Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 15. ΟΣΙΟΣ ΠΑΧΩΜΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΙΕ΄!!
ΠΑΧΩΜΙΟΣ ΜΕΓΑΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ τοῦ Ὁσίου δ΄. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀνατεθεὶς τῷ Κυρίῳ , Πατερ Παχώμιε,, δι’ ἀρετῆς ἐνθέου, τῆς κατ’ ἄμφω σοφίας, θεόθεν ὑπεδέξω τὴν δωρεὰν, Αγελάρχης γενόμενος· ἐν τῆς Αἰγύπτου τῇ χώρᾳ, τοῖς Μονασταῖς διδαχαῖς καὶ θείαις πράξεσι.

Τὸν ἀσκητὴν τοῦ Κυρίου, δεῦτε τιμήσωμεν, Παχώμιον τὸν Μέγαν, ἐν ψαλμοῖς τε καὶ ὕμνοις· καὶ γὰρ τῶν ἐπικήρων καὶ γεηρῶν, νουνεχῶς κατεφρόνησε, καὶ ἐκ παιδός τῷ Δεσπότῃ ἀνατεθείς, σκεῦος ὤφθη ἱερώτατον .

Τῶν μοναζόντων τὸ κλέος, καὶ ἀρετῶν ὁ κανών, Παχώμιος ὁ Μέγας, παρ’ ἁπάντων ὑμνείσθω, ἐν ἄσμασι ἐνθέοις τῶν γὰρ Χριστοῦ τοῦ Θεοῦ διατάξεων, ἐν ταπεινώσει καρδίας ἐκπληρωτής, καὶ πιστὸς φύλαξ γεγένηται.

Τῇ καθαρᾷ πολιτείᾳ καλλωπιζόμενος, θεράπων τοῦ Κυρίου, ἐν Αἰγύπτῳ ἐδείχθης, καὶ δόξης τῶν Ἀγγέλων ἐν οὐρανοῖς, ἠξιώθης Παχώμιε, μεθ’ ὧν δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν ὕμνοις γεραιρόντων σε.

Δόξα. Ἦχος β΄.
Τῆς εὐσεβείας τελέσας τὸν δρόμον, τῆς ἀρετῆς ἐκομίσω τὰ γέρα, παρὰ τοῦ πάντων Δεσπότου, Παχώμιε τρισμάκαρ· Αὐτῷ γὰρ ἠκολούθησας, ἀπεριτρέπτῳ ποδί, καὶ τῶν καλῶν ἔργων τὴν λαμπάδα ἄσβεστον ἐτήρησας· καὶ νῦν φωτοειδὴς εἰσῆλθες, εἰς οὐρανίους μονάς. Ἀλλ’ πρέσβευε δεόμεθα, τυχεῖν καὶ ἡμᾶς, τῆς θείας μακαριότητος.

Καὶ νῦν. Τῆς ἑορτῆς.







Εἰς τὸν στίχον, Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέγας ὡς ἀληθῶς, ἐν τῇ Αἰγύπτῳ ὤφθης, Παχώμιε τρισμάκαρ, ἐντεῦθεν ἠξιώθης, παρὰ Θεοῦ τῆς χάριτος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὅσιος ἐν παντί, τῷ βίῳ σου ἐδείχθης, Παχώμιε θεόφρον, τῆς δόξης τῶν Ἀγγέλων, ἀξίως ἐκοινώνησας.

Στ.: Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Τύπος περιφανὴς, καὶ θεῖος ὑποφήτης, πρὸς ἀρετῶν ὑψώσεις, τῶν Μοναζόντων ὤφθης, Παχώμιε μακάριε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Πάτερ, Υἱὲ καῖ Πνεῦμα, Τριὰς ἡ Παναγία, λιταῖς τοῦ Παχωμίου, δὸς πᾶσι τὰ ἐλέη Σου.

Καί νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Κυρία τῶν Ἀγγέλων, σὺν θείῳ Παχωμίῳ, τὸν σὸν Υἱὸν δυσώπει, ὑπὲρ τῶν ἀνυμνούντων Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀγελάρχης ἐδείχθης τοῦ Ἀρχιποίμενος, μοναστῶν τὰς ἀγέλας Πάτερ Παχώμιε, πρὸς τὴν μάνδραν ὁδηγῶν τὴν ἐπουράνιον, καὶ τὸ πρέπον ἀσκηταῖς, ἐκεῖθεν σχῆμα μυηθείς, καὶ τοῦτο πάλιν μυήσας, νῦν δὲ σὺν τούτοις ἀγάλλῃ, καὶ συγχορεύεις ἐν οὐρανίαις σκηναῖς.
Δόξα. Ὅμοιον.
Τῇ ἀσκήσει νεκρώσας σαρκὸς τὸ φρόνημα, πρὸς τὴν ζωὴν τὴν ἀγήρω τὸν νοῦν ἀνυψώσας, καὶ ἐδέχθης ἐκ Θεοῦ σχῆμα τὸ ἅγιον. Ὅθεν σοφὸς ὑφηγητής, τῆς ὁσίας βιοτής, ἐδείχθης τοῖς μαθηταῖς σου, Παχώμιε θεοφόρε, Ἀιγύπτου πᾶσης τὸ μέγα καύχημα.
Καί νῦν. Τῆς ἑορτῆς.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προιμιακόν, τὸ Μακάριος ἀνήρ.Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ τοῦ Ὁσίου στ΄. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνας, κοσμικὴν τερπνότητα, ὡς μὴ διαμένουσαν καταλέλοιπας, καὶ Χριστῷ πάνσοφε, σεαυτὸν ἀνέθου, ὁλοτρόπως δι' ἀσκήσεως, ἐκκαθαιρόμενος, καὶ καρτερικὴν ἐνδεικνύμενος, τὴν ἔνστασιν Παχώμιε, πρὸς τὰ τῶν παθῶν ὑπεκκαύματα, καὶ τῇ συνειδήσει, μαρτύριον θεόφρον ὑποστάς, ὡς νικηφόρος ἀπείληφας, στέφος τὸ ἀμάραντον.

Σοὶ νῦν ἐξεγένετο, ἐκ πρακτικῆς θεωρίας, διασχόντι σώματος, τὸ παχὺ προκάλυμμα καὶ προσπάθειαν, τῆς σαρκὸς ῥήξαντι, τῷ Θεῷ κραθῆναι, ταῖς ἐκεῖθεν ἀστραπτόμενον, αὐγαῖς καὶ χάρισι, καὶ θεουργικοῖς ἀμαρύγμασι, καὶ νεύσεσι θεούμενον, καὶ τοῖς πρὸς τὸ κρεῖττον ὑψώμασι, καὶ νῦν θεοφόρε, μακάριος γενόμενος Χριστῷ, ἐν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἄπασαν τὴν αἴσθησιν, ὑπεραρθεὶς τῷ Δεσπότῃ, καθαρῶς ὡμίλησας, τῆς σαρκὸς γενόμενος ἔξω πάντιμε, λογισμῷ κρείττονι, τῶν παθῶν κρατήσας, καὶ δαιμόνων τὰ φρυάγματα, καταστρεψάμενος, καὶ καταπατήσας Παχώμιε, καὶ νῦν ἐνδιαιτώμενος, τοῖς ἐπουρανίοις σκηνώμασι, πάντων τῶν τιμώντων, τὴν μνήμην σου μνημόνευε Χριστῷ, ἐν παρρησίᾳ πανόλβιε, Πάτερ, παριστάμενος.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ θεόφρον Παχώμιε, καταυγασθεὶς τὴν ψυχήν, τῇ ἐλλάμψει τοῦ Πνεύματος, ἀσκητῶν διδάσκαλος, θεοδίδακτος πέφηνας, τούτων παιδεύων σοφῶς τὰ φρονήματα, πρὸς τὸ βραβείον τῆς ἄνω κλήσεως. Ὅθεν συνόμιλος, Ἀσωμάτων γέγονας, τὰς ἀμοιβὰς, δαψιλῶς δεχόμενος, τῆς σῆς ἀσκήσεως.

Πάτερ θεόφρον Παχώμιε, οἶκος Θεοῦ γεγονώς, καὶ δοχεῖον ὑπέρτιμον, θείας Αὐτοῦ χάριτος, τῇ σεπτῇ πολιτείᾳ σου, πλείστας Μονὰς προθύμως ἀνήγειρας, καὶ μοναζόντων χοροὺς συνήθροισας· ὅθεν τὴν μνήμην σου, τὴν λαμπρὰν γεραίροντες, πρὸς τὸν Χριστόν, πρέσβυν σε θερμότατον, νῦν προβαλλόμεθα.

Πάτερ θεόφρον Παχώμιε, ὥσπερ ἀστὴρ φαεινός, ἐν Αἰγύπτῳ ἐξέλαμψας, πόνοις τῆς ἀσκήσεως, καὶ σεμνῇ πολιτείᾳ σου· διὸ καὶ πᾶσαν, παθῶν σκοτόμαιναν, ταῖς ἀρετῶν σου βολαῖς διέλυσας, τῷ Παντοκράτορι, μάκαρ ἀναγόμενος, ᾧ ἐκτενῶς, πρέσβευε δοθῆναί μοι, πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς φθειρόμένης σαρκὸς τὸ φρόνημα, ὑποτάξας τῷ Πνεύματι Παχώμιε, ἀγγελικῶς ἐν κόσμῳ διέπρεψας, τὰ γὰρ ἀεὶ ἐπιζητῶν διαμένοντα, δυνάμει τοῦ Δεσπότου σου, τὰς μηχανὰς διέρρηξας τοῦ δράκοντος, τῇ θεαρέστῳ ἀσκήσει σου, Ἄγγελος κατελθών σοι, τὸ τῶν μοναζόντων σχῆμα ἐδίδαξεν, καὶ τὴν οὐράνιον πολιτείαν· διὸ ἐπαξίως ἀγελάρχης γενόμενος, εδοξάσθης παρὰ τοῦ μόνου Θεοῦ ἡμῶν· καὶ νῦν Αὐτῷ παριστάμενος, πρέσβευε σωθῆναι πάντας ἡμᾶς.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καί τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος. [Κεφ. Δ΄, 7-15]
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Εἰς τὴν Λιτὴν. Ἦχος α΄.
Τὸν εὐκλεῆ ἀσκητήν, τὸν ἐν ἐρήμῳ ἀσκήσαντα, Παχώμιον τὸν ἀοίδιμον, πάντες εὐφημήσωμεν. Οὗτο γὰρ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, ἀρετὴν φιλοπόνως ἤσκησεν, καὶ κατεπάτησεν τοῦ ἀρχεκάκου ἐχθροῦ τὴν δύναμιν· ὅθεν οὐρανόθεν Ἀγγελος παραστάς, τὸ σχῆμα τῶν μοναζόντων, πρὸς αὐτὸν ἐκόμισε· διὸ καὶ ἀγελάρχης περίδοξος γενόμενος, καὶ πάντας πρὸς σωτηρίαν κατηύθηνε. Νῦν δὲ φωτοφόρος, ἐν ουρανοῖς παριστάμενος, πρεσβεύει τῷ Σωτήρι τῶν ὅλων, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Τῶν ἀρετῶν τὸν σπόρον βίῳ Ἁγίῳ γεωργῶν, τῆς εὐσεβείας τοὺς καρποὺς ἐξήνεγκας, θεόφρον Παχώμιε, πρὸς εὐφροσύνην τῶν μοναζόντων· ἄμεμπτος γὰρ γέγονας, καὶ ἀγελάρχης θεοειδέστατος, ἐγκράτεια δὲ άληθῆ ἐνδυσάμενος· Ἀγγέλου πρὸς σὲ ἀποσταλέντος, πλάκα τοῦ θείου σχήματος σοὶ ἐκόμισεν, τοῦ κατευθύναι, ἐν τούτῳ τοὺς σοὺς μαθητάς, ἐν ὁσιότητι καὶ ἀληθείᾳ. Ὅθεν ἐν οὐρανοῖς, Χριστῷ παριστάμενος, πρέσβευε Ὅσιε Αὐτῷ, σωθῆναι πάντας ἡμᾶς.

Ἦχος γ΄.
Τῆς ἐπὶ γῆς βιοτῆς σου, τὸ ἄμεμπτον, καὶ τῆς καρτερίας σου τὸ ἀδάμαστον, ὡς ὁλοκάρπωμα δεξάμενος ὁ Κύριος τῆς δόξης, ἀντήμειψέ σε, διὰ τῆς ἀλήκτου μακαριότητος, Παχώμιε Ὅσιε· διὸ νῦν ὥς ἀσκητῶν ποδηγέτην, καὶ μέγιστον ἀγελάρχην γινώσκομεν· ὑπομονῆς δὲ κανόνα, καὶ ὑπόδειημα τῆς ἐν Χριστῷ ζωῆς ἔχομεν· προθύμως ἀνυμνοῦντές σε, αἰτούμεθα, τὰς ἀσιγήτους πρὸς τὸν Φιλάνθρωπον ἱκεσίας σου.

Ἦχος δ'.
Κρίνον σε ἔρημος ἐξήνθησε Πάτερ, ἅπαντας εὐωδιάζον, ἐξ ἀρετῶν τῆς πράξεως, καὶ τερπνόν ἐκ σοφίας τῆς ἐκ θεωρίας, ὡς ἐπαμφοτεροδέξιον, καὶ τῇ τοῦ τελείου εὐδοκιμήσει, ἀπολαβὼν τὴν κρείττονα ψῆφον, ἔκ τε του λόγου καὶ τοῦ βίου σου, ἔκ τε τῶν ἔργων καὶ τῆς πίστεως, εὐηρέστησας Χριστῷ τῷ Θεῷ. Αὐτὸν καθικέτευε, Παχώμιε θεόληπτε, καὶ ἡμᾶς εὐαρεστεῖν αὐτῷ, καὶ σὺν σοὶ τυχεῖν τῆς ἄνω κληρουχίας.

Ἦχος πλ. δ'
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Παχώμιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων· μεθ' ὧν πρέσβευε τῷ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Πάτερ Ὅσιε, Παχώμια παμμακάριστε, ὁ πλήρης Πνεύματος Ἁγίου, ὁ λύχνος τῶν μοναζόντων ὁ παμφαής, καὶ κανὼν ἀρετῆς ὁ μέγιστος· ὁ πάντας ἰθύνων πρὸς τρίβους σωτηρίας· ὁ ποιμὴν τῶν ἀσκουμένων ὁ ἄριστος, καὶ θεωρίας ἐνθέου λελαμπρυσμένος· τὸ τῆς Θηβαΐδος καύχημα καὶ Αἰγύπτου θεῖον ἐγκαλλώπισμα· ὁ τὴν σὴν ποίμνην, τῶν ἀοράτων καῖ ὁρατῶν διαφυλάξας λύκων, καὶ πρὸς ζωὴν τὴν αἰώνιον καθοδηγήσας. Μὴ διαλίπης πρεσβεύειν Πάτερ πρὸς Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς

















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, τῶν ἀσκητῶν ὁ κανὼν, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς ἐγκρατείας, καὶ τῆς σοφίας πηγή, ποταμὸς χαρίτων θείων ἔμπλεως, ἐξ ὧν καταρδεύονται, τῶν ἀζύγων συστήματα, πρὸς εὐκαρπίαν, ψυχικὴν καὶ σωτήριον, καὶ αἰσχρῶν παθῶν, ἀποπλύνεται βόρβορος· ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, ὄντως Παχώμιε Πάτερ. Τῆς ἡσυχίας διδάσκαλε, Χριστοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μἐγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῷ Σωτῆρι Χριστῷ, ἀκολουθήσας ὁλοτρόπως Παχώμιε, καὶ κόσμου λιπὼν τὴν σχέσιν, τὴν τῶν Ἀγγέλων ζωήν, ἀνενδότῳ πόθῳ πεπολίτευσαι, νηστείαις καὶ δάκρυσι, καὶ παννύχοις ἐνστάστεσι, τὸν νοῦν καθάρας, τῶν παθῶν τῆς συγχύσεως, καὶ άπάθειαν, ἀληθῆ ἐνδυσάμενος· ὅθεν τοῦ θείου Πνεύματος, ἐδέξω τὴν ἔλλαμψιν, καὶ ἀσκητῶν ἀνεδείχθης, ποδηγέτης θερμότατος· Θεῷ ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ τῆς Αἰγύπτου φωστήρ, ὁ τὸν Χριστὸν ἐκ τῆς καρδίας ἠγάπησας, καὶ πίστει τελειωτάτῃ, καθιερώσας σαυτὸν, ταπεινώσει θεία σεμνυνόμενος· ἐντεῦθεν ὡς ἄσαρκος, τὴν ζωήν σου διήνυσας, καὶ μοναζόντων, ὑποφήτης θεόσοφος, ἐχρημάτισας, ἀρετῶν πρὸς ἐπίδοσιν· λόγῳ μὲν τὴν διάνοιαν, Αὐτοῦ πρὸς ἀγάπησιν, ἔργων δὲ τούτων τὸν βίον, ἄγων πρὸς ἄνω λαμπρότητα, Παχώμιε Πάτερ, καὶ αἰτούμενος τοῖς πᾶσι, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. δ'
Ἀγγελικῶς πολιτευσάμενος, τῆς θειοτάτης ἐν Χριστῷ ζωῆς, τὰς ἀξίας ὑπεμφαίνεις, Παχώμιε Ὅσιε· τῇ ἀποθέσει γὰρ τῶν ἐν κόσμῳ, ἐγκράτειαν σύντονον, ἡσυχίαν νοός, γλῶσσαν θεηγόρον, καὶ σοφίας ὡς ἀληθῶς ἐμπλουτίσθης εἰς περιποίησιν πιστῶν· τῷ γὰρ Αὐτοῦ θελήματι, πάντα τὰ σὰ διήγαγες. Καὶ νῦν τῆς αἰωνίου χαρᾶς ἀπολαβὼν, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς

Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον τοῦ Ὁσίου καὶ τῆς Ἑορτῆς καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α΄στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστῷ ἀνατεθείς, ἐν Αἰγύπτῳ προθύμως, ἐδέξω παρ’ Αὐτοῦ, τῆς σοφίας τὸ δῶρον, καὶ γέγονας ὑπέρμαχος, μοναζόντων σοφώτατος. Ὅθεν πρόξενος, πολλοῖς ὤφθεὶς ὠφελείας, κατηξίωσαι, τῆς οὐρανίου εὐκλείας, θεόφρον Παχώμιε.
Δόξα.
Τοῦ Πνεύματος λαμπρόν, αἰκητήριον ὤφθης, Παχώμιε σοφέ, καὶ Χριστοῦ οἰκονόμος· διὸ σὲ ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν ἐκλεκτῶν ἡ χορεία, καὶ παρέστηκας, σὺν Ἀσωμάτοις Ἀγγέλοις, τῷ θρόνῳ τῆς χάριτος.
Καί νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Βίον Ἅγιον βεβιωμένος, δόξης κρείττονος κατηξιώθης, καὶ τοῖς Ἀγγέλοις συνήφθης Παχώμιε, τῆς ἀφθαρσίας τὸ γέρας δεξάμενος, παρὰ Χριστοῦ τοῦ λαμπρῶς σε δοξάσαντος. Ὅν ἱκέτευε, δοθῆναι τοῖς σε γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα.
Κράτος ᾕσχυνας, τοῦ μισοκάλου, σαῖς ἀσκήσεσι ταῖς νυχθημέροις, ἐν τῇ ἐρήμῳ Αἰγύπτου Παχώμιε, καὶ τῶν ἁγίων μονῶν κτίτωρ ἔνθεε, τῶν ἀσκητῶν ἀγελάρχης γεγένησαι, καὶ ἠξίωσαι, χαρᾶς ἀπολαῦσαι τῆς κρείττονος, εἰς ουρανῶν βασιλείας τοῦ Κτίστου σου.
Καί νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν πολυέλαιον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάπῃ τοῦ Κτίστου σου, στοιχειωθεὶς ἐκ παιδός, ζωὴν τὴν ἰσάγγελον, ἐπολιτεύσω σοφῶς, θεόφρον Παχώμιε. Ὅθεν τῶν Ἀσωμάτων, συγχορεύων τοῖς δήμοις, πρέσβευε τῷ Κυρίῳ, ἐκτενῶς ἵνα πᾶσι, τοῖς σε ὑμνολογοῦσι, δοθῆναι τὰ κρείττονα.
Δόξα.
Τὴν σάρκα ἐσταύρωσας, σὺν τοῖς παθήμασι, καὶ πᾶσαν τὴν ἔφεσιν, πρὸς τὸν Χριστὸν ἐσχηκώς Παχώμιε Ὅσιε· ἄφθαρτον διὰ τοῦτο ἐκομίσω τὸ στέφος, θείαις δὲ τῶν Ἀγγέλων, ἠριθμήθης χορείαις, πρεσβεύων Χριστῷ τῷ Θεῷ ἐκτενῶς ὑπὲρ τῶν ὑμνούντων σε.
Καί νῦν. Τῆς ἑορτῆς.






Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Ἦχος δ΄. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ζήτει εἰς τὴν Λειτουργίαν τῆς ἑορτῆς τοῦ Ἁγ. Σάββα [Ματθ. ια΄ 27-30].
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καί νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ἐλεήμον, ἐλέησόν με, ὁ Θεὸς...
Τῷ τοῦ Χριστοῦ φωτί, καταυγασθεὶς τὴν καρδίαν, ἀπροσκόπτως διῆλθες, τὴν τοῦ παρόντος βίου νύκτα, θεόφρον Παχώμιε· καὶ τῶν οὐρανίων σκηνωμάτων ἐπιβάς, τήν θείαν ἔλλαμψιν καθορῶν, ὡς μοναζόντων περίδοξος ἀγελάρχης· ἀλλὰ πρέσβευε Πάτερ Ὅσιε ἀδιαλείπτως, ὑπὲρ τῶν ἀνυμνούντων τὴν πάνσεπτον μνήμην σου.

Καὶ οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.

Ὁ α΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων τῶν πρώτων ἓξ ᾨδῶν): Παχωμίῳ τὸν αἶνον εἰκότως πλέκω. Ποίημα Θεοφάνους.
ᾨδὴ α' Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε ποτὲ.
Πεποιθὼς χρηστότητι τῶν σῶν, τρόπων προθυμότατα, σοὶ τὴν ᾠδὴν προσφυῶς ἀνακρούομαι· ἀλλά μου θεσπέσιε, τὴν διάνοιαν, φωτοβόλοις ἐλλάμψεσι, ταῖς σαῖς ἱκεσίαις, λάμπρυνον Παχώμιε πανάριστε.
Ἀπαθείας ἔρωτι θερμῷ, Πάτερ κατεχόμενος, τὰς ὑλικὰς τῶν παθῶν κατεμάρανας ἀφορμὰς Παχώμιε, καὶ κατέλαβες, δι' ἀγάπης πτερούμενος, πᾶσαν τὴν πηγαίαν, ἔλλαμψιν παμμάκαρ τῆς Θεότητος.
Χαρμονῆς ἐνέπλησας πολλῆς, οὐρανῶν τὰ τάγματα, τὸν Ποιητὴν ἐπιγνοὺς πάσης κτίσεως· ἐν φρουρᾷ γὰρ ἔμαθες, κατεχόμενος, τὴν ἀπόρρητον δύναμιν, τούτου θεοφόρε, πίστεως τὸ δόγμα παιδευόμενος.
Θεοτοκίον
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ Κτίστην τέτοκας, ὡς ηὐδόκησε, σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.







Ἕτερος κανὼν, οὗ ἡ ἀκροστοιχίς: Παχώμιον τὸν μέγιστον ἀσκητὴν ἀνυμνῶ.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπίνικιον.
Πάντες εὐφημήσωμεν τὸν Παχώμιον, αὐτοῦ πίστει σήμερον, τὴν μνήμην ἄγοντες, δοξάζοντες Θεόν, τὸν ἐν Ἁγίοις θαυμαστὸν καὶ ὑπερύμνητον.
Ἀγάθυνον Ὅσιε, κεκακωμένην ψυχήν μου τοῖς πάθεσιν, ἀγαθὸς γενόμενος, τοῦ ἀγαθοῦ μιμητής· καί δίδου μοι θείαν χάριν, θεόφρον Παχώμιε.
Χριστῷ ἐκ νεότητος, άκολουθήσας Αὐτοῦ τὰ θελήματα, πάντα ἐκπληρώσας καὶ μοναστῶν ὁδηγός, τῷ βίῳ σου τῷ καθαρῷ ὤφθης Παχώμιε.
Θεοτοκίον.
Ὡς Δέσποινα Ἄχραντος, παντὸς τοῦ κόσμου, Μαρία Θεόνυμφε, θεοχαρίτωτε, ἀπὸ κινδυνῶν ἡμᾶς, καὶ τῶν ἐχθρῶν ἐπιβουλῆς, δεῦρο διάσωσον.

ᾨδὴ γ'. Ἐξήνθησεν ἡ ἔρημος.
Ὡς ἔλαφος προσέδραμες, πρὸς τὸ ὕδωρ Ὅσιε, καὶ ῥαντισθεὶς Βαπτίσματι, τῷ ἁγίῳ τὴν δρόσον εἴληφας, δι' ἧς κατεγλυκάνθη ἡ καρδία σου.
Μὴ φέρουσαι τὸ σύντονον, καθορᾶν σου Ὅσιε, τῶν δυσμενῶν αἱ φάλαγγες, θεοφόρε τὸ τῆς ἀσκήσεως, πειρασμοὺς σοι ποικίλους ἐτεκτήναντο.
Ἱερὰν ὡς κτησάμενος, πολιτείαν γέγονας, τῶν ἀσκητῶν Παχώμιε, νομοθέτης καὶ προηγούμενος, Χριστῷ τούτους προσάγων παναοίδιμε.
Θεοτοκίον
Τὰ ταγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὸ σε Θεοτόκον πίστει σέβομεν.

Ἕτερος. Λίθον ὅν ἀπεδοκίμασαν.
Μέγιστος ὤφθης ἐν ἀσκηταῖς, καὶ τῶν μοναζόντων κανὼν γενόμενος, καὶ θεῖος ποδηγέτης νῦν ἐν οὐρανοῖς οἰκῶν, θεόφρον Παχώμιε, στέφος ἄφθαρτον ἐδέξω, ἀξίως παρὰ Χριστοῦ τοῦ Θεοῦ.
Ἰδοὺ ἡ ἐρημος τῆς Αἰγύπτου, εὐοσμόν σε ἄνθος, θείᾳ γεωργίᾳ, ἐξήνθησεν τῷ κόσμῳ, σοφίας οὐρανίου καὶ κρείττονος γνώσεως, τῇ εὐωδίᾳ μοναστάς, εὐωδιάζεις ὦ Παχώμιε.
Ὅλως ἔχων πόθον πρὸς Θεόν, πάσης ἐχωρίσθης, σχέσεως προσκαίρου, Παχώμιε θεόφρον, καὶ ἄρας ἐπ’ ὤμων σου, ζυγὸν τὸν χρηστότατον, τοῦ Λυτρωτοῦ άσκητικῶς, τὴν βιοτήν σου ἀπετέλεσας.
Θεοτοκίον.
Νῦν ἐν ὕμνοις Μῆτερ τιμώμεν, Σὲ τὴν Ἀμόλυντον, καὶ ἐνδοξοτέραν, τῶν νοερῶν Ἀγγέλων, βοῶντές σοι ἐν πίστει: Ἁγνὴ χαῖρε Δέσποινα, δι’ ἧς ἐπέφανεν ἡμῖν, Πατρὸς ὁ Λόγος μετὰ σώματος.

Κάθισμα Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον
Τῶν δακρύων τοῖς ὄμβροις τὴν σὴν ψυχήν, καταρδεύσας πλουσίως Πάτερ σοφέ, πολύχουν ἐθέρισας, ἀρετῶν σου τὸν ἄσταχυν, καὶ ποιμὴν θρεμμάτων, ὁσίων γενόμενος, ἐπὶ χλόην ταῦτα, ἀσκήσεως ἔθρεψας· ὅθεν ἀναλύσας, ἐκ τοῦ βίου ἐνδόξως, Πατέρων Παχώμιε, τοῖς χοροῖς συνηρίθμησαι. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν δακρύων τοῖς ὅμβροις τὴν σὴν ψυχήν, καταρδεύσας πλουσίως Πάτερ σοφέ, πολύχουν ἐθέρισας, ἀρετῶν σου τὸν ἄσταχυν, καἰ Ποιμὴν θρεμμάτων, Ὁσίων γενόμενος, ἐπὶ χλόην ταῦτα, ἀσκήσεως ἔθρεψας· ὅθεν ἀναλύσας, ἐκ τοῦ βίου ἐνδόξως, Πατέρων Παχώμιε, τοῖς χοροῖς συνηρίθμησαι. Διὰ τοῦτο βοῶμέν σοι: πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς

ᾨδὴ δ'. Ἐλήλυθας, ἐκ Παρθένου
Ὡς ἄριστος, κυβερνήτης ἐγένου Παχώμιε, μοναστῶν συστήματος· δι' ὀπτασίας γὰρ πάνσοφε, Πάτερ κεχρημάτισαι, τῇ ἀρετῇ ἀνεγείρειν φροντιστήρια.
Τοῦ Πνεύματος, τοῦ Ἁγίου τὴν αἴγλην δεξάμενος, ἀστὴρ φαεινότατος, λάμπων τῇ χάριτι γέγονας, πᾶσιν οὓς ὡδήγησας, εἰς σωτηρίας λιμένα σοῖς διδάγμασιν.
Ὁ βίος σου, θεοφόρε παμμάκαρ Παχώμιε, κανὼν ἀκριβέστατος, τῶν μοναζόντων γεγένηται, ᾧ νῦν πολιτεύονται, οἱ σοῖς ἑπόμενοι Πάτερ θείοις δόγμασιν.
Νυττόμενος, τοῦ Δεσπότου τῷ πόθῳ κατέσβεσας, σαρκὸς τὴν εὐπάθειαν, δι' ἐγκρατείας Παχώμιε, ὅλον δὲ τὸν βίον σου, ὡς εὐωδέστατον θῦμα καθιέρωσας.
Θεοτοκίον
Σὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.




Ἕτερος. Εἰσακήκοα Κύριε.
Τρανώσας τῆς εὐσεβείας, ταῖς σαῖς διδαχαῖς, λόγον τὸν θείον ἱερώτατε Παχώμιε, καὶ ἐγένου ὁδηγός, τῶν μοναζόντων καὶ διδάσκαλος.
Ὁ φθαρτῶν ἀπωσάμενος, πᾶσαν φροντίδα, καλῶς ἐν φόβῳ, τῷ Κυρίῳ σου ἐδούλευσας, παγκαρπίαν ἄφθαρτον, ἀρετῶν ἐκφέρων Παχώμιε.
Νυσταγμὸν ἀπετίναξας, τῆς ἀπαθείας, ἐκ τῆς ψυχῆς σου, τῶν βλεφάρων παναοίδιμε, καὶ ἐγένου πολίτης, ἐν σκηναῖς Ἀγγέλων Παχώμιε.
Θεοτοκίον.
Μητρικαῖς σου δεήσεσι, τοῦ μολυσμοῦ με τῆς ἁμαρτίας, ἀποκάθαρον τοὺς δούλους σου, Θεοτόκε Ἄχραντε, ἵνα εὐλαβῶς ἀνυμνοῦμέν σε.

ᾨδὴ ε'. Μεσίτης Θεοῦ
Ἀγάπῃ Θεοῦ, διδαχαῖς ὡμίλησας τοῦ Πνεύματος, ἐξ ὧν φωτιζόμενος, ἀρετῆς ἀκρότητα κατείληφας, τῶν παθῶν ἀπαλλάξας, τὴν τῆς ψυχῆς κατάστασιν.
Ἱκέτην τὸν σόν, Ἀσκητὴν προσάγομὲν σοι Δέσποτα, δι' αὐτοῦ αἰτούμενοι φωτισμῷ τῆς χάριτος λαμπρύνεσθαι, τῇ σῇ παντευχίᾳ, διὰ παντὸς φυλάττεσθαι.
Νευρώσας τὸν νοῦν, ἐντολῶν τηρήσεσι Παχώμιε, τῆς σαρκὸς τὸ σκίρτημα, τῇ σῇ ἐγκρατείᾳ κατεμάρανας, καὶ ποιμὴν ἀνεδείχθης, θεοφιλοῦς συστὴματος.
Θεοτοκίον
Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

Ἕτερος. Τὸν φαεινὸν ἡμῖν ἐξανάτειλον.
Ἐπυρπολύθης προθύμως, ἔρωτι θείου τοῦ ἐραστοῦ σου, οὐκ ἐφλέχθης τὴν διάνοιαν, θεόφρον Παχώμιε, πλημμυρῶν τῇ δρόσῳ τοῦ Πνεύματος.
Γνῶσιν σωτήριον ἐγεώργησας, φόβον οὐράνιον, βίον ἔνθεον, διδασκαλίαις σου τοῖς μονάζουσι, , πρὸς δόξαν Παχώμιε, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ἱερὸς καὶ μέγιστος ποδηγέτης, μοναστῶν ἐγένου Παχώμιε, νῦν μακαριζόμενος, σὺν οὐρανίοις πάντοτε δυνάμεσι, φαιδρῶς ἀγαλλόμενος.
Θεοτοκίον.
Σὲ Ἰακὼβ ὁ Προπάτωρ, Παρθενομῆτορ προεῖδε πάλαι, ἐν τῷ ὕπνῳ, ὥσπερ κλίμακα, δι’ ἧς μόνος ὁ Κύριος, καταβὰς ἐφάνη ὡς ἄνθρωπος.




ᾨδὴ ς΄. Ἐν Ἀβύσσῳ πταισμάτων
Ὀλεθρίων πνευμάτων ἐπάτησας, Πάτερ μηχανήματα, τὴν τοῦ Δεσπότου σου, ἐνδεδυμένος δύναμιν, καὶ Σταυρῷ τῷ τιμίῳ φραττόμενος.
Νουνεχῶς τῶν προσκαίρων προέκρινας, τὰ διαιωνίζοντα, πόνοις ἀσκήσεως, ἐγκαρτερήσας Ὅσιε, καὶ ψυχῶν οἰκονόμος γενόμενος.
Ἑκουσίως πτωχεύσας τῷ πνεύματι, Πάτερ τὴν ἀθάνατον, καὶ ἀδιάδοχον, ἐν οὐρανοῖς ἀπόλαυσιν, καὶ τὸν ἄφραστον πλοῦτον ἀπείληφας.
Θεοτοκίον
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Ἕτερος. Τὸν Προφήτην Ἰωνᾶν.
Τῆς Αἰγύπτου φαεινός, ἀναδέδειξαι ἀστήρ, καὶ μοναστῶν ἀληθής, εἰς Χριστὸν ποδηγέτης, Παχώμιε, ὡς τῆς σοφίας, ἔχων τὸ χάρισμα.
Θεὸν ἀνυμνήσας, ταῖς θείαις σου προσευχαῖς, καὶ Αὐτὸν ἐκήρυξας, ἐν ἀσκήσει ἱερᾷ Παχώμιε· διὸ πρὸς δόξαν μετέβης ἄφθαρτον.
Νοῦν σου θείᾳ χάριτι, ἐλάμπρυνεν δαψιλῶς, Ἰησοῦς ὁ φωτισμός, τῶν ἀπάντων καὶ Θεός, Παχώμιε Πάτερ, καὶ ἐφώτισας μονάζοντας.
Θεοτοκίον.
Ἅγνισόν μου τὴν ψυχήν, χάριτός σου τῷ φωτί, σκοτισθεῖσαν τῶν παθῶν, ταῖς δειναῖς ἐπιφοραῖς, Πανύμνητε, ἵνα γεραίρω τὰ μεγαλεία Σου.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν
Φωστὴρ φαεινός, ἐδείχθης ἐν τοῖς πέρασι τὴν ἔρημον δέ, ἐπόλισας τοῖς πλήθεσι, σεαυτὸν ἐσταύρωσας, τὸν σταυρόν σου ἐπ' ὤμων ἀράμενος, καὶ ἀσκήσει τὸ σῶμα, κατέτηξας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς ἐγκρατείας ἀληθοῦς θεῖον ὑπόδειγμα, καὶ ὑπὲρ φύσιν βιοτῆς σεπτὸν ἀγλάϊσμα, οἱ πιστοί σε μακαρίζομεν ὁμοφώνως. Ἀλλ’ὡς δόξης ἐντρυφῶν σοφὲ τῆς κρείττονος, τῷ Κυρίῳ ταῖς πρεσβείαις σου οἰκείωσον, τοὺς βοῶντάς σοι: Χαίροις Πάτερ Παχώμιε.
Ὁ Οἶκος.
Κανὼν ἀκτημοσύνης, προσευχῆς καὶ νηστείας, Παχώμιε ἐν Αἰγύπτῳ ὤφθης, καὶ κατηύγασας σαῖς ἀρεταῖς, ἔρημον τῆς Θηβαΐδος, ὡς ἥλιος, ἁπάντων δὲ ποδηγέτης, ἐγένου τῶν σοὶ ἐκβοώντων:
Χαῖρε τῶν Θηβῶν ἡ προστασία,
Χαῖρε Αἰγύπτου ἡ φωταυγία.
Χαῖρε δι’ οὗ τοῦ Χριστοῦ τὸ φῶς πᾶσι φαίνει,
Χαῖρε δι’ οὗ νυκτὸς τὸ σκότος μακρὰν βαίνει.
Χαῖρε ὅρθρος φαεινότατος ἀσιγήτου προσευχῆς,
Χαῖρε στῦλος ἀκλινέστατος ἐναρέτου βιοτῆς.
Χαῖρε ὅτι ἐδείχθης ἀσκητὴς θεοφόρος,
Χαῖρε ὅτι ὠράθης ταπεινώσεως φάρος.
Χαῖρε Θεοῦ ἀγάπης τὸ ἔσοπτρον,
Χαῖρε ἐχθροῦ ἀπάτης τὸ θέριστρον.
Χαῖρε ἀσκήσεως τύπος καὶ ὕψος,
Χαῖρε τῆς σοφίας ἄσειστος πύργος.
Χαίροις Πάτερ Παχώμιε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῷ αὐτῷ Μηνὶ ιε΄ Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παχωμίου τοῦ Μεγάλου.
Ὁ Παχώμιος, λεπτύνων σαρκὸς πάχος,
Ψυχῇ συνῆγε πρὶν μεταστῆναι στέαρ.
Πέμπῃ καὶ δεκάτῃ Παχώμιον ἔνθεν ἄειραν.
Οὗτος ἦν ἐξ Αἰγύπτου τῆς Θηβαΐδος τῆς κάτω, κατὰ τοῦς χρόνους Κωνσταντίνου τοῦ Μεγάλου Βασιλέως. Εἶχε δὲ γονεῖς εἰδωλοθύτας· μεθ’ ὧν ἀπερχόμενος ἐν τῷ εἰδωλείῳ, ἤκουε τοῦ νεωκόρου πρὸς τοὺς αὐτοῦς γεννήτορας λέγοντος: Ἄρατε τὸν τῶν θεῶν ἐχθρὸν τῶν ἐνταῦθα, καὶ ἀπελάσατε τοῦ δαιμονίου. Ἀλλὰ καὶ τοῦ οἴνου τῆς σπονδῆς, ὁ Ὅσιος πιὼν, ἐξήμεσε. Συμπροϊούσης δὲ τῆς ἡλικίας, τοῖς στρατιωτικοῖς ἐτάχθη καταλόγοις, καὶ ἐν βραχεῖ τὴν στρατείαν καταλείψας, ἀνέρχεται εἰς τὴν ἄνω Θηβαΐδα. Δέχεται δὲ τὸ εἰς Χριστὸν βάπτισμα, καὶ τὸν μονήρη βίον ἐνδύεται, καὶ πρὸς τὴν ἐρημον ἀποτρέχει· ἔνθα κατά τινα τόπον τῆς Ταβεννησίας, ἄνωθεν αὐτῷ φωνῆς ἐνεχθείσης, δι’ ἧς τὴν εὐφυΐαν ἐδήλου τοῦ τόπου, καὶ τὸ πλῆθος τῶν συνελευσομένων, ἐπήξατο μοναστήριον.
Τῷ χρόνῳ οὖν πολλῶν συνδραμόντων, προσῆλθε καὶ Θεόδωρος ὁ ἡγιασμένος, καὶ γενόμενος αὐτοῦ μαθητὴς καὶ ζηλωτὴς, ἐν τῷ κατ’ ἀρετὴν βίῳ, καῖ τοῖς θαύμασιν αὐτω συνεξέλαμψε. Καὶ τοσοῦτον δι’ ἀπαθείας πρὸς θεωρίας ὕψος ἀνήχθησαν, ὡς καὶ τᾶς ἀνόδους τῶν μακαρίων ψυχῶν, νοερῶς καθορᾶν, καὶ τὰ πόῤῥωθεν ὡς ἐνεστώτα προβλέπειν, καὶ περὶ τῶν μελλόντων προλέγει. Πρὸ δὲ τῆς ἐκ τοῦ βίου ἀναλύσεως τοῦ Ἁγίου, ἀριθμηθὲν τὸ τῶν μοναχῶν πλήθος, ὅπερ προσήλθεν αὐτῷ, εὐρέθη ἀνδρῶν χιλίων τετρακοσίων· κἀκ τούτου δῆλον, ὅτι θείος τις ἧν ἀνὴρ, καὶ τὴν ἀρετὴν ἀπρόσιτος· οὐ γὰρ τρυφῆς ἡγουμένης, οὐδὲ τῆς κατὰ σάρκα ἡδυπάθειας, αἷς οἱ πολλοὶ χαίροντες προσίασιν, ἀπανιστάμενοι τῶν οἰκείων, ἀλλ’ ἔγκρατείας, καὶ τῶν κατ’ ἄσκησιν πόνων, τοὺς τρόπους θαυμάζοντες τοῦ ἀνδρὸς, καὶ τὴν ἀγγελικὴν διαγωγὴν ζηλοῦντες αὐτοῦ. Τελειωθεὶς δὲ ἐν Χριστῷ, ἐν τῇ αὐτοῦ μονὴ κατατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Ἀνδρέου τοῦ ἐρημίτου καὶ θαυματουργοῦ.
Ψυχὴν Ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάτερ
ἔμπροσθεν αὐτοῦ νῦν παρίστασαι χαίρων.
Οὗτος ὢ ἐν τοῖς χρόνοις τοῦ αὐτοκράτορα καὶ εὐσεβοῦς Μιχαὴλ δεσπότου, ἐκ χωρίου τοῦ καλουμένου Μονοδένδρουν· ὅς δὴ τὸν ἀσκητικὸν βίον ἄκρως ζηλώσας, τῶν παλαιῶν ἁγίων ἀνδρῶν ἐγένετο μιμητῆς· τὴν γὰρ τέκνων, καὶ συνεύνου, καί χρημάτων, καὶ περιουσίας ἡδονὴν καταλείψας τὴν ἔρημον ᾤκησε· κακεισε τὸν μοναδικὸν βίον διερχόμενος, πολλὰς θλίψεις καὶ στενοχωρίας, κρύη καὶ καύσονας, ἐν λιμῷ, καὶ δίψῃ, καὶ γυμνότητι ὑπηνέγκατο διὰ τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν· εἴτις θέλοι ὀπίσω μου ἀκολουθεῖν ἀπαρνησασθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι, κἀγὼ ἀναπαύσω αὐτὸν ἐν τῇ βασιλεῖᾳ τῶν οὐρανῶν ὁ γοῦν μακάριος οὗτος πάντα καλῶς διαταξάμενος, ὡς ἄσαρκος τὸν βίον διετέλει· ὕστερον δὲ πάλιν πλησίον τῆς πατρίδος ἐπανελθών, καὶ ἔναντι ὅρει πλησίον τῶν γονέων ὁλονυκτίους τὰς στάσεις διατελῶν, ἐπὶ πλείστοις χρόνοις, καὶ πλήρης ἡμερῶν πρὸς Κυριον ἐξεδήμησεν· ἡ δὲ ἐμφάνεια τῆς πρὸς Κύριον αὐτοῦ ἐκδημίας, γέγονεν οὕτως. Ὅτε εὐδόκησε Κύριος ὁ Θεὸς παραλαβεῖν αὐτοῦ τό πνεῦμα, λαμπάδες φῶς ἑξαστράπτουσαι, (οὕτω γὰρ οἶδεν ὁ πάντων Θεὸς τοὺς αὐτὸν δοξάζοντας ἀναδοξάζειν) ἐξ οὐρανοῦ κατιοῦσαι, ἔνθα δὴ τὸ τοῦ Ἁγίου ἔκειτο Λείψανον, πάλιν εἰς τὰ ἄνω ἐφέροντο· καταδήλου τοίνυν τοῦ τοιούτου γενομένου, οὑ μόνον τοῖς ἐκεῖ πέριξ χωρίοις καὶ κώμαις, ἀλλ’ ἀκοσυοῦ, καὶ ἐπὶ τὴν βασιλεύουσαν πασῶν τῶν πόλεων, συνέδραμε καί ἡ εὐσεβέστατη βασιλὶς κυρία Θεοδώρα, καὶ πᾶσα μετ’ αὐτῆς ἡ σύγκλητος· εὑρόντες δὲ τὸ τοῦ ἁγίου λείψανον, καὶ πολλὰ ἀκούσαντες τεράστια, ἅπερ ὁ Θεὸς διὰ τοῦ ὁσίου τούτου πατρὸς ἐποίησεν, ἐδόξασαν τὸν Θεὸν ἠνάγκασε δὲ ἡ φιλόχριστος βασιλίς, ἵνα ναὸν τῷ ἁγίῳ οἰκοδομήσωσιν· ἔκτοτε οὖν οἱ πιστοί, καὶ μέχρι τῆς δεῦρο, τὴν αὐτοῦ μνήμην ἐπιτελοῦντες λαμπρῶς, δοξάζομεν τὸν παντοδύναμον Θεόν, καὶ τὸν αὐτοῦ θεράποντα. Οὑ ταῖς ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς.’ Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρβάρου τοῦ Πενταπολίτου.
Ἥν Βάρβαρος μὲν δοῦλος, ἐν γῇ σὺν πόνοις,
Ἐλεύθερος νῦν δ’ οὐρανῷ χαίρων πέλει.
Οὗτος ὁ Ὅσιος Βάρβαρος ἦτον ἀπὸ τὰ μέρη τῆς Πενταπόλεως, καθὼς εὗρον εἰς μίαν ἱστορίαν χειρόγραφον ἑνὸς παλαιοῦ ἀνδρὸς Ἱερομονάχου Κυρίου Ματθαίου, ἐκ τῆς σεβασμίας μονῆς τοῦ Ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Γεωργίου τοῦ τροπαιοφόρου, καλουμένης Πόρτας· τὸ γένος του ἦτον ἄγνωστον, ἐπειδὴ καὶ αἰχμαλωτίσθη ἀπὸ τοὺς μπαρμπαρέσους, καὶ ἐρχόμενος εἰς τὴν Βόνιτζαν ἐλυτρώθη ἐκεῖ, καὶ ἀσκήτευε καθὼς θέλετε ἀκούσει εἰς τὸ ἐρχόμενον πλατύτερον· φαίνεται ὅμως ὅτι εἶχε γονεῖς Χριστιανούς, καὶ ἦτον στερεὸς εἰς τὴν εἰς Χριστὸν πίστιν.
Ἀφοῦ λοιπὸν ἠχμαλωτίσθη ἀπὸ τοὺς μπαρμπαρέσσους ὁ Ἅγιος, ἐστάθη εἰς τὴν σκλαβίαν χρόνους εἴκοσι τέσσαρας, καὶ παντελῶς δὲν μετετράπη ἀπὸ τὴν πίστιν τοῦ Χριστοῦ, ἀλλ᾿ ὑπέμεινε ταῖς τιμωρίαις καὶ βάσανα ὡσὰν στεῤῥὸς ἀδάμας, καὶ ὅσον περισσότερον ἐβασανίζετο, τόσῳ μᾶλλον ἔλαμπε, καὶ ἐφαίνετο καθαρώτερος εἰς τὴν εὐσέβειαν, ὅτι λογῆς ὁ χρυσὸς εἰς τὸ πῦρ· βέβαια μεγάλη ἦτον Χριστιανοί μου ἡ ὑπομονή του, μεγάλη ἡ ἀνδρεία τῆς ψυχῆς του· μεγάλη τέλος πάντων ἡ ἀγάπη του πρὸς τὸν Χριστόν. Στοχασθῆτε λοιπὸν εἰς τόσους χρόνους, πόσους κινδύνους ἔπαθεν εἰς τὴν σκλαβίαν ὁ Ἅγιος, πόσαις πληγαῖς ἐδέχθη, πόσους φοβερισμοὺς ἀπὸ τοὺς τυράννους διὰ τὸν Χριστόν, καὶ πάντα τὰ ὑπέμεινε γενναίως, πεῖναν, δίψαν, κόπους ἀκαταπαύστους, καὶ δεσμούς, καὶ ἀγρυπνίαις καὶ ἄλλα μυρία πάθη· καὶ μὲ ὅλα αὐτὰ δὲν ἔπεσεν εἰς ἀπελπισμόν, διατὶ εἶχε βέβαια εἰς κάποιον βοηθὸν τὴν ἐλπίδα του νὰ τὸν λυτρώση· μὰ ποῖος ἂν τύχῃ Χριστιανοί μου ἦτον τοῦτος ὁ βοηθός του; ὁ Πατήρ του τάχατες, ἢ ὁ ἀδελφός, ἢ ἄλλός τις συγγενής; ἀλλ᾿ εἰς τόσους χρόνους βέβαια, οὔτε ὁ Ἅγιος ἤξευρεν ἂν ζῇ τις ἀπὸ τοὺς συγγενεῖς του, οὔτε οἱ συγγενεῖς τοῦ Ἁγίου ἤξευραν ποῦ νὰ εὑρίσκεται ὁ Ἅγιος, ἢ ἂν ζῇ· τάχατες νὰ ἦτον κανένας φίλος του, ἀλλ᾿ ἡ φιλία τῶν ἀνθρώπων εἰς τοὺς παρόντας εἶναι θερμή, καὶ ὅταν χωρισθῶσι, εὔκολα λησμονοῦσι ὁ ἕνας τὸν ἄλλον, καὶ μάλιστα ὅταν δὲν ἠξεύρει τις τὸν φίλον του ποῦ νὰ εὑρίσκεται, καὶ διὰ νὰ εἴπω τὴν ἀλήθειαν οἱ περισσότεροι τὴν φιλίαν τὴν δείχνουν διὰ κάποιον κέρδος, καὶ ὀλίγοι εὑρίσκονται ἀληθεῖς φίλοι, καθὼς λέγει καὶ κάποιος παλαιὸς ἄνδρας, πολλοὶ τραπέζης, οὖς ἀληθείας φίλοι· ποῖος λοιπὸν ἦτον τοῦτος εἰς τὸν ὁποῖον ἤλπιζεν ὁ Ἅγιος ἀνεπαισχύντως νὰ τὸν λυτρώση; κατ᾿ ἀλήθειαν δὲν ἦτον ἄλλος ὁ βοηθός του, οὔτε ἐδείχθη ἄλλος ὁ λυτρωτής του, παρὰ ὁ Σωτὴρ τῶν ἁπάντων, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ Χριστὸς λέγω ὁποῦ ὀνομάζει ἀδελφοὺς ὅλους ἐκείνους ὁποῦ κάμνουν τὸ θέλημά του, «ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ Μήτηρ μου ἐστί» (Μάρκ. κ´ 2).
Ὁ Χριστὸς λοιπὸν τοῦ ἔδωσεν ὅλον τὸ θάῤῥος νὰ μὴν φοβηθεῖ τοὺς τυράννους, μὲ τοὺς λόγους τοῦ Εὐαγγελίου του ὁποῦ λέγει· «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι» (Ματθ. κ´ 10), αὐτὸς βέβαια καὶ τὸν ἐλευθέρωσεν· ἀλλὰ διὰ νὰ βεβαιωθεῖτε ὅτι ἀπὸ τὸν Χριστὸν ἐλευθερώθη, ἀκούσατε τὸν τρόπον τῆς ἐλευθερίας του.
Εἰς τοὺς χιλίους πεντακοσίους σαράντα τέσσαρους χρόνους, ὕστερον ἀπὸ τὴν δεινὴν αἰχμαλωσίαν τῶν κορυφῶν, καὶ τῶν λοιπῶν νήσων, καὶ τῆς θαυμαστῆς Νικοπόλεως, ἐγύρισεν ὁ Σουλτὰν Σουλεϊμάνης εἰς τὴν Κωνσταντινούπολιν, καὶ ὁ Καπετάμπασας ὁποῦ ἦταν τότε ἐπήγαινεν εἰς τὴν Πρέβεζαν διὰ νὰ τὴν τελειώσῃ εἰς τὴν φτιάσιν, ἐπειδὴ τὴν εἶχον ἀρχίσῃ νὰ τὴν κτίσουν εἰς τὴν ἄκρην τοῦ αἰγιαλοῦ προτήτερα, καὶ ἦτον ἀτελείωτη, καὶ διαβαίνωντας ἀπὸ τὴν Βόνιτζαν, ἦλθαν ὀλίγον παράνω, εἰς ἕνα τόπον λεγόμενον Νησί, διὰ νὰ κάμουν νερόν, καὶ ξύλα, καὶ οὕτως εὔγαλαν τοὺς σκλάβους νὰ κάμουν αὐτὴν τὴν ὑπηρεσίαν, ἀπὸ τοὺς ὁποίους ἔνας ἦτον καὶ ὁ Ἅγιος Βάρβαρος, ὅστις εἶχεν εἰς τὸν λαιμὸν του μίαν ἅλυσον τρεῖς πῆχες τὸ μάκρος καὶ εἰς τὸ δεξιόν του ποδάρι εἶχεν μίαν κλάπαν, καὶ εὐγένοντας ὁ Ἅγιος, ἐκατέβη εἰς ἕνα λάκκον, καὶ περιπατώντας ἀπ᾿ ἐκεῖ ἔφθασεν εἰς ἕνα σπήλαιον πλησίον ἑνὸς χωρίου, Τρύφων λεγόμενον, καὶ ἐκεῖ ἔμεινεν νὰ ἀσκητεύσῃ· τοιουτοτρόπως λοιπὸν ἔμεινε ἄφαντος ὁ Ἅγιος ἀπὸ τοὺς ἐχθρούς· καὶ τοῦτο ἐκ θείας δυνάμεως καὶ βοηθείας, διατὶ ποῖος δὲν ὁμολογεῖ ὅτι νὰ εἶχε τὸν Χριστὸν συνεργὸν τῆς ἐλευθερίας του βοηθόν; τίς δύναται, εἰπέ μοι, νὰ φύγῃ δεδεμένος; τίς δύναται νὰ κρυφθῇ ἀπὸ τοσούτον πλῆθος, χωρὶς τὴν σκέπην τοῦ Θεοῦ; ἐκεῖνοι ὁποῦ κατηρήμωσαν τόσαις καὶ τόσαις χώραις, καὶ πολλοὺς ἐλευθέρους ἠχμαλώτισαν, δὲν ἠμπόρεσαν νὰ κρατήσουν ἕνα καὶ μόνον ἄνθρωπον, καὶ μάλιστα δοῦλον καὶ δέσμιον; ἐκαυχῶντο διὰ νικηταὶ πόλεων, καὶ ὑφ᾿ ἑνὸς ἐνικήθησαν, οἱ τύραννοι ἀπὸ τὸν τυραννούμενον, οἱ ἐλεύθεροι ἀπὸ τὸν αἰχμάλωτον, οἱ δυνατοὶ ἀπὸ τὸν ἀσθενῆ· ὢ πόσην δύναμιν ἔχει ἡ εἰς Χριστὸν ἐλπίς· δὲν εἶναι ἄλλη βεβαία βοήθεια ἰσχυρωτέρα.
Φεύγει λοιπὸν ὁ Ἅγιος, καὶ οὐδεὶς δύναται νὰ τὸν διώξῃ, καὶ οὔτε εἰς παλάτιον νὰ κρυφθῇ ἀφεντικὸν ὑπάγει, οὔτε εἰς περιτειχισμένην πόλιν σπεύδει νὰ ἔμπη, ἀμὴ μένει εἰς τὴν ἔρημον, καὶ μέσα εἰς ἕνα ποταπὸν σπήλαιον, καὶ τοῦτο διὰ νὰ μὴν ἤθελεν εἴπῃ τις ὅτι ἔφυγε καὶ ὁ Ἅγιος, καθὼς καὶ ἄλλοι πολλοὶ σκλάβοι, καὶ διὰ νὰ φύγῃ τὴν δόξαν τῶν ἀνθρώπων, δὲν φανερώνεται εἴς τιναν, ἀμὴ πεινᾷ, καὶ θρέφεται ἀπὸ τὰ χόρτα τῆς γῆς· διψᾷ, καὶ γυρεύει νερὸν ἀπὸ τὴν ἔρημον διὰ νὰ σβέσῃ τὴν φλόγα τῆς σαρκός, καὶ ὄχι κρασὶ ὁποῦ χαροποιεῖ τὴν φλόγα τῆς καρδίας τοῦ ἀνθρώπου, καὶ αὐξάνει περισσότερον τὴν φλόγα τῆς δίψης, καὶ ἀκούωντας τὸν Χριστὸν ὁποῦ λέγει· «Σὺ δὲ ὅταν προσεύχη, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ» (Ματθ. κ´ 6). Εἰσήρχετο εἰς τὸ σπήλαιον καὶ ἐπροσεύχετο κατ᾿ ἰδίαν· ἀλλ᾿ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ δοξάζων τοὺς αὐτὸν ἀντιδοξάζοντας, τὸν φανερώνει εἰς τὸν κόσμον, διὰ νὰ ἔχωμεν καὶ ἡμεῖς εἰς τούτους τοὺς δυστυχεστάτους καιροὺς μεγάλην παρηγορίαν, καὶ νὰ μάθωμεν, ὅτι ἡ εἰς Χριστὸν ἐλπὶς λυτρώνει τὸν ἄνθρωπον ἀπὸ κάθε κίνδυνον.
Μετ᾿ ὀλίγας λοιπὸν ἡμέρας τὸν βλέπει ἕνας πιστικός, καὶ δίδει λόγον εἰς τὴν χώραν, καὶ εὐθὺς δύο ἱερεῖς τρέχουσι εὐλαβεῖς πρὸς τὸν Ἅγιον· ὁ μὲν Ἰωάννης τοὔνομα, ὁ δὲ Δημήτριος, καὶ οἱ γέροντες τῆς χώρας· μὰ τί θαῦμα εἶδεν εἰπέ μοι ὁ πιστικὸς καὶ τὸ κηρύττει; ἄνθρωπον δέσμιον βλέπει, καὶ θαυμάζει, ἄνθρωπον γυμνόν, καὶ κράζει εἰς θεωρίαν. Ἀλλ᾿ ὢ μεγάλης εὐλαβείας καὶ τῶν ἱερέων! ἀκούοντες οὗτοι τὸν πιστικόν, δὲν λέγουσι κάποιος σκλάβος εἶναι, κάποιος ζητουλιάρης, τίς ἡ χρεία νὰ εὔγωμεν νὰ τὸν ἰδοῦμεν, ἂν ἔχῃ ἀνάγκην ἂς ἔλθῃ νὰ τὸν ἐλεήσωμεν, καθὼς πολλοὶ ἀπὸ ἡμᾶς λέγουσι, καὶ μάλιστα πολλοὶ ὁποῦ κλείουσι καὶ τὴν θύραν εἰς τοὺς ἐνδεεῖς καὶ δυστυχισμένους, οὗτοι λέγουσιν αὐτὸς ἔχει χρείαν ἀπὸ ἡμᾶς, καὶ ὄχι ἡμεῖς ἀπ᾿ αὐτόν· ὕπαγε πιστικὲ εἰς τὸ ἔργον σου· δὲν εἶναι ἄξια θεωρίας αὐτὰ ὁποῦ λέγεις, ἀλλὰ τί; δὲν ἀργοποροῦσι. Τρέχουσι πρὸς τὸν Ἅγιον καὶ τὸν ἀνταμώνουσι· καὶ ἀνταμώνοντές τον, μανθάνουσι ἀπ᾿ αὐτὸν τὰ πάντα· λοιπὸν τὸν παρακαλοῦν νὰ ὑπάγῃ μὲ αὐτοὺς εἰς τὴν χώραν νὰ ἀναπαυθῇ, καὶ αὐτὸς δὲν θέλει· τὸν παρακινοῦν νὰ εὐγάλη τὴν ἅλυσον ἀπὸ τὸν λαιμὸν τοῦ, ἀλλὰ δὲν πείθεται· ἡ ἅλυσος λέγει εἶναι ὁ ὁλόχρυσός μου στολισμός· μὲ αὐτὴν ἔδεσα τὴν σάρκα, καὶ τὴν ὑπέταξα εἰς τὸ πνεῦμα· τὸ σπήλαιον εἶναι τὸ ὡραιόκτιστόν μου παλάτι· δὲν εἶμαι μόνος εἰς τὴν ἔρημον, συνομιλῶ διὰ προσευχῆς μὲ τὸν λυτρωτήν μου Χριστόν· ἀφήσετέ με εὐλαβέστατοι ἱερεῖς νὰ τελειώσω τὸν ἀγῶνά μου· ταῦτα ἀκούοντες οἱ ἱερεῖς δὲν τὸν βιάζουσι, ἀλλὰ τὸν ἀφήνουσιν εἰς τὸ θέλημά του· καὶ γυρίζοντες εἰς τὴν χώραν, τοῦ ἔστελλον κάθε Σάββατον μερικὸν ψωμί.
Καὶ ἔμεινεν ὁ Ἅγιος εἰς τὴν ἔρημον ἀσκητεύοντας δέκα καὶ ὀκτὼ χρόνους, καὶ ἤρχετο μόνον εἰς τὸ χωρίον τὸ μέγα Σάββατον κρυφά, καὶ ἔμβαινεν εἰς τὸ ἅγιον Βῆμα· καὶ μετὰ τὸν ἐσπερινὸν τῆς λαμπροφόρου ἀναστάσεως, τὸ βράδυ ἔφευγε πάλιν, καὶ ἐπήγαινεν εἰς τὸ σπήλαιον καὶ ἀσκήτευε· τὴν δὲ ἅλυσον δὲν τὴν εὔγαλεν ἀπὸ τὸν λαιμόν του εἰς ὅλην του τὴν ζωήν· καὶ οὐδεὶς τὸν ἤξευρεν, εἰμὴ μόνον οἱ δύο ἱερεῖς ὁποῦ προεῖπα, καὶ οἱ γέροντες, καὶ ἕνας Πνευματικὸς ἀπὸ τὸ μοναστήριον τῆς Πόρτας, Ματθαῖος καλούμενος· καὶ εἰς τόσους χρόνους ποῖος νὰ στοχασθῇ τὰς σκληραγωγίας ὁποῦ ὑπέμεινεν εἰς τὴν ἄσκησιν, καὶ νὰ μὴν θαυμάσῃ; ποῖος νὰ ἐννοήσῃ τοὺς πειρασμοὺς ὁποῦ ἔπαθε, καὶ νὰ μὴν φρίξη; ἀμὴ οὔτε οἱ κακοπαθεῖαι, οὔτε οἱ νοητοὶ καὶ αἰσθητοὶ πειρασμοὶ τὸν ἐχώρισαν ἀπὸ τὴν ἀγάπην τοῦ Χριστοῦ, ἀλλ᾿ εἰς τόσους καὶ τόσους πολέμους, ἐφάνη νικητὴς καὶ τροπαιοῦχος, καὶ μιμητὴς τῶν παλαιῶν Ἁγίων, ὁ ὁποῖος εἰς τὰς εἰκοσιτρεῖς τοῦ Ἰουνίου μηνὸς πρὸς Κύριον ἐξεδήμησε· καὶ τὴν αὐτὴν νύκτα φανερώνει τὴν κοίμησίν του ὁ Χριστὸς τοῦ πνευματικοῦ Πατρὸς Κυρίου Ματθαίου, καὶ τοῦ λέγει, ὅτι τὴν αὐγὴν νὰ ἤθελε συνάζῃ ὅλους τοὺς Πατέρες τοῦ Μοναστηρίου του, καὶ νὰ ὑπάγῃ νὰ κηδεύσῃ τὸν ὅσιον Βάρβαρον· ὁμοίως βλέπει καὶ ὁ Ἡγούμενος τῆς ἁγίας Τριάδος κυρ Νεκτάριος εἰς τὸν ὕπνον του τὸ ἴδιον· ἔτι δὲ καὶ ὁ Ἡγούμενος τοῦ προφήτου Ἠλίου εἰς τὴν Δραγανὴν Κυρ Εὐθύμιος· καὶ λοιπὸν συνήθροισαν τούτοι οἱ ἐνάρετοι ἄνδρες ὅλους τοὺς Ἱερομονάχους καὶ ἰδιῶτας τῶν μοναστηρίων τους, διὰ νὰ πηγαίνουν εἰς τὸν τελευταῖον ἀσπασμὸν τοῦ Ἁγίου· καὶ μὲ τὸ νὰ ἐδόθη λόγος εἰς ὅλα τὰ περίχωρα, ἔτρεξαν ὅλοι οἱ Χριστιανοὶ μικροί τε καὶ μεγάλοι· καὶ ἤθελεν ἴδῃ τις μεγάλον ἀγῶνα εἰς τοὺς ἀνθρώπους, ἐπειδὴ ἔτρεχαν ὅλοι ὡσὰν εἰς προϋπάντησιν βασιλέως· παρεκινοῦσαν οἱ Ἱερομόναχοι τοὺς Ἱερομονάχους, οἱ ἰδιῶται τοὺς ἰδιῶτας, οἱ κοσμικοὶ τοὺς κοσμικούς, οἱ νέοι τοὺς γέροντας, καὶ οὐδὲ κανένας σχεδὸν ὁποῦ ἐδύνετο ἔμεινε χωρὶς νὰ ὑπάγῃ· συναθροισθέντες λοιπὸν ἅπαντες, ἐσήκωσαν τὸ Ἅγιον ἐκεῖνο λείψανον μὲ πολλὴν τιμήν, λαμπαδοφοροῦντες, καὶ ψάλλοντες, καὶ τὸ ἔφεραν εἰς τὸ χωρίον Τρύφων· καὶ ὅτε τὸ ἔβαλαν κάτω εἰς τὴν γῆν, ὢ τοῦ θαύματος! ἦτον μία γυνὴ στερημένη ἀπὸ τὸ φῶς τῶν ὀμματίων της ἑπτὰ χρόνους, καὶ εὐθὺς ὁποῦ ἠσπάσθη τὸ Ἅγιον λείψανον, ἔλαβε τὸ φῶς της πάλιν ὡς καὶ πρότερον· ἔτσι δοξάζει ὁ Θεὸς τοὺς ἀντιδοξάζοντας αὐτὸν διὰ τῶν θεαρέστων ἔργων· ὁ ὁποῖος ὄχι μόνον τοὺς λυτρώνει ἀπὸ τοὺς κινδύνους, ἀλλὰ τοὺς δίδει δύναμιν νὰ λυτρώνουσιν καὶ αὐτοὶ ἄλλους· βλέποντες λοιπὸν τοῦτο τὸ θαῦμα οἱ ἄνθρωποι τοῦ χωρίου ἐκείνου, ἐδόξασαν τὸν Θεὸν ὁποῦ τοὺς ἐχάρισε τέτοιον θησαυρόν· καὶ ἐρχόμενοι καὶ ἄλλοι πολλοὶ ἀσθενεῖς ἰατρεύοντο· τέλος πάντων ψάλλοντες τὸ Ἅγιον λείψανον ὡς ἔπρεπε, τὸ ἐνταφίασαν μετὰ δόξης· καὶ εὐγάζοντες τὴν ἅλυσον ἀπὸ τὸν λαιμόν του, τὴν ἐκρέμασαν εἰς τὸν τάφον εἰς μαρτύριον· καὶ ἐκαυχῶντο εἰς τὸν Ἅγιον περισσότερον ἀπὸ κάθε πολύτιμον πρᾶγμα.
Εἰς δὲ τοὺς χιλίους πεντακοσίους ἑξήκοντα δύο χρόνους ἀπὸ Χριστοῦ, εὐγῆκαν οἱ ἰταλικαῖς ἀρμάταις νὰ κυνηγήσουν τὴν τουρκικήν, καὶ νικῶντας την Θεοῦ βοηθείᾳ, ἔκαμαν μεγάλην φθορὰν εἰς αὐτήν· καὶ εἰς τὸ γύρισμα ἐγύρισαν δεκατέσσαρα καράβια, καὶ ἠχμαλώτισαν ὅσους τούρκους εὗρον εἰς τὴν Βόνιτζαν· εἰς δὲ τὰ καράβια ἐκεῖνα ἦτον ἔνας Καπετάνιος Σκλαβοῦνος ἄνθρωπος ἔντιμος καὶ μεγαλοπρεπής, ἀσθενὴς βαρέως, ὁ ὁποῖος βλέπει εἰς τὸν ὕπνον του, ὅτι ἀνίσως δὲν προστρέξη εἰς τοὺς πόδας τοῦ Ἁγίου, ὁποῦ εὑρίσκεται εἰς τὸ χωρίον Τρύφων, δὲν λαμβάνει ἴασιν· καὶ τὸ ταχὺ κινώντας μὲ πέντε καράβια, ἀράξαν ὑποκάτω εἰς τὸ χωρίον Τρύφων· καὶ παίρνοντας πολλοὺς ἀνθρώπους ἐδικούς του, προστρέχει εἰς τὸν Ἅγιον, καὶ εὐθὺς ἰατρεύεται· ὅμως δὲν ὑποφέρει νὰ χωρισθῇ τὸν βοηθόν του, ἀλλὰ προστάζει καὶ ἀσηκώνουν τὸ Ἅγιον ἐκεῖνο λείψανον ἀπὸ τὸν τάφον, καὶ τὸ ἔφερεν εἰς τὸ καράβι του· καὶ πρεπώμενα· διατί τις νὰ ἴδῃ τέτοιον θησαυρόν, καὶ νὰ τὸν ἀφήσῃ; τίς δὲν ἤθελε νὰ ἔχῃ εἰς τὴν πατρίδα του τέτοιον βοηθόν; ἐδέχθη λοιπὸν ὁ Καπετάνιος καὶ τὴν ὑγείαν του, καὶ τὸν Ἅγιον, καὶ ἐχαίρετο· ἀμὴ ἀλοίμονον εἰς τὴν δυστυχίαν τοῦ χωρίου Τρύφων· τότε ἐστερήθησαν πάσης βοηθείας, τότε ἔχασαν τὴν δύναμίν τους· μὰ διατί τάχατες ἄφησεν ὁ Ἅγιος ἐκεῖνον τὸν τόπον ὁποῦ ἐδιάλεξεν εἰς ἄσκησίν του; φαίνεται ἀδελφοί, ὅτι δὲν ἀπεξενώθη ὁ Ἅγιος δι᾿ ἅλλην ἀφορμὴν ἀπὸ ἐκεῖνον τὸν τόπον· ἀλλὰ διατί προέβλεπεν πὼς ἔμελλον νὰ αἰχμαλωτισθοῦν πάλιν ἐκεῖνα τὰ μέρη, οἷς κρίμασιν οἶδεν ὁ Κύριος, καθὼς θέλετε ἀκούσει παρακάτω· καὶ διὰ νὰ μὴν πέσῃ καὶ τὸ Ἅγιόν του λείψανον πάλιν εἰς ἀσεβεῖς, διὰ τοῦτο ἔστερξε νὰ ὑπάγῃ εἰς ἄλλον τόπον ἐλεύθερον· καὶ ἂν καλὰ ἐδύνετο ὁ Θεὸς νὰ ἐλευθερώσῃ καὶ τὸν τόπον ἐκεῖνον διὰ πρεσβειῶν τοῦ Ἁγίου, καὶ νὰ φυλάξῃ καὶ τὸ Ἅγιον λείψανον ἀβλαβές, ὅμως βλέπωμεν ὅτι πολλάκις διὰ τὰς ἁμαρτίας μας, συγχωρεῖ ὁ Θεὸς νὰ πίπτουν καὶ τὰ Ἅγια εἰς ἀναξίων χεῖρας· διὰ τὰς ἁμαρτίας τῶν Ἑβραίων, πολλάκις παρεδόθη ἡ Κιβωτὸς εἰς χεῖρας ἀλλοφύλων· διὰ τὰς ἁμαρτίας τῶν χριστιανῶν πολλοὶ ναοὶ κατεδαφίσθησαν· καὶ πολλαὶς Ἁγίαις εἰκόνες κατεφρονέθησαν· ἔχομεν νέον παράδειγμα τὴν δεινὴν αἰχμαλωσίαν τοῦ δυστυχεστάτου Μορέως, τὸ λοιπὸν διὰ νὰ μὴν πέσῃ καὶ τὸ Ἅγιον τοῦτο λείψανον εἰς χεῖρας τυράννων, καὶ ἀσεβῶν, διὰ τοῦτο ἀσηκώνεται ἀπ᾿ ἐκεῖ, τὸ ὁποῖον ἔχωντάς το ὁ Καπετάνιος εἰς τὰς χεῖράς του, ἐκίνησεν μετὰ χαρᾶς μεγάλης καὶ ἐπήγαινεν εἰς τὸν τόπον του εἰς τὴν Ἰταλίαν· καὶ διαβαίνοντας ἀπὸ τὸ νησὶ τῶν Κερκυραίων, ἄραξεν εἰς ἕνα λιμένα λεγόμενον τοῦ Ποταμοῦ· καὶ τοῦτο διὰ νὰ κηρυχθῇ περισσότερον ὁ Ἅγιος, διατὶ ἀκούσατε καὶ ἄλλον θαῦμα τοῦ Ἁγίου, καὶ θέλετε γνωρίσει πόσην παῤῥησίαν αὐτὸς εἶχεν πρὸς τὸν Θεόν.
Εἰς ἐκεῖνον τὸν τόπον ἦτον ἔνας γέροντας, καὶ εἶχεν ἕνα υἱὸν μονογενῆ κρατημένον, ὡς ἄλλον παράλυτον, χρόνους τρεῖς· καὶ εὐθὺς ὁποῦ ἀράξαν τὰ καράβια, βλέπει εἰς τὸν ὕπνον του ὁ γέροντας, ὅτι ἤθελε ὑπάγῃ εἰς τὸ καράβι τοῦ ὀδεῖνος Καπετάνιου, καὶ νὰ προστρέξη εἰς τὸν Ἅγιον, καὶ θέλει ἰατρευθὴ ὁ υἱόςτου· καὶ τὴν αὐγὴν τρέχει, ὡς τοῦ ἀπεκαλύφθη· καὶ βλέποντας τὸν ὁ Καπετάνιος, τὸν ἐδέχθη μετὰ χαράς, καὶ τοῦ ἐδιηγήθη τὰ πάντα, καὶ τὸν παρακινὰ νὰ φέρῃ τὸν υἱὸν τοῦ, καὶ θέλει λάβει τὴν ἴασιν· ταύτας ἀκούσας ὁ γέρων, ἔδραμε καὶ ἀσήκωσε τὸν υἱὸν τοῦ μὲ τὸ κρεββάτι, καὶ τὸν ἔφερε εἰς τὸν Ἅγιον· καὶ ὢ τοῦ θαύματος! ἐν τῷ ἅμα τὰ κρατημένα μέλῃ ἐλύθησαν, καὶ ἐστερεώθησαν· καὶ ὅ ποτε βασταζόμενος ὑπὸ τεσσάρων περιεπάτει δοξάζων τὸν Θεόν, καὶ κηρύττωντας τὸν Ἅγιον· οἱ δὲ Χριστιανοὶ τοῦ τόπου ἐκείνου, λέγω οἱ ἀπὸ τὸν Ποταμόν, βλέποντες τέτοιον θαῦμα, ἐπαρεκάλεσαν τὸν Καπετάνιον νὰ εὐγάλη τὸ Ἅγιον λείψανον εἰς τὸ περιγιάλιον νὰ τὸ ἀσπασθοῦν ἅπαντες· ὁ δὲ Καπετάνιος βλέποντας τὴν εὐλάβειαν ὁποῦ εἴχαν εἰς τὸν Ἅγιον, τὸν εὔγαλε, καὶ τὸν ἄφησεν ἔξω δύο ἡμέρας, καὶ ἐπήγεναν ὅλοι καὶ τὸ ἠσπάζοντο πληρούμενοι εὐωδίας πνευματικῆς· καὶ πολλοὶ ἀσθενεῖς ἐξ αὐτῶν ἰατρεύθησαν διὰ πρεσβειῶν τοῦ Ἁγίου Βαρβάρου· ὅθεν καὶ Ναὸν περικαλλὴ μετὰ κωδωνοστασίου θαυμαστοῦ τοῦ ἔκτισαν, καὶ ἑορτὴν λαμπρὰν κάθε χρόνον τοῦ τελοῦν τῇ ιε´ τοῦ Μαΐου Μηνός· ὅτε λέγω ἐκεῖθεν τὸ Ἅγιον καὶ θαυμαστὸν λείψανον διεπέρασε· μετὰ δὲ τὰς δύο ἡμέρας ἔλαβεν ὁ Καπετάνιος τὸ Ἅγιον λείψανον καὶ τὸ ἔμπασε μέσα εἰς τὸ καράβι του· καὶ ἐμίσευσε, καὶ ἐπῆγεν ἀβλαβὴς εἰς τὸν τόπον του· καὶ ἀπὸ ἐκεῖ μὲ τὸ νὰ ἑξαπλώθη ἡ φήμη διὰ προσταγῆς τοῦ τότε Πάπα Ῥώμης, μετεφέρθη τὸ Ἅγιον λείψανον εἰς αὐτὴν τὴν μεγαλόπολιν Ῥώμην· τὸ ὁποῖον βάνωντάς το εἰς ἕνα μοναστήριον, τὸ ἔχουν εἰς μεγάλην εὐλάβειαν καθὼς γράφει ὁ αὐτὸς Ματθαῖος, ὅστις ἐβεβαιώθη ἀπὸ πολλοὺς ἀνθρώπους· εἰς δὲ τὸ χωρίον Τρύφων ἔμεινε μόνον ἡ ἅλυσός του διὰ σημεῖον· καὶ ἂν καλὰ καὶ τὸ ἅγιόν του λείψανον ἀσηκώθη ἀπὸ ἐκεῖ, ὅμως ἡ βοήθειά του φθάνει εἰς κάθε τόπον, εἰς ἐκείνους ὁποῦ τὸν ἐπικαλεσθοῦν μὲ εὐλάβειαν· καὶ διὰ τοῦτο, καὶ διὰ τῆς ἁλύσεως ἐγίνοντο πολλὰ καὶ θαυμαστὰ θαύματα, καὶ πολλοὶ ἀσθενεῖς προστρέχοντες ἐλάμβανον τὴν ἴασιν.
Εἰς δὲ τοὺς χιλίους ἑξακοσίους ὀγδοήκοντα καὶ ὀκτώ, ἠχμαλώτισαν οἱ Τούρκοι τὰ Ξηρόμερα, καὶ τὸ χωρίον Κατούνα, καὶ Ἄλευρα, καὶ ἀκόμη καὶ τὸ χωρίον Τρύφων, καὶ εἰς τὴν δεινὴν ἐκείνην αἰχμαλωσίαν, ἐχάθη καὶ ἡ ἅλυσος ἀπὸ τὸν τόπον της· αὐτὴν λοιπὸν τὴν αἰχμαλωσίαν προγνωρίζοντας ὁ Ἅγιος, ἐσυγχώρεσε νὰ μετατοπισθῇ τὸ Ἅγιον αὐτοῦ καὶ σεβάσμιον λείψανον, καθὼς προείπαμεν· ταῦτα δὲ πάντα ἐγράφησαν, καὶ συνετάχθησαν παρὰ τοῦ πανοσιωτάτου καὶ λογιωτάτου Κυρίου Ματθαίου Ἡγουμένου τε καὶ Πνευματικοῦ τοῦ αὐτοῦ Ἁγίου Βαρβάρου, ἐκ τῆς σεβασμίας Μονῆς τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου, ἐν τῇ Ἀκαρνανία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀχιλλίου Μητροπολίτου Λαρίσσης.
Λαλεῖ Λάρισσα σὰς ἀριστείας ξένας,
Μνήμην ἔχουσα καὶ θανόντος σου Πάτερ.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐξ’ εὐσεβῶν γεννητόρων φὺς καὶ ἀνατραφεὶς, δι’ ὧν εὐσέβειαν καὶ θεοσέβειαν, μετὰ τῶν ἔξωθν μαθημάτων, καὶ τὴν ἀνωτάτω φιλοσοφίαν ἐκπαιδύεται. Πάσαις δὲ ταῖς κατὰ Θεὸν ἀρεταῖς ἑαυτὸν κατακοσμήσας, Ἀρχιερὺς τῆς δευτέρας Θετταλίας ἐν τῇ Λαρισσαίων παρὰ πάντων τῶν τὴν Ἑλλάδα κατοικούντων ἀναγορεύται. Καὶ ‘ν τῇ κατὰ Νίκαιαν πρώτῃ Συνόδῳ παραγενόμενος, καὶ μέχρι τέλους τοῖς πατράσι συγκαμὼν καὶ συναγωνισάμενος, καὶ τὸν Ἄρειον καὶ τοὺς σὺν αὐτῷ καθελὼν, καὶ ἀναθέματι παραπέμψας, αὖθις εἰς Λάρισσαν ἔρχται· καὶ ναοὺς εἰδωλικοὺς πλείστους καταστρεψάμενος, καὶ δαίμονας ἐξ’ ἀνθρώπων διώξας, καὶ ἄλλα πάμπολλα θαύματα κατεργασάμενος, ἐν ἰρήνῃ τὸν βίον ἀπέλιπεν, εὐκτηρίους οἴκους ἐκ βάθρων αὐτῶν ἀνεγείρας, καὶ παντοίως κατακοσμήσας,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρβάρου τοῦ μυροβλύτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πανηγυρίου τοῦ ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν τῶν Ρώσσων: Ἡσαΐου ἐπισκόπου Ροστοβίας, Δημητρίου δουκὸς και Ἡσαΐου τοῦ Σπηλαιώτου.

Τῇ αὐτῇ ἡμέρᾳ άνακομιδή τὴς Τιμίας Κάρας τοῦ Ἀποστόλου Τίτου ἐκ Ρώμης εἰς τὴν Ἐπισκοπὴ αὐτοῦ, Ἡράκλειον Κρήτης.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῆς Θεοτόκου ἐν τῷ Περιτειχίσματι καὶ ἡ ἀνάδειξις τῆς Ἀχειροποιήτου Εἰκόνος ἐν Καμουλιανοῖς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ’ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα .
Ἰσχὺν ἐνδυσάμενος τὴν τοῦ Δεσπότου, ὡς χοῦν ἡδυπάθειαν, τοῦ βίου κατεπάτησας, τῷ πόθῳ βαλλόμενος, τῆς ἀκηράτου ζωῆς, ἧς νῦν καὶ μετέσχηκας, χοροῖς Ἀγγέλων, Πάτερ συναυλιζόμενος.
Καρδίαν κτησάμενος, καθαρωτάτην, ἰδεῖν κατηξίωσαι, τὸν πᾶσιν ἀθεώρητον, ἐντεῦθεν μακάριος, ὡς ἡ ὑπόσχεσις, Πάτερ ἐχρημάτισας ὑμνῶν, τὸν εὐεργέτην καὶ ὑπερένδοξον.
Ὀρθόδοξον φρόνημα σὺ κεκτημένος, Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, παμμάκαρ ἐκήρυξας, καὶ τὴν τοῦ Λόγου φρικτήν, σάρκωσιν ἐδίδαξας ὑμνῶν, ὡς Θεοτόκον τὴν ἀειπάρθενον.
Θεοτοκίον
Ἁγίων Ἁγίαν σε κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

Ἕτερος. Τοὺς ἐν καμίνῳ παῖδάς σου.
Σὺ παριδὼν τὰ τοῦ κόσμου φθαρτά, ἐκ καρδίας ἐπόθησας τὸν μόνον Θεόν, τὸν ἐν σαρκὶ κόσμῳ ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν καθελόντα· ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες Παχώμιε.
Κοινωνὸς ἐπουρανίου δόξης, γεγένησαι, πάντα τὰ τοῦ κόσμου παριδὼν, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, αγαπήσας Ὅσιε· ὅθεν ἀνυμνοῦμέν σου, τὴν μνήμην Παχώμιε.
Ἤρθη πρὸς τὰ ἄνω σκηνώματα Παχώμιος, τῶν μοναζόντων τὸ καύχημα· καὶ οὐρανοὺς οἰκῶν ἀγαλλόμενος, ὑπὲρ πάντων ἡμῶν τὸν Χριστὸν καθικετεύει, λύτρωσιν δωρήσασθαι.
Θεοτοκίον.
Τίκτεται ἐκ Σοῦ Θεὸς ὡς βροτό, τὸ φύραμα Ἄχραντε θεώσας τῶν βροτῶν· καὶ κοινωνοὺς φύσεως θείαν ἐκτελέσας, τοὺς Σὲ μακαρίζοντας, ἐν γυναιξῖν ἀληθῶς, Εὐλογημένη Ἁγνή.




ᾨδὴ η΄. Κάμινος ποτὲ .
Τὰς τῶν ἀσκητῶν, σοφὰς ὑποτυπώσεις, πρὸς τοῦ Ἀγγέλου ἐμυήθης Σοφέ, ἐκ θείου προστάγματος, αἷσπερ νῦν καὶ ἐκτρεφόμενοι, οἱ εὐσεβείας τρόφιμοι, κράζομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Ὥσπερ ἀστραπή, μεγίσταις φρυκτωρίαις, ἡ πολιτεία διαλάμπουσα, τοῖς πάσιν ἀνέτειλεν, τῆς ἀσκήσεώς σου πάνσοφε, τοῖς εὐσεβῶς τῷ Κτίσαντι, κράζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Σὲ τὸν ὑπὲρ νοῦν, Πατρὸς ἐξ ἀγεννήτου, πρὸ τῶν αἰώνων γεννηθέντα Χριστέ, δοξάζων ἐκήρυξεν, ὁ Παχώμιος ὁ ἔνδοξος, καὶ Πνεῦμα τὸ πανάγιον, μίαν τὴν τῆς Τριάδος, φύσιν εἰδὼς καὶ Θεότητα.
Θεοτοκίον
Πύλην σε φωτός, παρθένε Θεομῆτορ, οἱ εὐσεβοῦντες ὀνομάζομεν· Πατρὸς γὰρ ἀπαύγασμα, ἑνωθὲν σαρκὸς παχύτητι, ὑπερφυῶς ἐγέννησας, πάναγνε, ὃν ὑμνοῦμεν, πάντα τὰ ἔργα ὡς Κύριον.

Ἕτερος. Ὅν φρίττουσιν Ἄγγελοι.
Ἠξιώθης στεφάνου τοῦ ἀμαραντίνου, ἐκ τῆς ἱερωτάτης χειρὸς τοῦ Λυτρωτοῦ, μάκαρ Παχώμιε, ὡς δοξάσας Αὐτὸν, ἐν τοῖς ἀσκητικοῖς, καὶ θείοις ἀγῶσί σου.
Νοΐ μακρυνόμενος, ποικίλοις πειρασμοῖς, ἀνάλωτος ἔμεινας, χάριν δεξάμενος, Πάτερ Παχώμιε, καὶ ὡράθης μάκαρ, μέγας ὁδηγός, τῶν συνασκουμένων σοι.
Ἀνώτερος πέφηνας, τῶν κάτω καὶ φθαρτῶν, Χριστῷ ἀναθέμενος, σαυτὸν προθύμως, Πάτερ Παχώμιε, καὶ ἀσκήσει στεῤῥᾷ, παθῶν τὰς ἐπάρσεις, εἰς τέλος ταπείνωσας.
Θεοτοκίον.
Νύμφη ἀπειρόγαμε, τοῦ Πάντων Ποιητοῦ, Μῆτερ Παναμώμητε, τοῦ Λόγου ἡ σκηνή, Ἁγνὴ Παναγία, τοῦ πιστοῦ λαοῦ, πρόστηθι καὶ σκέπε, Αὐτὸν ἐν ταῖς ἀνάγκαις.

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Λαμπάσι τῆς χάριτος, καταυγασθεὶς Παχώμιε, ὡς πιστὸς ὑπηρέτης Θεῷ παρίστασαι, τῆς ἐν οὐρανοῖς θείας δόξης, κατατρυφῶν τῆς ἀκαταλύτου· διὸ τὴν σεβάσμιον, ἑορτήν σου μεγαλύνομεν.
Ἐπλάκη σοι στέφανος, ὡς νικητῇ Παχώμιε, δεξιᾷ ζωηφόρῳ καὶ παντοκράτορι, καὶ νῦν τοὺς ὑμνοῦντας σὴν μνήμην, τὴν εὐκλεῆ, ἀξίωσον μάκαρ, τυχεῖν τῆς ἀφέσεως, τῶν πταισμάτων παναοίδιμε.
Καρποὺς νῦν δρεπόμενος, τῶν πόνων σου Παχώμιε, τῆς χαρᾶς ἀπολαύεις, τῆς ὑπὲρ ἔννοιαν, ἀλλὰ μεσιτεύων σωθῆναι, σοὺς φοιτητάς, Χριστὸν ἐκδυσώπει, τοὺς σὲ νῦν γεραίροντας, καὶ τιμῶντας ἀξιάγαστε.
Θεοτοκίον
Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ δεξαμένη ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδόντα, τοῖς εὐσεβῶς αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανάμωμον, Θεοτόκον καταγγέλλουσιν.

Ἕτερος. Τὴν φωτοφόρον νεφέλην.
Ὑπὸ τοῦ ἱεροῦ φωτός, ἐλλαμπόμενος, καταυγασθεὶς τῇ χάριτι, ἐν ταῖς οὐρανίαις μοναῖς, Ἀγγέλοις αὐλιζόμενος, θεοφόρε Παχώμιε, τῷ μόνῳ Θεῷ ἡμῶν, καὶ Δεσπότῃ, ὑπὲρ τῶν σὲ τιμώντων, ἀδιαλείπτως μὴ παύςῃ πρεσβεύων.
Μνήμη σου ἡ φωτοφόρος, ὡς πρωϊνὸς ἑωσφόρος, ἐξανατείλασα ἡμῖν, ἐπαφίησι θείας, μαρμαρυγὰς τοῦ φωτὸς, τῆς ἄνωθεν λαμπρότητος φωτίζουσα τοῦς τελούντας ἐν ὕμνοις, θεόφρον Παχώμιε, αὐτὴν πιστῶς.
Νῦν ἡ ἱερά σου μνήμη, καθαγιάζουσα κόσμον, ἐπιδημήσασα ἡμῖν, παμμακάριστε Πάτερ· ἐν ᾗ δεόμεθα τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμῶντές σε, προθύμως Παχώμιε, ὡς τοῦ Λόγου, δοῦλον ἀξιέπαινον.
Θεοτοκίον.
Ὥσπερ ἡ νὺξ με χειμάζει, ἡ ἁμαρτία Παρθένε, καὶ ἐξωθοῦμαι εἰς βυθόν, χαλεπῆς ἀπωλείας· πρόφθασον σῶσόν με Σεμνή· φωτί με Σῆς χάριτος αὐγάζουσα, ἵνα μέλπω Σε πόθῳ, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν Ἁγνήν.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις, καὶ πάθη, καθυποτάξας τῆς σαρκός, Ἰσάγγελος ἀνεδείχθης, Παχώμιε θεοφόρε.
Ἕτερον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ κόσμου τὴν τερπνότητα, ἀπὸ παιδὸς ἐμίσησας, καὶ τῆν εὐπάθειαν πᾶσαν, ἀπαρνησάμενος Πάτερ, εἰς ἔρημον κατῴκησας ἀσκήσει καθαιρόμενος· ὅθεν τῷ σχῆμα ἐδέξω, χειρῶν τοῦ θείου Ἀγγέλου, Παχώμιε θεοφόρε.
Καὶ Τῆς Ἑορτῆς














Εἰς τοῦς αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Μοναζόντων συστήματα, εὐσεβῶς νῦν συνδράμωμεν, καὶ ἀσμάτων στέμμασι ἀναδήσωμενμ τὸν δι’ Ὁσίας ἀσκήσεως, ὡς Ἄγγελον ζήσαντα, ἀληθῶς ἐπὶ τῆς γῆς, καὶ χαρίτων τοῦ Πνεύματος, χρηματίσαντα, τοῦ Ἁγίου ὑπέρτιμον δοχεῖον, ὦ Παχώμιε βοῶντες, σκέπε ἡμᾶς ταῖς πρεσβείαις σου.

Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἀπενέκρωσας, καὶ ψυχὴν ἐζώωσας δι’ ἀσκήσεως, καὶ ἀρετῶν τελειότητος, ἐντεῦθεν καὶ ὤφθης ὡς ζῶν, μετὰ τέλος ἀληθῶς, ὡς γὰρ ὕπνος λελόγισται, σοὶ ὁ θάνατος, πρὸς Θεὸν μεταστάντι καὶ εἰς χεῖρας, τὴν ψυχὴν παραθεμένῳ, Αύτοῦ Παχώμιος Ὅσιος.

Τὴν τοῦ κόσμου προσπάθειαν, παντελῶς βδελυξάμενος, ἀπαθείας ὄργανον ἐχρημάτισας, φιλοσοφίας δὲ Ὅσιε, ἐμπράκτῳ ὀχήματι, ἀνυψώθης πρὸς αὐτό, ἐφετὸν τὸ ἀκρότατον, ἀγαλλόμενος, καὶ θεώμενος κάλλος τῆς Ἀκτίστου, τῆς Τριάδος ἥν δυσώπει, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

Τῶν φθαρτῶν τὴν τερπνότητα, ἀρνηθεὶς προσεχώρησας, μοναζόντων τάξεσι καὶ ἐπόθησας, βίον ἀνύσαι ἀμόλυντον, προθύμως Παχώμιε, ὁλοκάρπωμα σαυτόν, τῷ Δεσπότῃ σου θέμενος. Ὅθεν ἅπαντες, σὲ τιμῶμεν ἐν ὕμνοις ὡς κανόνα, εὐσεβείας, ἐγκρατείας καὶ ἀρετῶν ἐνδιαίτημα.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε ἅπαντες πιστοί, χεῖρας κροτοῦντες καὶ ὕμνους προσάδοντες, τὴν πάνσεπτον μνήμην τιμήσωμεν, τοῦ θεοφόρου Πατρὸς ἡμῶν, Παχωμίου κραυγάζοντες: Χαῖρε θεράπων τοῦ Χριστοῦ πάνσοφε, ἀρετῆς στάθμη, καὶ ἀσκήσεως ἀκραιφνοῦς, καὶ πολιτείας θεαρέστου, θησαυρέ ἀδαπάνητε. Χαῖρε ἡσυχίας καὶ ἀγάπης ἐραστά, καὶ προσευχῆς ἀόκνου ὑφηγῆτορ, καὶ φωτοειδὲς καταγώγιον. Χαῖρε, ὁ ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, κανὼν καὶ τύπος τῶν μοναζόντων γενόμενος. Χαῖρε, ὁ ὑπ’ Ἀγγέλου μυηθείς, τὸ σχῆμα τὸ Ἅγιον, καὶ τοῖς σοῖς μαθηταῖς, τοῦτο μυήσας, καὶ πάντας ὡς φιλόστοργος πατὴρ διδάξας. Χαῖρε, ὁ πλείστας μονὰς δομῆσαι, καὶ ἐργαστήρια, ψυχῶν καὶ σωμάτων, ταύτα ἀναδείξας. Ἀλλ’ ὦ Πάτερ μακάριε,μὴ παύση δεόμενος, τῷ μόνῳ Δεσπότῃ, εἰρήνην ἡμῖν δωρῆσαι, καὶ τὸ μέγα ἔλεος.

Καί νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις εὐσεβείας ὑπογραμμός, καὶ τῶν μοναζόντων, Ἀγελάρχης θεοειδής. Χαίροις τῆς Αἰγύπτου, κανὼν καὶ τύπος μέγας, Παχώμιε θεόφρον, Πατέρων καύχημα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου