ΑΠΡΙΛΙΟΥ 5.
ΓΕΩΡΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ
Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Ἔαρ
νοητὸν ἀνέτειλε, τῇ Εκκλησίᾳ Χριστοῦ, Ἀθλοφόρε Γεώργιε, ἐν καιρῷ τοῦ ἔαρος, ἡ
σὴ μνήμη ἡ πάντιμος, ταῖς ἡδυπνόοις ὀσμαῖς τῶν ἄθλων σου, ψυχὰς εὐφραίνον, τῶν
ἀνυμνούντων σε. Ὅθεν σε ἄνθεσιν, ἐγκωμίων στέφομεν ὡς νικητήν, τοῦ ἐχθροῦ
στεῤῥόψυχε, καὶ ἀριστέα Χριστοῦ. (δίς)
Σπείρας
ἐν πόνοις καὶ δάκρυσι, Μάρτυς Γεώργιε πρίν, ἐν καιρῶ τῆς ἀθλήσεως, γεωργὸς ὡς
ἄριστος, νῦν θερίζεις Μακάριε, δράγματα θεῖα ἀγαλλιώμενος, τῶν σῶν ἀγώνων, ἐν
Παραδείσου τρυφῇ, ἔχων οὗν ἔνδοξε, παῤῥησίαν πρέσβευε ὑπέρ ἡμῶν, τῶν τὴν θείαν
μνήμην σου τελούντων ᾄσμασι. (δίς)
Τό
πῦρ ἐν σοὶ τό οὐράνιον, Μάρτυς ἀνήφθη λαμπρῶς, ὃ βαλεῖν ὡς προείρηκεν, ὁ
Χριστός ἐλήλυθεν, ἐν τῷ κόσμῳ Γεώργιε, καὶ τὴν ψυχὴν σου, θείως ἀνέφλεξεν, εἰς
θεῖον ὄντως, πόθον καὶ ἔρωτα. Ὅθεν ἠλόγησας, σώματος πανθαύμαστε, ὑπενεγκών, θάνατον
ἑκούσιον, ζωῆς παραίτιον.
Παῦσον
ταίς θείαις πρεσβείαις σου, τά καθ᾿ ἡμῶν τῶν οἰκτρῶν, οἱκετῶν σου φρυάγματα,
Ἀθλητὰ Γεώργιε, πρός Χριστὸν τὸν φιλάνθρωπον, τῶν ἐκ τῆς Ἄγαρ, καὶ τὸν
βαρύτατον, τῆς τυραννίδος, ζυγὸν ἐλάφρυνον, ἵνα διάγοντες, ἥρεμον καὶ ἥσυχον,
βίον ᾠδαῖς, ἐτησίοις μέλπωμεν, τοὺς θείους ἄθλους σου.
Δόξα.
Ἦχος πλ. β´.
Ἀνανήψας
Γεώργιε, ἐκ τοῦ τῆς μέθης σκοτασμοῦ, καὶ τῆς ἀρνήσεως τὴν ἀσέβειαν, ἀπεμπολῶν
εἰς Χώρας Σάμου ὥδευσας· τῆς μετανοίας τοῖς δάκρυσι τὸν χιτῶνα ἀποπλύνας καὶ
παῤῥησίᾳ Χριστὸν ὁμολογῶν, ἔναρξιν τῶν ἄθλων σου ποιησάμενος, Μάρτυς ἀνεδείχθης
λαμπρότατος, καὶ κήρυξ τῆς εὐσεβοῦς ἡμῶν πίστεως διαπρύσιος· δι᾿ ὅ σε βάσιν τῆς
τοῦ Χριστοῦ Ἐκκλησίας ἄσειστον γεγονότα, καὶ τοῦ Εὐαγγελίου τελείωσιν ὀφθέντα,
κατὰ χρέος εὐφημοῦμεν ἀοίδιμε. Χαίροις ἀναβοῶντές σοι Ἐφέσου τό γέννημα καὶ
πολιοῦχε, καὶ τοῦ οὐρανοῦ οἰκήτωρ, καὶ συμπολῖτα τῶν Ἀγγέλων. Χαίροις ὁ τοῖς
σαυτοῦ τιμίοις αἵμασιν, ἅπαν ἁμαρτίας αἶσχος ἐκπλύνας, καὶ καθαρὸς προσαχθής τῷ
Ποιητῇ καὶ Θεῷ τῶν ὅλων, ᾧ πρεσβεύων μὴ διαλείπῃς ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου
τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ
γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα.(μγ´ 9-14).
Τάδε
λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα
γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τὸν
γενναῖον ἐν Νεομάρτυσι Γεώργιον, ᾀσματικῶς εὐφημήσωμεν πιστοί, τῷ γὰρ θείῳ πόθῳ
πυρποληθείς, και τῷ ὅπλῳ τοῦ Σταυροῦ φραξάμενος, πρὸς ὁρατοὺς καὶ ἀοράτους
ἐχθροὺς ἀντιπαρετάξατο, καὶ τούτους ἄμφω δυνάμει θείᾳ καταβαλῶν, ὑπερύψωσε
Χριστοῦ τὸ ὑπερύμνητον ὁνομα, ὑφ᾿ οὖ άντεδοξάσθη, τὰ γέρα τῶν ἀγώνων αὑτοῦ
κομισάμενος, καὶ τῇ χορείᾳ τῶν Μαρτύρων συνήφθη, σὺν αὐτοῖς ἱκετεύων ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος ὁ αὐτός.
Δεῦτε
φιλομάρτυρες πόθῳ, τὸν τοῦ Χριστοῦ ἀριστέα, τὸν νέον Γεώργιον, ἐν ὕμνοις
τιμήσωμεν, γενναίως γὰρ πρὸς τοὺς μαρτυρικούς ἀγῶνας αὐτομολήσας, καὶ νομίμως
ἀγωνισάμενος, τοὺς μὲν τῆς πλάνης προστάτας κατῄσχυνε, τὸν δὲ Χριστὸν Θεὸν
ἀληθινὸν παῤῥησίᾳ κηρύξας ἐδόξασε, καὶ τοὺς πιστοὺς εἰς αἷνον τῶν τοῦ Θεοῦ
ἀκαταλήπτων κριμάτων διήγειρεν, ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν
ἡ χάρις. Δι᾿ ὃ καὶ ἡμεῖς οἱ ἐτησίως, τὴν μνήμην αὐτοῦ ἐκτελοῦντες, ἐπινίκιον
ὕμνον ᾅσωμεν, τῷ νικοποιῷ Χριστῷ τῷ Θεῷ, τῷ κηδεμόνι καὶ σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πρὸς
ἀγῶνας Γεώργιε, πόθῳ θείῳ καὶ ἔρωτι, ἀνδρικῶς ἐχώρησας, καὶ ὑπήνεγκας, ποδῶν
τὴν θλίψιν καὶ κάκωσιν, ἐν ξύλῳ Μακάριε, καὶ ἁλύσεις καρτερῶς, ἐν τραχήλῳ, καὶ
θάνατον βιαιότατον, ἐκτμηθείς σου τὴν κάραν διὰ ξίφους, καὶ βαφαῖς ταῖς τῶν
αἱμάτων, σαυτὸν φοινίξας ἐλάμπρυνας.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Ῥωμαλαίῳ
φρονήματι, ὡς ὁ πάλαι Γεώργιος, τῶν ἀνόμων ἤλεγξας τἠν ἀσέβειαν, τὴν δὲ
εὐσέβειαν λόγοις σου, καὶ ἄθλοις ἐκήρυξας, καὶ ἐδόξασας Χριστόν, σὺν Πατρὶ καὶ
τῷ Πνεύματι, δι᾿ ὃ στέμματι, οὐρανίῳ ἐστέφθης Ἀθλοφόρε, ὡς νομίμως ἐνάθλησας,
Μάρτυς Γεώργιε ἔνδοξε.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Παῤῥησίαν
ὡς ἔσχηκας, πρὸς τὸν Κτίστην Γεώργιε, νεοάθλων καύχημα καὶ ἀγλάϊσμα, μὴ
διαλείπῃς δεόμενος, αὐτοῦ ὅπως ἅπαντες, οἱ τελοῦντές σου πιστῶς, τὴν πανίερον
Ἄθλησιν, καὶ γεραίροντες, τοὺς ἀγῶνας καὶ ἄθλους σου τους θείους, τῶν δεινῶν ἐκλυτρωθῶμεν,
ταῖς σαῖς ἐνθέοις ἐντεύξεσι.
Δόξα.
Ἦχος β´.
Δεῦτε
φιλεόρτων ὁ σύλλογος, τὸν στεῤῥὸν καὶ ἀήττητον ἐν Μάρτυσι, Γεώργιον τὸν νέον,
ἐν ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὐ γὰρ θωπεῖαι ἀπατηλαί, οὐδὲ βασάνων
ἐπιφορά, τῆς ψυχῆς αὑτοῦ τὸ γενναῖον καὶ εὔτονον, χαυνῶσαι ἴσχυσαν. Ἀλλὰ θεία
ῥωσθεὶς δυνάμει καὶ χάριτι, Ἀγαρηνῶν τὴν πλάνην ἐξεμυκτήρισε, ναί, τὴν
Ὀρθόδοξον πίστιν θαρσαλλέως ἐκήρυξε, και σφαγιασθεὶς ὑπὲρ αὐτῆς, ὡς θῦμα
λογικόν, καὶ ἱερεῖον ἅμωμον, τῷ Κυρίῳ προσήνεκται. ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως,
σωθῆναι τοὺς τελοῦντας τὴν θείαν αὐτοῦ καὶ πανίερον Ἄθλησιν.
Και
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
σου.
Νῦν
ἀπολύεις, Τρισάγιον
Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Προκαθάρας
τοῖς ῥείθροις τῶν δακρύων Γεώργιε, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγκρατεύθης
πανεύφημε· καὶ πόθῳ Χριστοῦ πυρποληθείς, ἐχώρησας γενναῖε πεποιθώς, πρὸς ἀγῶνάς
τε καὶ ἄθλους μαρτυρικούς, καὶ νομίμως ἐνήθλησας. Δόξα τῷ παράσχοντί σοι ἰσχύν,
δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀφθαρσίᾳ εἰς αἰῶνας σὲ δοξάσαντι.
Θεοτοκίον.
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ
προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ἐξένηψας
σοφέ, καὶ ἐπέγνως τὸ πτῶμα, ὃ πέπτωκας δεινῶς, καὶ Χριστοῦ βοηθείᾳ, ἠγέρθης
Γεώργιε, καὶ ὐψώθης πρὸς ἕννοιαν, τοὺ ἀθλῆσαί σε, ὑπὲρ Χριστοῦ τὴς ἀγάπης, τοῦ
σὲ πλάσαντος, ἣν καὶ ἐπλήρωσας, ἔργῳ, δι᾿ὃ εὐφημοῦμέν σε.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μαρία
τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς
ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ
βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.
Μετὰ
τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν
ὁμώνυμον δεῦτε, πάντες, πιστοὶ τοῦ κλεινοῦ Γεωργίου καὶ θαυμαστοῦ, ἐν Μάρτυσι
λάμποντος, ἐν ὠδαῖς εὐφημήσωμεν, Γεώργιον τὸν νέον, τὸν ἤδη ἀθλήσαντα, ἑκουσίᾳ
γνώμῃ, φλεχθέντα τῷ ἔρωτι, τῷ τῆς εὐσεβείας, ἣν ἀπώσατο πρώην, ἀπάτῃ τοῦ ὄφεως,
τοῦ δεινοῦ πολεμήτορος, πρὸς αὐτὸν ἀνακράζοντες· Χαίροις Μάρτυς ἐνδοξε Χριστοῦ,
ἀπαρχὴ καὶ θεῖον ἀκροθίνιον, γενεᾶς τῆς ἐσχάτης, καὶ δόξα καὶ καύχημα.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν
οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν,
τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς
οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ
καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ
καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν
πανάγιον τόκον σου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς
ἔχων πρὸς Κύριον, τὴν παῤῥησίαν πολλήν, Γεώργιε ἔνδοξε, Νεομαρτύρων σεπτόν, καὶ
θεῖον ἀγλάϊσμα, αἴτησαι δωρηθῆναι, τοῖς τιμῶσί σε πόθῳ, λύσιν τῶν ὀφλημάτων,
καὶ πολλῶν ἐγκλημάτων, πρεσβείαις σου ἀπαύστοις πρὸς αὐτόν, ὃν ἐπεπόθησας.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ
Ἀπειρόγαμε, Χριστιανῶν ἡ ἐλπίς· πτωχῶν ἀντιλήπτρια τῶν θλιβομένων χαρά,
πενθούντων παράκλησις· ῥῦσαί με συσχεθέντα, πειρασμοῖς ἀδοκήτοις, ἴασαί με
νοσοῦντα, κατὰ σάρκα καὶ πνεῦμα. Πρὸς σὲ γὰρ κατέφυγον μόνη Πανάχραντε.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ι´ 16-22): Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθληφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β´. Ἀναστὰς ὁ Ἰησοῦς.
Ἰκετεύων
τὸν Χριστόν, μὴ διαλείπῃς ἔνδοξε Μάρτυς, δοῦναι ἱλασμόν, τοῖς τιμῶσί σε, ᾠδαῖς,
καὶ εὐφημοῦσί σε.
Ὁ
Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ
α´. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ὡς
παρεστῶσα τῷ θρόνῳ τῆς τριλαμποῦς, καὶ μιᾶς Θεότητος, σὺν Μαρτύρων τοῖς χοροῖς,
πρεσβειῶν σου θείων τῷ φωτί, ἱκετεύω σε τὸν νοῦν μου φωταγώγησον.
Ἀνευφημῆσαι
ποθοῦντι τὴν ἱεράν, καὶ λαμπράν σου ἄθλησιν, Ἀθλοφόρων καλλονή, φωτισμόν μου
θεῖον σαῖς εὐχαῖς, ἱκετεύω σε Γεώργιε κατάπεμψον.
Προκαθαρθεὶς
τῶν δακρύων τοῖς ὀχετοῖς, ἱκανῶς Γεώργιε, τῆς ψυχῆς τὸ ὀπτικόν, θείαν ἔσχες
ἔννοιαν σοφέ, δι᾿ ἀθλήσεως εὑρεῖν ὅπερ ἀπώλεσας.
Θεοτοκίον.
Τὴν
ἀδιόδευτον πύλη τὸ καθαρόν, τῆς ἀγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν
Ἁγίαν Δέσποινα, πιστοὶ μελῳδίαις ἱεραῖς δοξολογήσωμεν.
ᾨδὴ
γ´. Οὐκ ἔστιν Ἅγιος.
Τὰς
δι᾿ αἰῶνος Ἀθλητά, προορῶν ἀντιδόσεις, ἀπεδύσω προθύμως, πρὸς ἀγῶνας κατ᾿
ἐχθρῶν, καὶ ἀριστεύσας λαμπρῶς, ἃ ἐπόθεις, ἔνδοξε ἀπείληφας.
Ἐν
τῇ τῆς πίστεως στεῤῥέ, ἐστερέωσας ὄντως, τοὺς πανσέπτους σου πόδας, ὡς ἐν πέτρᾳ
τῆ Χριστοῦ, ὁμολογίᾳ λαμπρᾷ, καὶ οὐδέν σου τὸ στεῤῥὸν διέσεισεν.
Οἴα
δὲ πύργος ἀῤῥαγής, καὶ ἀκλόνητος στύλος, καὶ ἀσάλευτος βάσις, ταῖς δεινῶν
ἐπιφοραῖς, οὐ διεσείσθης στεῤῥέ, νεοάθλων καύχημα Γεώργιε.
Θεοτοκίον.
Ὡς
πλατυτέρα οὐρανῶν, καὶ τῆς γῆς ἀνωτέρα, ὡς Ἁγία Ἁγίων, Χερουβὶμ καὶ Σεραφίμ, ὡς
ὑπερτέρα σεμνή, ἀσυγκρίτως τὸν Θεὸν ἐχώρησας.
Κάθισμα.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Στίβον
ὤφθη Ἅγιε, χάριτι θείᾳ, τὸ ἀθλητικώτατον, σῶμά σου Μάρτυς ἐν νυκτί, καὶ τὸ
πανίερον αἷμά σου, ὃ προσκυνοῦντες, τὴν χάριν αἰτοῦμέν σου.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
θρόνε πύρινε τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ
διανοίας λαμπρύνουσα, τῶν ἀνυμνοῦντων σε Κόρη Πανύμνητε.
ᾨδὴ
δ´. Χριστός μου δύναμις.
Δεινῶς
οἱ ἄνομοι, κατετραυμάτισαν, τοὺς ὠραίους σου πόδας, Μάρτυς Χριστοῦ, ἔνδοξε
Γεώργιε, ὑπερβολῇ τῶν αἰκισμῶν σὺ δὲ ἕφερες γηθόμενος.
Χριστός
μου δύναμις, καὶ ῥώμη ἔκραζες, καὶ ἰσχὺς καὶ ἀνδρεία γνῶτε δεινοί, ἀσεβείας
πρόμαχοι, πόθος καὶ ἔρως ὡς Θεός, ὑπὲρ οὗ θνήσκω γηθόμενος.
Ὢ
τῆς ἀνδρείας σου, καὶ γενναιότητος! Ἀθλοφόρε Κυρίου, καὶ γὰρ ὁρῶν, στίλβουσαν
τὴν μάχαιραν, οὐκ ἐδειλίασας στεῤῥέ, ἀλλὰ χαίρων τεθανάτωσαι.
Θεοτοκίον.
Ὁ
Λόγος Ἄσπιλε, ἐν σοὶ ἐσκήνωσεν, ἀλογίας τὸν κόσμον τῆς τῶν παθῶν, Δέσποινα
λυτρούμενος, καὶ Βασιλείας οὐρανῶν, ἀξιῶν τοῦς ἀνυμνοῦντάς σε.
ᾨδὴ
ε´. Τῷ θείῳ φέγγει σου.
Αὐτοκινήτοις
χαίρων ὁρμαῖς, Μάρτυς Ἀθλοφόρε τοῦ Χριστοῦ, πρὸς τὰς βασάνους ἐχώρησας, καὶ
διψᾶν ἐκ πόθου, μᾶλλον τοῦ ζῇν τὸ θανεῖν, ὑπὲρ Χριστοῦ ἐβόας τοῖς τυραννοῦσί
σε.
Ὅτε
παρέστης τοῖς δικασταῖς, καὶ Θεὸν τῶν ὅλων τὸν Χριστόν, Μάρτυς λαμπρῶς
ἀνεκήρυξας. Ἄγγελοι ἐξ ὕψους τὴν σὴν ἐκρότησαν, στεῤῥὰν ὀμολογίαν, σατᾶν δὲ ἔφριξεν.
Εἱκρτῆς
ὑπήνεγκας τὰ δεινά, θλίψιν καὶ ὀδύνην τῶν ποδῶν, τὴν ἐν τῷ ξύλῳ Γεώργιε, καὶ ἐν
τραχήλῳ βαρεῖαν ἅλυσιν, καὶ ῥῆξιν τῶν κρυφίων, μελῶν ἀοίδιμε.
Θεοτοκίον.
Ὑπεραγία
ἡ τὸν Θεόν, μόνη ἐπὶ γῆς ὡς ἀληθῶς, τὸν Ὑπεράγιον τέξασα, τοὺς σὲ Θεοτόκον ᾀεὶ
κηρύττοντας, ἁγίασον καὶ σῷσον τῇ μεσιτείᾳ σου.
ᾨδὴ
στ´. Τοῦ βίου τὴν θάλασσαν.
Διῆλθες
τὸ πέλαγος, τῶν βασάνων Ἀθλητά, θεόθεν κυβερνούμενος, καὶ πρὸς λιμένα ἔφθασας
γαληνόν, καὶ ὅλως ἀκύμαντον, και προσώρμησας χαίρων παναοίδιμε.
Ζῆλος
εὐσεβείας σε, τῆς πατρῴας Ἀθλητά, διακαὴς ἀνέφλεξε, δι᾿ ὃ τῆς ἐπικήρου ταύτης
σοφῶς, παμμάκαρ ἠλόγησας, καὶ ἀθλήσας ζωῆς ἀλήκτου ἔτυχες.
Στολὴν
ἐξ αἱμάτων σου, ἐνδυσάμενος φαιδράν, τῷ Βασιλεῖ Γεώργιε, τῷ τῶν ὅλων παρίστασαι
εὐκλεῶς, ὡς Μάρτυς ἀήττητος, τὰ βραβεῖα τῶν ἄθλων κομιζόμενος.
Θεοτοκίον.
Ἁγίων
Ἀγγέλων σε, τὴν εὐπρέπειαν ὑμνῶ, καὶ δυσωπῶ Πανάμωμε, τὰ ἀπρεπῆ ἀπέλασον ἀπ᾿
ἐμοῦ, δαιμόνων φαντάσματα, ἐν γαλήνῃ τηροῦσα τὴν καρδίαν μου.
Κοντάκιον.
Ἦχος δ´. Ἑπεφάνης σήμερον.
Τῆς
πατρῴας πίστεως ὑπεραθλήσας, τὸν Χριστὸν ἐδόξασας, ὑπὲρ αὐτοῦ ἀποθανών,
παμμάκαρ Μάρτυς Γεώργιε, καὶ Μαρτυρίου τὸν στέφανον εἴληφας.
Ὁ
Οἶκος.
Ἐγκρατείᾳ
καὶ νήψει θεραπεύσας, τὴν σαυτοῦ πρώην ἀκρασίαν τε καὶ οἰνοφλυγίαν, Νεομάρτυς
Γεώργιε, καὶ δακρύων τοῖς σταλαγμοῖς, τὰ τῆς ἀρνήσεως ψυχικὰς ἀποσμήξας κηλίδας,
θείαν χάριν ἐδέξω τρισόλβιε, ὑπὲρ Χριστοῦ παθεῖν καὶ θανεῖν, καὶ τὸ δι᾿ αἱμάτων
λαβεῖν βάπτισμα, ὅπερ οὐ μολύνεται μολυσμοῖς καὶ ῥύποις δευτέροις, καὶ διὰ
τοῦτο καθαρῶς ὅλως τῷ Ποιητῇ καὶ Θεῷ ἀνῆλθες, καὶ Μαρτυρίου τὸ στέφανον
εἴληφας.
Συναξάριον.
Τῇ
Ε´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων
Κλαυδίου, Διοδώρου, Οὐίκτωρος, Οὐικτωρίνου, Παππίου, Σεραπίωνος, καὶ Νικηφόρου.
Σπεύδεις,
ὀκλάζων Κλαύδιε πρὸς σὸν γόνυ,
Τομῇ κεφαλῆς,
πρὸς Θεοῦ δραμεῖν γόνυ.
Πέμπτῃ Κλαυδίου
κεφαλὴν τάμε χεὶρ φονόεσσα.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ.
Θεσσαλονίκη,
σχοῦσα καλὰ μυρία,
Καὶ Θεοδώραν
πλοῦτον ἄσυλον φέρεις.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρας καὶ
Διδύμου.
Σὺν
τῇ συνάθλῳ, Δίδυμε, τμηθεὶς φλέγῃ.
Φέρων
σὺν αὐτῇ δίδυμον τιμωρίαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θέρμου.
Θέρμην ἔρωτος
ἐνθέου Θέρμος φέρων,
Θέρμην πυρὸς
φλέγοντος ὡς ψῦξιν κρίνει.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν κυρίας καὶ δούλης.
Ἐχρῆν ἕπεσθαι
κυρίᾳ τὴν δουλίδα,
Ἐκ γῆς ἰούσῃ
πρὸς Θεὸν διὰ ξίφους.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Πομπηίου.
Ὡς ζῶν
πρόβατον, Πομπήιε, Κυρίου
Χέεις,
ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ζήνων, πίσσαν χρισθεὶς καὶ εἰς πῦρ βληθεὶς καὶ δόρατι
ἔνδον τῆς πυρᾶς τρωθείς, τελειοῦται.
Ἆθλος
τριπλοῦς Ζήνωνι, πίσσα, πῦρ, δόρυ.
Οἶμαι δι᾿ ἣν
ἔπασχε ταῦτα Τριάδα.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου καὶ Τερεντίου.
Ἴσου μετέσχον
καὶ στέφους, ὡς καὶ τέλους,
Τερέντιος,
Μάξιμος, οἷς τομὴ τέλος.
Τῇ
αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων πέντε Μαρτύρων νεανίδων
τῶν ἀπὸ Λέσβου.
Ἀθληφόρους
τίθησι Λεσβίας κόρας,
Μίαν, δύο,
τρεῖς, τέσσαρας, πέντε ξίφος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβδιησοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὑπομονῆς.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ἀργυρῆς
μαρτυρήσασα ἐν Κωνσταντινούπολει ἐν ἔτει 1752.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Παναγιώτου
μαρτυρήσαντος ἐν Ἰερουσαλῇμ ἐν ἔτει 1820.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος ὁ ἀθλήσας ἐν
τῇ Νέᾳ Ἐφέσῳ κατὰ τὸ ἔτος ͵αωα´ (1801), ξίφει τελειοῦται.
Τομὴν
ὑποίσας, ὦ Γεώργιε, ξίφους,
Χαρᾷ ἀπέπτης
εἰς χαρᾶς τὸ χωρίον.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Δροσοβόλον μὲν τὴν κάμινον.
Στεναγμοῖς
τε καὶ ῥοαῖς ταῖς τῶν δακρύων σου, ἄνωθεν Ἀθλοφόρε καμφθείς, Μαρτυρίου σε
κατηξίωσεν ὡς ἀγαθός, Χριστὸς ὁ φιλάνθρωπος Θεός, καὶ θείας δόξης, κοινωνόν σε
ἀπειργάσθη.
Τοῖς
ἀγῶσί σου πανένδοξε Γεώργιε ἐδόξασας, Χριστὸν τὸν τοῦ Παντὸς Ποιητήν, καὶ
ἀπείληφας, Μαρτυρίου στέφος Ἀθλητά, κραυγάζων ἀπαύστως ἐν χαρᾷ· εὐλογητὸς εἶ ὁ
Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τοὺς
ὑμνοῦντάς σου τὴν Ἄθλησιν Γεώργιε, καὶ πόθῳ εὐφημούντας αὐτήν, ἐκ κινδύνων τε
καὶ παντοίων ῥύου συμφορῶν, πρεσβείαις σου θείαις πρὸς Θεόν, ὡς παῤῥησίαν
Ἀθλητὰ σὺ κεκτημένος πολλήν.
Θεοτοκίον.
Ὑπερτέρα
ἐχρημάτισας Πανάμωμε, τῶν νοερῶν δυνάμεων ὃν γὰρ ἐκεῖναι οὐ τολμῶσιν ὅλως
κατιδεῖν, ἀγκάλαις ἐβάστασας ταῖς σαῖς, χαριστηρίοις σε φωναῖς ὅθεν δοξάζομεν.
ᾨδὴ
η´. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Οὐρανῶν
ἀνοιγέντων, σοῦ τὸ πανίερον, εἰσελήλυθε Πνεῦμα Θεῖε Γεώργιε, καὶ τοῖς Ἀθλητῶν,
συνεσκήνωσε Πνεύμασι, καὶ Δικαίων πάντων, δι᾿ ὅ σε ἀνυμνοῦμεν.
Ἐξ
αἱμάτων σου θεῖων, τὴν σὴν ἐπέχρωσας, πορφυρίδα Τρισμάκαρ, καὶ κατεφοίνιξας,
καὶ στεφηφορῶν, μετὰ δόξης παρίστασαι, τῷ ἀστέκτῳ θρόνῳ, τοῦ πάντων Βασιλέως.
Ὢ
χαρᾶς ἀνεκφράστου, καὶ θείας τέρψεως! Ἧς περ νῦν ἡξιώθης Μάρτυς Γεώργιε· ὢ τῆς
ἡδονῆς, καὶ τρυφῆς ἧς γηθόμενος, καὶ τῆς θυμηδείας, ἧς Μάκαρ ἀπολαύεις.
Θεοτοκίον.
Σελασφόρον
λαμπάδα, καὶ χρυσαυγίζουσαν, φωτοφόρον παστάδα καὶ πορφυρίζουσαν, στάμνον
γλυκασμοῦ, καὶ ζωῆς ἄρτου τράπεζαν, ἔγνωμέν σε Κόρη Ὑπερευλογημένη.
ᾨδὴ
θ´. Θεὸν ἀνθρώποις.
Τῷ
Ἀθλοθέτῃ Χριστῷ παρίστασαι, τὰ ἔπαθλα τῶν πόνων, παρ᾿ Αὐτοῦ νομιζόμενος, δι᾿ ὅ
σου δεόμεθα ταῖς σαῖς πρὸς Αὐτὸν θείαις πρεσβείαις Μάρτυς Γεώργιε, ἔχων παῤῥησίαν,
ὑπὲρ τῶν μακαριζόντων σε.
Φωτὸς
ἀῤῥήτου ὅλος πληρούμενος, καὶ αἴγλης ἀπροσίτου ταῖς ἀκτῖσι λαμπόμενος, Ἀθλητὰ
Γεώργιε ᾀεὶ παρεστώς, τη τῶν ἀπαυγασμάτων πηγῇ Μακάριε, τῇ Θείᾳ Τριάδι, καὶ
ἡμᾶς εὐχαῖς σου φαίδρυνον.
Τῷ
ἱεῥοῖς σου ὕμνοις κοσμήσαντι, μεθ᾿ ἱερᾶς καὶ θείας εὐλαβείας τὴν Ἄθλησιν, Ἱερὲ
Γεώργιε, ταῖς σαῖς πρὸς Χριστόν, δίδου θείαις πρεσβείαις πταισμάτων ἄφεσιν, καὶ
τῆς Οὐρανίου Βασιλείας κατηξίωσον.
Θεοτοκίον.
Χαριστηρίοις
φωναῖς ὑμνοῦμέν σε, οἱ διά σου τυχόντες ἀληθῶς τῆς θεώσεως καὶ βοῶμέν σοι·
Χαῖρε Πανύμνητε, χαῖρε εὐλογημένη, χαῖρε πυρίμορφε, θρόνε τοῦ Παντάνακτος,
Μαρία χαῖρε Δέσποινα.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Εἰς
οὐρανόν σου τὸ πνεῦμα, ἀνέδραμε τὸ ἱερόν, Γεώργιε Καλλιμάρτυς, εἰς Παραδείσου
τὴν τρυφήν, τὸ δὲ θειότατον σῶμα, ἐν γῇ πιστῶς προσκυνεῖται.
Θεοτοκίον.
Τὸν
σὸν Ὑιὸν μὴ ἐλλείπης, καταφυγὴ Χριστιανῶν, σὺν τῷ κλεινῷ Γεωργίῳ, ἐκδυσωπεῖν
ὑπὲρ ἡμῶν, τῶν ἀναξίων σου δούλων, τυχεῖν χαρᾶς αἰωνίου.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
παραστὰς τοῖς δικασταῖς, πρὸ δικαστηρίων ἀνόμων, Μάρτυς Γεώργιε, λόγοις
θεοσόφοις σου, ἐξεμυκτήρισας, τὴν ἐκείνων δυσσέβειαν, καὶ βέβηλον πλάνην, τὴν
δὲ Χριστεπώνυμον, πίστιν ἐκήρυξας, τότε οἱ οὐράνιοι δῆμοι, χαίροντες ἐκρότησαν
πάντες, τῆς σῆς παῤῥησίας τὸ ἀπτόητον.
Νέος
ἐξανέτειλας φωστήρ, ἐν τῷ τῆς Χριστοῦ Ἐκκλησίας, Μάρτυς Γεώργιε θείῳ
στερεώματι, φωταγωγῶν νοητῶς, τὰς ψυχὰς τῶν ὑμνούντων σου, τῶν ἄθλων τὸ κλέος,
καὶ τῆς καρτερίας σου Μάκαρ τὸ εὔτονον, καὶ τὴν τῆς ψυχῆς σου ἀνδρείαν, ἣν οὐκ
ἠδυνήθη χαυνῶσαι, ἀλγεινῶν ἀπάντων ἡ ἐπίτασις.
Τέτρωταί
σε ὁ τρώσας σε τὸ πρίν, πέπτωκεν ὁ πτῶμά σε δείξας, δακρὼν ἄξιον, καὶ αἰσχρῶς
νενίκηται, ὁ σὲ νικήσας ἐχθρός, Ἀθλοφόρε Γεώργιε, καὶ βυθῷ αἰσχύνης, ὅντως ὁ
μεγάλαυχος νυνὶ βεβύθισται, σοῦ ἐνισχυκότος γενναίως, καὶ νικητικὰ ἀραμένου, τρόπαια
δυνάμει τῇ τοῦ Πνεύματος.
Ἡ
Ἐκκλησία τῶν πρωτοτόκων, τὸ πνεῦμά σου προσθήκην δεξαμένη, Νεομάρτυς Γεώργιε,
χαίρει χαρᾷ ἀνεκλαλήτῳ, ἡ δὲ τῶν πιστῶν ὁμήγυρις, χαρμονικῶς ἐπιτελεῖ σου τὴν
Ἄθλησιν, τὴν ἀρξαμένην ἐν Σάμῳ, καὶ μετ᾿ εὐλαβείας καὶ πόθου τὴν μνήμην σου
ἑορτάζει, δοξάζουσα Χριστόν, τὸν σὲ στεφανώσαντα.
Δόξα.
Ἦχος πλ. δ´.
Ἡ
Ἐκκλησία τῶν πρωτοτόκων, τὸ πνεῦμά σου προσθήκην δεξαμένη, Νεομάρτυς Γεώργιε,
χαίρει χαρᾷ ἀνεκλαλήτῳ, ἡ δὲ τῶν πιστῶν ὁμήγυρις, τὰ Θεῖά σου Λείψανα
προκείμενα ὁρῶσα, χαρμονικῶς ἐπιτελεῖ σου τὴν Ἄθλησιν, καὶ μετ᾿ εὐλαβείας καὶ
πόθου ταῦτα ἀσπαζομένη, τὴν ἐν αὐτοῖς τοῦ Πνεύματος χάριν κομίζεται, δοξάζουσα
Χριστόν, τὸν σὲ στεφανώσαντα.
Και
νῦν. Θεοτοκίον.
Δέσποινα,
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Μεγαλυνάρια.
Ἅστρον
ἐξ Ἐφέσου νεοφανές, Μάρτυς Ἀθλοφόρε, ἀνατέταλκας ἀληθῶς, ταῖς τοῦ Μαρτυρίου
μαρμαρυγαῖς φωτίζον, ἡμὼν τὰς διανοίας τῶν προσκυνούντων σε.
Ἅπαν
ἁμαρτίας αἶσχος τοῖς σοῖς, αἵμασιν ἐκπλύνας, καθαρὸς νῦν τῷ Ποιητῇ, καὶ Θεῷ τῶν
ὅλων, Γεώργιε παρέστης, ὃν ἡμῖν Ἀθλοφόρε, ἴλεων ἔργασαι.
Δόξῃ
Ἀθλοφόρε μαρτυρικῇ, καὶ στέφει ἀφθάρτῳ, παριστάμενος τῷ Χριστῶ, Γεώργιε θεῖε,
μετὰ τοῦ Πολυδώρου, καὶ Μάρκου τῶν συνάθλων, ἡμῶν μνημόνευε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου