ΜΑΙΟΥ 3!!
ΤΙΜΟΘΕΟΥ & ΜΑΥΡΑΣ ΜΑΡΤΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ
ἀρχιμ. Ἰωαννικίου Κονιδάρη. Βενετία ᾳψξθ΄).
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν,
στιχολογοῦμεν τὸ μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στιχηρὰ
προσόμοια· τῆς τυχούσης ἑορτῆς γ, καὶ τῶν Ἁγίων γ΄. Ἦχος πλ. Δ΄. Ὤ τοῦ
παραδόξου θαύματος.
Ὤ
τοῦ παραδόξου θαύματος, οἱ στρατιῶται Χριστοῦ, ἀνδρικῶς ὐπομείναντες, ὡς
στεῤῥοὶ ἀδάμαντες, αἰκισμούς τε καὶ μάστιγας, καὶ τὰς σταυρώσεις, Χριστοῦ
μιμούμενοι, τὸ σεπτὸν Πάθος ἐξεικονίζοντες, πᾶσαν κατέβαλον, τὴν τυράννου
δύναμιν καὶ μηχανήν, θείῳ πυρπολούμενοι, πόθῳ οἱ Μάρτυρες.
Δεῦτε
γηγενεῖς ἐν ᾄσμασι, τοὺς στρατιῶτας Χριστοῦ, εὐσεβῶς μεγαλύνωμεν, καὶ πρὸς
τούτους εἴπωμεν· Χαίροις ἡ ξυνωρὶς ἡμῖν, ἡ τὴν Τριάδα λαμπρῶς κηρύξασα, καὶ
καθελοῦσα δαιμόνων φρύαγμα, ὅθεν ἐστέφθητε, οὐρανίοις στέμμασι θείας τρυφῆς,
συναπολαμβάνοντες, Χριστοῦ βραβεύσαντος.
Κάλλει,
ψυχῆς τε καὶ σώματος, κεκοσμημένη φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τὸν τῆς
δόξης στέφανον, παρ’ Αὐτοῦ ἀναδήσασθαι, περιθεμένη καὶ ὑπερκόσμιον, Χριστοῦ
νυμφῶνα κατασκηνώσασα, Μαῦρα πανεύφημε, συγχορεύεις τάξεσιν ἀγγελικαῖς, ὄντως
ἀκατάλυτον χορείαν ἔνδοξε.
Δόξα.
Ἦχος πλ. Β΄.
Δεῦτε
ἅπαντες πιστοί, εὐλαβῶς τοὺς ὕμνους προσοίσωμεν, τῇ εὐσήμῳ μνήμῃ τῶν Μαρτύρων.
Οὗτοι γὰρ νέμουσι ἰαμάτων τὰς χάριτας, τοῖς μετὰ πόθου καὶ πιστῶς
προσερχομένοις, ὅθεν κατὰ χρέος πρὸς αὐτοὺς ἐκβοήσωμεν λέγοντες· Χαίρετε δυὰς
τοῦ Χριστοῦ καὶ καλοὶ ἐργάται τοῦ Αὐτοῦ ἀμπελῶνος· χαίρετε μιμηταὶ τοῦ σωτηρίου
Πάθους, τῷ Σταυρῷ κρεμασθέντες, τὸν ἐχθρὸν τροπωσάμενοι· χαίρετε Τιμόθεε καὶ Μαῦρα,
ὁ μὲν ἔτοιμος παθεῖν διὰ Χριστόν. Ἡ δὲ ἀμαυρώσασα τὸν ἄρχοντα τοῦ σκότους. Ὅθεν
ἐν οὐρανοῖς ὑψιπέται γεγόνατε, ἔνθα ἦχος ἑορταζόντων.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται
ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ
ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν
ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου
οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι
πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι,
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ
ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ
φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ
τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς,
καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ
περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα·
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς
παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου,
τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς,
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελον τῆς τυχούσης ἑορτῆς ἕν.
Καὶ τῶν Ἁγίων. Ἦχος α´.
Τοῦ
μεγάλου βασιλέως, ὡς στρατιώτας πνευματικῶς μεγαλύνωμεν, καὶ τὴν δι’ αὐτοὺς
γεγενημένην πανήγυριν, εὐφρόσυνον ἐκτελέσωμεν. Οὗτοι γὰρ κατὰ τοῦ τυράννου
ἀνδρειωθέντες, μιμηταὶ γενόμενοι τοῦ Πάθους Χριστοῦ τοῦ Θεοῦ, ἐν αὐλαῖς
οἰκοῦσιν Αὐτοῦ, σὺν ταῖς ἄνω δυνάμεσι, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
πλ. Β΄.
Σήμερον
ἐπέλαμψεν ἡ πανσεβάσμιος μνήμη τῶν ἐνδόξων Μαρτύρων, καὶ πιστοὶ εἰσέρχονται
πρὸς αὐτοὺς μετὰ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῶν τε καὶ σωμάτων, καὶ πάσης
μαλακίας, ὄὅεν πρὸς αὐτοὺς ἐκβοήσωμεν λέγοντες· Δοῦλοι Χριστοῦ, φωστῆρες
ἀπλανεῖς, τῷ εὐεργέτῃ Θεῷ, ἱκετεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
πιστοί, τῶν Ἀθλητῶν τὸ καύχημα, Τιμόθεον καὶ
Μαῦραν ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν. Οὗτοι
γὰρ διὰ τοῦ μαρτυρίου τῷ Θεῷ τὸ πνεῦμα παρέδωκαν, καὶ παρ’ Αὐτοῦ τοὺς στεφάνους
ἐκληρώσαντο. Καὶ χαρὰν εἰς οὐρανοὺς ἄληκτον, τρανῶς ὁρῶντες τὴν δόξαν Αὐτοῦ,
καὶ νῦν δυσωποῦσιν ἐκ κινδύνων ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν στίχον, προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς
μαργαρίτας τοὺς θείους καὶ ξυνωρίδα Χριστοῦ, τοὺς κήρυκας τῆς δόξης, οὐρανῶν
βασιλείας, ἐν ὕμνοις μεγαλύνωμεν τὰς ᾠδάς, πρὸς αὐτοὺς ἐκβοήσαντες· Χαίρετε
Μάρτυρες θεῖοι παρὰ Θεοῦ, τοὺς στεφάνους κομισάμενοι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τῶν
οὐρανίων τὰ κάλλη περιπολεύετε, τῷ ἐπὶ θρόνου δόξης βασιλεύοντι τούτων,
παρίστασθε βοῶντες ἀγγελικῶς, τὸ τρισάγιον ᾄσμα αὐτῷ. Μεγαλομάρτυρες θεῖοι ὑπὲρ
ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύσατε
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσε ὁ
Κύριος.
Τὰς
τῶν τυράννων ἐπάρσεις, καὶ τῶν δαιμόνων βολάς, ἀνδρείως καὶ σωφρόνως ἐδιώξατε
πόῤῥῳ, θυσίας τῶν εἰδώλων πάσας ὑμεῖς, ἐβδελύξασθε φεύγοντες, καὶ ὡς λιμένες
εὐδίῳ Χριστῷ τῷ Θεῷ, προσωρμήθητε πανεύφημοι.
Δόξα.
Ἦχος δ΄.
Ἐπέλαμψε
σήμερον ἡμῖν, ἡ πανσεβάσμιος πανήγυρις τῶν ἐνδόξων Μαρτύρων, Τιμοθέου τε καὶ Μαύρας.
Οὗτοι γὰρ ἀνδρείως τῶν τυράννων καταφρονήσαντες, τῷ αἵματι τῆς ἀθλήσεως, τὰς
νευρὰς τῶν δαιμόνων κατεδαφίσαντες, τοὺς στεφάνους τῆς νίκης παρὰ Θεοῦ
κομισάμενοι, ἐν οὐρανοῖς περιπολεύουσι, τὰς ἀμοιβὰς τοῦ μαρτυρίου ἀποδεχόμενοι,
παρὰ τοῦ δοξάζοντος τοὺς Αὐτὸν δοξάσαντας. Μέμνησθε οὖν Ἅγιοι καὶ ἡμῶν ἐν τῇ
πόλει ταύτῃ καὶ νήσῳ, φιλοχρίστου λαού. Καὶ τὸν σεβάσμιον ὑμῶν ναόν,
ἀδιάσειστον εἶναι, μέχρι τέλους ἡμῖν δωρήσασθαι ἐκ κινδύνων χαλεπῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
Ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄.
Μαρτύρων
σύλλογος νῦν εὐφραίνεται, Ἀγγέλων ᾄσμασι μεγαλύνομεν, τὴν μνήμην ὑμῶν Ἅγιοι,
ἅπαντες μελῳδοῦντες, καὶ πιστῶς ἐκβοῶντες· Χαίροντες τῆς Τριάδος, δυὰς Μαρτύρων
καὶ κλέος, Τιμόθεε καὶ Μαῦρα, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τιμόθεον ἡμεῖς, καὶ
ἀοίδιμον Μαῦραν, αἰνέσωμεν πιστῶς, καὶ
βοήσωμεν πάντες, Χριστὸν ἱκετεύοντες, καὶ ἐκ τούτου αἰτούμενοι, πᾶσιν ἔλεος,
καὶ ὀφλημάτων τὴν λύσιν, τοῖς βροτοῖς ἡμῖν, καὶ ἀναξίοις ἱκέταις, δοθῆναι
ἀμφότερα.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῆς
καρτερίας σου, Μαῦρα πανένδοξε, ἐν τῇ
ἀθλήσει σου, Μάρτυς ἀοίδιμε, τίς μὴ θαυμάσῃ τῶν πιστῶν, τοὺς πόνους καὶ τὴν
βάσανον; Ὅθεν καὶ τὸν στέφανον, ὁ Χριστὸς σοὶ δεδώρηται, ὅνπερ ἐπεπόθησας, καὶ
Αὐτῷ ἠκολούθησας. Διὸ παῤῥησίαν ἔχουσα πρὸς Αὐτόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν πολυέλεον, κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τοῦ
ἐχθροῦ διαβόλου τὰς προσβολάς, ἀποκρούσασα πάσας ἡ εὐκλεής, Μαῦρα παναοίδιμε, τὸν Σταυρὸν τοῦ Κυρίου σου,
Αὐτὸν ὡς ποθήσασα, ἐπ’ ὤμων ἀραμένη, τῇ δυνάμει τούτου ἐχθρὸν κατεπάτησας, ὅθεν
κατ’ ἀξίαν, ἀμοιβὴν τῶν ἀγώνων, τὸν στέφανον εἴληφας, ἀθληφόρε πανεύφημε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ ἀναβαθμοί. Τὸ α΄ προκείμενον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος...
Στ.: Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου...
Εὐαγγέλιον, Λουκᾶ: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν
ἀνθρώπων... (Ζήτει
Ἀπριλίου κγ΄).
Ὁ Ν ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος α΄.
Τὸν
οὐράνιον Νυμφίον ἐπεπόθησας Μαῦρα παναοίδιμε,
διὰ Σταυροῦ τὴν μακαρίαν σου ψυχὴν τῷ Χριστῷ παρέδωκας, σὺ ταῖς ἄνω συναυλίζῃ
χορείαις. Καὶ νῦν μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ τῶν πίστει τελούντων τὴν πανέορτον
μνήμη σου.
Οἱ Κανόνες τῆς Ἑορτῆς,
καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Τιμοθέου Μαύρας τε τοὺς πόνους σέβω.
Ποίημα Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Τῶν ἱερῶν ἀθλοφόρων
τὴν ἱεράν, καὶ σεπτὴν πανήγυριν, ὁ λαὸς ὁ ἱερός, ἱερῶς τιμήσωμεν αὐτῶν, ταῖς
δεήσεσι δεινῶν ὅπως ῥυσθείημεν.
Ἱερονίκους
στεφάνους παρὰ Χριστοῦ, εἰληφέναι σπεύδοντες, τὸ θανεῖν ὑπὲρ τὸ ζῆν, οἱ γενναῖοι
Μάρτυρες σαφῶς, ᾑρετίσαντο· διὸ δόξης ἐπέτυχον.
Μὴ
δειλιάσαντες πόνους τοὺς τῆς σαρκός, μὴ κολάσεις πτήξαντες, μὴ τὸ πῦρ τῶν διωκτῶν,
ἀθλοφόροι Μάρτυρες Χριστόν, ἐν σταδίῳ ἀνδρικῶς ἀνεκηρύξατε.
Θεοτοκίον
Ὁ ὑπερούσιος
Λόγος οὐσιωθείς, ἐξ ἁγνῶν αἱμάτων σου, ἐθεούργησεν ἡμᾶς, καὶ φθορᾶς ἐῤῥύσατο Ἁγνή·
διὰ τοῦτό σε πιστῶς ἀεὶ δοξάζομεν.
ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Θεοῦ τὰς
βίβλους τῷ λαῷ, ἱερῶς ὑπανοίγων, καὶ φωτίζων καρδίας, στρατιῶτα τοῦ Χριστοῦ, Τιμόθεε τῷ σεπτῷ μαρτυρίῳ, χαίρων ἐπιβέβηκας.
Ἐνθέῳ πόθῳ τὴν
ψυχήν, πυρπολούμενος Μάρτυς, τῷ πυρὶ τῶν βασάνων, προσωμίλεις καρτερῶς· διὸ σε ἡ
τοῦ Χριστοῦ, θεία δρόσος, μάκαρ ἐπανέψυχεν.
Ὁ νοῦς σου
νεύσει πρὸς Θεόν, λαμπρυνόμενος Μάρτυς, οὐκ ᾐσθάνετο ὅλως, τῶν σιδήρων τὰς
δεινάς, προσψαύσεις διὰ πυρός, γινομένας, ἔνδοξε Τιμόθεε.
Θεοτοκίον
Ὑπάρχων
φύσει ἀπαθής, ὁ Υἱός σου Παρθένε, προσελάβετο σάρκα, ἐξ αἱμάτων σου ἁγνῶν, καὶ
διὰ πάθους Σταυροῦ, τῶν παθῶν με, ἄχραντε ἐῤῥύσατο.
Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Τιμήσαντες Θεόν, ἀπημαύρωσαν
πλάνην, Τιμόθεος σαφῶς, καὶ ἡ ἔνδοξος Μαύρα, καὶ πᾶσαν ὑπομείναντες, οἱ πανένδοξοι
βάσανον, ἐλαμπρύνθησαν, ὑπὲρ ἀκτῖνας ἡλίου, καὶ γεγόνασι, συλλειτουργοὶ τῶν Ἀγγέλων,
οὓς πίστει δοξάσωμεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς
ᾨδὴ δ'. Χριστός μου δύναμις.
Μεγίστην εὔκλειαν,
ἐπιποθήσαντες, ἠξιώθητε ταύτης, τέκνα φωτός, θείου χρηματίσαντες,
Μεγαλομάρτυρες Χριστοῦ, τῶν Ἀγγέλων ἰσοστάσιοι.
Ἁγίων
τάγμασι, συναριθμούμενος, καὶ εὐήκοα ὦτα πρὸς θεϊκούς, νόμους ἔχων ἔνδοξε, τὰς
διατρήσεις σταθερῶς, ἐκαρτέρησας Τιμόθεε.
Ὑψοῦντες ξύλῳ
σε, οἱ ματαιόφρονες, προσβαρύνουσι λίθῳ τὴν κεφαλήν, ἔνδοξε Τιμόθεε· ἀλλ' ἐδυνάμου σε Χριστός, θείῳ πάθει
σεμνυνόμενον.
Ῥεόντων ἄστατον,
φορὰν Μακάριοι, ἑβδελύξασθε ὄντως, καὶ ἑαυτούς, πόνοις ἐξεδώκατε, τὰ δι' αἰῶνος
ἀγαθά, διὰ τούτων κληρωσάμενοι.
Θεοτοκίον
Ἁγνείας
σκήνωμα, κατοικητήριον, τοῦ Δεσπότου τῶν ὅλων, καὶ Προφητῶν, πάντων περιήχημα,
θεοχαρίτωτε Ναέ, τοὺς ὑμνοῦντάς σε οἰκτίρησον.
ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Συζύγου Μαύρα φωτοειδεῖς, λόγους ἠκροάσω εὐμενῶς, καὶ τὴν
ζοφώδη κακόνοιαν, ἀποῤῥιψαμένη φῶς ἐχρημάτισας, διὰ τοῦ μαρτυρίου θεομακάριστε.
Τῷ θείῳ
Πνεύματι σεαυτήν, Μαύρα θωρακίσασα σεμνή, πρὸς
συμπλοκὴν τοῦ ἀλάστορος, χαίρουσα ἐξῆλθες, καὶ τοῦτον ἔτρεψας, καὶ νίκης τοὺς
στεφάνους Μάρτυς ἀπείληφας.
Ἕνα σε
Κύριον Ἰησοῦν, καθομολογοῦσα ἡ Σεμνή, χειρὶ τὸν ἄνθρωπον πλάσαντα, τέμνεται
δακτύλους χειρὸς τὴν ἄδικον, ἀνδρείως τιμωρίαν καθυποφέρουσα.
Θεοτοκίον
Τὴν
καταιγίδα τῶν λογισμῶν, τὰς ἐπαναστάσεις τῶν παθῶν, τῶν πειρασμῶν τὸ κλυδώνιον,
κόπασον Παρθένε θεοχαρίτωτε, καὶ σῶσόν με ὑμνοῦντα τὰ μεγαλεῖα σου.
ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν.
Οἱ ἅγιοι
Μάρτυρες, τῷ ἱστίῳ τοῦ Σταυροῦ, πνευματικῶς πτερούμενοι, τῶν πειρασμῶν τὸ πέλαγος
ἀβλαβῶς, ἐν πίστει παρέδραμον, καὶ πρὸς θείους λιμένας ἀνεπαύσαντο.
Ὑφάψαντες
λέβητα, ἐν αὐτῷ σε τὸν Χριστόν, ὁμολογοῦσαν ῥίπτουσιν, οἱ δυσσεβεῖς, ἀλλ' ἔμεινας
ἀβλαβής, τὴν δρόσον τοῦ Πνεύματος, εὑραμένη σε Μαύρα
ἀναψύχουσαν.
Στρεβλούμενοι
Μάρτυρες, πάσας στρέβλας τοῦ ἐχθροῦ, ἀνδρείως διελύσατε, καὶ τῇ ἀγάπῃ τέλεον τοῦ
Χριστοῦ, ψυχὰς συνεδήσατε, τῆς σαρκὸς ἀποθέσει παναοίδιμοι.
Θεοτοκίον
Πανάγαθε
Δέσποινα, τὸν πανάγαθον Θεόν, ἡ ἐν σαρκὶ κυήσασα, κεκακωμένην πάθεσι τὴν ἐμήν,
καρδίαν ἀγάθυνον, ἵνα πίστει καὶ πόθῳ μεγαλύνω σε.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.
Τοὺς
πολυτρόπους αἰκισμοὺς ἐνεγκόντες, καὶ τοὺς στεφάνους ἐκ Θεοῦ εἰληφότες, ὑπὲρ
ἡμῶν πρεσβεύσατε πρὸς Κύριον, μνήμην τὴν πανίερον, τῶν ὑμῶν ἐκτελούντων,
μέγιστε Τιμόθεε, καὶ ἀοίδιμε Μαῦρα, τοῦ εἰρηνεῦσαι πόλιν καὶ λαόν, Αὐτὸς γάρ
ἐστι πιστῶν τὸ κραταίωμα.
Ἕτερον.
Ἡ Παρθένος σήμερον.
Δι’
εὐχῆς ἀπώσατο, τοὺς πειρασμοὺς διαβόλου, καὶ Ἀγγέλου δέχεται, χειραγωγίᾳ ἡ
Μάρτυς. Θρόνῳ γὰρ, ἐπουρανίῳ αὕτη προσήχθη. Στέφανον στολήν, λευκήν τε
ἀπολαβοῦσα, ἵνα χαίρῃ αἰωνίως, μετὰ Μαρτύρων πάντων χορεύουσα.
Ὁ
Οἶκος.
Τιμόθεον σὺν Μαύρᾳ τῇ συζύγῳ σήμερον εὐφημήσωμεν. Οὗτοι γὰρ τὰς
ποινὰς τοῦ τυράννου γενναίως ὑπέμειναν εἰς οὐδὲν τὸν παρόντα βίον τιθέμενοι. Ὀ
μὲν τὰς κόρας τῶν ὀφθαλμῶν ὑστερούμενος ἠγάλλετο. Ἡ δὲ τοὺς δακτύλους τετμημένη
καὶ τὰ τῆς κεφαλῆς τρίχας ἐκτιλλομένη, καὶ θερμῷ ὕδατι ἐμβεβλημένη οἱονεὶ
παίζουσα τῷ αὐτῷ ὕδατι τὸν τύραννον μὴ θερμόν, ἀλλὰ ψυχρὸν εἶναι λέγοντα
ἐπεῤῥάντισεν. Ἀλλὰ καὶ προσβολὰς τοῦ διαβόλου διττὰς δι’ εὐχῆς ἐπεκρούσατο.
Διόπερ αὐτὴν Ἄγγελος Θεοῦ εἰς οὐρανὸν ἀνάγων, καὶ θρόνον, καὶ στολὴν λευκήν,
καὶ στέφανον ὑποδεικνύων ἔφη. Ὅτι σοὶ ταῦτα ἐπεκληρώθησαν. Ἀλλ’ ὦ Μάρτυρες
Ἅγιοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν, μετὰ Δικαίων καὶ Ἀγγέλων, πάντων χορεύοντες.
Συναξάριον
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων
Μαρτύρων Τιμοθέου καὶ Μαύρας.
Ἥπλωσε
Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
Ἥπλωσε καὶ
νῦν Μαύρα σὺν Τιμοθέῳ.
Σταυρῷ
Τιμόθεος τριτάτῃ τανύθη ἅμα Μαύρᾳ.
Οὗτος ὁ Ἅγιος Τιμόθεος, ἐν τῷ σχήματι ὢν τῶν κληρικῶν, τῶν ἱερῶν
λογίων ὑφηγητὴς ἦν, ἐκ κώμης Πεναπέων, ἄρτι πρὸς κοινωνίαν γάμου τὴν Μαύραν
ἀγαγόμενος. Οὔπω δὲ διαγενομένων εἴκοσιν ἡμερῶν, διαβληθείς, ἄγεται πρὸς τὸν
ἡγεμόνα Θηβαΐδος Ἀῤῥιανόν· οὗ προστάξαντος ἀγαγεῖν αὐτῷ τὰς βίβλους, ἃς τοῖς
Χριστιανοῖς ὑπαναγινώσκει, τοῦτο μὲν οὐκ ἐποίησεν· ἀντέφησε δὲ τῷ ἡγεμόνι, τὰς
βίβλους τέκνα ἡγεῖσθαι αὑτοῦ, ὑφ᾿ ὧν στηρίζεσθαι καὶ ὑπὸ τῶν Ἀγγέλων
φρουρεῖσθαι τῆς τῶν γεγραμμένων δυνάμεως καλούσης αὐτοὺς εἰς βοήθειαν· μηδένα
δὲ ἑκοντὶ τὰ ἴδια τέκνα διδόντα εἰς θάνατον. Ὅθεν σίδηρα πεπυρωμένα ἐνέβαλον
αὐτοῦ τοῖς ὠσίν, ὑφ᾿ ὧν αἱ τῶν ὀφθαλμῶν αὐτοῦ κόραι διατακεῖσαι ἐξέπεσον. Εἶτα
δεσμοῦσιν αὐτοῦ ἐπὶ τροχοῦ τοὺς ἀστραγάλους καὶ κημὸν ὑποβάλλουσιν αὐτοῦ τῷ
στόματι καὶ κρεμῶσιν ἐπὶ κεφαλῆς, λίθον αὐτοῦ τῷ τραχήλῳ προσδήσαντες.
Ὡς δὲ τούτοις οὐκ ἐνεδίδου, τὴν γαμετὴν αὐτοῦ Μαύραν ἀπατῆσαι
ἐλπίσας ὁ ἡγεμών, ἔπειθε διὰ κολακειῶν κοσμησαμένην, θεραπείαν τοῖς εἰδώλοις
προσάγειν. Ἡ δὲ οὐκ ἤκουσε, μᾶλλον δὲ ταῖς τοῦ Ἁγίου πεισθεῖσα παραινέσεσι, τοῦ
ἡγεμόνος ἐνώπιον Χριστιανὴν ἑαυτὴν ὡμολόγησε. Τίλλεται οὖν τὰς τρίχας τῆς
κεφαλῆς καὶ τοὺς δακτύλους τέμνεται καὶ βαπτίζεται ἐν θερμῷ ὕδατι· ἐν ᾧ μείνασα
ἄφλεκτος, ὑπόνοιαν παρέσχε τῷ ἡγεμόνι ὡς οὐ θερμὸν ἦν, ἀλλὰ ψυχρὸν τὸ ὕδωρ, ἐν
ᾧ ἐβαπτίσθη· ὅθεν ἐπιῤῥαντισθῆναι αὐτῷ κατὰ τῆς χειρὸς κελεύει. Τῆς δὲ Ἁγίας τῇ
χειρὶ λαβούσης ἀπὸ τοῦ λέβητος καὶ ἐπιβαλούσης αὐτῷ κατὰ τὴν χεῖρα, ἀπεῤῥύη τὸ
δέρμα τοῦ ἡγεμόνος. Ἐπὶ τοῦτο οὖν σταυροῖ αὐτοὺς ἀμφοτέρους, καὶ ἐπιμείναντες
ἡμέρας ἐννέα τῇ ἀναρτήσει, ἀλλήλους παρῄνουν ἐκ διαδοχῆς ἐγκαρτερεῖν ταῖς
κολάσεσι καὶ μὴ ἐνδοῦναι συνεβούλευον, καὶ οὕτω τὰ πνεύματα ἑαυτῶν τῷ Κυρίῳ
παρέδωκαν.
Ἐγένετο δὲ ὡς ἐν ἐκστάσει ἐλθεῖν τὸν διάβολον τῇ Ἁγίᾳ Μάρτυρι, ἔτι
τῷ σταυρῷ ἠρτημένῃ, καὶ ὀρέγειν ποτήριον μέλιτος καὶ γάλακτος ἔμπλεων, πιεῖν
προτρεπόμενον· τὴν δὲ δι᾿ εὐχῆς ἀπώσασθαι. Καὶ πάλιν ἐπὶ ποταμὸν ἀγαγεῖν,
ῥέοντα τοὺς προοφθέντας χυμοὺς (τὸ μέλι δηλ. καὶ τὸ γάλα), καὶ πιεῖν
ἐπιτρέπειν· τὴν δὲ εἰπεῖν· «Οὐκ ἐξ αὐτῶν πίομαι, ἀλλ᾿ ἐκ τοῦ ποτηρίου, οὗ μοι
ἐκεράσατο ὁ Χριστός»· καὶ οὕτω τὸν διάβολον ἡττημένον ἀπελθεῖν ἀπ᾿ αὐτῆς.
Ἄγγελον δὲ τοῦ Θεοῦ παραστάντα, δόξαι τὴν Ἁγίαν εἰς τὸν οὐρανὸν ἀγαγεῖν τῆς
χειρὸς λαβόμενον καὶ ὑποδεῖξαι αὐτῇ θρόνον καὶ στολὴν λευκὴν ἐπ᾿ αὐτὸν καὶ
στέφανον, καὶ εἰπεῖν· «Ὅτι σοι ταῦτα ἡτοιμάσθησαν». Εἶτα πρὸς ὑψηλότατον
ἀγαγεῖν, καὶ πάλιν ὑποδεῖξαι θρόνον ἕτερον καὶ πανευπρεπεστάτην στολὴν καὶ
στέφανον, καὶ προσειπεῖν· Ὅτι ταῦτα τῷ
ἀνδρί σου ἀπεκληρώθησαν· ἡ δὲ τοῦ τόπου διαφορὰ παραδηλοῖ σοι, ὅτι ὁ ἀνήρ σου
μᾶλλον πρόξενός σοι τῆς σωτηρίας ἐγένετο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου.
Ῥοδοπιανῷ
καὶ Διοδώρῳ ῥόδα,
Ἤ δῶρα μᾶλλον
ἦσαν οἱ πλῆκται λίθοι.
Οὗτοι
ἦσαν κατὰ τοὺς χρόνους Διοκλητιανοῦ· διὰ δὲ τὴν εἰς Χριστὸν πίστιν, ὑπὸ τῶν
ἰδίων συμπολιτῶν ὕβρεις πολλὰς καὶ αἰκίας καὶ μάστιγας ὑπομείναντες, ἐν
Ἀφροδισίᾳ τῆς Καρίας τελευταῖον ὑπὸ τῶν αὐτῶν λιθοβολούμενοι, τὰ ἑαυτῶν τῷ
Κυρίῳ παρέδωκαν πνεύματα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ
σημειοφόρου (θαυματουργοῦ), Ἐπισκόπου Ἄργους.
Ῥίψας τὸν ἐχθρὸν ἔνθεν ἀτρώτῳ βίῳ,
Ζωσιτῆρα νίκης ζῶν ἤ θανὼν Πέτρε.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Εἴκοσι Ἑπτὰ Μάρτυρες πυρὶ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀχμὲτ τοῦ καλφᾶ, τοῦ ἐξ Ἀγαρηνῶν,
μαρτυρήσαντος διὰ ἀπαγχονισμοῦ εἰς τὴν Πόλιν, ἐν ἔτει 1682.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Οἰκουμενίου τοῦ θαυματουργοῦ, ἐπισκόπου Τρίκκης.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἐπέτειος τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Λουκᾶ τοῦ ἐν τῷ Στειρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ξενίας τῆς θαυματουργοῦ τῆς ἐκ Καλαμῶν.
Ξενίας ὤφθης ἐργάτις ὦ Ξενία,
Ξενίαν σεμνή, οὐρανῶν σὺ ποθοῦσα.
Αὕτη ἦν ἐπὶ αὐτοκρατόρων Μαξιμιανοῦ καὶ Μ. Κωνσταντίνου καὶ
Δομετιανοῦ ἄρχοντος τῆς πόλεως Καλαμῶν, ἔνθα ἐγεννήθη τῷ 291. Ὑπῆρξε θυγάτηρ
Νικολάου καὶ Δεσποίνης, ὡραιοτάτη, ὥσπερ ἐν λειμῶνι ῥόδον εὔοσμον,
κατευωδιάζουσα πιστῶν τὰς καρδίας. Ἐρασθεῖσα δ’ ἐμμανῶς παρὰ τοῦ Δομετιανοῦ καὶ
ἀρνουμένη νυμφευθῆναι τούτον, δεσμεῖται καὶ πρὸς μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα
καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς Νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι.
Λαμπάσιν οὖν τὸ σῶμα καιομένη, τὸν νοητὸν ἐχθρὸν κατέκαυσεν. Ἵπποις ἀγρίοις
προσδεθεῖσα καὶ μὴ βουλομένων τούτων κινηθῆναι διὰ θείου Ἀγγέλου λυθεῖσα τὰς
βουλὰς τοῦ τυράννου διέλυσε. Τοὺς μαστοὺς αὐτῆς ἐκκοπεῖσα, τὴν ἰσχὺν τῆς ἀσεβείας
κατέκοψε. Διὰ τὸ ἐρᾶσθαι σφοδρῶς ὑπὸ τοῦ ἄρχοντος, τοῦ περιφρονημένου ὑπ’ αὐτῆς
τὴν καρδίαν ἀφαιρεθεῖσα τὴν κάραν τμηθεῖσα καὶ εἰς πλεῖστα διχοτομηθεῖσα
τεμάχια, ἐν πίσσῃ τῷ πυρὶ παραδίδοται καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Θεῷ
παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παμβοῦ, τοῦ
καθολικοῦ, τῆς Γεωργίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Παιδομαρτύρων καὶ Νεομαρτύρων Χριστοδούλου καὶ Ἀναστασίας
τῶν ἐν Ἀχαΐᾳ, μαρτυρησάντων ἐν ἔτει 1821.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Δροσοβόλον μέν.
Οὐκ ᾐσθάνου
ταῖς λαμπάσι παναοίδιμε, φλογιζομένη πάντοθεν, πῦρ ἐγκάρδιον, τὴν ἀγάπην,
φέρουσα Χριστοῦ, καὶ τούτῳ βοῶσα ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νυσταγμὸν ἀπὸ
βλεφάρων ἀπωσάμενος, κακίας ὦ Τιμόθεε, ἐκαρτέρησας,
ὀφθαλμῶν πηρώσεις τὸν Χριστόν, καρδίας τοῖς ὄμμασιν ὁρῶν, καὶ μελῳδῶν· Εὐλογητὸς
εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Οἱ τὰ κάτω
παριδόντες θεῖοι Μάρτυρες, τῶν ἄνω δὲ τὴν οἴκησιν, κληρωσάμενοι, ἱεραῖς
τιμάσθωσαν ᾠδαῖς, βοῶντες ἀπαύστως σὺν ἡμῖν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον
Ὑπερύμνητε
Παρθένε, ὑπερύμνητον Θεὸν ἀποκυήσασα, τοὺς ὑμνοῦντάς σε, κοινωνοὺς ἀνάδειξον
φωτός, καὶ ῥῦσαι γεέννης καὶ φλογός, καὶ πάσης βλάβης τοῦ ἐχθροῦ ταῖς ἱκεσίαις
σου.
ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Συντηροῦντες
τοὺς νόμους τοῦ Παντοκράτορος, ἀνομούντων τῷ κράτει οὐχ ὑπεκύψατε, σέβας πονηροῖς,
οὐκ ἐνείματε δαίμοσι, Μάρτυρες γενναῖοι, Κυρίου κληρονόμοι.
Συζυγίᾳ ἀρίστῃ
σαφῶς συνδούμενοι, τὸν ζυγὸν τοῦ Κυρίου τὸν ἐλαφρότατον, ᾔρατε ὁμοῦ, ἐπαυχένιον
Μάρτυρες, καὶ ταῖς τῶν Μαρτύρων, συνήφθητε ἀγέλαις.
Ἐπὶ ξύλου
ταθέντες σταυροῦ Πανεύφημοι, ἐπὶ πλείστας ἡμέρας ἐξεικονίσατε, πάθος τὸ σεπτόν,
τοῦ παθόντος βουλήματι, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Βιαιότατον ὄντως
θάνατον Ἅγιοι, παραστάσει τῶν πόνων καθυπεμείνατε, ἄπονον· διό, πρὸς ζωὴν
μετετέθητε, ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὡραιώθης
Παρθένε ἀποκυήσασα, ὡραιότατον κάλλει Χριστὸν τὸν Κύριον, θείαις τοὺς πιστούς, ἀγλαΐαις
φαιδρύνοντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Θεὸν ἀνθρώποις.
Ἰδεῖν τὴν
δόξαν κατηξιώθητε, τοῦ ἑαυτὸν κενώσαντος δι' οἶκτον Πανεύφημοι· τοὺς αὐτοῦ γὰρ
νόμους ἐφυλάξατε, καὶ κοινωνοὶ τῶν τούτου, παθημάτων γεγόνατε· ὅθεν
συνελθόντες, εὐσεβῶς ἡμᾶς γεραίρομεν.
Ὡρῶν ἰσάριθμον
διηνύσατε, μέτρον Σοφοί, νυκτῶν καὶ ἡμερῶν προσκαλούμενοι, τοῦ δι' οἶκτον Σταυρῷ
ὁμιλήσαντος· ὃν καθομολογοῦντες πάντων δεσπόζοντα, τούτου ἐν χερσί, τὰ ἑαυτῶν
πνεύματα ἔθεσθε.
Στρατὸς Ἀγγέλων
χορὸς μακάριος, τῶν Προφητῶν Μαρτύρων Ἀποστόλων Ὁσίων τε, τῇ ἀνόδῳ ὑμῶν ἐπεκρότησε,
πάντων δὲ ὁ Δεσπότης, στέφει κατέστεψε, Μάρτυρες ἡμᾶς νικητικῷ ὡς ὑπεράγαθος.
Ἡμῖν τοῖς
πόθῳ ὑμᾶς γεραίρουσι, καὶ τὴν σεπτὴν ὑμῶν ἐπιτελοῦσι πανήγυριν Ἀθλοφόροι Χριστοῦ
γενναιότατοι, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν πάντων τε δεινῶν ἀπαλλαγὴν σοφοὶ
αἰτήσασθε.
Θεοτοκίον
Φωτὶ τῷ σῷ
με Θεοχαρίτωτε, ἐν γυναιξὶ Παρθένε καταλάμπρυνον δέομαι, καὶ πυρὸς αἰωνίου με
λύτρωσαι ὅπως σε μεγαλύνω, ὅπως δοξάζω σε, ὅπως κατὰ χρέος, ἀνυμνῶ τὰ μεγαλεῖά
σου.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τιμόθεον τιμήσωμεν, καὶ Μαῦραν μεγαλύνωμεν, τοὺς στρατιώτας Κυρίου, καὶ
ἡμετέρους προστάτας. Αὐτοὶ γὰρ ἠγωνίσθησαν, καὶ τὸν Χριστὸν ἐκήρυξαν, ἐνώπιον
παρανόμων, ἕνα Θεὸν ἐν Τριάδι, καὶ Βασιλέα ἁπάντων.
Καὶ
τῆς ἑορτῆς.
Εἰς
τοὺς αἴνους. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τὸ
ζεῦγος τὸ ἅγιον Χριστοῦ, ξυνωρὶς ἡ ἔνθεος, τὸ τῶν Μαρτύρων ἐγκαλλώπισμα,
μέγιστοι Μάρτυρες, οἱ τὴν θείαν ζεύγλην, ἐν βασάνοις στέρξαντες, καὶ μάστιγας
τυράννων μὴ πτήξαντες, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην
καὶ τὸ μέγα ἔλεος. (Δίς).
Μορφὴ
ἀστραπτούσῃ ὦ σεμνή, Μαῦρα παμακάριστε, καὶ
τῷ φωτὶ τῆς σῆς χάριτος, ὄψεις ἠμαυρώσας, τοῦ δεινοῦ τυράννου, καὶ σπασμοῖς
τριχῶν τῶν σῶν, Θεῷ ἀναφανδὸν προσωμίλησας, ἐντεῦθεν ἔφλεξας, καὶ λεβήτων ἐν
τοῖς βράσμασι, τοῦ βελίαρ τὴν κάραν τὴν ἄδικον.
Ἰσχύϊ
Τιμόθεε ψυχῆς, καὶ καρδίας ὅλης σου, Θεὸν
τιμῶν τὸν ὑπέρτιμον, πυρὶ φλεγόμενον, καὶ τοῖς ὀβελίσκοις, εἴληφας φωνῆς Θεοῦ,
καρδίας ἐν ὠσί την τερπνότητα. Καὶ ἐν κρεμάσματι, ἀντιστρόφῳ πρὸς οὐράνιον,
δρόον τρέχων τὸ στέφος εἰσδέδεξαι.
Δόξα.
Ἦχος πλ. Β΄.
Σήμερον
συγκαλεῖται ἡμᾶς τῶν Ἀθλοφόρων ἡ πανσεβάσμιος πανήγυρις. Δεῦτε οὖν ἐν ὕμνοις
καὶ ᾠδαῖς ἑορτάσωμεν τὴν μνήμην αὐτῶν λέγοντες· Χαίρετε στῦλοι ἀῤῥαγεῖς, καὶ
τῆς Τριάδος ὑπέρμαχοι, ὑπὲρ ἧς τὰ πάντα κατεφρονήσατε, τὰς βασάνους φέροντες
γενναίως, ἀδιάσειστοι τὸ νοεῖν διαμείναντες, χαίρετε προστάται ὑμῖν καὶ
θεμέλιοι τῆς πίστεως Χριστοῦ οἱ τὸν ἐχθρὸν τροπωσάμενοι τῇ ἰσχύϊ τῇ δοθείσῃ
ὑμῖν παρὰ Θεοῦ, χαίρετε οἱ τῷ Σταυρῷ τανυθέντες τὸ σωτήριον Πάθος μιμούμενοι
καὶ διὰ Χριστὸν ταῖς ἐρυθραῖς βαφαῖς τῶν ὑμετέρων αἱμάτων ἑαυτοὺς ἐκκαθάραντες.
Διὸ καὶ νῦν Ἀθλοφόροι μακάριοι μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ τοῦ σωθῆναι τὰς
ψυχὰς ἠμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ζεῦγος
ἁγιόλεκτον τοῦ Χριστοῦ, ξυνωρὶς ἁγία, ἡ κηρύξασα τὸν Χριστόν, Τιμόθεε Μάρτυς, ἅμα τῇ λαμπρᾷ Μαύρᾳ, συγχώρησιν πταισμάτων ἡμῖν αἰτήσασθε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος, θαυματουργεῖτε παραδόξως
ἐν κόσμῳ και πειρασμών τόν ζόφον διαλύετε· ὅθεν τούς προστρέχοντας, τῇ σεπτῇ ὑμῶν
σκέπῃ, Ἃγιε Τιμόθεε, καί θεόληπτε Μαύρα, τῶν ἐν τῷ βίῳ ρύσασθε δεινῶν καί πολυτρόπων
σκανδάλων καί θλίψεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Ἀθλητῶν δυάς, ἡμᾶς φρουρεῖτε.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίων
Μαρτύρων ἡ ξυνωρίς, Τριάδα τήν θείαν, ἱκετεύσατεἐκτενῶς, Τιμόθεε μάκαρ σύν τῇ Μαύρᾳ,
πάσης ρυσθῆναι ἡμᾶς περιστάσεως.
Θαυμάτων,
πηγάζοντας δωρεάς, Τιμόθεε μάκαρ, καί ἡ Μαύρα ἡ εὐκλεής, ψυχῶν καί σωμάτων ἀσθενείας,
τῇ ἐπισκέψει ὑμῶν θεραπεύετε.
Λαμπόμενοι
αἴγλη τῇ θεϊκῇ, παθῶν τήν ὁμίχλην, διαλύετε ὁλικῶς τῶν πίστει καί πόθῳ προσιόντων,
έν τῷ ναῷ ὑμῶν Ἃγιοι Μάρτυρες.
Θεοτοκίον.
Ἡλίου
τῆς δόξης ἀνατολή, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, τήν ἐσκοτισμένην μου καρδίαν,
τῷ φωτισμῷ τῆς σῆς χάριτος λάμπρυνον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν
δαιμόνων τά θράση, τά καθ’ ἡμῶν θραύσατε, καί τῶν πειρασμῶν τάς ἐφόδους, ἐναποκρούσασθε
Μάρτυς Τιμόθεε, καί θεοδόξαστε Μαύρα καί ζωήν ἀτάραχον ἠμῖν βραβεύσατε.
Ὡς
λαβόντες τήν χάριν, παρά Χριστοῦ Ἃγιοι, πάντοτε πληροῦν τάς αἰτήσεις, πιστῶν ταχύτατα,
ἡμῶν προΐστασθε, πάσῃ τοῦ βίου ἀνάγκῃ πειρασμῶν ἐξαίροντες, τούς κινδυνεύοντας.
Νοσημάτων
τήν φλόγαν, καί τῶν παθῶν καύσωνα, δρόσῳ τῆς θερμής σου πρεσβείας, καί ἀντιλήψεως
σβέσον δεόμεθα, Μαύρα Χριστοῦ Ἀθλοφόρε, ἐκ τῶν προσιόντων σοι ψυχῆς θερμότητι.
Θεοτοκίον.
Διά
σπλάχνα ἐλέους, σωματωθείς Ἃχραντε, ὁ τό εἶναι πᾶσι παρέχων, δι’ ἀγαθότητα ἐκ τῶν
αἱμάτων σου, καταφυγήν σε καί σκέπην κόσμου ἀπειργάσατο,
μόνη Πανύμνητε.
Διάσωσον
των Ἀθλητῶν συζυγία δεδοξασμένη, παντός κινδύνου καί πάσης βλάβης
καί θλίψεως, τούς εὐλαβῶς προσιόντας ὑμῶν τῇ σκέπῃ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται
ἡμῶν καί φύλακες καί ἔφοροι καί πρέσβεις θερμοί, πρός Κύριον ὑπάρχοντες, Μαύρα θεομακάριστε,
καί Τιμόθεε Μάρτυς ἀήττητε, μή παύσησθε ἀεί δυσωπεῖν διδόναι ἡμῖν χάριν καί ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπέρ
πάντων πρεσβεύσατε, τῶν καταφευγόντων ὑμῖν ἐκ πίστεως, Μάρτυς Μαύρα καί Τιμόθεε,
ρύεσθαι παντοίων περιστάσεων.
Ἀσθενοῦσι
τήν ἴασιν, καί τοῖς θλιβομένοις τήν ἀνακούφισιν, Μάρτυς Μαύρα καί Τιμόθεε, τῇ ὑμῶν
πρεσβείᾳ χορηγήσατε.
Σωτηρίαν
εὑρίσκομεν, τήν κατά ψυχήν καί σῶμα ἑκάστοτε, τῷ ναῷ ὑμῶν προστρέχοντες, Μαύρα καί
Τιμόθεε ἀήττητοι.
Θεοτοκίον.
Ἡ Θεόν
τόν φιλάνθρωπον, ἐξ ἁγνῆς νηδύος σου σωματώσασα Θεοτόκε, ἀειπαρθένε, τῆς σῆς εὐσπλαχνίας με ἀξίωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάρτυρες
Χριστοῦ, Ὀρθόδοξων ἀντιλήπτορες, τούς ζητοῦντας τήν βοήθειαν ὑμῶν,
αντιλήψεως αγίας αξιώσατε.
Ἄλυπον
ἡμῶν , τήν ζωήν και ἀστασίαστον, ὦ Τιμόθεε καί Μαύρα εὐκλεής, διασώζετε ὑμῶν τῇ
θείᾳ χάριτι.
Σκέπην
ἀσφαλῆ, ὑμᾶς ἔχον ἐπαγγάλεται, Ἡλιούπολις ἡ πόλις ἀηθῶς, ὦ
Τιμόθεε και Μαύρα συμπαθέστατοι.
Θεοτοκίον.
Φύλαττε
ἡμᾶς ἀσινεῖς Παρθένε Ἃχραντε, ἐκ ποικίλων προσβολῶν τοῦ πονηροῦ, τήν ζωήν ἡμῶν ἐνθέως
κατευθύνουσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥυσθῆναι,
κακοπραγίας ἁπάσης, καί δεινῶν πειρατηρίων τοῦ βίου, τόν ἀγαθόν ἱκετεύσατε Λόγον,
τούς τω ναῷ ὑμῷν πίστει προστρέχοντας, Τιμόθεε Μάρτυς Χριστοῦ, καί θεόληπτε Μαύρα
πανεύφημε.
Οἱ
νόσοις, καί συμφοραῖς καί ἀνάγκαις καί πικραῖς στενοχωρίαις τοῦ βίου, στενοχωρούμενοι
μέχρι θανάτου, τόν σόν φωνοῦσιν ἐκ πίστεως ὄνομα, Μαύρα Μαρτύρων καλλονή, καί ταχέως
λυτροῦνται τῶν θλίψεων.
Ὑμνοῦμεν
ὑμῶν τούς θείους αγῶνας, καί κηρύττομεν θαυμάτων τήν χάριν, καί τήν θερμήν προστασίαν
καί σκέπην, Μαύρα θεόφρον καί θεῖε Τιμόθεεὅτι προστάται εὐμενεῖς, ἀληθῶς ἡμῖν ὢφθητε
Ἃγιοι.
Θεοτοκίον.
Ῥανίσι,
τῆς εὐσπλαχνίας σου Κόρη τήν δεινῶς μεμολυσμένην ψυχήν, τοῖς μολυσμοῖς τῶν ἀτόπων
μου ἔργων, ὡς συμπαθής Θεοτόκε ἀπόπλυνον, καί δεῖξόν με δοῦλον Χριστοῦ, πειθαρχοῦντα
τοῖς θείοις θελήμασι.
Διάσωσον
των Ἀθλητῶν συζυγία δεδοξασμένη, παντός κινδύνου καί πάσης βλάβης
καί θλίψεως, τούς εὐλαβῶς προσιόντας ὑμῶν τῇ σκέπῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ
προστασίᾳ ἡμῶν καταφεύγοντες, Μαύρα θεόφρον καί θεῖε Τιμόθεε, ρυόμεθα πόνων καί
θλίψεων, καί χαλεπῶν προσβολῶν τοῦ ἀλάστορος· πιστῶν γάρ ἐστέ αντιλήπτορες.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ
ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ
φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου·
ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν
ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν
οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων,
καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε
μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ
ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος
πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ζεῦγος
Θεοτίμητον, τῶν εὐκλεῶν Ἀθλοφόρων, Ἃγιε Τιμόθεε, καί
Μαύρα θεόσοφε, καί πανεύφημε, τήν ἡμῶν δέησιν, εὐμενῶς δέξασθε, καί ἁπάντων τά αἰτήματα,
ἡμῶν πληρώσατε, ταῖς ὑμῶν ἁγίαις δεήσεσι, παραπτωμάτων ἄφεσιν, καί ὑγείαν πᾶσι παρέχοντες,
καί πάσης ὀδύνης, καί μάστιγος καί λύπης καί οργῆς, ἀπαλλαγήν ἐξαιτούμενοι, οἶα
συμπαθέστατοι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐπραγίαν
ἐν βίῳ καί εἰρήνην τελείαν και θεῖον ἔλεος, Τιμόθεε τρισμάκαρ, καί Μαύρα πανολβία,
τοῖς βοῶσιν αἰτήσασθε· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ἰαμάτων
τήν χάριν, Θεοδόξαστε Μαύρα ἁπλοῦσα πάντοτε, δαιμόνων ἐπηρείας, τούς πάσχοντας λυτροῦσαι,
καί ὑγείαν τοῖς χρήζουσι, τῇ σῇ θερμῇ ἀρωγῇ, παρέχεις παραδόξως
Τούς
δεινῶς τρυχομένους, χαλεπαῖς δυσχερείαις καί ἀῤῥωστήμασι, λυτρώσασθε ταχέως, ὑμῶν
τῇ ἀντιλήψει, παναοίδιμοι Μάρτυρες, τῶν συνεχόντων κακῶν, ὡς τῶν πιστῶν προστάται.
Θεοτοκίον.
Ἐξ
ἀχράντου σου μήτρας, προελθών ἀπορρήτως Χριστός ὁ Κύριος, προστάτιν σε ἁπάντων,
ἀνέδειξε Παρθένε, τῶν πιστῶς ἐκβοώντων σοι· χαῖρε ἡ σκέπη ἡμῶν, ἁγνή Θεογεννῆτορ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡλιούπολις,
ὑμᾶς ἡ κώμη γεραίρει, ἀντιλήψεως ὑμῶν τάς χορηγίας, πίστει καρπουμένη, Τιμόθεε και
Μαύρα.
Ἐξ
ἐπηρείας, τῶν ἀκαθάρτων πνευμάτων, ἀπαλλάξασθε ὑμῶν τῇ προστασίᾳ, τούς ὑμᾶς τιμῶντας
Τιμόθεε καί Μαύρα.
Ῥῶσιν
τελείαν, οἱ εὐλαβῶς προσίοντες, τῷ ναῷ ὑμῶν καρπούμενοι υμνοῦσιν, ὑμῶν
τοῦς ἀγῶνας, Τιμόθεε και Μαύρα.
Θεοτοκίον.
Ἀδιαφθόρως,
τον Θεόν Λόγον τεκοῦσα, τήν φθαρεῖσάν μου ψυχήν τῇ ἁμαρτίᾳ, ἴασαι Παρθένε, τῇ σῇ
ἐπιστασίᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωτήριον
λιμένα, τόν ναόν πλουτοῦντες, ὑμῶν ὦ Μαύρα καί θεῖε Τιμόθεε, τρικυμιῶν τῶν τοῦ βίου
ἀπολυτρούμεθα.
Ἰάσεις
χορηγοῦσα, Μαύρα Ἀθληφόρε, τούς ασθενείαις καί
πόνοις στενάζοντας, τῆς ποθητῆς θεραπείας Μάρτυς ἀξίωσον.
Μαρτύρων
συζυγία, Τιμόθεε θεῖε, καί θεοδόξαστε Μαύρα τηρήσατε, τῷ τῆς ἀγάπης συνδέσμῳ ἡμᾶς
καί πίστεως.
Οἱ
πᾶσαν καθελόντες, τοῦ εχθροῦ τήν πλάνην, Μαύρα θεόφρον και θεῖε Τιμόθεε, ἡμᾶς συντρίβειν
τά κέντρα αυτοῦ σθενώσατε.
Θεοτοκίον.
Ὑπέραγνε
Μαρία, Κεχαριτωμένη, τήν μιανθεῖσαν καρδίαν μου τοῖς πάθεσι, τῇ ρυπτικῇ σου πρεσβείᾳ
πλῦνον καί σῶσόν με.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ζεῦγος
τῶν Μαρτύρων θεοειδές, οἱ ὁμοφροσύνῃ, ἐναθλησαντες ἱερᾷ Τιμόθεε μάκαρ, καί Μαύρα
τρισολβία, ἡμᾶς ἐν ὁμονοίᾳ διατηρήσατε.
Ἄθλησιν
ἀνύσαντες ἱεράν, ἄθλοις πολυτρόποις καί ἀγῶσι μαρτυρικοῖς, πίστεως ἁγίας, ἐδείξατε
τήν δόξαν, Τιμόθεε καί ἀξιοθαύμαστοι.
Χαίρετε
Μαρτύρων ἡ καλλονή, χαίρετε θαυμάτων, οἱ πηγάζοντες δωρεάς, Τιμόθεε θεῖε, και Μαύρα
μακαρία, καί τούς πιστούς κινδύνων πολλῶν λυτρούμενοι.
Σύμμορφοι
ὡράθητε ἀληθῶς τῶν παθῶν Κυρίου, ἡλωθέντες ἐν τῷ Σταυρῷ, Τιμόθεε θεῖε καί Μαύρα
τρισόλβια· διό τῆς ἀθανάτου, δόξης ἐτύχετε.
Τούς
ἐν τῷ ἁγίῳ ὑμῶν ναῳ, πίστει προσιόντας, διασώζετε αβλαβεῖς, Τιμόθεε Μάρτυς, και
Μαύρα πανολβία, ἐκ πάσης ἐπηρείας του παναλάστρορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ζεῦγος
τῶν Μαρτύρων ἐκλεκτόν, ἔνδοξε Τιμόθεε θεῖε, καί Μαύρα νύμφη Χριστοῦ, οἱ καταπαλαίσαντες,
ἐχθρῶν τήν δύναμιν, καί θαυμάτων δυνάμεσι, λαμπρῶς δοξασθέντες, ρύσασθε δεόμεθα,
ὡς συμπαθέστατοι, πάσης συμφορᾶς καί ἀνάγκης, καί ἐπηρειῶν τοῦ Βελίαρ, τούς υμᾶς
καλοῦντας εἰς βοήθειαν.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου