Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 23. ΑΓΙΟΣ ΜΙΧΑΗΛ ΣΥΝΑΔΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΥ 23.
ΜΙΧΑΗΛ ΣΥΝΑΔΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τὸν ποιμενάρχην Συνάδων καὶ τῆς Σκοπέλου φρουρόν, ὑμνήσωμεν προθύμως, οἱ φιλέορτοι πάντες· ἆθλα τὰ αὐτοῦ γὰρ καὶ τὴν ζωήν, τὴν ἰσάγγελον σήμερον, εἰς πανδαισίαν προθέμενος τοῖς πιστοῖς, ὑπὲρ πάντων τὸν Θεὸν δυσωπεῖ.

Ὁ καὶ ἀναιμακτος Μάρτυς καὶ Ἱεράρχης Χριστοῦ, ὁ ἀπὸ βρέφους ὄντως, τῷ Θεῷ ὡρισμένος, καὶ στύλος εὐσεβείας ἀναδειχθείς, καὶ τῶν εἰκόνων ὑπέρμαχος, νέμει τοῖς προσιοῦσιν αὐτῷ πιστῶς, τῶν πταισμάτων τὴν συγχώρησιν.

Τῶν ἀρετῶν τῶ τεθρίππῳ ἐπέβης ἅρματι, ὡς Ἠλιοῦ παμμάκαρ, αἰρόμενος εἰς ὕψος, οὐράνιον ἐνθέως θεωριῶν, καὶ τῶν θείων ἐμφάσεων· ἐν δὲ τοῖς πάθεσι Πάτερ τοῖς σεαυτοῦ, τὸν Θεὸν ὑπερεδόξασας.

Τὸν ἐξ ἑώας ὡς ἥλιον ἀνατείλαντα, θαυμάτων τε ἀκτῖσι, τὴν ὑφήλιον πᾶσαν, ἐκλάμψαντα ἐνθέως καὶ διδαχαῖς, θεολογίας φωτίσαντα, ὑλομανούσας καρδίας χρεωστικῶς, οἱ πιστοὶ ὑμνολογήσωμεν.

Δόξα. Ἦχος πλ. β΄.
Ἑορτὴ ἐπέλαμψε φαιδρά, τοῦ ἡμετέρου πολιούχου, ὦ φιλέορτοι. Δεῦτε οὖν πάντες αὐτὸν ᾀσματικῶς εὐφημήσωμεν σήμερον, συνελθόντες ἐν τῷ πανσέπτῳ αὐτοῦ ναῷ· χαίροις Πατὴρ ἡμῶν ἁγιώτατε, ὁ τὸν κακομήχανον καταπαλαίσας, τῇ εὐμηχάνῳ θεηγορίᾳ σου· χαίροις ὁ τὸν θηριώνυμον ἐκμυκτηρίσας, καὶ τὰς ἀπειλὰς αὐτοῦ καὶ τὰς θωπείας, ἀποσκυβαλίσας ἐμφρονέστατα· χαίροις, ὁ τὸ κατ’ εἰκόνα τηρήσας ἀλώβητον, καὶ ὑπὲρ τῶν Ἁγίων Εἰκόνων προσκυνήσεως, πολλὰς θλίψεις καὶ ἐξορίας ὑποστάς, ὡς πρόμαχος τῆς εὐσεβείας, καὶ Ἀθλητὴς γενναιότατος· καὶ νὺν μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς.





Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Ἐφλέχθης τὴν ψυχήν σου σοφέ, πυρὶ τῷ τῆς ἀγάπης Χριστοῦ, δι’ ὅν θλίψεις καὶ ποικίλους πειρασμούς δεινάς τε ἐξορίας, παμμάκαρ Ἱεράρχα, φέρεις ἐν σοὶ καρτερικώτατα.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τὸν δρόμον τελέσαντα ἱερῶς, τὴν τὴν πίστιν τε τηρήσαντα, ὁ δοξάζων τοὺς δοξάζοντας αὐτόν, ἐδόξασέ σε Πάτερ, ἐπὶ τῆς γῆς μεγάλως, πηγὴν θαυμάτων ἐνδειξάμενος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μέμνησο συμπαθέστατε, ἡμῶν τῶν δεομένων σου, λυτρωθῆναι τῶν ἐνταῦθα μὲν δεινῶν, τυχεῖν δὲ κληρουχίας, τῆς αἰωνίου δόξης, τῷ θείῳ θρόνῳ παριστάμενος.

Δόξα. Τριαδικόν.
Τῆς Πάτερ μετὰ θάνατον, θερμῶς λιταζομένων σε, ἐπακούων τῶν δεήσεων ἡμῶν, ἅς συμπαθῶς προσφέρεις, τῷ θρόνῳ τῆς Τριάδος, ἧς ἀπολαύεις ἐκτυπώτερον.

Καὶ νῦν. Θεοτοκίον.
Μεγάλων χαρισμάτων Ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον. Τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός, Ψαλτήρι, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους η΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια· τῆς Ἑορτῆς δ΄, καὶ τοῦ Ἁγίου δ΄. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ, Μιχαὴλ θεόπνευστε, τὸ κατ' εἰκόνα Θεοῦ, διετήρησας ἄμεμπτον, καὶ Χριστοῦ τὸν ἄχραντον, χαρακτῆρα ἐτίμησας, καὶ διδαχαῖς σου, πᾶσαν κατέσβεσας, τήν γλωσσαλγίαν, ψυχῆς στερρότητι. Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς Χριστῷ, μάκαρ εὐηρέστησας, τῷ παντοκράτορι.

Πάτερ, Μιχαὴλ θεόληπτε, ἱερωσύνης στολήν, ἐνδυσάμενος ἔδραμες, τῶν μαρτύρων στάδιον, καὶ Χριστῷ προσενήνεξαι, διπλοῖς στεφάνοις, μάκαρ κοσμούμενος, ἀρχιερέων, τάξεις ὀψόμενος. Ὢ τῆς ἀφράστου σου, χαρμονῆς μακάριε, ἧς μετασχεῖν, ὄντως κατηξίωσαι, θεομακάριστε.

Πάτερ, Μιχαὴλ θειότατε, σὺ τῷ ποδήρει σεπτῶς, Ἀαρὼν ὥσπερ δεύτερος, καθωραϊζόμενος, τῶν Ἁγίων τὰ Ἅγια, νῦν κατοπτεύεις, ἔνδον γενόμενος, καὶ τοῦ δευτέρου καταπετάσματος, Ὢ τῆς ἀχράντου σου, ὑπὲρ νοῦν ἐλλάμψεως, Ἱεραρχῶν, θεῖον ἐγκαλλώπισμα, ἧς καὶ μετέσχηκας.

Πάτερ, Μιχαὴλ θεόσοφε, τῆς ἐγκρατείας κανών, εὐσεβείας ἡ στάθμη τε, καὶ τῆς προσκυνήσεως, τῶν Εἰκόνων ὑπέμαρχος, ὄντως ἐφάνης, διὸ καὶ ἔφερες, ποικίλας θλίψεις, ὑπερορίας τε, σθένει τοῦ Πνεύματος, ἅς ἐνεκαρτέρησας, διὸ Χριστός, σὲ ὑπερεδόξασε, ποικίλοις θαύμασιν.

Δόξα. Ἦχος πλ. β΄.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ· σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας, διὸ πύλη σοι οὐρανῶν ἡνέῳκται. Εἶσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Μιχαὴλ θεόσοφε.

Καὶ νῦν. Τῆς ἑορτῆς.








Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.(Κεφ. ι′.7)
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.















Λιτή. Ἦχος α΄.
Τὴν τῶν ποιμένων καλλονήν, καὶ τῶν Μαρτύρων ἐφάμιλλον, τῶν ἀσκητῶν τὸ κλέος, τῶν Ἀγγέλων ἰσοστάσιον, Μιχαὴλ τὸν θεοφόρον, χρεωστικῶς εὐφημήσωμεν. Καὶ γὰρ μὴ φέρων τὴν τῶν Ἁγίων Εἰκόνων ἀθέτησιν, ἀνδρικῶς ἀντιπαρετάχθη τῷ τῆς δυσσεβείας προστάτῃ, καὶ τὰς αὐτοῦ φληναφίας ἀνατρέψας εὐσεβοφρόνως, τὴν τῶν Ἁγίων Εἰκόνων προσκύνησιν ἐπεκύρωσε, προκινδυνεύων καρτερικώτατα. Καὶ νῦν ἐν οὐρανοῖς τῷ τοῦ Παντάνακτος θρόνῳ παριστάμενος, πρεσβεύει, ὑπὲρ τῶν ἐκτελούντων τὴν σεβάσμιον μνήμην αὐτοῦ.

Ἦχος β΄.
Σῶμα καὶ ψυχήν, δι’ ἐνθέων πράξεων προκαθηράμενος, δοχεῖον ἐγένου τοῦ Παναγίου Πνεύματος. Διὸ καὶ τῷ τῆς Ἀρχιερωσύνης χρίσματι χρισθείς, ἐφάνης Ἀρχιερεὺς ἐννομώτατος, καὶ μιμητὴς τοῦ μεγάλου Ἀρχιερέως γενόμενος, ὡς ἐκεῖνος τὴν ψυχὴν τέθηκας ὑπὲρ τῶν προβάτων, τὸν ἄγριον θῆρα καὶ δυσώνυμον, μηδόλως καταπτήσας ζητοῦντα κατασπαράξαι τὴν αὐτοῦ ἐκλογάδα. Διὸ καὶ παρ’ αὐτοῦ ἐκομίσω τῶν πόνων τὴν ἀντίδοσιν ποικίλων χαρισμάτων ἐνεργείας. Διὸ καὶ ἡ τοῦ Ὄρους Ἱερὰ Λαύρα χαίρει σήμερον, ὡς κειμήλιον πολύτιμον, τὴν ἱεραν σου Κάραν πλουτοῦσα. Καὶ νῦν ἐν οὐρανοῖς μετὰ τῶν πρωτοτόκων συναυλιζόμενος, μέμνησο καὶ ἡμῶν Πάτερ ἁγιώτατε.

Ἦχος γ΄.
Ὡς ἄλλος ἥλιος ἐπέλαμψεν ἡμῖν, ἐν τῷ της Ἐκκλησίας στερεώματι, ἡ ἑτήσιος μνήμη, τοῦ ἀγρύπνου φύλακος ἡμῶν, καὶ πρὸς Θεὸν θερμοῦ προστάτου. Χρεωστικῶς οὖν ὑμνολογήσωμεν, συνελθόντες ἐν τῷ πανσέπτῳ αὐτοῦ τεμένει, ποικίλων γὰρ νόσων λυτροῦται, τοὺς προσιόντας ἐν πίστει καὶ κινδύνων καὶ πειρασμῶν ὁρατῶν τε καὶ ἀοράτων, ἀλλὰ καὶ τῶν σιτοφθόρων τε καὶ ἀμπελοφθόρων ἀκρίδων, καὶ τοῦ σμήνους τῶν ἄλλων ἐπιβλαβῶν ζωϋφίων ἀπαλλάττει, τοὺς μετὰ πίστεως ἐπικαλουμένους τὸ θεῖον αὐτοῦ ὄνομα, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ ἀυτός.
Ἕαρ ἡμῖν ἀνέτελε σήμερον νοητόν, τοῖς ποικίλοις ἄνθεσι κατευφραῖνον τοὺς φιλεόρτους, καὶ ὡς ῥόδα προσφέρει ἡμῖν, τοὺς πολυάθλους ἀγῶνας Μιχαὴλ τοῦ θεηγόρου, μυρίζοντα τὰς ψυχὰς ἡμῶν, καὶ γὰρ θανεῖν ὐπὲρ τῶν Ἁγίων Εἰκόνων προθύμως ἑλόμενος, γενναίως πρὸς παράταξιν τοῦ ἀλλοτρίου ἀντικατέστη καὶ καταισχύσας πάσας τὰς ἐπινοίας αὐτοῦ, ἀήττητος ὤφθη ὥσπερ ἀδάμας, καὶ στύλος γενόμενος ὀρθοδοξίας, ἐνθέῳ βίῳ καὶ λόγῳ θεηγόρῳ, ἐζοφωμένας ψυχάς, τῷ φωτὶ τῆς θεογνωσίας κατεφώτισε. Καὶ νῦν τῶν πόνων τὰς ἀμοιβὰς ἐν οὐρανοῖς δεξάμενος πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ὁ τῆς Τριάδος ἐραστής, καὶ τοῦ Εὐαγγελίου διαπρύσιος κήρυξ, ὁ ὡς ἄλλος Ἠλιοὺ τὸν Ἀχαὰβ ἐλέγξας, καὶ τοὺς τῆς αἰσχύνης ἱερεῖς, τῇ θεηγόρῳ ἐναποσφάξας γλώττῃ, μηδόλως καταπτήσας τυράννων ὡμότητα, ἀλλὰ νενευρωμένος τῷ λογισμῷ, θείῳ ἔρωτι καὶ τῇ δυνάμει τοῦ Σταυροῦ ἐνδυναμούμενος, πικροὺς διωγμούς, καὶ χρονίους ἐξορίας ὑπήνεγκας. Ἐν οἷς καὶ τὸ μακάριον τέλος ἐδέξω, διπλοῖς στεφάνοις κοσμούμενος, παρὰ τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, διὸ καὶ πάντα θεσμὸν ἐγκωμίων ὑπερβέβηκεν ἡ δοξα σου, ἀλλὰ τὸ ἐκ πίστεως καὶ κατὰ δύναμιν δεδεγμένος, ἀντικαταπέμπεις μοι πλουσίαν τὴν ἀντίδοσιν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων χαρίτων τῆς εὐπρεπείας τε, τῆς τῶν στεφάνων δόξης, ἐφιέμενος μάκαρ, τοῦ κόσμου τὴν ἀπάτην καὶ γεηράν, καὶ σαρκὸς τὴν εὐπάθειαν, ἀπετινάξω καὶ ὅλως σαυτὸν Θεῷ, προσῳκειώσω ἱερώτατε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἡ θεολόγος σου γλῶττα ἐμμελετήσασα, τὰς τῶν Γραφῶν ἐννοίας, τῶν Θεοῦ ἐνταλμάτων, τοῦ Πνεύματος ἐδείθη ὄντως σοφέ, ὀξυγράφους ὡς κάλαμος, καὶ τὰς ἀθέους φληνάφους αἱρετικῶν, Μιχαὴλ ἀπεξενεύρωσε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Οὔτε λιμὸς οὔτε θλίψη οὐκ ἄλλη βάσανος, οὐ δυσσεβῶν θωπεῖαι, τῆς ἀγάπης τοῦ Κτίστου, ἴσχυσαν χωρίσαι ἀλλὰ στεῤῥῶς, ἀπελέγχεις τὸν τύραννον, ὅθεν πιστῶς συνελθόντες τὴν ἱεράν, Μιχαὴλ τιμῶμεν μνήμην σου.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ Παντεπόπτῃ καὶ Κτίστῃ πάντων Θεῷ, ἐκ βρέφους ἀνατεθείς, Μιχαὴλ ἱερώτατε, πᾶσαν σαρκὸς ἠδυπάθειαν, καὶ ματαίαν ἡδονήν, ἀπὸ σοῦ ἐκκρουσάμενος, ταμεῖον ἐγένου καθαρὸν τοῦ Ἁγίου Πνεύματος, καὶ τὴν δυσσεβῆ τῶν αἱρετιζόντων μανίαν διήλεγξας, θλίψεις μακρὰς καὶ ἐξορίας ὑπενεγκών, διὸ καὶ παρ’ Αὐτοῦ, διπλοῖς τοῖς στεφάνοις κοσμούμενος, ταῖς τῶν Μαρτύρων χορείαις, καὶ τῶν Ὁσίων συναγάλλῃ, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Μιχαὴλ σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύμαατος· πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος δ΄.
Θεῷ καθιέρωσας τὴν σὴν παμμάκαρ ζωήν, ποιμὴν ἀνηγόρευσαι καὶ Ἱεράρχης σεπτός, Μιχαὴλ ἀγγελώνυμε, πάντες οὖν συνελθόντες, ἐν τῷ θείῳ ναῷ σου, ᾄσμασι τὸν Σωτῆρα διὰ σοῦ δυσωποῦμεν, ῥυσθῆναι ἡμᾶς ἀνάγκης καὶ πάσης ἄλλης ὀργῆς.
Καὶ νῦν. Τῆς ἑορτῆς.






























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δοχεῖον πανέντιμον, ἐξ ἀγκαλῶν μητρικῶν, ἐγένου θεόπνευστε, τὸ κατ’ εἰκόνα Θεοῦ, τηρήσας ἀλώβητον, χάριν τε τῶν θαυμάτων, εἰληφὼς οὐρανόθεν, βλύζεις τοῖς προσιοῦσι, δαψιλῶς τὰς αἰτήσεις, διό σου τὸ μνημόσυνον πίστει γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Ἀνέστης ἐκ νεκρῶν.
Φωστὴρ τῶν Μοναστῶν, Ἱερέων τὸ κλέος, ἐφάνης ἐπὶ γῆς, Μιχαὴλ θεοφόρε, σέβεσθαι τοῦ Σωτῆρος, θείαν Εἰκόνα προκρίνας, ἅπασαν γλωσσαλγίαν τῶν κακοδόξων ἔνδοξε ἀπεξενεύρισας, ὅθεν διπλοῦς στεφάνους· σοὶ Χριστός, παμμάκαρ χαρίζεται.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ σκιρτήματα πάντα τὰ ἐπὶ γῆς, ἀπεσείσω τρισμάκαρ τῆς τῶν ἐκεῖ, καλῶν ἐφιέμενος, ἀπολαύσεως ἔνδοξε, καθαρὸν ἐγένου τοῦ Πνεύματος τέμενος, τὴν τοῦ Κυρίου σάρκωσιν σαφῶς ἐδογμάτισας, ὅθεν ἐξορίας, καὶ πικράς τε βασάνους, προθύμως ὑπήνεγκας, τῶν Ἀγγέλων ὁμώνυμε. Διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτᾶζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὅν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύθη ὁ Ἰησοῦς τοῖς Σάββασι... (Ζήτει τῇ Παρασκευῇ τῆς δ’ ἑβδομάδος).
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ Ἐκκλησία πᾶσα, ταῖς τοῦ Ἱεράρχου αὐγάζεται ἀκτῖσι, καὶ πάντες οἱ φιλέορτοι τοῖς ἄνθεσιν ὡραίζονται, Μιχαὴλ θεράπον τοῦ Χριστοῦ, καὶ προστάτα ἡμῶν θερμότατε. Μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν πρὸς Κύριον.




Οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ἀρχιερεῦ Μιχαήλ, ἱεροῖς ὕμνοις σε γεραίρω. Ποίημα Θεοφάνους.

ᾨδὴ α' Ἦχος β'. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Ἀπορρήτῳ λάμψας φωτισμῷ, Πάτερ δι' ἀσκήσεως ἀρχιερεὺς τοῦ Θεοῦ ἐχρημάτισας, Μιχαὴλ θεσπέσιε, τὸ βασίλειον, ποδηγῶν ἱεράτευμα, καὶ Χριστοῦ ποιμαίνων, σὺ τὴν Ἐκκλησίαν παμμακάριστε.
Ῥητορεύων στόματι λαμπρῷ, πᾶσι διεσάφησας, πανευσεβῶς τὰ θεόφθεγκτα δόγματα, Μιχαὴλ πανόλβιε, τῶν αἱρέσεων, διελέγχων τὸ βλάσφημον, καὶ τῆς εὐσεβείας, ἄριστα παμμάκαρ προϊστάμενος.
Χαρισμάτων θείων γεγονώς, μάκαρ ἐνδιαίτημα, πᾶσι πιστῶς προφανῶς μεταδέδωκας, Μιχαὴλ πανεύφημε, θεομίμητον, πολιτείαν κτησάμενος, καὶ δικαιοσύνην, περιβεβλημένος ὡς ἱμάτιον.
Ἱερὸν εἰκόνισμα Θεοῦ, καὶ τῆς Θεομήτορος, τιμητικῶς προσκυνῶν διετέλεσας, Μιχαὴλ πανίερε, καὶ τὴν βλάσφημον γλωσσαλγίαν διέλυσας, τῶν αἱρετιζόντων, λόγοις καὶ παθήμασι τροπούμενος.
Θεοτοκίον
Ἐκ γαστρός σου Πάναγνε σεμνή, λάμψας ἡμῖν Ἥλιος, θεουργικαῖς ἀστραπαῖς κατεφαίδρυνεν, ἐκδιώξας ἅπασαν, τῶν δαιμόνων τὴν σκοτεινόμορφον σύγχυσιν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ'. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ῥεόντων προετίμηκας θεορρῆμον, τὰ ἄρρευστα καὶ μένοντα δι' αἰῶνος· ποικίλως γὰρ διέπρεψας ἀνακράζων· Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ἐξεχύθη σοῖς χείλεσι θεία χάρις, ἐπλάτυνας τὸ στόμα σου καὶ ἐδέξω, σοφίας τὰ χαρίσματα καὶ ἐβόας· Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ὑπέταξας τὰ πάθη δι' ἐγκρατείας, ἐφώτισας τὸν νοῦν σου τῇ θεωρίᾳ, ἐγένου πρακτικώτατος ἀναμέλπων· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι, δίκαιος πλήν σου Κύριε.
Θεοτοκίον
Μαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνήσωμεν ὡς πρόξενον σωτηρίας, φανεῖσαν οἱ θεόφρονες, ᾗ βοῶμεν· Οὐκ ἔστιν ἄλλη τις, ἐλπὶς καὶ στήριγμα, τῶν πιστῶν πανύμνητε θεοδόξαστε.

Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἱέρευσας σαυτόν, διὰ βίου τελείου, καὶ ὤφθης Ἱερεύς, τοῦ Θεοῦ τοῦ Ὑψίστου, παρ' οὗ δυναμούμενος, αἱρετίζοντα στόματα, ἀπεφίμωσας, κατὰ Χριστοῦ τῆς εἰκόνος, ἀνοιγόμενα, καὶ διωκόμενος Πάτερ, τὸν δρόμον τετέλεκας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς
  ᾨδὴ δ'. Ἐλήλυθας, ἐκ Παρθένου.
Ἰέμενος, τῶν στεφάνων τῆς δόξης, κατέλιπες σαρκὸς τὴν εὐπάθειαν Ἱερομύστα πανόλβιε, ὅλον δὲ τὸν βίον σου, ὡς εὐωδέστατον θῦμα Χριστῷ τέθυκας.
Χωλάναντες, ἀπ' εὐθείας τῆς τρίβου κατέπεσον, εἰς βόθρον αἱρέσεως, οἱ νῦν φανέντες ἀλλότριοι, οὕσπερ ἐξεφαύλισας, Χριστοῦ τιμῶν τὴν εἰκόνα Παμμακάριστε.
Ἀπείληφας, τῶν σῶν ἄθλων ἀξίως τὰ ἔπαθλα, Μιχαὴλ πανέντιμε, ταῖς οὐρανίαις Δυνάμεσι, νῦν συνευφραινόμενος, καὶ συγχορεύων ὡς Μάρτυς ἀξιάγαστε.
Ἡ γλῶσσά σου, ἀνεδείχθη τοῦ Πνεύματος κάλαμος, Μιχαὴλ πανένδοξε, οἰκονομίαν τὴν ἔνσαρκον, Γραφαῖς μελετήσασα, τοῦ παντοκράτορος Λόγου παναοίδιμε.
Λαμπόμενος, ἱερῷ καὶ τιμίῳ στολίσματι, τῆς ἱερωσύνης σου, ὁμολογίᾳ διέπρεψας, θέατρον γενόμενος, Ἀγγέλοις τε καὶ ἀνθρώποις Πανσεβάσμιε.
Θεοτοκίον
Ἴθυνόν μου, Θεοτόκε τὸν βίον προστάγμασιν, ἐνθέοις ῥυθμίζουσα, τοῦ σαρκωθέντος Λόγου ἐκ σοῦ, καὶ πρὸς φῶς ὁδήγησον, Παρθενομῆτορ Μαρία Θεονύμφευτε.

ᾨδὴ ε'. Ὁ φωτισμός, τῶν ἐν σκότει.
Ἐξ ἀγκαλῶν, ἀνετέθης τῷ Λόγῳ Ἱεροφάντορ· θεῖον γὰρ ἀνάθημα δεδειγμένος, ἐνδιαπρέψας, πρακτικῇ θεωρίᾳ, καὶ σοφίας καρπὸν δρεψάμενος, γέγονας ποιμὴν ἀληθῶς ἀξιόληπτος.
Ῥῆμα Θεοῦ, δαψιλῶς κατοικῆσαν ἐν σοὶ θεόφρον, ποταμοὺς ἀνέβλυσε διδαγμάτων, οἷς ἐντρυφῶντες, εὐφραινόμεθα μάκαρ, σὲ μεσίτην σαφῶς πλουτήσαντες, ἵλεων ἡμῖν ἐργαζόμενον Κύριον.
Ὁ θεϊκῇ, δυναστείᾳ τὰ πάντα διακοσμήσας, σὲ ὧ θεοφάντορ ἱερωσύνης, μυστικωτάτης, κατηγλάϊσε μύρῳ, προγινώσκων τὴν σὴν λαμπρότητα· ὤφθης ἱερεὺς γὰρ Θεοῦ μεγαλόφωνος.
Θεοτοκίον
Ἴσος ἡμῖν, κατὰ πάντα γενέσθαι καταξιώσας, ἐν σοὶ κατεσκήνωσε Θεομῆτορ, Πατρὸς ἐκλάμψας, ὁ πανάγιος Λόγος, καὶ ἐτέχθη ἐκ σοῦ Πανάμωμε, ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς παντοδύναμος.








ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων.
Σωτηρίου χιτῶνα Πανεύφημε, θείας εὐφροσύνης τε περιβαλλόμενος, ὁμολογίας στέφανον, πρὸς Θεοῦ ἐκομίσω ἐπάξιον.
Ὑπομείνας πικρὰς ἐξορίας σοφέ, εἰς εὐρυχωρότατον πλάτος κατήντησας, τοῦ Παραδείσου Μάρτυσι, συγχορεύων Θεόφρον πανόλβιε.
Μαθητὴς χρηματίσας Χριστοῦ τοῦ Θεοῦ, τούτου τὰ παθήματα Μάκαρ ἐζήλωσας, προκινδυνεύων ἄριστα, τῆς αὐτοῦ Ἐκκλησίας θεόπνευστε.
Θεοτοκίον
Νοερῶς ἐμυοῦντο τὴν ἄφραστον, πάντες οἱ Προφῆται σοῦ Πάναγνε κύησιν, συμβολικῶς τυπούμενοι, καὶ προλέγοντες πᾶσι τὰ μέλλοντα.

Κοντάκιον Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὥσπερ μέγας ἥλιος, ἐξανατείλας, καταυγάζεις ἅπαντας, τῶν ἀρετῶν σου τῷ φωτί, καὶ τῶν θαυμάτων ταῖς λάμψεσι, θαυματοφόρε, Ἀγγέλων ὁμώνυμε.
Ὁ Οἶκος.
Ὀρθοδοξίας ὁ φωστήρ, ἡ βἀσις τῶν δογμάτων, καὶ τῆς ἁγνείας ἐραστής, τοῦ Πνεύματος δοχεῖον, ὁ πιστὸς τῆς Ἐκκλησίας ποιμήν, καὶ στεῤῥὸς πρόβολος, ὑπὲρ αὐτῆς γενναίως ἀγωνισάμενος, ὑπομείνας ἐξορίας καὶ θλίψεις πικράς, τὴν θηριώδη τοῦ τυράννου μανίαν διήλεγξας. Ὅθεν οἱ τῶν σῶν λόγων κατέχοντες, τὴν μνήμην σου φαιδρῶς πανηγυρίζοντες, λύσιν πταισμάτων ἀπολαυοντες, ἐκ πίστεως ἀνακράζομεν· Θαυματοφόρε, Ἀγγέλων ὁμώνυμε.




















Συναξάριον.

Τῇ 23 τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων.
Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ·
Λύῃ Μιχαήλ, οἷα κούφη πομφόλυξ.
Οὗτος ὁ ἀγγελώνυμος Πατήρ, ὕπηρχεν ἐν τῇ δευτέρα εἰκονομαχία ἐπὶ τῆς βασιλείας τοῦ ἐπαράτου εἰκονομάχου Λέοντος τοῦ Ἀρμενίου. Διὰ δὲ βίου τελείου ἑαυτὸν καθαρὰς καὶ ἐκ μητρικῶν ἀγκαλῶν τῷ Θεῷ ἀφιερωθείς, ὤφθη ἀρχιερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ ὑπ᾿ αὐτοῦ δυναμούμενος, τῶν θεομάχων πᾶσαν κατέσβεσε γλωσσαλγίαν, αἱρετιζόντων ἄθεα στόματα φιμώσας, κατὰ τῆς θείας μορφώσεως ἀνοιγόμενα, μὴ φέρων δὲ ὁ δυσώνυμος θὴρ τὸ θεῖον ῥεῦμα τῆς ἱερᾶς γλώσσης αὐτοῦ, ὅτι παρεστῶς ὁ Ἅγιος ἔμπροσθεν τοῦ βήματος αὐτοῦ, οὑ κατεπλάγη τὰς ἀπειλάς, οὐκ ἐχαυνώθη τὸν νοῦν, ἀλλὰ ἐλευθέρᾳ τῇ φωνῇ ἐβόησε· Τὴν ἀχραντον Εἰκόνα σέβω καὶ προσκυνῶ Χριστοῦ τοῦ Θεοῦ μου, καὶ τῆς ἁγίας αὐτοῦ Μητρός, τὸ δὲ σὸν δόγμα διαπτύω καὶ εἰς οὐδὲν λογίζομαι. Καὶ ὁ τύραννος θυμωθείς, καταδικάζει αὐτὸν εἰς ἐξορίαν μακρὰν καὶ ἀειφυγίαν. Ὁ δέ Ἅγιος διωκόμενος ἀπὸ τόπου εἰς τόπον καὶ ὑπομείνας ἐξορίας καὶ θλίψεις πολλὰς καὶ πικράς, καὶ τόν βίον αὐτοῦ τελέσας θεοψιλῶς, καὶ κοσμηθεὶς διπλοῖς στεφάνοις, προσετέθη τοῖς ἀρχιερεῦσιν ὡς ἀρχιερεύς, καὶ ὡς μάρτυς τοῖς μάρτυσι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ὁσίου Ἰωακεὶμ τοῦ Ἰθακησίου.
Κῆρυξ ἀληθείας καὶ ἀγάπης ὤφθης·
Σοφὲ Ἰωακείμ, τεραστίων φρέαρ.
Ὁ ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Ἰωακεὶμ ἐγεννήθη ἐν Ἰθάκῃ τὸ 1786 ὑπὸ εὐσεβῶν γονέων. Τῆς μητρὸς αὐτοῦ ἀποθανούσης ἐν νεαρᾷ ἡλικίᾳ καὶ τοῦ πατρὸς αὐτοῦ συζευχθέντος μετὰ τινος ἄλλης ἀφιλοστόργου καὶ δύστροπου γυναικὸς, ὁ νεαρὸς Ἰωάννης (αὐτὸ ἦτο τὸ κοσμικὸν ὄνομα τοῦ ὁσίου Ἰωακείμ), ἠναγκάσθη ἐργασθῆναι ὡς ναυτόπαις, ἀπομακρυνόμενος οὕτω τῆς πατρῴας στέγης. Ἀγαθὸς ὢν καὶ πειθήνιος ἠγαπᾶτο λίαν ἐν τῷ ἐργασιακῷ αὐτοῦ χώρῳ παρά τε τοῦ, πλοιάρχου καὶ τοῦ πληρώματος τοῦ ἱστιοφόρου. Ἐν αὐτῷ ἀσκητικῶς διάγων ἠκολούθει ταῖς τῆς νηστείας καὶ μελέτης τρίβοις.
Εἴς τι τῶν αὐτοῦ ταξειδίων τὸ πλοῖον προσήγγισε τὰς ἀκτὰς τῆς Χαλκιδικῆς ἐμπορίου χάριν. Ὁ Ἰωάννης διαπνεόμενος ὑπὸ θρησκευτικοὺ ζήλου καὶ πόθου μοναχικῆς πολιτείας ἐξῆλθε λάθρα τοῦ πλοίου καὶ δι᾿ ἀγνώστου καὶ δυσπροσίτου διαδρομῆς κατηυθύνθη εἰς τὴν μονὴν Βατοπεδίου τοῦ Ἁγιωνύμου Ὅρους, ἔνθα ἐτέθη εἰς δοκιμασίαν ὑπὸ τοῦ Προεστῶτος.
Ὁ νεαρὸς ἀσκητὴς ἐθαυμάζετο διὰ τὸ ἀκλινὲς τοῦ ἤθους καὶ τῆς αὐτοῦ πίστεως. Ἐξελισσόμενος εἰς τύπον μοναδικῆς βιοτῆς κατέστη περίβλεπτος ἀνὰ τὸν Ἄθωνα διὰ τὰς εὐρείας αὐτοῦ γνώσεις, τὴν διορατικότητα, τὴν εὐγλωττίαν καὶ τὴν πολλὴν αὐτοῦ παῤῥησίαν. Ἕνεκα τῶν ἀρετῶν αὐτῶν ὁ Ἰωακεὶμ πρῶτον μὲν διωρίσθη συμβουλος τῆς Μονῆς, εἶτα δὲ ἀπεστάλη ὡς ἱεραπόστολος κηρύξαι τοῖς ὑποδούλοις Ἕλλησιν. Ἔκτοτε οὗτος μετὰ πολλοῦ ζήλου περιέτρεχε τὰς πόλεις καὶ τὰς κώμας τῆς Ἑλλάδος διδάσκων καὶ ποδηγετών. Ἑξαιρέτως ἐν τῇ Βορείᾳ καὶ Δυτικῇ Πελοποννήσῳ διέλαμψεν ὡς ἀστὴρ φαεινότατος φωτίζων τὰ σκότη τῶν ἐκεῖ χειμαζόμενων, ἕνεκα δουλώσεως ὑπὸ τῶν ἀπογόνων τῆς Ἄγαρ, χριστωνύμων. Ἀποστόλων οὖν ἐποφθεὶς ὁμότροπος καὶ τῶν πάλαι ὁσίων πατέρων τῶν ἐν ἐρήμῳ ἀσκησάντων ἰσοστάσιος δαψιλῶς εἵλκυσε τὴν χάριν τοῦ Παναγίου Πνεύματος τοῦ τὰ ἀσθενῆ θεραπεύοντος καὶ τὰ ἐλλείποντα ἀναπληροῦντος.
Ἐν ἑτέρῳ χρόνῳ ὁ ὅσιος Ἰωακεὶμ ἀναφαίνεται ὡς πλοίαρχος ἐπὶ τινος πλοίου κομίζοντος τροφὰς εἰς τοὺς φυγάδας εἰς τὰς παραλίους περιοχὰς τῆς Δυτικῆς Πελοποννήσου. Εἰς τινα μάχην δὲ ἔπλευσε πρὸς διάσωσιν τῶν Ἑλλήνων ἀγνοῶν τὰ ῥιπτόμενα κατὰ τοῦ πλοίου πυρὰ ὑπὸ τῶν ἐχθρῶν καὶ ἐπέτυχε τοῦ ἐπιθυμητού. Μετὰ τὴν λῆξιν τοῦ πολέμου ὁ Ἰωακεὶμ κατηυθύνθη εἰς τὴν ἰδιαιτέραν αὐτοῦ πατρίδα, τὴν Ἰθάκην, πόθων διελθεῖν τὸ ὑπόλοιπον τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας ἐν προσευχῇ καὶ νηστείᾳ. Ἐν αὐτῇ παρέμεινε μέχρι τῆς ὀσιακὴς αὐτοῦ κοιμήσεως κακουχοὺμενος, γυμνητεύων, νηστεύων καὶ προσευχόμενος. Ἐδίδασκεν ἀκαταπαύστως καὶ οὐδεὶς προσερχόμενος αὐτῷ ἀπήρχετο ἄνευ μετανοίας καὶ συντριβῆς καρδίας. Ναοὺς ἀνεδόμησεν, ἀσθενεῖς ἰάτρευσε, πτωχοὺς ἐνίσχυσε, θαύματα πολλὰ ἐπετέλεσε καὶ γενικὼς ἠναλώθη εἰς ἔργα ἀγάπης τοῦ πλησίον. Ἀνεπαύθη ἐν Κυρίῳ τὴν Δευτέραν Μαρτίου 1868 καὶ ἐτάφη ἐν μέσῳ θρήνων καὶ ὀδυρμῶν ἀπείρου πλήθους Ἰθακησίων ὄπισθεν τοῦ ἐν τῷ Σταυρῷ Ναοῦ τῆς Ἁγίας Βαρβάρας, ἥν οὗτος ἀνήγειρεν. Παραδόξως δὲ τὸ τίμιον αὐτοῦ σκῆνος κατὰ τὴν ἐκφορὰν οὐδόλως ἐβράχη παρὰ τὴν πίπτουσαν ῥαγδαίαν βροχήν. Ἀρτίως (ΚΓ᾿ Μαίου 1992) ἐγένετο πανηγυρικῶς ἡ ἀνακομιδὴ τῶν πανσέπτων αὐτοῦ λειψάνων ὑπὸ Νικηφόρου ἀρχιερατεύοντος τῶν νήσων Ἰθάκης καὶ Λευκάδος, παρουσία τοῦ Καθηγουμένου τῆς ἱερᾶς τοῦ Βατοπεδίου μονῆς καὶ πλήθους πιστῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῆς Ἁγίας Μυροφόρου Μαρίας τοῦ Κλωπᾶ.
Ψυχὴν φέρει νῦν οὐκ ἄρωμα Μαρία·
ἀρωμάτων Σοὶ Σώτερ εὐωδεστέραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται.
Σπονδὰς ἀπειθὼν προσφέρει εἰδωλίοις·
Τέμνη Σαλωνά, καὶ Θεῷ σπονδῇ γίνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται.
Φέρει Σέλευκος ἀστενακτὶ τὴν πρίσιν·
Καὶ τὸν πολυστένακτον ἐκλείπει βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προφήτου Μανήν.
Οὗτος ἔζησε κατὰ τὸν 1ον αἰῶνα μ. Χ., καὶ ἀναφέρουν γιὰ αὐτὸν οἱ Πράξεις τῶν Ἀποστόλων: «Ἦσαν δὲ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναὴν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεύμα τὸ Ἅγιον· ἀφορίσατε δὴ μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὅ προκέκλημαι αὐτοὺς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν».

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπιτακίου ἐπισκόπου Τούι τῆς Ἱσπανικῆς Γαλικίας· καὶ τοῦ Ἁγίου Βασιλείου, ἐπισκόπου Μπράγας τῆς Πορτογαλίας, τῶν ἐπισκοπευσάντων κατὰ τὸν 1ον αἰῶνα μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Δονατιανὸς καὶ Ῥογατιανός, οἱ αὐτάδελφοι, οἱ ἐκ τῆς πόλεως Νάντης τῆς Γαλλίας, εἱρκτῇ ὑπομείναντες καὶ λόγχῃ τῇ κεφαλῇ, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μερκουλιάλιος, ἐπίσκοπος Φόρλι τῆς Ἰταλίας, καὶ πολέμιος τῶν Ἀρειανῶν, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει 406 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δεσιδέριος, ὁ ἐκ Γένοβας τῆς Ἰταλίας καὶ ἐπίσκοπος Λανγκρὲ τῆς Γαλλίας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει 407 μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Κουϊντιανός, Λούκιος, Ιουλιανός, καὶ οἱ σὺν αὐτοῖς 19, οἱ ἐξ Ἀφρικῆς, ὑπὸ τῶν αἱρετικῶν Ἀρειανῶν τελειοῦνται, ἐν ἔτει 430 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πατρίκιος, ἐπίσκοπος Βαϋὲξ Νορμανδίας τῆς Γαλλίας, ἐν εἰρήνῃ τελειοῦται, ἐν ἔτει 469 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι Εὐτύχιος καὶ Φλώρεντιος, οἱ μονάσαντες ἐν Βαλκαστορίᾳ τῆς Ἰταλίας, ἐν εἰρήνῃ τελειοῦνται ἐν ἔτει 540 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἀγίου Ἱερομάρτυρος Δεσιδερίου, ἐπισκόπου Ἀουτοῦν τῆς Γαλλίας, τοῦ ἐλέγξαντος διὰ τὴν ἀνηθικότητά του τὸνβασιλέα Τιέῤῥυ Β΄ τῆς Βουργουνδίας, καὶ δολοφονηθέντος ὑπ’ αὐτοῦ ἐν ἕτει 608 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Συάγριος, ὁ ἐν Νικαίᾳ τῆς Γαλλίας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἕτει 787 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δαμιανὸς ὁ Γεωργιανός, ἐν εἰρήνῃ τελειοῦται ἐν ἕτει 1156 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σίμων ἐπίσκοπος Σουζδαλίας, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Παίσιος τοῦ Γκάλιτς, ὁ Ῥώσσος, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς Εὐφροσύνης Πολότας, ἡγουμένης τῆς ἱερὰς Μονὴς τοῦ Σωτῆρος, τῆς Ρωσσίδος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὐρέσεως τῶν ἱερῶν λειψάνων τοῦ Ἁγίου Λεοντίου, ἐπισκόπου Ροστοβίας, τοῦ θαυματουργοῦ τοῦ Ρώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις πάντων τῶν ἐν τῇ περιοχῇ Ῥοστὼβ καὶ Γιαροσλὰβ Ῥωσίας διαλαμψάντων Ἁγίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα.
Οὐκ ἔφερε γλώσσηςσου τὸν θεῖον φθόγγον, ὁ θὴρ ὁ δυσώνυμος, Μιχαὴλ ἱερώτατε, ἀλλ' ὑπερορίαις σε καταδικάζει μακραῖς, ὅμως κατῃσχύνετο τὴν σήν, Ἱεροκήρυξ ὁρῶν στερρότητα.
Ἰθύνεται πάνσοφε ταῖς διδαχαῖς σου, Χριστοῦ τὸ πανίερον, ὀρθόδοξόν τε σύστημα· ἐγένου γὰρ ὄργανον θαυματουργὲ Μιχαήλ, Πνεύματι κρουόμενον, βοῶν, τὰ μεγαλεῖα τοῦ Παντοκράτορος.
Σοφῶς ἐστηλίτευσας τῶν δυσωνύμων, τροφίμων τοῦ Μάνεντος τὴν βλάσφημον ἀσέβειαν, Χριστοῦ τὴν πανάχραντον Πάτερ εἰκόνα τρανῶς, καὶ τῆς Θεομήτορος τιμῶν, καὶ τῶν Ἁγίων Μιχαήλ, Ὅσιε.
Θεοτοκίον
Σαρκώσεως γέγονας Θεοῦ τοῦ Λόγου, Παρθένε πανάμωμε, ὡραῖον ἐνδιαίτημα· ἐκ σοῦ γὰρ ἀνέλαβε, δι' εὐσπλαγχνίαν πολλήν, ὅλον με τὸν ἄνθρωπον ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἐπὶ τοῦ βήματος ἑστώς, θεοκήρυξ, Μιχαὴλ οὐ κατεπλάγης, ἀπειλὰς τῶν ἀνόμων, ἀλλ' ἐλευθέρᾳ φωνῇ, ἐβόας· Εἰκόνα τὴν ἄχραντον, σέβω τοῦ Σωτῆρος Χριστοῦ καὶ τῶν Ἁγίων.
Γνώμῃ στερρᾷ καὶ σταθηρᾷ, συμπλεκόμενος Σοφὲ τοῖς θεομάχοις, νικητὴς ἀνεφάνης, ἔργῳ καὶ λόγῳ δεικνύς, ὡς δέον εἰκόνα τὴν ἄχραντον, σέβειν τοῦ Σωτῆρος, Χριστοῦ καὶ τῶν Ἁγίων.
Εἰς τὸ πρωτότυπον εἰδώς, τῆς εἰκόνος τὴν τιμὴν ἱεροφάντορ, διαβαίνουσαν Πάτερ, ταῖς θεοπνεύστοις Γραφαῖς, συνᾴδων τοὺς πάντας ἐδίδαξας, σέβειν τὴν εἰκόνα, Χριστοῦ καὶ τῶν Ἁγίων.
Θεοτοκίον
Ῥεῖθρον ἰάσεων ἡμῖν, ἀενάως τοῖς πιστοῖς ἀναπηγάζεις, οὗ τὴν ἄφθονον χάριν, ἀπαρυόμενοι σοῦ, ὑμνοῦμεν τὸν τόκον τὸν ἄχραντον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.














Ὠδή θ'. Ἀνάρχου Γεννήτορος.
Ἀπείρῳ λαμπόμενος, νῦν φωτισμῷ πανόλβιε, τῷ φωτὶ τῷ μεγάλῳ ὡς παριστάμενος, τοῦ πεποθημένου σοι τέλους, τυχεῖν σαφῶς Πάτερ ἠξιώθης, πρὸς ὃ σπεύδων ἔδραμες, εὐσεβῶς πολιτευσάμενος.
Ἰδεῖν κατηξίωσαι, τὴν ὑπὲρ νοῦν λαμπρότητα, ἧς ἐν γῇ τὰς ἐμφάσεις Πάτερ ἐκέκτησο, ἀλλὰ μεσιτεύων ῥυσθῆναι, σοὺς φοιτητάς, Χριστὸν ἐκδυσώπει, τοὺς σὲ νῦν γεραίροντας, καὶ τιμῶντας ἀξιάγαστε.
Ῥωσθεὶς θείᾳ χάριτι, σοφίας σου πυρσεύμασι, θεομάχων τὸ θράσος σαφῶς κατέσβεσας, τῶν ἀπαυγασμάτων τῶν τῇδε, ὡς τὴν πηγὴν ἔνδον κεκτημένος, Μιχαὴλ θεσπέσιε, Χριστοκήρυξ Ἱερώτατε.
Θεοτοκίον
Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ συλλαβοῦσα ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδόντα, τοῖς εὐσεβῶς αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανύμνητον, Θεοτόκον καταγγέλλουσιν.

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Ὡς ἥλιος ἀνίσχων ἐκ τῆς ἑώας, ἔδυς εἰς τὰ ἑσπέρια τῇ ἀθλήσει, ἐκ τόπου δὲ εἰς τόπον διωκόμενος, σύμπασαν γῆν κατηύγασας, σαῖς διδαχαῖς θεοπνεύστοις, Πατὴρ ἡμῶν θεοφόρε.

Εἰς τοὺς Αἴνους. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Λόγῳ, κυβερνώμενος σοφέ, ψυχὼν οἰκονόμος ἐδείχθης, μυσταγωγός τε πιστός, σπέρματα σωτήρια καταβαλλόμενος, καὶ θερίζων τὸν ἄσταχυν, πολύχουν θεόφρον, τοῦτον τῷ Δεσπότῃ σου φέρεις γηθόμενος, ᾧ νῦν παριστάμενος Πάτερ, μέμνησο τῆς ποίμνης σου πίστει, τῆς ἀεὶ τιμώσης σε θεσπέσιε. (Δίς)

Πρᾷος, πεφυκὼς καὶ προσηνής, τῆς ὀρθοδοξίας τῷ ζήλῳ ὤφθης μαχόμενος, πίστιν γὰρ ὡς θώρακα περιβαλλόμενος, καὶ ψυχῆς κραταιούμενος, σοφῶς προθυμίᾳ, ἅπασαν τὴν βλάσφημον, αἵρεσιν ἤλεγξας, θείαν, τοῦ Σωτῆρος Εἰκόνα, σέβων καὶ τιμῶν θεοφρόνως, ὅροις πατρικοῖς σαφῶς ἑπόμενος.

Ὅτε, ἐξορίαις σε πικραῖς, καὶ σκοτεινοτάτοις ἐν τόποις, ὁ σκοτεινότατος, τύραννος κατέκλεισε, θηρῶν ὡμότερος, Παραδείσου τερπνότητα, ζητῶν ἐκ καρδίας, Πνεύματι ῥωννύμενος, χαίρων ὑπέμεινας, οὗ νῦν, τὴν εὐπρέπειαν βλέπειν, ὄντως κατηξίωσαι Πάτερ, τὰ τῶν πόνων ἔπαθλα δρεπόμενος.





Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε Πάτερ, μελετήσας ἡμέρας καὶ νυκτός, ἐν νόμῳ Κυρίου, ἠξιώθης τοῦ ξύλου τῆς ζωῆς σύμφυτος γενέσθαι, καὶ ὁ καρπός σου ἀθλήσεως στεφάνους ἐξήνθησε. Παῤῥησιαν οὖν ἔχων πρὸς τὸν ἀγωνοθέτην Κύριον, καὶ ἡμῖν αἴτησαι ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἐορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου