια.

Ὦ τῆς πολλῆς εὐσπλαγχνίας Σου! Καὶ ἀφάτου στοργῆς Παναγία Δέσποινα, ἠλέησας νῦν ἡμᾶς διὰ τοῦ τόκου Σου, ὃν ἔτεκες γὰρ Θεόν, ὑπὲρ ἡμῶν δυσωποῦσα οὐ παύεσαι, τοῦ δοῦναι πᾶσιν ἡμῖν, ἁμαρτημάτων τὴν λύσιν πανάχραντε· ὅθεν καὶ ἡμεῖς Παρθένε, εὐσεβῶς δοξάζομεν, καὶ πιστῶς προσκυνοῦμε τὴν πανσέβαστον Εἰκόνα Σου.

Ἕτερα. Ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες χεῖρας κροτήσωμεν, καὶ ἐν ἀγαλλιάσει, ἀλαλάξωμεν πάντες, ἐν ᾄσμασιν ὑμνοῦντες πνευματικοῖς, τὴν ἁγνὴν Θεομήτορα· ὡς ἐθαυμάστωσεν σήμερον ἐφ’ ἡμᾶς, τὴν πανσέβαστον Εἰκόνα Αὐτῆς.

Τῶν μοναζόντων τὰ πλήθη σήμερον τέρπονται, ἐν τῇ μεγαλουργίᾳ, καὶ θαυματοποιΐα, τῆς Σῆς Εἰκόνος Βοήθεια τῆς σεπτῆς, ὅτι Μονὴν ᾠκοδόμησας, εἰς κατοικίαν αὐτῆς τε Μῆτερ ἁγνή, καὶ ἡμῶν τῶν ἀνυμνούντων Σε.

Φύλαττε Δέσποινα κόσμου τοὺς τὸν σεπτόν Σου ναόν, ἐγείραντάς Σοι τοῦτον, καὶ συντρέχοντας πόθῳ, ψυχῆς τε καὶ καρδίας πρὸς τὴν αὐτοῦ, καλλονὴν καὶ λαμπρότητα, σώζουσα πάντας κινδύνων καὶ πειρασμῶν, τῇ Σῇ χάριτι πανθαύμαστε.





Δόξα. Ἦχος δ΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, χριστοφόροι λαοί, καὶ συνεορτασταὶ τῆς Θεόπαιδος ἁγνῆς, ἐπιγνῶμεν τοῦ μυστηρίου τὴν δύναμιν, καὶ τὸ ὕψος τῆς πανηγύρεως· ἡ γὰρ σεπτὴ τῆς Θεομήτορος Εἰκών, χαριτόβρυτος οὖσα, παραδόξως ἐθαυματούργησεν ἐν τοιούτοις γὰρ καιροῖς. Μονὴν λαμπρὰν ἤγειρεν ἡμῖν, εἰς κατοίκησιν αὐτῆς τε καὶ ἡμῶν. Αὕτη ἐστὶ τῶν μοναζόντων τὸ σεμνολόγημα, τῶν Ὀρθοδόξων τὸ ἀγαλλιάμα, ἀρχιερέων ἡ εὐπρέπεια, καὶ τῆς Μονῆς ταύτης ἡ προστάτις καὶ ἀντίληψις, παντὸς δὲ τοῦ κόσμου τὸ καύχημα, καὶ μοναζουσῶν καλλωπισμὸς καὶ ἀγλάϊσμα. Ἀλλ’ ὡς μεγάλας εὐργεσίας παρ’ Αὐτῆς λαβοῦσαι, εὐχαρίστως Ταύτῃ ἐκβοήσωμεν· Παναγία Βοήθεια, δώρησαι πᾶσιν ὁμόνοιαν, εἰρήνην καὶ φύλαττε ἀσφαλῶς τὴν Σὴν ποίμνην· καὶ σῶσον πανάχραντε, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Καὶ νῦν... Τῆς ἑορτῆς. Ἦχος πλ. β'
Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τὸν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ εἶπεν  Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27, Μδ΄, 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν : Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.













Λιτή. Ἦχος α΄.
Δράμετε ὦ παρθένοι, καὶ τῆς παρθένου ἐρασταί, ἐπὶ τῇ χαριτοβρύτῳ πανηγύρει αὐτῆς, μὴ συναρπασθεῖσαι συμβουλίᾳ τοῦ δράκοντος ὡς ἡ Προμήτωρ πάλαι ἐν Ἐδέμ. Ὁ γὰρ δόλιος ἐχθρός, φθονεῖ τὴν σωτηρίαν ἡμῶν, Ἄνασσα δὲ Κόρη, ἀντιβραβεύσῃ ἡμῖν, διὰ τῆς Εἰκόνος αὐτῆς, δῶρα οὐράνια.

Ὀ αὐτός.
Παρθενικὴ πανηγύρις σήμερον ἀδελφαί, σκιρτάτω ἡ Χίος, χορευέτω ἡ Ἐκκλησία, συνεκάλεσε γὰρ ἡμᾶς ἡ Ἁγία Θεοτόκος, τῇ ἐτησίῳ πανηγύρει, ἐν τῷ πανσέπτῳ αὐτῆς Ναῷ. Τελεῖ γὰρ ἐν αὐτῷ θαύματα παράδοξα, δαίμονας φυγαδεύει, καὶ νοσημάτων ἀῤῥωστήματα παντοῖα θεραπεύει. Ταύτῃ καὶ ἡμεῖς ἐκβοήσωμεν· Ὦ πανσεβάσμιε Παρθένε, Παναγία Βοήθεια, Δέσποινα ἀπειρόγαμε Μαρία, τῆς Χίου Εἰκὼν θαυματουργοτάτη, ῥῦσαι τὴν ποίμνην Σου ἀνύμφευτε ἁγνή, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τὴν Σὴν γὰρ προστασίαν κεκτημέναι ἀγλαοφανῶς, φρουρούμεθα κατὰ τὸ μέγα Σου ἔλεος.

Ἦχος β΄.
Μέγα καὶ παράδοξον θαῦμα, τοῖς πᾶσιν ἐπέλαμψε, τῆς Θεοτόκου ὁ ναός· οἱ γὰρ τούτῳ προστρέχοντες, τὰ αἰτήματα λαμβάνομεν, ἡ γὰρ χάρις κατώκησε τῆς πανάγνου ἐν αὐτῷ. Ἐν τοιούτοις γὰρ καιροῖς, Αὕτη ἀνήγειρε Μονήν, εἰς κατοικητήριον, τῆς πανσέπτου Εἰκόνος αὐτῆς. Ταύτῃ οὖν εὐχαρίστως βοήσωμεν· ὦ Δέσποινα τὴν ποίμνην Σου λύτρωσαι ἀπὸ πάσης ἀνάγκης, Σὺ γὰρ εἶ προστάτις ἡμῶν καὶ βοήθεια.

Δόξα. Ἦχος πλ. δ΄.
Ὄντως μεγαλεῖά Σοι ἐποίησε, καθὼς προέφη ὁ Κύριος, Θεοτόκε Παρθένε τῶν πιστῶν ἡμῶν ἡ προστασία, ὡς θαύμασιν ἀπείροις μεγαλεῖα ποιήσας, καὶ ποιῶν καθ’ ἑκάστην ἐπὶ τὴν σεβασμίαν Εἰκόνα Σου, τὸ καύχημα τῆς Χίου, καὶ τῆς Μονῆς ἡμῶν ὁ θησαυρός· προφθάνεις γὰρ ταχέως βοηθοῦσα, τοὺς μετ’ εὐλαβείας Σε ἐπικαλουμένους, ἐν νόσοις καὶ περιστάσεσι· διὸ δυσωποῦμέν Σε Παναγία Βοήθεια, χάρισαι ἡμῖν, ἁμαρτημάτων τὴν ἄφεσιν, καὶ τὸ μέγα ἔλεος, ὦ ἀειπάρθενε.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὀ αὐτός.
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐκ καλύβης ταπεινῆς, εἰς τὴν ὑπὸ Σοῦ ἱδρυθεῖσαν, Μονὴν πανάχραντε, δόξαν ἐξαστράπτουσαν ἐκ τῶν θαυμάτων αὐτῆς, μετεφέρθη ἐν ᾄσμασιν, ἡ θεία Εἰκών Σου, ἅπαντες ἐξίσταντο, ἐπὶ τῷ θαύματι· ὅθεν, καὶ ἡμεῖς εὐχαρίστως, χαῖρέ Σοι βοῶμεν Παρθένε, ὡς ὁ Γαβριὴλ ὁ Ἀρχιστράτηγος.

Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου.
Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, Σοῦ ἀσπαζομένους Εἰκόνα, πίστει καὶ πόθῳ ἁγνή, σκέπασον διάσωσον, καὶ περιφρούρησον· νοσημάτων παρέχουσα, τὴν ἴασιν πᾶσι, καὶ πᾶσαν τὴν ποίμνην Σου, φρούρει καὶ φύλαττε, ὅπως ἐν ἀγάπῃ, εἰρήνῃ καὶ ἐν ὁμονοίᾳ τὸν βίον, ἐν τῷ Κοινοβίῳ διανύσωμεν.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαῖρε, τῶν Παρθένων καλλονή, καὶ τῶν μοναζόντων τὸ κλέος, ἀπηλπισμένων ἐλπίς, χαῖρε ἡ βοήθεια τῶν προστρεχόντων Σοι, χαῖρε ὅτι ἀνήγειρας Μονὴν ἐν τῇ Χίῳ, εἰς δόξαν καὶ αἴνεσιν τῆς Σῆς Εἰκόνος σεμνή, ὅπως ἐν αὐτῇ χαρμοσύνως, μετὰ ταπεινῆς τῆς καρδίας, πάντες ὁμοφώνως ἀνυμνοῦμέν Σε.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον συγκαλεῖται ἡμᾶς, ἡ πανθαύμαστος Πανήγυρις, τῆς πανυμνήτου Θεομήτορος, ἐπὶ τῇ νεύσει τῆς παντίμου αὐτῆς Εἰκόνος· δεῦτε οὖν φιλέορτοι, καὶ τῶν παρθένων ὁ χορός, ᾄσωμεν τῇ πανάγνῳ, εὐχαριστήριους ὕμνους, ἐπὶ τοῖς θαύμασιν αὐτῆς. Ναὸν γάρ, καὶ Μονὴν ἤγειρεν ἡμῖν, ὅθεν βοήσωμεν εὐχαρίστως· ἡ ἐλπὶς καὶ βοήθεια ἡμῶν, ἐλέησον διὰ τῆς χαριτοβρύτου Σου Εἰκόνος τὴν ποίμνην Σου, ἡμεῖς γὰρ λαός Σου, καὶ πρόβατα νομῆς Σου, σῶσον ἡμᾶς πανάχραντε, διὰ τοῦ τόκου Σου.

Καὶ νῦν... Τῆς ἑορτῆς. Ἦχος πλ. α'
Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Χαῖρε πανσέβαστε Εἰκὼν τῆς Θεοτόκου, ἡ χαριτόβρυτος καὶ πλήρης θαυμασίων, καὶ προστάτις τῆς ποίμνης τῆς ἱερᾶς Μονῆς Σου· ὡς οὖν ἐξ ἀσήμου καλύβης καὶ ταπεινῆς, ἀνήγειρας εἰς Σὴν δόξαν Νέαν Μονήν· οὕτω σώσαι τὴν ποίμνην Σου, καὶ τῆς Μονῆς τοὺς δωρητάς, καὶ δίδου ἡμῖν πάντοτε, τὴν θερμήν Σου βοήθειαν.
Δόξα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Πληθὺς τῶν μοναζόντων ἐν ᾠδαῖς εὐφημήσωμεν, ἡμῶν τὴν πολιοῦχον καὶ τοῦ κόσμου προστάτιδα, παντοίων γὰρ θαυμάτων ὡς πηγή, δεδώρηται ἡμῖν καὶ θησαυρός, ἡ Εἰκὼν τῆς Θεοτόκου, διόπερ ἅπαντες Ταύτῃ ἀναβοήσωμεν· χαῖρε τῶν Σὲ τιμώντων ἡ ἐλπίς, χαῖρε ἡμῶν τὸ καύχημα, χαῖρε ἡ χάριν καὶ ὄνομα οὖσα Βοήθεια.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Ἀπόλυσις.






















ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α' Στιχολογίαν . Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ἁγνή, τῶν μοναζόντων οἱ χοροί, θαῦμα ὁρῶντες ἐπὶ Σοί, μέγα καὶ ἄξιον τιμῆς, πῶς ἠξιώθη, Εἰκὼν ἡ θαυμαστή Σου, ἱδρῦσαι ἐν καιροῖς, τοιούτοις νέαν Μονήν, οἰκῆσαι ἐν αὐτῇ, τοῦ ἀνυμνεῖσθαι ἀεί· καὶ διὰ τοῦτο Σὲ τὴν Θεοτόκον, στεῤῥὸν προστάτην κεκτήμεθα, καὶ Σοὶ βοῶμεν· ἐκ πάσης βλάβης τὴν ποίμνην Σου φύλαττε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός, καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰκόνα τὴν πάνσεπτον τῆς Θεοτόκου λαοί, πιστῶς προσκυνήσωμεν σήμερον χαίροντες, καὶ πίστει βοήσωμεν· ῥῦσαι ἡμᾶς παγίδων, τῶν ἐκ τοῦ διαβόλου, πάρεσο ἐν ἀνάγκαις, τῆς Σῆς ποίμνης Παρθένε, Σὺ γὰρ ἡμῶν ἡ προστάτις καὶ ἡ βοήθεια.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἐπέστης ἡ ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστὲ τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς, καὶ χεῖράς σου καὶ πόδας σου, τὴν ἐκ τάφου σου Ἔγερσιν, προπιστούμενος· ἀλλ' ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄ . Ἐπεφάνης σήμερον.
Ἑορτὴν χαρμόσυνον, ἐπιτελοῦμεν, μοναστῶν ὁ σύλλογος, ἐν τῷ πανσέπτῳ Σου ναῷ, ὦ Παναγία Βοήθεια, Σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἰδών μου τὴν πλευράν, καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος, ὀπτανόμενος, τοῖς Ἀποστόλοις ἀῤῥήτως, ὁ δὲ Δίδυμος, πεισθεὶς ἐβόα τῷ κτίστῃ· Θεός μου εἶ καὶ Κύριος.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον, τῆς Θεοτόκου, ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α΄, 39-49, 56)
Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Βοηθείας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Εὐηγγελίσατο ὁ Γαβριὴλ τῇ Κεχαριτωμένῃ πρότερον, χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε. Νῦν δὲ καὶ ἡμεῖς, ἐνθέοις ᾄσμασι, βοήσωμεν Αὐτῇ, τὸ χαῖρε ἐκτενῶς, ὅτι μεγαλεῖτα νῦν ἐποίησας ἡμῖν, διὰ τῆς ἁγίας Σου Εἰκόνος τῆς σεπτῆς, ὦ παναμώμητε, ὡς τὴν Μονὴν ἡμῶν ἱδρύσασα.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Παναγίας.


























Ὁ Κανὼν τοῦ Θωμᾶ, ποίημα Ἰωάννου Μοναχοῦ
ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμός
ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.
Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ' ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Ὁ Κανὼν τῆς Παναγίας, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
ρμα τοῦ Λόγου Σὺ ὑπάρχεις Δέσποινα, Παρθενομῆτορ ἁγνή· ὅθεν λόγον δίδου, διὰ μεσιτείας Σου, τῇ ταπεινῇ καρδίᾳ μου, παριδοῦσα τὰ πλήθη, ἁμαρτιῶν μου Παντάνασσα, ὅπως Σοῦ ὑμνήσω τὴν δύναμιν.
Βέλη νηπίων ἐμοὶ λογισθήσονται, αἱ προσβολαὶ τοῦ ἐχθροῦ, πλουτοῦντί Σε Κόρη, τεῖχος καὶ βοήθειαν, καὶ ὅπλον ἀμυντήριον, καὶ γὰρ δύνασαι πάντα, Μήτηρ Θεοῦ χρηματίσασα, τοῦ Παμβασιλέως Σωτῆρός μου.
Γένος ὑπάρχοντες γήϊνοι πρότερον, ὅλως οὐράνιοι νῦν, διὰ τοῦ Υἱοῦ Σου, ὦ σεμνὴ γεγόναμεν, βαπτισθέντες ὀνόματι, τῆς Ἁγίας Τριάδος Πατρὸς Υἱοῦ τε, καὶ Πνεύματος, τοῦ ἑνὸς τῇ φύσει Θεοῦ ἡμῶν.
Δουλεύων ὅλως ἡδοναῖς τοῦ σώματος, ὅλως αἰχμάλωτος, καὶ τὴν ψυχὴν ὤφθη, Παναγία Δέσποινα, μολύνας μου τὸ βάπτισμα, ἀλλὰ Σὺ τετοκυῖα, Χριστὸν τὸν πάντα δυνάμενον, δώρησαι κἀμοὶ τὴν συγχώρησιν.
Καταβασία.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.








Τοῦ Θωμᾶ. ᾨδὴ γ' Ὁ Εἱρμός
Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε.
Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.
Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.
Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Τῆς Παναγίας. Ὁ στερεώσας κατ’ ἀρχάς.
κ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ὦ πανύμνητε ῥῦσαι, ἐκ παθῶν με καὶ τοῦ κόσμου Κυρία, Σὲ γὰρ μόνην ἀσφαλῆ, ἄγκυραν καὶ βοήθειαν, κέκτημαι ἐν ἀνάγκαις, προσφεύγων ὑπὸ τὴν σκέπην Σου.
Ζῆλος κατέλαβεν ἡμᾶς, Παναγία Παρθένε, ὅπως ἴδωμεν Μονήν Σου Κυρία, καὶ οἰκήσωμεν αὐτήν, ἀλλ’ οὐ παρεῖδες Δέσποινα τὰς ἡμῶν ἱκεσίας, ὡς ὄντως οὖσα Βοήθεια.
ρθη ἡ δόξα Σου σεμνή, ὑπὲρ τὸ πρῶτον Παρθένε, καὶ γὰρ ἐθαυμαστώθη, ἐκ τῆς δόξης, ἡ Εἰκών Σου ἡ σεπτή, ἐπείπερ καὶ ἀνήγειρας, λαμπρῶς θεῖον ναόν Σου, κεκοσμημένον ἐν χάριτι.
Θέλουσα ἄχραντε ἁγνή, ἵνα ἡμᾶς ἐκλυτρώσῃς, τῶν ματαίων ἡδονῶν τῶν τοῦ κόσμου, ἐσυνάθροισας ἡμᾶς, εἰς τὴν ἔρημον Ἄνασσα, ἵνα Σε ἀνυμνῶμεν, ταῖς ἀκαταπαύστοις δεήσεσιν.
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Κοντάκιον Ἦχος πλ. δ'
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν χαριτόβρυτον, θείαν Εἰκόνα Σου, κατασπαζόμεθα, Παρθένε ἄχραντε, ἐπὶ τῷ θαύματι αὐτῆς, γεραίροντες τὴν Σὴν δόξαν· ὅτι ᾠκοδόμησας, τὸν ναόν Σου τὸν πάνσεπτον, ᾧ καὶ συνελθόντες νῦν, ἐκτενῶς ἱκετεύομεν· μὴ λείπῃς τὴν Σὴν ποίμνην φρουροῦσα, ἡ πάντων ἐλπὶς καὶ προστασία.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
Τοῦ Θωμᾶ. ᾨδὴ δ' Ὁ Εἱρμός
Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.
Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.
Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.
Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.
Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Τῆς Παναγίας. Σύ μου ἰσχὺς Κύριε.
Ἴδε σεμνή, καὶ μὴ παρίδῃς τὴν δέησιν, ἡμῶν πάντων τῶν προσκαλουμένων Σε, ἐν ἀληθείᾳ οἷα πιστῶν, δούλων τοῦ Υἱοῦ Σου, καὶ Σοῦ ἁγνὴ Θεονύμφευτε, ἰσχύεις γὰρ εἰ θέλεις, Θεοῦ Μήτηρ ὡς οὖσα, ἐλεῆσαι ἡμᾶς κἂν ἡμάρτωμεν.
Κατανοεῖν, Θεοῦ κριμάτων τὴν ἄβυσσον, καὶ Σοῦ Κόρη ὅλως τὴν παράβλεψιν ἀδυνατῶν, ὡς ἁμαρτωλός, ὢν καὶ ὀλιγόνους, ἐν τοῖς δοκοῦσιν εἶναι κακοῖς· διὸ Παρθενομῆτορ, ἀνυμνῶ μεγαλύνω, οἰκονομίας θείας τὸ πέλαγος.
Λαὸς πιστός, καὶ εὐλαβὴς οὐκ ἐν κτίσμασι, καὶ οἰκίαις ἔχει τὴν εὐσέβειαν, ἀλλ’ ἐν Θεῷ, κέκτηται ὀρθῶς, εἰλικρινῆ πίστιν, καὶ ἐπὶ Σοὶ τὴν εὐλάβειαν, ἁγνὴ ὡς Θεοτόκῳ, καὶ ἡμᾶς· διὸ σῶσον, ὀρθοδόξους ὡς ὄντας πανάμωμε.
Μῆτερ Θεοῦ, ἡ δοξασθεῖσα ἐν θαύμασιν, ἐν τῇ Χίῳ, διὰ τῆς Εἰκόνος Σου, ἀπειροδύναμε, τῆς σεπτῆς, καὶ χαριτοβρύτου, δι’ ἧς ἀπήλασας δαίμονας, ἰάσω ἀσθενοῦντας, καὶ ἀνήγειρας ὧδε, τὴν Μονήν Σου τοῦ Κόσμου βοήθεια.
Καταβασία
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.





Τοῦ Θωμᾶ. ᾨδὴ ε' Ὁ Εἱρμός
Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε.
Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.
Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.
Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Τῆς Παναγίας. Ἵνα τί με ἀπώσω.
Νέον εἴδομεν θαῦμα, τῇ ἐγειρομένῃ Μονῇ πανάχραντε, ὅτι ἠδυνήθης, ταύτην ἐγεῖραι ἐκ θαύματος, ἐν καιροῖς τοιούτοις, ἣν καὶ ἡμῖν Παρθενομῆτορ, ἐδωρήσω εἰς θείαν κατοίκησιν.
Ξένον ὄντως ἐδείχθη, ἀπὸ τῆς καλύβης εἰς νέαν οἴκησιν, ὅτι μετεφέρθη, ἡ σεπτή Σου Εἰκὼν ὦ πανάχραντε, ἐν Μονῇ ἁγίᾳ, μετὰ τιμῆς καὶ εὐφροσύνης, εἰς ὃν ἤγειρας οἶκόν Σου πάναγνε.
λως ἵσταμαι Κόρη, σφόδρα καὶ ἐξίσταμαι τὴν δυναστείαν Σου, πῶς ἐκ τοῦ μὴ ὄντος, Μονὴν τελείαν ἀνήγειρας· ὅθεν δυσωποῦμεν, τοὺς ἐνεργήσαντας εἰς τοῦτο, περιφρούρει καὶ ῥῦσαι πάσης κακώσεως.
Παναγία Παρθένε, πάριδε ὡς εὔσπλαγχνος ἡμῶν τὰ πταίσματα, καὶ γενοῦ ἐνθάδα, τῆς Σῆς ποίμνης ἡ μόνη βοήθεια, ὅπως ἐν εἰρήνῃ, ἐν μετανοίᾳ καὶ ἀσκήσει, τὸν ὑπόλοιπον βίον τελέσωμεν.
Καταβασία
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.














Τοῦ Θωμᾶ. ᾨδὴ ς' Ὁ Εἱρμός
Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.
Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.
Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.
Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Τῆς Παναγίας. Ἱλάσθητί μοι Σωτήρ.
οήν μου βλέψον σεμνή, δακρύων ἡ ἀπειρόγαμος, καὶ σβέσον μου τῶν παθῶν, ἐνήδονον καύσωνα, πρὸς Σὲ γὰρ κατέφυγον, θέλοντά με σῶσον, κἂν μὴ θέλοντα πρεσβείαις Σου.
Σῶσον ἁγνὴ δωρεάν, τοὺς πίστει προσκαλουμένους Σε, ἐκ κλύδωνος καὶ αὐχμοῦ, κρημνοῦ καὶ κακώσεως, διὰ τῆς Εἰκόνος Σου, Βοηθείας οὔσης, ἐν ὀνόματι ὄντως καὶ χάριτι.
Τίς δύναται ἐξειπεῖν, καὶ ἀνυμνῆσαι τὴν δόξαν Σου; ὅτι ἀνήγειρας νῦν, Παρθένε πανάμωμε, τὴν θείαν Μονήν Σου, ἐν τῷ ὄρει Χίου, ἣν εἰς τέλος καλῶς διαφύλαξον.
μνοῦμέν Σε οἱ πιστοί, καὶ εὐλαβῶς προσκυνοῦμέν Σου, Εἰκόνα Κόρη σεπτήν, σχετικῶς σεβόμενοι, κατὰ τὴν παράδοσιν, τῶν θείων Πατέρων, ἡ τιμὴ γὰρ Σοὶ ἀνάγεται.
Καταβασία
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
















Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ Θεοτόκῳ μετὰ πίστεως προσέλθωμεν, καὶ τὴν Εἰκόνα τὴν Αὐτῆς νῦν προσκυνήσωμεν, ἀναμέλποντες ἐφύμνια μετὰ πόθου. Ἀλλ’ ὡς ἤγειρας ναόν Σου τὸν πανάγιον, καὶ τῆς ποίμνης Σου προστάτις ἔσο πάντοτε, ἵνα ψάλλῃ Σοι· Χαῖρε πάντων Βοήθεια.
Ὁ Οἶκος.
Ἄγγελοι ἀοράτως, καὶ βροτῶν πᾶσα φύσις, γεραίρομεν ἐν πίστει καὶ πόθῳ, τὴν πανάχραντον Μητέρα Θεοῦ, τὴν τοῦ κόσμου μεσίτριαν, ἧς τὸ θαῦμα δοξάζοντες, ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χαῖρε, Παρθένε Μήτηρ Κυρίου·
χαῖρε, ἀρχὴ μυστηρίου θείου.
Χαῖρε, ἡ ἐν Χίῳ Μονὴν καθιδρύσασα·
χαῖρε, τὰς παρθένους ἐν ταύτῃ οἰκήσασα.
Χαῖρε, ὅτι τὸν ναόν Σου καθηγίασας λαμπρῶς·
χαῖρε, ὅτι τῶν προσφύγων σου προστατεύεις ἐναργῶς.
Χαῖρε, ὅτι τῶν Χίων πέλεις καύχημα πάντων·
χαῖρε, παντὸς τοῦ κόσμου ὑπερμέγιστον θάμβος.
Χαῖρε, ἡμῶν ἡ μόνη ὁδηγὸς καὶ προστάτις·
χαῖρε, τῆς ἡμῶν ποίμνης ὁ καλὸς ποιμενάρχης.
Χαῖρε, ἁγνὴ ἀσθενῶν ἰατρεία·
χαῖρε, σεμνὴ τῶν πιστῶν σωτηρία.
Χαῖρε πάντων Βοήθεια.

Συναξάριον, τοῦ Μηναίου καὶ ἔπειτα·
Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρα μετὰ τὴν Κυριακὴν τοῦ Θωμᾶ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Βοηθείας, τῆς ἐν τῇ Χίῳ.
Εἰκὼν τῆς Θεοτόκου Μονὴν ἐμφαίνει,
διδοῦσα πᾶσι χαρὰν καὶ σωτηρίαν.
Δευτερίῃ πρώτῃ ἀπὸ τὴν τοῦ Ἀντίπασχα,
Σὲ τὴν ἄγρυπνον, ἡ Σὴ Μονή, ὑμνεῖ προστάτιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εὕρεσις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Χρυσαφιτίσσης, ἐν Μονεμβασίᾳ.
Χρυσῆν στεφάνην τὴν σὴν ἔχει Εἰκόνα,
ἔνδον Κόρη τοῦ Ναοῦ Μονεμβασία.
Αὕτη ἡ Ἁγία Εἰκὼν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, ἐκ παραδόσεως τυγχάνει γνωστόν, ὅτι ἦν ἔν τινι χωρίῳ τῆς ἐν Πελοποννήσῳ Λακεδαίμονος, Χρύσαφα ὀνομαζομένῳ. Κατὰ θείαν δὲ οἰκονομία, εὑρέθη ἐν Μονεμβασίᾳ ἀῤῥήτῳ τρόπῳ μετακομισθεῖσα ἄνωθεν τοῦ Βλυχεροῦ ὕδατος, εἰς τὸ νῦν Μοναστήριον τῆς Χρυσαφιτίσσης ὀνομαζόμενον. Κοινολογηθέντος δὲ τοῦ παραδόξου θαύματος, συναχθέντες πάντες οἱ Χριστιανοί, καὶ λαβόντες τὴν Ἱερὰν Εἰκόνα μετὰ φόβου καὶ θερμῶν παρακλήσεων ἀνήγαγον εἰς τὴν τοῦ Ἑλκομένου Χριστοῦ Ἐκκλησίαν· πλὴν πάλιν διὰ νυκτὸς ἔφυγε καὶ ἐπορεύθη εἰς τὸν πρότερον τῆς εὑρέσεως τόπον. Κοινῇ οὖν ἀποφάσει ᾠκοδόμησαν ἐκεῖ ναὸν καὶ ἐναπέθεντο ἐν αὐτῷ τὴν σεπτὴν Εἰκόνα. Ἐλθόντες δὲ ἀκολούθως τινὲς ἐκ τῶν ἐν Χρυσάφοις χάριν ἐμπορίας εἰς Μονεμβασίαν καὶ ἀναγνωρίσαντες τὴν Ἁγίαν Εἰκόνα ἐζήτησαν αὐτὴν παρὰ τοῦ τῆς Μονεμβασίας Ἀρχιερέως καὶ τῶν ἀρχόντων. Αὐτοὶ δὲ μὴ δίδοντες ταύτην, ἐνήχθησαν ὑπὸ τῶν Χρυσαφιτῶν εἰς τὸ Κριτήριον κατηγορούμενοι ὡς κλέψαντες τὴν Ἱερὰν Εἰκόνα· καὶ οὕτως οἱ Χρυσαφῖται ἔτυχον τοῦ ποθουμένου καὶ παραλαβόντες αὐτὴν μετέφερον εἰς τὸν ἐν Χρυσάφοις ναὸν αὐτῆς. Τὴν δὲ νύκτα, ἡ Ἁγία Εἰκών, ἔφυγεν αὖθις καὶ εὑρέθη, ὤ  τοῦ θαύματος! εἰς τὸν ἐν Μονεμβασίᾳ Ναὸν Αὐτῆς, ἔνθα ἄχρι τοῦδε ἐναπόκειται, εἰς δόξαν καὶ ὕμνον τῆς Θεομήτορος τῆς τοιαῦτα θαυμάσια ἐπιτελούσης διὰ τῆς θείας χάριτος, τῆς ἐπὶ τῆς σεπτῆς Αὐτῆς Εἰκόνος ἐκκεχυμένης.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Παραβουνιωτίσσης ἐν τῇ Ἐρέτριᾳ τῆς Χαλκίδος.
Ταῖς τῆς Παναχράντου Σου Μητρὸς τῆς Κυρίας Βοηθείας πρεσβείαις καὶ πάντων Σου τῶν Ἁγίων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἡμᾶς ἐν ὀμονοίᾳ καὶ εἰρηνικῇ καταστάσει διαφύλαξον, καὶ τῆς οὐρανίου Σου Βασιλείας· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.






























Τοῦ Θωμᾶ. ᾨδὴ ζ' Ὁ Εἱρμός
Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τὸν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ' ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν δι' ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῆς Παναγίας. Παῖδες Ἑβραίων.
Φῶς τὸν Χριστὸν ἡ τετοκυῖα, σκοτιζόμενον τῷ ζόφῳ τῶν πταισμάτων, φώτισόν με ἁγνή, φωτὸς ὡς οὖσα Μήτηρ, τοῦ ἐκ φωτὸς ἐκλάμψαντος, τοῦ Πατρὸς ἀνερμηνεύτως.
Χάριν δίδου Παρθένε Θεοτόκε, συγχωρήσασα ἐμοὶ τὰς ἁμαρτίας, καὶ κινδύνων σεμνή, λύτρωσαι Παναγία, ἐχθρῶν ἐπαναστάσεων, ὁρατῶν καὶ ἀοράτων.
Ψάλλω Σοι Κόρη γηθοσύνως, χαῖρε Μῆτηρ Θεοῦ Παρθενομῆτορ, τῶν Ἀγγέλων ἀνθρώπων τ’ ἀνωτέρα, καὶ πάσης ἄλλης κτίσεως, αἰσθητῆς καὶ νοούμενης.
φθης Βασίλισσα ἁπάντων, οὐρανοῦ τε καὶ γῆς τιμιωτέρα, ὡς τεκοῦσα Χριστόν, τὸν Ποιητὴν τοῦ κόσμου, Ὃν ἐκδυσώπει ἄχραντε, ἐλεῆσαι ἡμᾶς πάντας.
Καταβασία
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.



Τοῦ Θωμᾶ. ᾨδὴ η' Ὁ Εἱρμός
Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας
Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῆς Παναγίας. Τὸν ἐν ὄρει ἁγίῳ.
Ὑπερένδοξε Μῆτερ τοῦ Θεοῦ μου, οὐρανοῦ τε καὶ γῆς, καὶ κτίσεως ἁπάσης ἡ Βασιλίς, ἡ τῶν πιστῶν ἀντίληψις, ὑμνῶ Σε μετ’ Ἀγγέλων, δοξάζω μετ’ ἀνθρώπων, λατρεύων τὸν Υἱόν Σου.
Δὸς Παρθένε κἀμοὶ τῷ ἀναξίῳ, ὀφλημάτων τὴν λύσιν, καὶ ἄφεσιν πταισμάτων, καὶ τῆς γεένης ῥῦσαι με ὦ Δέσποινα, ἵνα μεγαλύνω Σου ἀκαταπαύστως, τὸ ἔλεος Κυρία.
Ἡ ἐν Χίῳ μεγάλως δοξασθεῖσα, ὡς ἐγείρασα Μονὴν ἐκ τοῦ μὴ ὄντος, τοὺς βοηθοῦντας ἐν αὐτῇ βοήθησον, τοὺς προσκαλουμένους, ὄνομα τὸ θεῖον, τῆς Σῆς σεπτῆς Εἰκόνος.
Φεῖσαι Κόρη Χριστιανῶν ἁπάντων, ταῖς πρὸς Χριστόν Σου εὐχαῖς καὶ μητρικαῖς πρεσβείαις, καὶ φόβον θεῖον καρδίαις ἐμφύτευσον, τούτων Παναγία, ἐπὶ τῷ μισῆσαι, τὰ μάταια τοῦ κόσμου.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Καταβασία
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.












Τοῦ Θωμᾶ. ᾨδὴ θ' Ὁ Εἱρμός
Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν.
Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.
Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.
Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Τῆς Παναγίας. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐξέστη μοναζόντων πᾶσα πληθύς, καὶ ἅπαν τὸ πλῆθος Ὀρθοδόξων Χριστιανῶν, ὅτι ἡ Εἰκών Σου Μῆτερ ἁγνή, ἧσπερ κατοικητήριον, ὥρισας Παρθένε τοῦτο σαφῶς, μεγάλως ἐδοξάσθη, ὡς καὶ Μονὴν ἐγεῖραι, ταύτην τῇ ποίμνῃ Σου ἠξίωται.
Ῥανάτω Χίου ὄρους τὸν γλυκασμόν, δεδεγμένον τὴν θείαν Εἰκόνα τὴν θαυμαστήν, τῆς Παρθενομῆτορος καὶ ἁγνής, δι’ ἧς τελοῦνται θαύματα, ἄπειρα ἐν κόσμῳ διηνεκῶς, τοῖς πόθῳ προσιοῦσι, καὶ τοῖς μετ’ εὐλαβείας, ἐπιζητοῦσι Σὴν βοήθειαν.
Ἱλέωσαι τὸν Κτίστην μου καὶ Θεόν, τὸν Υἱόν Σου Παρθένε ἀπείρανδρε, καὶ ἐπ’ ἐμοί, διὰ μεσιτείας Σου δραστικῆς, τοῦ παραβλέψαι πταίσματα, οἷσπερ παρεπίκρανα τὴν Αὐτοῦ, μεγάλην εὐσπλαγχνίαν, ἐν ἔργοις τε καὶ λόγοις, καὶ πονηροῖς διανοήμασιν.
Μαρία ἐμοὶ μόνη καταφυγή, ὡς μόνη Παντοδύναμος Βασίλισσα, σῶσον κἀμέ, κόσμου διαβόλου καὶ τῆς σαρκός, καὶ τὸ παρόν μου πόνημα, ἀποδεξαμένη τὸ εὐτελές, δυνάμει τοῦ Υἱοῦ Σου, κολάσεώς με ῥῦσαι, ὦ Παναγία μου Βοήθεια.
Καταβασία
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.












Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ταῖς Σαῖς ἀγκάλαις ἄχραντε, βαστάσασα τὸν Κύριον, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν Σὲ θερμῶς ἀνυμνούντων, ἐν τῷ Ναῷ Σου πάνσεμνε, καὶ τὴν σεπτὴν Εἰκόνα Σου, ἀσπαζομένων ἐν πίστει, ὅπως ῥυσθείημεν πάντες, ἀπὸ παντοίων κινδύνων, καὶ ἐξ ἐχθρῶν ἀοράτων.
Ἕτερον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Τὴν Σὴν Εἰκόνα Παρθένε, νῦν εὐλαβῶς προσκυνοῦμεν, τὴν ἀνεγείρασαν ταύτην, τὴν σεβασμίαν Μονήν Σου, ἣν καὶ ὡς κτήτωρ καὶ φύλαξ, σκέπε καὶ φύλαττε Κόρη.
Καὶ τὸ τῆς Ἑόρτῆς. Ὅμοιον.
 Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε ἀνυμνήσωμεν, καὶ εὐλαβῶς προσκυνήσωμεν, τὴν ἁγίαν καὶ πάνσεπτον, Εἰκόνα πανθαύμαστον, τῆς ἀειπαρθένου, τὴν ἱδρυσαμένην, τὴν ἱερὰν ταύτην Μονήν, τοῦ ἀνυμνεῖσθαι, ἐν ταύτῃ πάντοτε, καὶ πίστει ἐκβοήσωμεν, ταῖς Σαῖς πρεσβείαις ἀξίωσον, εὐσεβῶς πολιτεύεσθαι, τὴν Σὴν ποίμνην πανάχραντε. (Δίς)

Δεῦτε νῦν φιλέορτοι, τῶν μοναστῶν ἅπας σύλλογος, μετὰ φόβου καὶ πίστεως, θερμῶς μεγαλύνομεν, τὴν ἁγνὴν Παρθένον, ἐν πίστει καὶ πόθῳ, καὶ εὐλαβείᾳ προσεχῶς, αὐτῆς ὑμνήσωμεν τὰ θαυμάσια, καὶ πάντες προσκυνήσωμεν, τὴν σεβασμίαν Εἰκόνα Αὐτῆς, καὶ χαρᾷ ἐκβοήσωμεν· χαῖρε θαῦμα παγκόσμιον.

Χαῖρε Μητροπάρθενε, χαῖρε ἡμῶν ἡ ἀντίληψις, Παναγία Βοήθεια, τὸ τεῖχος τὸ ἄῤῥηκτον, Θεόνυμφε Κόρη, Κεχαριτωμένη, μοναζουσῶν ἡ καλλονή, τῆς Χίου πάσης χαῖρε τὸ καύχημα, τὴν ποίμνην ἡμῶν φύλαττε, ἀπὸ παντοίας κακώσεως, καὶ τοὺς κτήτορας ἅπαντας, τῆς Μονῆς Σου περίσῳζε.

Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον, ἡ ἀνύμφευτος Παρθένος, δῶρα θεῖα ὡς Ἄνασσα ἐπιβραβεύει ἡμῖν τοῖς πιστοῖς, ἠρετίσασα κατοικεῖν, ἐν τῷ περικαλλεῖ τούτῳ Ναῷ. Σεπτὴ γὰρ Εἰκών, ἐφίδρυται ἐνθάδε τῇ Μονῇ, τῆς Θεόπαιδος ἁγνῆς. Ταύτῃ οὖν καὶ ἡμεῖς, ἱκετεύοντες προσείπωμεν· ὦ χαριτόβρυτε Εἰκών, Παναγία Βοήθεια, Μαρία ἀνύμφευτε, σῶσον, χαρίτωσον πανάχραντε, καὶ φρούρει τὴν ποίμνην Σου ἁγνὴ ἐξ ἐχθρῶν ἀοράτων, ὁρατῶν τε καὶ πάσης ἐπιβουλῆς, τῇ μεσιτείᾳ Σου πανύμνητε.


Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. β'
Μεθ' ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἡ τῆς Χίου θεία Μονή, ἡ τῆς Βασιλίδος τὴν Εἰκόνα ὡς θησαυρόν, ἔνδοθεν πλουτοῦσα, τὴν πάνσεπτον καὶ θείαν, τὴν ὄνομα καὶ χάριν οὖσα Βοήθειαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου