Παρασκευή 20 Ιουλίου 2018

ΔΕΥΤΕΡΑ ΘΩΜΑ. ΠΑΝΑΓΙΑ ΧΡΥΣΑΦΙΤΙΣΣΑ ΜΟΝΕΜΒΑΣΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΥΤΕΡΑ ΤΟΥ ΘΩΜΑ!!
ΠΑΝΑΓΙΑΣ ΧΡΥΣΑΦΙΤΙΣΣΗΣ ΜΟΝΕΜΒΑΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΣΠΕΡΙΝΟΣ

Ὁ Προοιμιακός, ἡ α΄ στάσις τοῦ Μακάριος ἀνήρ· τὸ Κύριε ἐκέκραξα καὶ ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἐν τῷ Πεντηκοσταρίῳ γ΄ στιχηρὰ προσόμοια τῆς ἑορτῆς, δευτεροῦντες τὸ α΄. Καὶ τῆς Θεοτόκου τὰ παρόντα δ΄. Ἦχος δ΄. Πανεύφημοι Μάρτυρες.
Ὑμνήσωμεν σήμερον πιστοί, καὶ πανηγυρίσωμεν, τὴν τὸν Θεὸν τὸν ἀχώρητον, γαστρὶ χωρήσασαν, ἀστενοχωρήτως· χαῖρε τὸ κραταίωμα, λιμὴν τῶν ὀρθοδόξων καὶ στήριγμα, καὶ μέγα καύχημα, ἰαμάτων ἡ προχέουσα, θεῖα ῥεῖθρα· χαῖρε πάντων Δέσποινα.

Τίς δύναται Ἄχραντε Ἁγνή, Σοῦ ἐξαριθμήσασθαι, τὰ ὑπὲρ φύσιν καὶ ἔννοιαν, θεῖα χαρίσματα, ἅ ἐκ τῆς ἁγίας, καὶ σεπτῆς Εἰκόνος Σου, ᾀεὶ Παρθενομῆτορ λαμβάνομεν· καὶ γὰρ νοσήματα, ἰατρεύεις τοῖς προστρέχουσι, τῷ Ναῷ Σου, τούτῳ Παντευλόγητε.

Πίστει κατὰ χρέος Σε τιμῶ, Παναγία Δέσποινα, καὶ μεγαλύνω τὴν δόξα Σου· καὶ γὰρ ἀπήλασα, τῶν Σῶν χαρισμάτων, πλουσίως Πανάχραντε, ἐλθὼν καὶ προπεσὼν τῇ Εἰκόνι Σου· διὸ καὶ κράζω Σοι· Μὴ ἐλλίπῃς παναμώμητε, βοηθεῖν μοι, τῷ ἀχρείῳ δούλῳ Σου.

Ὁ βίος μου Πάναγνε πολλῶν, πειρασμῶν τε ἔμπλεως, ἐκ τῶν πολλῶν κακῶν γέγονεν, ὧν ἐπλημμέλησα· ἀλλὰ σὺν ἐκείνοις, καὶ τούτων με λύτρωσαι, καὶ δός μοι νοῦν καὶ βίον ἀπρόσκοπτον, καὶ λόγον σώφρονα, ἵνα πίστει μακαρίζω Σε, καὶ δοξάζω τὸ θεῖόν Σου ὄνομα.

Δόξα. Ἦχος πλ. δ΄.
Τίς λαλήσει τὰς δυναστείας Σου Ἄχραντε Ἁγνή; ἤ τίς ἐξαριθμήσει τῶν θαυμάτων Σου τὰ πλήθη; Καὶ γὰρ ἐν τῷ Ναῷ Σου, οἱ ἐν πίστει προστρέχοντες, λαμβάνουσιν ἰάσεις τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ πάντες Παναμώμητε, ὑμνοῦσι τὸν οἶκόν Σου, καὶ μεγαλύνουσι Κόρη, καὶ βοῶσί Σοι σεμνή· Σκέπε τὴν πόλιν Σου, ἐκ πάσης βλάβης, κινδύνων καὶ περιστάσεων.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Τῶν θυρῶν κεκλεισμένων...


Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον: Τίς Θεὸς μέγας... μετὰ τῶν στίχων αὐτοῦ.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. 28, 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπω, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ' ἧς σὺ καθεύδεις ἐπ' αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σὲ ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 27 & 44, 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.







Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. 9, 1-11)
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις· (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς) · τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α'
Τὴν χάριν τῶν ἰαμάτων, παρὰ Σοῦ Θεοτόκε λαμβάνοντες ἀφθόνως, οἱ πιστοὶ προσιόντες ἐν τῷ θείῳ τεμένει Σου, Παντάνασσα πανύμνητε, βοῶμέν Σοι εὐλαβῶς· φύλαττε ταύτην τὴν πόλιν, τὴν τιμῶσαν τὴν Εἰκόνα Σου ἐν φόβῳ καὶ χαρᾷ, ἀπὸ ἐχθρῶν πολεμίων, ἵνα ἀπαύστως μεγαλύνωμεν, τὸ κράτος τῆς ἐξουσίας Σου Παντευλόγητε.

Ἦχος β΄.
Ἡ τῶν Οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα· ἡ δι’  ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη· ἐν τῷ πανσέπτῳ αὐτῆς σήμερον, καὶ παναγίῳ προσερχόμενοι ναῷ, πᾶσιν ἡμῖν δωρεῖται ἰάματα πιστοῖς, ἱλασμὸν πταισμάτων καὶ μέγα ἔλεος.

Ἦχος γ΄.
Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν πάνσεπτον πανήγυριν, τῆς Θεομήτορος ἀνυμνήσωμεν· ἐν αὐτῇ γὰρ παρέχει, τοῖς πιστοῖς ἰάματα ἀνεξάντλητα· ὅθεν τῇ ἁγία πρεσβείᾳ Αὐτῆς, ὁ κόσμος ἀνεζωοποιήθη, ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μετὰ τῶν Ἀσωμάτων καὶ πάντων τῶν Ἁγίων, ἑορτάζων φαιδρῶς.

Ἦχος δ΄.
Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ τὸν Ναὸν αὐτῆς πληροῦσαν, τῶν ἰαμάτων χαρίσματα, τοῖς προσιοῦσιν ἐν πίστει καὶ αἰτουμένοις· Κύριε πρεσβείαις Αὐτῆς, τὴν εἰρήνην παράσχου ἡμῖν καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Ἄσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε. Σήμερον γὰρ τὸν ὁλόφωτον Ναὸν Αὐτῆς, παραδόξων θαυμάτων ἀποπληροῖ καὶ ἰάσεων· καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, είρήνην καὶ μέγα ἔλεος.

Καὶ νῦν. Ἦχος α΄. Τῆς Ἑορτῆς.
Μεθ’ ἡμέρας ὁκτώ, τῆς ἐγέρσεώς Σου...

Εἰς τὸν Στίχον· τὸ Ἀναστάσιμον Στιχηρόν. Ἦχος α΄.
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς...

Καὶ τῆς Θεοτόκου. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Στ.: Μνησθήσομαι τοῦ Ὀνόματός Σου ἐν πάσῃ γενεᾷ  καὶ γενεᾷ.
Χαῖρε, Παρθενομῆτορ σεμνή· χαῖρε τοῦ κόσμου τὸ θερμὸν ἱλαστήριον, καὶ πάντων τῶν προστρεχόντων, ἐν τῷ σεπτῷ Σου Ναῷ, καὶ σεπτῶς τιμῶμεν τὴν Εἰκόνα Σου, ἐξ ἧς καὶ λαμβάνουσιν, ἰαμάτων χαρίσματα· χαῖρε θαυμάτων, ἀνεξάντλητον πέλαγος, Μονεμβασίας, φύλαξ σκέπη καὶ καύχημα, θεῖος ὅρμος τε, γαληνὸς καὶ ἡσύχιος· χαῖρε δι’ ἧς σωζόμεθα, οἱ πόθῳ τιμῶντές Σε, ἐκ νοσημάτων παντοίων καὶ πειρασμῶν τε καὶ θλίψεων, Ἁγνὴ Παναγία· διὸ πρέσβευε σωθῆναι, τοὺς ἀνυμνοῦντάς Σε.

Στ.: Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὔς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου.
Δεῦτε, χρεωστικῶς οἱ πιστοί, πανηγυρίσωμεν φαιδρῶς ἑορτάζοντες, τὴν μόνην ἐκλελεγμένην, ἀπὸ πασῶν γενεῶν, Θεοτόκον Κόρην τὴν Πανάμωμον, ἐξ ἧς καὶ λαμβάνομεν, ἰαμάτων χαρίσματα, οἱ προστρέχοντες, ἐν ναῷ Αὐτῆς πάντοτε, μετὰ πίστεως, εὐλαβείας καὶ πόθου τε· χαῖρε Αὐτῇ κραυγάζοντες, Παρθένε Θεόνυμφε, Μονεμβασίας ἡ δόξα· φύλαττε ταύτην καὶ δώρησαι, τυχεῖν βοηθείας, τῆς ἐκ Σου Θεοκυῆτορ, καὶ μέγα ἔλεος.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Πλῆθος, τῶν χαρισμάτων Ἁγνή, τίς ἐξισχύσει διηγήσασθαι Ἄχραντε, ἀφθόνως τοῖς Σὲ τιμῶσι, ὦν χορηγεῖς ἀγαθή, καὶ τῷ θείῳ τούτῳ Σοὶ προστρέχουσι, ναῷ ὑπερθαύμαστε, Θεοτόκε πανύμνητε, καὶ τῇ Εἰκόνι, προσπεσοῦνται αἰτούμενοι, τὴν ὑγείαν τε, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἅμα ἀπολαμβάνουσι, φαιδρῶς ἀγαλλόμενοι· ἥνπερ ἐνέργειαν Κόρη, κἀγὼ ἀιτήσας πεπείραμαι· διό Σου δοξάζω, μεγαλύνω καὶ γεραίρω, τὴν δυναστείαν Σου.


Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα· δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, ἐν τῇ ἐνδόξῳ ἑορτῆ τῆς Μητρὸς τοῦ Θεοῦ. Σήμερον γὰρ ἐφαπλοῖ τοῖς πᾶσιν ἰάματα, τοῖς προσιοῦσι μετὰ πίστεως· καὶ ἡμεῖς πανευλαβῶς αὐτὰ ἀρυόμενοι, τῆς εὐλογίας κομιζόμεθα τὰ χαρίσματα. Ἄγγελοι Αὐτὴν ὑμνοῦσι σὺν Ἀποστόλοις, ὑπὲρ ἡμῶν Αὐτῆς δεόμενοι, τῆς σωτηρίας τυχεῖν τῆς ψυχῆς. Πάντες προσκυνήσωμεν Αὐτὴν δεόμενοι· συγγενοὺς οἰκειότητος, μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων τὴν παναγίαν μνήμην Σου.

Καὶ νῦν. Ἦχος α΄. Τῆς ἑορτῆς.
Τῶν Μαθητῶν δισταζόντων...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τῆς Θεοτόκου. Ἦχος βαρύς.
Ἐπὶ τῷ θείῳ προστρέχοντες ἱερῷ Ναῷ Σου Παντάνασσα, Μῆτερ τοῦ Θεοῦ, καὶ τῶν ἐκ Σοῦ θαυμασίων ἀντλοῦντες, ἐν πίστει βοῶμέν Σοι· Χαῖρε Ναὲ θαυμαστὲ τοῦὙψίστου Ἁγνή· διὰ Σοῦ γὰρ πάντες σώζονται.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐσφραγισμένου τοῦ μνήματος...

Ἀπόλυσις.
 



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέστη ἡ λαμπρά, καὶ φωσφόρος ἡμέρα, ἡ μνήμη Σου σεμνή, Παναγία Παρθένε, ἐν ᾗ Σε γεραίρομεν, καὶ πιστῶς ἐκβοῶμέν Σοι· ῥῦσαι ἅπαντας, τοὺς ἐπὶ Σοὶ πεποιθότας, ἀπὸ νόσου τε, και ἐκ λοιμοῦ βαρυτάτου, καὶ πάσης κακώσεως.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐπέστη ἡ ζωή, τῶν θυρῶν...

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα, ὅμοιον.
Ἀνέτειλεν ἰδού, τὸ τῆς χάριτος ἕαρ, φωτίζον τηλαυγῶς, τῶν πιστῶν τὰς καρδίας, Ἁγνὴ Παναμώμητε, τῷ Ναῷ Σου προστρέχοντες, καὶ λαμβάνοντες, τῶν ἰαμάτων τὴν χάριν, ὅθεν πίστει Σε, ἀνευφημοῦμεν ἐκ πόθου, φαιδρὸν καταφύγιον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἰδών μου τὴν πλευράν...

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.
Αἰνέσατε παρθένοι καὶ λαοὶ εὐφημεῖτε, προσδράμετε προθύμως ἐν χαρᾷ τῷ Ναῷ τῆς Πανάγνου· ἀντλεῖτε ἰάματα πιστῶς, παρέχει γὰρ ἡμῖν ὡς ἀγαθή. Διὰ τοῦτο κατὰ χρέος, ἐν χαρᾷ καὶ φόβῳ Αὐτῇ βοήσωμεν· χαῖρε ἀκήρατος ζωή· χαῖρε λυπουμένων ἡ χαρά· χαῖρε ἡ ἐλευθερώσασα ἡμᾶς διὰ τοῦ Τόκου Σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τῷ φόβῳ τῶν Ἑβραίων...

Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μνησθήσομαι τοῦ Ὀνόματός Σου ἐν πάσῃ γενεᾷ  καὶ γενεᾷ.
Στ.: Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὔς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ...
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... καὶ ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Τροπάριον· προς τὸ Ἀναστὰς ὁ Ἰησούς.
Ὁ προστρέχων ἐπὶ Σοί, ἀεὶ λαμβάνει εὐεργεσίαν, χάριν ἐξαντλεῖ, Θεοτόκε ἀγαθή, καὶ μέγα ἔλεος.

Οἱ Κανόνες· τῆς Ἑορτῆς μετὰ τῶν εἱρμῶν εἰς στ΄· καὶ τῆς Θεοτόκου εἰς η΄, οὗ ἡ Ἀκροστιχίς: Δημήτριος Βιτζέντζος υἱὸς Ἀνδρέου.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Δεῦτε ἅπαντες προθύμως τῇ ἐγέρσει Χριστοῦ, ᾄσωμεν θεῖον ὕμνον, ὅτι ἐπέλαμψεν ἡμῖν ἐν αὐτῇ ἡ Ἑορτή, τῆς μόνης Ἁγνῆς, θαυμάτων παράδοξα τοῖς πιστοῖς διανέμουσα.
Παντάνασσα Παρθένος, ἡ χρυσὴ κιβωτός, πᾶσιν ἡμῖν δωρεῖται, τῶν ἰαμάτων τοὺς κρουνούς, τοῖς πιστῶς ἐν τῷ Ναῷ τῷ θείῳ αὐτῆς, προστρέχουσι πάντοτε, καὶ ζωὴν τὴν αἰώνιον.
Μετὰ πόθου καὶ φόβου καὶ ἡμεῖς ἐν τῷ Σῷ, θείῳ Ναῷ ἐλθόντες, χάριν ἀντλοῦμεν δαψιλῆ, τὴν ἐν Σοὶ μετὰ φωνῶν καὶ ᾀομάτων τερπνῶν, Χριστὸν μεγαλύνομεν, τὸν ἐκ Σοῦ ἀνατείλαντα.
πάνσεπτος ἐπέστη καὶ καλὴ ἑορτή, τῆς Μητρὸς τοῦ Κυρίου, καὶ γὰρ παρέχει φωτισμόν, καὶ χαρὰν καὶ ἱλασμόν, τοῖς πίστει θερμῇ Αὐτὴν μεγαλύνουσι.

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν καινόν.
Τίς δύναται Δέσποινα βροτῶν, ἀνυμνῆσαι ἀξίως τὰ Σὰ θαυμάσια, τὰ εἰς τὸν θεῖον Ναόν, τοῦτόν Σου τελούμενα ἀεί, δι’ ὧν καὶ σωζόμεθα.
ῦσαι πόλιν ταύτην Ἀγαθή, ἐξ ἐφόδων βαρβάρων τε καὶ ἀλώσεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, τὴν ὑπὸ τὴν σκέπην Σου πιστῶς, Παρθένε ἐλπίζουσα.
αμάτων κρήνη δαψιλής, Σὺ ὑπάρχεις Μαρία Θεογεννήτρια· διὸ κἀγὼ ἐπὶ Σοί, προσέδραμον πίστει παρὰ Σοῦ, λαβὼν τὰ αἰτήματα.

Τὸ κοντάκιον τῆς ἑορτῆς.
Τῇ φιλοπράγμονι δεξιᾷ...
Εἶτα· κάθισμα τῆς Θεοτόκου. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δεῦτε φιλέορτοι, πανηγυρίσωμεν, λαμπρῶς ἐξαρχούσης τῆς Θεομήτορος, τὴν παναγίαν ἑορτήν, ἀντλήσωμεν ἰαμάτων, χάριν τὴν ἀένναον, ἥν παρέχει ἡ Πάναγνος, πᾶσι τοῖς προστρέχουσι, τῇ Ἁγίᾳ Εἰκόνι Αὐτῆς· διὸ καὶ εὐχαρίστως βοήσωμεν· Χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀψάμενος χειρί...









ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Σήμερον ἔλαμψεν ἡμῖν ἡ λαμπροφόρος Ἑορτή, Ἄχραντε Παρθένε Μαρία, τῆς σεπτῆς εἰκόνος Σου, ἥν τῇ Σῇ πόλει δέδωκας, φυλακὴν σεμνή, καὶ προστασίαν κατὰ νοσημάτων.
Βάσις ὑπάρχεις ἀσφαλής, καὶ κραταιὰ περιοχή, πόλεως πτωχῆς Μονεμβασίας, τρισευδαίμονος δ’ ἐν Σοὶ Μαρία Θεονύμφευτε, καθ’ ὅ εἰς Σὲ ἐλπίζουσα, καὶ τῷ Ναῷ Σου πάντες, οἱ εὐσεβεῖς Σοὶ προστρέχουσι.
ασαι Δέσποινα Ἁγνή, τὴν παναθλίαν μου ψυχήν, ὅτι ἐπὶ Σὲ τὰς ἐλπίδας ἀνεθέμην Ἄχραντε, ἁμαρτιῶν συγχώρησιν αἴτησαι Παρθένε, ὑπὸ τοῦ ἐκ Σοῦ γεννηθέντος, σεμνὴ Πάναγνε Δέσποινα.
Τρέψον τὴν λύπην εἰς χαράν, τῶν Σὲ τιμώντων ἀγαθή, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, τοὺς ἐχθροὺς κατάβαλε, τοὺς καθ’ ἡμῶν πρεσβείαις Σου, ὅπως κατὰ χρέος Σε ὑμνῶμεν, τὴν τῶν βροτῶν χαρμονήν, καὶ ἀγαλλίασιν.

ᾨδὴ ε΄. Ὀθρίσωμεν ὄρθρου βαθέος.
Ζητήσωμεν πάντες ἐν πίστει, καὶ μετὰ θερμῶν δακρύων βοήσωμεν τῇ Πανάγνῳ· δώρησαι ἰάματα, τοῖς προσιοῦσι πάντοτε, τῷ Σῷ Ναῷ παντευλόγητε.
πίφανον Μῆτερ Κυρίου, καὶ ἐφ’ ἡμῖν τὰ ἐλέη τοῦ Υἱοῦ Σοῦ, τοῖς ἐκ πόθου πάντοτε ζητοῦσί Σου τὸ πρόσωπον, καὶ δώρησαι χάριν τὴν Σὴν τὴν ἀένναον.
Νέμεις πᾶσι τῶν ἰαμάτων, τοῖς πιστῶς Κόρη αἰτοῦσι, Πανάχραντε Θεοτόκε, καὶ ἐλαύνεις δαίμονας ἐκ τῶν ἀνθρώπων· ὅθεν Σε χρεωστικῶς μεγαλύνομεν.
Τὰ ἔργα μου τοῦ παναθλίου, ἐπ’ ἐμὲ ἐπληθύνθησαν, καὶ δέομαι Σῆς βοηθείας, μὴ παρίδῃς Ἄχραντε, ἀλλ’ ἴασαι τὸν δοῦλόν Σου, τὸν ἐπὶ Σὲ καταφεύγοντα.

ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Ζητήσας ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ προφθάσας τὴν ἡμῶν νῦν ἐλπίδα, ἁπάντων τῶν πεποιθότων Ἁγνή, καὶ ἀνήγαγες ἐκ φθορᾶς με τῶν παθῶν Θεοτόκε Παρθένε.
ρθρίσας ἐν τῷ πανσέπτῳ Σου Ναῷ, ἀπήλαυσα ἐκ Σοῦ θείαν χάριν Παρθένε· ὅθεν βοῶ Σοι πιστῶς· χαῖρε Ἄχραντε, δι’ ἧς ἐῤῥύσθημεν παθῶν, καὶ ὀδύνης καὶ ζάλης.
Σωθέντες ἡμεῖς ἐκ παντοίων Ἁγνή, Ἄχραντε ἀεὶ προσιόντες προθύμως, καὶ ἐν τῷ πανσέπτῳ Ναῷ τούτῳ κράζομεν· ἀπὸ βλάβης πονηρᾶς νοσημάτων ἡμᾶς ῥῦσαι.
πάρχεις σεμνὴ πλατυτέρα οὐρανῶν, Χερουβὶμ καὶ Σεραφίμ, ὑπερτέρα Ἀγαθή· διὸ ὑμνολογοῦμέν Σε πιστῶς καὶ δοξάζομέν Σε σεπτῶς, τὸν Θεὸν σαρκὶ κυήσασα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν τῷ Ναῷ Σου οἱ πιστοὶ θερμῶς προστρέχοντες, καὶ ἐκλαβόντες, δωρεὰν θεῖα χαρίσματα, ἀνυμνοῦμέν Σε οἱ δοῦλοί Σου Θεοτόκε· ἀλλ’ ὡς ἔχουσα, τὸ κράτος ἀνεκλάλητον, ἐπιφάνηθι καὶ νῦν σῶσον Πανάμωμε, τοὺς Σοὶ κράζοντας· Χαῖρε σκέπη πανθαύμαστε.
Ο Οἶκος.
Ἅπαντες συνελθόντες, ἐπιτελοῦμεν τὴν μνήμην, τὴν Σὴν Παρθενομῆτορ Μαρία· καὶ σὺν τοῖς τῶν Ἀσωμάτων χοροῖς ἱστάμενοι τῷ οἴκῳ Σου, κραυγάζομεν ἡμεῖς τοιαῦτα·
Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐδόθη·
χαῖρε, δι’ ἡς ἡ ἀρὰ ἐκλείπει.
Χαῖρε, τῶν πεσόντων Ἁγνὴ ἡ ἀνάκλησις·
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος τὸ πανθαύμαστον, δι’ οὗ ἔγνωμεν Θεόν·
χαῖρε, βάθος τῶν ἰάσεων, δι’ οὗ σώζονται πολλοί.
Χαῖρε, ὅτι ὑπάρχεις ἰατρὸς τῶν νοσούντων·
χαῖρε, ὅτι πλουτίζεις τοὺς πρὸς Σὲ πεφευγότας.
Χαῖρε, ἀστήρ, τοῖς πᾶσιν ἐκλάμπουσα·
χαῖρε, σεμνή, τὸν κόσμον φωτίζουσα.
Χαῖρε, δι’ ἧς, οἱ τῆς Μονεμβασίας εὐσεβεῖς τιμῶνται·
χαῖρε, ὅτι ἐκ Σοῦ, ἀσθενεῖς ἰῶνται.
Χαῖρε σκέπη πανθαύμαστε.





















Τὸ Συναξάριον τοῦ Μηναίου· εἶτα τὸ παρόν·
Τῇ Δευτέρᾳ μετὰ τὴν Κυριακὴν τοῦ Ἀντιπάσχα, ἑορτάζομεν τὴν ἀνεύρεσιν τῆς Ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης Χρυσαφιτίσσης ἐν Μονεμβασίᾳ.
Χρυσῆν στεφάνην τὴν σὴν ἔχει Εἰκόνα,
ἔνδον Κόρη τοῦ Ναοῦ Μονεμβασία.
Δευτερίῃ ἀπὸ τὴν τοῦ Ἀντιπάσχα·
Πρώτῃ, Σὲ τὴν ἄγρυπνον ὑμνεῖ προστάτην.
Αὕτη ἡ Ἁγία Εἰκὼν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, ἐκ παραδόσεως τυγχάνει γνωστόν, ὅτι ἦν ἔν τινι χωρίῳ τῆς ἐν Πελοποννήσῳ Λακεδαίμονος, Χρύσαφα ὀνομαζομένῳ. Κατὰ θείαν δὲ οἰκονομία, εὑρέθη ἐν Μονεμβασίᾳ ἀῤῥήτῳ τρόπῳ μετακομισθεῖσα ἄνωθεν τοῦ Βλυχεροῦ ὕδατος, εἰς τὸ νῦν Μοναστήριον τῆς Χρυσαφιτίσσης ὀνομαζόμενον. Κοινολογηθέντος δὲ τοῦ παραδόξου θαύματος, συναχθέντες πάντες οἱ Χριστιανοί, καὶ λαβόντες τὴν Ἱερὰν Εἰκόνα μετὰ φόβου καὶ θερμῶν παρακλήσεων ἀνήγαγον εἰς τὴν τοῦ Ἑλκομένου Χριστοῦ Ἐκκλησίαν· πλὴν πάλιν διὰ νυκτὸς ἔφυγε καὶ ἐπορεύθη εἰς τὸν πρότερον τῆς εὑρέσεως τόπον. Κοινῇ οὖν ἀποφάσει ᾠκοδόμησαν ἐκεῖ ναὸν καὶ ἐναπέθεντο ἐν αὐτῷ τὴν σεπτὴν Εἰκόνα. Ἐλθόντες δὲ ἀκολούθως τινὲς ἐκ τῶν ἐν Χρυσάφοις χάριν ἐμπορίας εἰς Μονεμβασίαν καὶ ἀναγνωρίσαντες τὴν Ἁγίαν Εἰκόνα ἐζήτησαν αὐτὴν παρὰ τοῦ τῆς Μονεμβασίας Ἀρχιερέως καὶ τῶν ἀρχόντων. Αὐτοὶ δὲ μὴ δίδοντες ταύτην, ἐνήχθησαν ὑπὸ τῶν Χρυσαφιτῶν εἰς τὸ Κριτήριον κατηγορούμενοι ὡς κλέψαντες τὴν Ἱερὰν Εἰκόνα· καὶ οὕτως οἱ Χρυσαφῖται ἔτυχον τοῦ ποθουμένου καὶ παραλαβόντες αὐτὴν μετέφερον εἰς τὸν ἐν Χρυσάφοις ναὸν αὐτῆς. Τὴν δὲ νύκτα, ἡ Ἁγία Εἰκών, ἔφυγεν αὖθις καὶ εὑρέθη, ὤ  τοῦ θαύματος! εἰς τὸν ἐν Μονεμβασίᾳ Ναὸν Αὐτῆς, ἔνθα ἄχρι τοῦδε ἐναπόκειται, εἰς δόξαν καὶ ὕμνον τῆς Θεομήτορος τῆς τοιαῦτα θαυμάσια ἐπιτελούσης διὰ τῆς θείας χάριτος, τῆς ἐπὶ τῆς σεπτῆς Αὐτῆς Εἰκόνος ἐκκεχυμένης.
Ἧς ταῖς Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ὁ Παῖδας  ἐκ καμίνου ῥυσάμενος.
δού Σοι ἐκ βαθέων κραυγάζομεν, καρδίας τε Πανάμωμε· δώρησαι ἡμῖν, τοῖς Σὲ τιμῶσιν εὐσεβῶς, ἰαμάτων τὴν χάριν τοῖς μέλπουσιν· ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
πᾶσι τοῖς ἀνθρώποις δωρούμενος, συγχώρησιν ὡς εὔσπλαγχνος, χάριν διὰ Σοῦ, ἡμῖν παρέχει ὡς Θεός, καὶ δαιμόνων λυτροῦται πρεσβείαις Σου, τοὺς πίστει εἰλικρινεῖ προσελθόντας, ἐν τῷ Ναῷ Σου Πανύμνητε.
Σωμάτων τὰς ἰάσεις παρέχουσα, καὶ δαίμονας διώκουσα· ὅθεν καὶ ἡμεῖς, οἱ προσελθόντες ἐν τῷ Σῷ, ὦ Παρθένε Ναῶ μεγαλύνομεν, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
παύστως ἀνυμνοῦμέν Σε Πανάμωμε, καὶ κράζομεν οἱ δοῦλοί Σου· ῥῦσαι ἡμᾶς Ἁγνή, ἐκ κινδύνου χαλεποῦ, καὶ θανάτου πικροῦ ἀναμέλποντας, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.



ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Νύμφη ἐκλεκτή, καὶ ἁγία ἐδείχθης, τοῦ πάντων Βασιλέως· διὸ καὶ ἐν τῷ Γάμῳ, σὺν αὐτῷ ἐν Κανᾷ παραγέγονας, καὶ θαῦμα παράδοξον, τὸ ὕδωρ εἰς οἶνον, Αὐτῷ μεταβαλόντι.
Δόξα τῶν πιστῶν καὶ κραταίωμα Κόρη ὑπάρχεις, διὰ τοῦτο πάντες Σὲ ὑμνοῦμεν ἐν τῷ σεπτῷ Ναῷ προσερχόμενοι, τῷ Σῷ μεγαλύνομεν, Χριστὸν ἀνυμνοῦντες εἰς πάντας τοὺς αἰῶνας.
ῦσαί με Ἁγνή, τῆς τῶν δαιμόνων κακίας, καὶ δίδου μοι ὑγείαν, ὑπερφυῶς τεκοῦσα, τὸν Υἱὸν τοῦ Θεοῦ, ἵνα ἐν πίστει καὶ πόθῳ μεγαλύνῳ Σε, καὶ ὑπερυψῶ τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
χεις Ἀγαθή, παῤῥησίαν ὡς Μήτηρ, τοῦ ἐκ Σοῦ σαρκωθέντος ἄνευ σπορᾶς Θεοῦ Λόγου, ἐξελοῦ τὸν λαόν Σου κακώσεως ἐχθρῶν ὑπερθαύμαστε, ἵνα Σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
θεῖος Ναός Σου, ἄλλος ἐφάνη οὐρανός, διαλάμπει θαυμάτων τὴν πληθὺν Πανάμωμε· ὅθεν ἡμεῖς πάντες οἱ πιστοί, Κόρη σεμνή, φόβῳ τε καὶ πόθῳ, Σὲ ἀνυμνοῦμεν Πανάμωμε.
μνοῦμεν ἀπαύστως τὰ μεγαλεῖά Σου Ἁγνή, καὶ γὰρ σώζεις ἐκ νόσων καὶ δεινῆς κακώσεως, πάντας ἡμᾶς τοὺς προσδραμόντας πιστῶς τῷ Σῷ Ναῷ, καὶ διαφυλάττεις ἀπαύστως Σὲ μεγαλύνοντας.
πόλις Συ αὕτη, Σοῦ ἑορτάζει Ἀγαθή, τὴν ἁγίαν ἡμέραν, ἐν ᾗ παραγέγονας, σὺν τῷ Υἱῷ ἐν Κανᾷ τῇ πόλει, ὕδωρ αὐτῷ, θαυμαστῶς εἰς οἶνον μεταποιήσαντι Ἄχραντε.
ν πίστει καὶ πόθῳ, καὶ εὐλαβείᾳ ψυχικῇ, ἀπονέμω Σοι Κόρη ᾄσματα ἐπάξια, δέχου αὐτά, καὶ ἀντιμισθίαν δώρησαι δέ, ἐν τῇ ἄνω δόξῃ, ἐμοὶ Σῷ δούλῳ Πανάμωμε.

Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας ὡς θνητός.
Χριστὸς ἐκ τάφου ἀναστάς, ὁ Βασιλεὺς καὶ Κύριος, ἐδόξασε τὸν Ναόν Σου, Παρθενομῆτορ Μαρία, θαυμάτων τὰ παράδοξα, ἐπιτελοῦσα σήμερον· διό Σε νῦν δοξάζομεν, ἀκαταπαύστως Παρθένε.
Καὶ τῆς Ἑορτῆς.
Ἐμῶν μελῶν χειρί Σου...









Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Λαμπρὰ ἐπέστη ἡμέρα τῆς Θεομήτορος, ἐν ᾗ οἱ προσελθόντες, μετὰ πίστεως θείας, δρέπουσιν ἰατρείαν τὴν ψυχικήν, καὶ τῶν σωμάτων τὴν ἴασιν, καὶ ἐκ σκανδάλων λυτροῦνται τοῦ πονηροῦ, καὶ κινδύνων τε καὶ θλίψεων.

Ἐπουρανίου τυχόντες θείας ἐλλάμψεως, δεῦτε πιστοὶ προθύμως, ἀναμέλψωμεν ὕμνον, τῇ μόνῃ Θεοτόκῳ ὅτι ἡμῖν, ἰαμάτων χαρίσματα, ἐπιφοιτῶσα παρέχει τοῖς εὐσεβῶς, προσκυνοῦσιν ἐν τῷ θείῳ Ναῷ.

Δαβὶδ ἐξάρχων χορείας τῆς Θεομήτορος, τὴν Βασιλίδα πάντων, μεγαλύνει ἀπαύστως, λέγων· ὡς παρέστης ἐκ δεξιῶν, τοῦ Παντάνακτος Δέσποινα, ἐκδυσωποῦσα ῥυσθῆναι ἐκ πειρασμῶν, τοὺς τιμῶντας τὴν Εἰκόνα Σου.

Παρθενομῆτορ Μαρία τοῦ οὐρανίου Θεοῦ, καὶ τῶν Ἀγγέλων δόξα, καὶ ἀνθρώπων ἡ χάρις, σκέπε τοὺς τιμῶντας Σοῦ τὴν σεπτήν, θείαν Εἰκόνα θεόνυμφε, καὶ ἀβλαβεῖς τούτους φύλαττε Ἀγαθή, ἀπὸ πάσης περιστάσεως.

Δόξα. Ἦχος β΄.
Σήμερον ἡ Ἁγνὴ ἐν τῷ Ναῷ τὰς ἰάσεις παρέχει· σήμερον ἡ Πάναγνος Δέσποινα τὰς ψυχὰς ἁγιάζει· οἱ τῆς Μονεμβασίας ἀσθενεῖς ἀγάλλονται, τὸ παράδοξον ὁρῶντες καὶ ἄμισθον, οὗπερ τὸν ὕμνον προσφέρουσι· τὴν εὐρωστίαν ἐπαμφιέννυνται χαίροντες. Ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα τῷ Σῷ κράτει Σεμνή· δόξα τῇ Σῇ δυνάμει, δι’ ἧς σώζονται ἅπαντες.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Θωμᾶς ὁ λεγόμενος Δίδυμος...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δίδεται καὶ Ἅγιον Ἔλαιον τοῖς Χριστιανοῖς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου