Δευτέρα 16 Ιουλίου 2018

ΜΑΪΟΣ 1. ΟΣΙΟΣ ΝΙΚΗΦΟΡΟΣ ΧΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ Α!!
ΝΙΚΗΦΟΡΟΣ ΟΣΙΟΣ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Κυρίλλου Τρεχάκη Νεαμονήτου)

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις, Νικηφόρε Ὅσιε, τὸν ζωηφόρον σταυρόν, ἐπὶ ὤμων ἀράμενος, ἐν τῷ ὕψει ἔφθασας, τῆς ὀρθῆς τελειότητος· φωτὶ τῷ θείῳ καταφλεγόμενος, τῆς τρισηλίου δόξης ὑπερπληρούμενος· ὄντως ἠξίωσαι, οὐρανίου χάριτος παρὰ Χριστοῦ, τοῦ πᾶσι παρέχοντος, τὸ μέγα ἔλεος.

Χαίροις, Νικηφόρε πάντιμε, ὃς ὑψιβάμῳ νοΐ, ἀπὸ παίδων ἐπόθησας, κόσμον ἀπαρνήσασθαι, καὶ βιοῦν ὥσπερ ἄσαρκος· τῆς θεωρίας ἅμα καὶ πράξεως, μύστης κατέστης ἐρασμιώτατος· μέγας γενόμενος, τῶν πιστῶν διδάσκαλος καὶ τῶν σοφῶν, φίλος ἐπιστήθιος, ἀξιοθαύμαστος.

Χαίροις, Νικηφόρε ἔνδοξε, ἱερωσύνης κανών, σωφροσύνης ὑπόδειγμα, ἀρετῶν τὸ καύχημα, Ἐκκλησίας στερέωμα, τῶν μοναζόντων κῆπος κατάκαρπος, λυχνία πίστεως ἀπαστράπτουσα, σκεῦος θεότευκτον, μέλος ἐναρμόνιον θεοειδές, γέγονς θεόπνευστε, τοῦ θείου Πνεύματος.

Δεῦτε, πιστῶν τὰ πληρώματα, ἐγκωμιάσωμεν νῦν, Νικηφόρου τὴν πάντιμον, ἐτήσιαν σύναξιν, ἐν ᾠδαῖς τε καὶ ᾄσμασιν· ἀχλὺν κακίας ἀποσοβούμενοι, ὅρμον γαλήνης ψυχῆς διώκοντες· καὶ ἀγαλλόμενοι, πλοῦτον ἀδαπάνητον καὶ ἐντρυφήν, τῆς μακαριότητος, ἀπαρυόμενοι.

Ὢ τῆς στεῤῥᾶς καὶ γενναίας σου, ἀδαμαντίνης ψυχῆς, Νικηφόρε τρισόλβιε, τὰ τοῦ κόσμου ἅπαντα, ὑποπόδιον τέθειται· τῆς μετανοίας κήρυξ γενόμενος, κρατήρ προχέων κρουνοὺς μοτώσεως· καταδροσίζοντας, φρένας καὶ διάνοιαν, τῶν εὐσεβῶς ἐπικαλουμένων σε, Χριστῷ πρεσβείας ποιεῖν.

Θάλασσαν παθῶν ἐκοίμισας, ἀποκαθάρας τὸν νοῦν, παννυχίοις δεήσεσιν, ἐν τοῖς θείοις νάμασι, τῶν δαιμόνων τὰς φάλαγγας, εὐσεβοφρόνως ἀποκρουσάμενος, καὶ τοῖς προσύλοις ἀποταξόμενος· πᾶσιν ἐκήρυττες, ἀγαθοὺς ποιήσατε καρποὺς ζωῆς, ἵνα ἀπολαύσητε, τῆς Βασιλείας Θεοῦ.


Δόξα. Ἦχος β΄.
Ἐν φαιδρῷ ἀγαλλιάματι, καὶ ἐν ψαλμοῖς ᾀσματικοῖς, εὐφημήσωμεν Νικηφόρον τὸν ἀοίδιμον, ὅτι τὸν ἀρχέκακον ἐχθρόν, τοῖς ποσὶ κατεπάτησε, καὶ εἰς χάος ἐβύθισεν· εὐσεβείας γὰρ καρπούς, ἑαυτῷ προσκτησάμενος, τὰς ἀσθενείας τῶν παθῶν δι’ αὐτῶν ἐθεράπευε, τῶν εὐσεβῶς προσιόντων αὐτῷ· ὅθεν ὑπογραμμὸς θεῖος, μοναστῶν ἀνεδείχθη, καὶ κανὼν ἀρετῆς ἀκριβέστατος. Δι’ ὃ ἐν παῤῥησίᾳ πρεσβεύει Χριστῷ, σὺν Ἀντωνίῳ τῷ πάνυ, ὑπὲρ τῶν πίσστει καὶ πόθῳ τιμώντων αὐτόν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Τί σὲ καλέσωμεν, θεόπνευστε ἱερὲ Νικήφορε; Ὑποφήτην, πρεσβύτερον, μοναστὴν διδάσκαλον, ἢ εὐεργέτην; Ὑποφήτην, ὅτι τὸν μέγαν ἐν τῇ πατρίδι σου ἐνσκήψαντα πέλεκυν προείρηκας. Πρεσβύτερον, ὅτι καθ’ ἐκάστην ἡμέρας προσέφερες θυσίαν τῷ Θεῷ ἐν τῷ θυσιαστηρίῳ, ὃ ἀυτὸς ᾠκοδόμησας. Μοναστήν, ὅτι μέγα ἀσκητικὸν Γυμνάσον σανεκρότησας ἐν τῷ σκηνώματί σου. Διδάσκαλον, ὅτι ὡσεὶ κέδρος ἐπλήθυνας τὰ ποίμνια τοῦ Χριστοῦ, ἐν εὐσεβείας πίστεως καῖ δικαιοσύνης. Εὐεργέτην, ὅτι τοῖς δεομένοις καὶ ὀρφανοῖς, μέγας ἐπίκουρος ἐγένου. Δι’ ὃ καὶ ἔλαβες παρὰ τοῦ Θεοῦ, ζωὴν τὴν αἰώνιον.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ· τὴν ἀρετὴν ἐπιμελῶς παιδιόθεν παιδιόθεν ἀσκησας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος· δι’ αὐτοῦ ἐνεργῶν τοῖς νοσοῦσιν ἰάματα· τοῖς θλιβομένοις παραμυθίαν· καῖ ὑετὸν ἐν αὐχμῷ, καὶ πείθων τοὺς ἀνθρώπους καταφρονεῖν τῶν γηΐνων, καὶ αἰτεῖν παρὰ Θεοῦ, εἰρήνην, σωτηρίαν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.





Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἡ θεοκίνητος λύρα τῶν θείων λόγων σου, ἡ ὑμνῳδὸς τῶν ἄνω, τοῦ Θεοῦ Μυστηρίων, ἀνέμελπεν ἠχοῦσα θεορτεπῶς, Νικηφόρε μακάριε, καὶ διὰ τοῦτο ἡ Χίος μιᾷ φωνῇ, ἐπαξίως μακαρίζει σε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τῶν αἰσθητῶν τὰς ὁλκάδας νήφων συνέτριψας, ψυχῇ προσεκολλήθης, τῇ Ἁγίᾳ Τριάδι, ἐν ᾄσμασι καὶ ὕμνοις αὐτὴν ὑμνῶν, προσευχαῖς καὶ δεήσεσιν, Ἧ καὶ λατρεύων διδάσκων καὶ ὁδηγῶν, πάντα σώζεσθαι βουλόμενον.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ...
Τὴν ἐντολὴν τοῦ Σωτῆρος πιστῶς ἐτήρησας, ποιεῖν τε καὶ διδάσκειν, εὐαγγελιζομένου, τὸν θέλοντα βαδίζειν τὰς τρίβους Αὐτοῦ, καὶ ὀρθὰς ἀπεργάσασθαι· ἵνα ἀκούσῃ εὖ δοῦλε ἐμοὶ πιστέ, ἐπαξίως ἀμειβόμενος.

Δόξα. Ἦχος δ΄.
Τὴν ἐτήσιον μνήμην σήμερον, ἡ Χίος πᾶσα γεραίρει, Νικηφόρου τοῦ θεοφόρου Πατρός. Ὃς τὸ ἀσκητικὸν στάδιον περιβαλόμενος, ἀνδρείως διήνυσε τῶν ἀρετῶν τὴν κλίμακα, τοὺς θῆρας τοὺς νοητοὺς ἀποσοβήσας, τὸ κατ’ εἰκόνα ἁγνὸν διεφύλαξε. Τὸ δοθὲν αὐτῷ τἀλαντον ἐπηύξησε, καὶ θαυματουργὸς ἀνεδείχθη. Καὶ νῦν ἐκ δεξιῶν τοῦ Θεοῦ παριστάμενος, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ὁ ἔνσαρκος ἄγγελος.
Ἀστὴρ φαεινότατος τῆς Ἐκκλησίας Χριστοῦ, λειμὼν δαψιλέστατος τῆς ἀληθείας Αὐτοῦ, καὶ σάλπιγξ μελίῤῥυτος, δέδειξαι Νικηφόρε, οὐρανόθεν τοῖς θείοις, νάμασι καθηδύνων, τῶν πιστῶν τὰς καρδίας· δι’ ὃ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Καὶ Ἀπόλυσις.







ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νικηφόρου τοῦ θείου ἀνευφημήσωμεν, τὴν πανένδοξον μνήμην πιστῶς γεραίροντες, δι’ ἐγκρατείας ἀληθοῦς καὶ ἀκραιφνοῦς ὑπομονῆς, καταισχύνοντος οἰκτρῶς, τὸν μισόκαλον ἐχθρόν, καὶ πάντας αὐτοῦ τοὺς βρόχους, καὶ νῦν πρεσβεύοντος τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν ἀεὶ πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῆς Χίου τὸν βλαστόν, Νικηφόρον τὸν θεῖον, τιμῶσιν εὐλαβῶς, μονασταὶ καὶ λευΐται, πρεσβύτεροι διδάσκαλοι, συνδημόται καὶ ἄρχοντες, χῆραι πένητες, καὶ ὀρφανὰ δεομένων, πάσης τάξεως, μεγαλοφώνως βοῶντες, καὶ χεῖρες φιλόπονοι.

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ ἐξέλαμψεν, ἐν τῇ ἐρήμῳ, διδαχαῖς καὶ ᾄσμασι, καταφωτίζουν τοὺς πιστούς, καὶ θεοπνεύστῳ φρονήματι, προσυπεμφαίνων αὐτοῖς τὰ οὐράνια.

Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ...
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ· σὺ τὸ βάρος τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐβάστασας, καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας· δι’ ὃ καὶ πύλη σοι οὐρανῶν ἠνέωκται· καὶ πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον.








Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἅγιος εἶ Κύριε, καὶ Σὲ ὑμνεῖν τὸ πνεῦμά μου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
νοίξω τὸ στόμα μου, καθικετεῦσαι τὸν Κύριον, τὸν πάντα βουλόμενον σῶσαι δυνάμενον, προσερχόμενον, Αὐτῷ ἀκολουθῆσαι, καὶ ἆραι γηθόμενον, Αὐτοῦ τὸ ἄροτρον.
Γῆθεν πεποίηται, πᾶν τὸ ἀνθρώπινο φύραμα, ὅθεν ἀνεβλάστησεν ὡς ῥόδον εὔοσμον, καὶ ἀνέθορεν, ὁ θεῖος Νικηφόρος, ἀκτῖσι τοῦ πνεύματος, περιλαμπόμενος.
σάγγελον ἔσχηκε, νοὸς τὸ πάντιμον φρόνημα, ὑφ’ ὃ καθυπέταξε, πάθη τοῦ σώματος, δι’ ἀσκήσεων, καὶ μόχθων ανεικάστων, τὸν θεῖον Μακάριον, τύπον ἑλόμενος.
Θεοτοκίον.
τόκος Σου Δέσποινα, ὑπερφυῶς πεφανέρωται, τῷ κόσμῳ δωρούμενος τὴν ἀπολύτρωσιν, παρεχόμενος, βροτοῖς τὴν σωτηρίαν, τοῖς πόθῳ ὑμνοῦσί Σε, καὶ μακαρίζουσιν.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Σταυρῷ κατεπάλαισε τὰ πάθη, δεήσεσι χρώμενος συχναῖς, πρὸς ὕψος ἀναβέβηκε, τῶν ἀρετῶν τὸ τέλειον, τῶν ἀσκητῶν γενόμενος, καὶ μοναζόντων ἐφάμιλλος.
ν ὕμνοις καὶ ᾄσμασιν ἐνθέοις, φωστὴρ ἀνεδείχθη τηλαυγής, καὶ στύλος ἀῤῥαγέστατος, κανὼν δὲ πρακτικώτατος, διὰ παντὸς διήλεγκται, ξυροῦ ὀξέος τομώτερος.
σον τῷ θείῳ Ἀντωνίῳ, τὸν ζῆλον ἐζήλωσε πιστῶς, Νικηφόρος ὁ πάντιμος, τῆς νίκης ὁ φερώνυμος, ἧς τροπαιοῦχος δέδεικται, εἰς αἰῶνας αἰώνων τιμώμενος.
Θεοτοκίον.
Κυρίως καὶ ἀληθῶς Θεοτόκον, καὶ ζῶσαν καὶ ἄφθονον πηγήν, κηρύττομέν Σε πάναγνε, θεοκυῆτορ Δέσποινα, ἡ τοὺς ζοφώδεις δαίμονας, ἐκ τῶν πιστῶν ἀπελαύνουσα.

Κάθισμα. Ἦχος πλ. δ΄.Τὴν σοφίαν καὶ λόγον.
Τοῦς θορύβους τοῦ κόσμου καταλιπών, τὸν σταυρὸν τοῦ Κυρίου ἀναλαβών, αὐτῷ ἠκολούθησε, μέχρι τέλους ὁ πάνσοφος· τῆς ἐρήμου πολίτης γενόμενος ἔνθερμος, τῶν πιστῶν τὰς καρδίας ἀρδεύων τοῖς νάμασι, τοῦ Εὐαγγελίου καὶ λόγοις τῆς πίστεως· ὅθεν καὶ τῆς Χίου, τοὺς λαοὺς ἐκδιδάσκων, ἐκάλει ἀντέχεσθαι, ἀνειλίτως τῆς πίστεως, καὶ φυλάττειν ἀμώμητον, αἰτοῦντας Χριστὸν τὸν Θεόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, καὶ παρέχει τοῖς πᾶσι ζωὴν τὴν αἰώνιον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.


ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
μνοις τὸν Σωτῆρα δοξολογῶν, ὁ τῆς εὐσεβείας ἀκριβέστατος πρόμαχος, πτερωθεὶς πόθῳ, τῇ ἀγάπῃ πρὸς Θεόν, πρὸς Ὃν καὶ ἀνεκραύγαζε· δόξα τῇ δυνάμει Σου Κύριε.
ήμασιν ἐνθέοις οἰκοδομῶν, τὴν τῆς Χίου Ὀρθόδοξον ἄμπελον, ἔργοις καὶ λόγοις, καὶ ἀγρύπνοις προσευχαῖς, προσηύδα πρὸς τὸν Κύριον, νεύειν τὴν ὁμόνοιαν  ἅπασιν.
ατρεῖον νόσων πνευματικῶν, ἐν Ῥεστοῖς ὡς ἀκράδαντον ἔρεισμα, ὄργανον ἔφης, Νικηφόρος ὁ σεπτός, ἰώμενος τοὺς μώλωπας, καὶ τὰς προσβολὰς τοῦ ἀλάστορος.
Θεοτοκίον.
νοίκησας ὁ λόγος ἐν Σῇ γαστρί, νέαν κιβωτὸν ἀπειργάσατο· Σὺ γὰρ εἶ ὄντως, ὥσπερ εἶδεν Ἀββακούμ, τὸ ὄρος τὸ κατάσκιον, καὶ λυχνία ἡ πάγχρυσος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Κυρίου τὸ τάλαντον, ἐν εὐποΐαις ηὔξησεν, ἄριστα τὴν πρᾶξιν ὀχετεύων, τὴν θεωρίαν περιπτυσσόμενος, πάντας προσελκύων τῷ Χριστῷ, δῶρα προσκομίζοντας, τῶν πταισμάτων τὴν ἄφεσιν.
νάστηθι Κύριε, ἐν τῇ σεπτῇ δυνάμει Σου, ἔκραζεν ὁ θεῖος Νικηφόρος, θραῦσον τὰ θράση, τῶν ἀτιθάστων ἐχθρῶν, τῶν λυμαινομένων ἀσεβῶς, τὸ θυσιαστήριον, τῆς σεπτῆς Ἐκκλησίας Σου.
κέτιδας ἔτεινε, χεῖρας αὐτοῦ πρὸς Κύριον, ἔρημον οἰκῶν ὥσπερ στρουθίον, ὅμιλον ἔχων, ἐν τῇ καρδίᾳ αὐτῦ, πάντας τοὺς ὁσίως καὶ πιστῶς, ἐνθεαστικώτατα, τῷ Θεῷ λιτανεύοντας.
Θεοτοκίον.
Σὺ στέφανον ἔκλεξας, τῷ κόσμῳ ἀχειρόπλοκον, χαῖρέ Σοι κραυγάζομεν Παρθένε· ἔμψυχον ξύλον, τῆς δόξης ἥλιε, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὀλισθαίνοντας.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
ξόδιον, ὕμνον εὐφρόσυνον, ἐπάδευσα ἡ Χίος εὐφραίνεται, τῆς Νικηφόρου γάρ, τελοῦσα μνήμην σεβάσμιον, στεῤῥῶς ἐρειδομένη τοῖς θείοις δόγμασιν.
πέταξε, τοῦ κόσμου τὸ μάταιον, ἐμπόδιον αὐτοῦ λογιζόμενος· μεταρσιούμενος, ἀπὸ τῆς γῆς εἰς τὰ ἄῤῥητα, τῆς οὐρανίου δοξης σκηνώματα.
Μονάς, τὰς οὐρανίους ἐζήλωσεν, Ἠλίαν τὸν Θεσβίτην μιμούμενος, βίον διήνυσεν, ἐνθέσι τρίβοις ἑπόμενος, τοὺς πόνους ὑπομένων καρτερικώτατα.
Θεοτοκίον.
Ναός, τοῦ Παρακλήτου γεγένησαι, ἀνύμφευτε Παρθένε πανάσπιλε, χαρᾶς χαρίτωσον, τὸν λογισμὸν τῶν ὑμνούντων Σε, καὶ ἐπικαλούμενων τὴν Σὴν βοήθειαν.

Κοντάκιον. Ἦχος δ΄. Ἡ Παρθένος σήμερον.
Νικηφόρον σήμερον, ἡ Χίος πᾶσα γεραίρει, τὸν σταυρὸν ἀράμενος, τοῦ Ἰησοῦ θαρσαλέως, ἕλκοντα, πρὸς σωτηρίαν τοὺς Ὀρθοδόξους, ᾄδοντα, μετὰ Δικαίων καὶ τῶν Ὁσίων, ἐν ᾠδαῖς ᾄσμασιν ὕμνοις, δόξαν προσφέρειν, τῷ ἐν ὑψίστοις Θεῷ.
Ὁ Οἶκος.
Χαῖρε, μυροβόλε Χίος, ἡ θρεψαμένη τὸν ἐν Ὁσίοις διαλάμψαντα Νικηφόρον τὸν νέον οὐρανοφάντορα, ὃς τῆς παιδείας γέγονεν ἐραστής, πλοῦτον καὶ δόξαν ἀποβαλών, καὶ ἔρημον ἐν Ῥεστοῖς οἰκήσας, ἔνθεν τῆς νήσου πάντα περιήει τὰ μέρη, διδάσκων τὸ τῆς Βασιλείας τοῦ Θεοῦ Εὐαγγέλιον· τοῖς πένησι καὶ τοῖς ἐνδεέσιν ἀναργύρως ἐπίκουρος γενόμενος, καὶ τοῖς πᾶσι τὰ πάντα, ἵνα τοὺς πάντας κερδήσῃ ἐν Χριστῷ τῷ Σωτῆρι ἡμῶν. Ὁσίως δὲ διαβιούς, οὐ παύσεται ὕμνοις μέλπων, δόξαν προσφέρειν τῷ ἐν ὑψίστοις Θεῷ.














Συναξάριον
Τῇ Α' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Νικηφόρου, Ἱερομονάχου, καὶ Ἱεροδιδασκάλου τοῦ Χίου.
Νικηφόρον κἂν θανόντα ζῆν λέγειν.
Οἱ γὰρ δίκαιοι ζῶσι κἂν τεθνηκότες.
Μαΐοιο θάνες, Νικηφόρε, πρώτῃ.
Οὗτος, ἐγεννήθη περὶ τὸ 1750, εἰς τὰ Καρδάμυλα τῆς Χίου, τὸ δ’ οἰκογενειακόν του ὄνομα ἦτο Γεῶργος. Ἀσθενήσας εἰς νεαρὰν ἡλικίαν ἐκ λοιμικῆς, καὶ σωθείς, ἐφόθη δοτὸς ὑπὸ τῶν γονέων εἰς τὴν Νεαμονήτισσαν Παναγίαν, ὅπως ὐπηρετήσῃ αὐτήν. Ἀφοῦ ἐγένετο ὑγιής, τὸν ἔφερον εἰς τὴν Μονὴν καὶ ὑπηρέτησε τὸ πρῶτον παρ’ Ἀνθίμῳ τῷ Ἁγιοπατερείτῃ. Ὕστερον ἐστάλη εἰς Χώρα, ὄπως παιδευθῆ ἐν τοῖς ἐκεῖ σχολείοις. Περατώσας τὰς σπυδάς του ἐπανῆλθεν εἰς τὴν Μονήν, καὶ ἐχειροτονήθη ἱεροδιάκονος, ὕστερον δὲ διωρισθη διδάσκαλος ἐν τοῖς Σχολείοις τῆς Χώρας, ἦτο δὲ ἅμα καὶ ἱεροκῆρυξ. Διδάσκαλος δ’ ὢν ἐκλήθη ὑπὸ τῆς πολιτείας εἰς τὴν ἡγουμενίαν τῆς Νέας Μονῆς. Προσπάθησεν οὐχ ἦττον μετὰ ζήλου νὰ ἔλθῃ ἀρωγὸς εἰς τὰ συμφέροντα τῇ Μονῇ, νὰ συμβιβάσῃ τὰ διεστῶτα, καὶ τὴν καθόλου νὰ ὁμαλύνῃ κατάστασιν, διὰ τῆς μετριόφρονός του εὐθυκρισίας καὶ εὐθυδικίας, καὶ προσέφερε τὴν ὄχι ὀλιγώτερον ἀναγκαίαν ἐν τῇ Μονῇ ὑπηρεσίαν, τὴν ἀνύψωσιν τοῦ ἠθικοῦ φρονήματος τῶν ἐν αὐτῇ, παρέχων αὐτὸς πρῶτος τὸ ζηλευτὸν παράδειγμα. Ὅτε δ’ ἀπέκαμε μοχθῶν καὶ ἐγκαρτερῶν ἐν ἀσχολίαις ἀλλοτρίαις αὐτῷ, καὶ ὅτε ἀπέκαμε καταβληθεὶς πρὸ πάντων ὑπὸ τῆς ἀγνωμοσύνης τῶν περὶ αὐτῶν καὶ ὑπ’ αὐτόν, ἔφυγε πρὸ τοῦ πέρατος τοῦ διετοῦς χρονικοῦ διαστήματος τῆς ἡγουμενίας του εἰς Ῥεστᾶ, πρὸς τὸν ἐκεῖ μονάζοντα φίλον του ἱεροδιδάσκαλον Ἰωσήφ, διὰ τὴν γειτνίασιν μὲ τὸν Ἅγιο Μακάριο Νοταρᾶ. Παρ’ αὐτῶν δὲ ἔμειναν καὶ ἐδιδάχθησαν τὴν ἐν τῇ χριστιανικῇ πίστει ἐμμονήν τινὲς Νεομάρτυρες, ὡς ὁ Ἅγιος Νεομάρτυς Δημητρίος ὁ Πελοποννήσιος, ὁ μαρτυρήσας τῷ 1803 ἐν Τριπόλει Ἀρκαδίας, ὅν, ἐνταῦθα εὑρισκόμενον ἐξωμολόγησεν ὁ Νικηφόρος· ὁ Ἅγιος Νεομάρτυς Μάρκος· ὁ Ἅγιος Νεομάρτυς Ἀγγελῆς, ὅστι μετέβαινε πρὸ τοῦ μαρτυρίου παρὰ Νικηφόρῳ. Παρὰ τῷ Νικηφόρῳ διήνυσε τὸ βραχὺ λοιπόν του βίου του διάστημα ὁ Ὅσιος Ἀθανάσιος ὁ Πάριος. Τῷ 1819 ἐξέδωκεν ἐν Ἑνετίᾳ τό: Νέον Λειμωνάριον, περιέχον τοὺς βίους καὶ τὶς Ἀκολουθίες Νεομαρτύρων. Ἐν Ῥεστᾷ ἔμεινεν ὁ Ὄσιος ἐπὶ εἰκοσαετίαν περίπου. Τὸ κτῆμα δὲ τοῦτο τοῦ Ῥεστᾶ ἐβελτίωσεν λίαν, ἀσχολούμενος ἐν αὐτῷ καθ’ ὅλην τὴν ἐκεῖ παραμονήν του, φυτεύσας διὰ πευκῶν τοὺς δεξιόθεν καὶ ἀριστερόθεν λοφίσκους. Καὶ τὰ ἄλλα δένδρα, τὰ σήμερν ἐκεῖ, εἶναι δημιουργήματά του. Εἶχε δὲ συστήσει ἐν τω κτήματι καὶ φυτώριον, καὶ διένειμεν ἀφθόνως δένδρα εἰς πάντας. Περιερχόμενος συχνὰ τὰ χωρία παρώρμα διηνεκῶς τοὺς χωρικοὺς εἰς δενδροφυτείαν, δίδων τὰς εὐλογίας καὶ τὰς ἁγίας του εὐψὰς εἰς τοὺς νέα φυτεύοντας. Εἶναι δὲ γνωστὸν ὅτι ἐπώλησε τὰ πατρικά του κτήματα καὶ τὸ ἐκ τούτων χρῆμα διέθετεν εἰς ἀμοιβὰς διὰ τοὺς φυτεύοντας πολλὰς ἐλαίας. Τόσον δ’ οἱ χωρικοὶ τὸν ἐσέβοντι, ἰδίᾳ οἱ Καρδαμύλιοι, καὶ τοσαύτην εἶχον εὶς αὐτὸν πεποίθησιν, ὥστε τὸν παρεκάλουν ἐν καιρῷ ἀνομβρίας νὰ μεσιτεύσῃ παρὰ τῷ Θεῷ. Ἡ δὲ καλὴ μεσιτεία πάντοτε σχεδὸν ἐγίνετο προφρόνως δεκτὴ καὶ ἔχαιρον καὶ ἠγάλλοντο οἱ ἄνθρωποι. Λέγουσι δ’ ὅτι ἐλθόντος πρὸς αὐτὸν ποτέ τινος νὰ ἐξομολογηθῇ καὶ εἰπόντος μεταξὺ ἄλλων, ὅτι δὲν ἠδυνήθη ἀσθενὴς ὢν νὰ νηστεύσῃ ὡρισμένας νηστευσίμους  ἡμέρας, εἶπεν αὐτῷ: Ἀντὶ τῆς κανονισμένης νηστείας καὶ τῶν μετανοιῶν, συνιστῶ σοι νὰ φυτεύσῃς ἐλαίας· ὁρίσας ἅμα καὶ τὸν ἀριθμόν. Συχνότατα ἀπήρχετο εἰς τὴν πόλιν καὶ τὰ χωρία, ποῦ μὲν ἀσθενεῖς ἐπισκεπτόμενος, ποῦ δὲ κηρύσσων τὸν λόγον τοῦ Θεοῦ. Γέρων δ’ ὢν ἤδη δὲν ἐδίσταζεν, ἀλλ’ ἔσπευδε πρὸς τοὺς ἔχοντας ἀνάγκην. Ἀναφέρεται ἐν τῷ βίῳ τοῦ Ἁγίου Μακαρίου, ὅτι ἐζητεῖτό ποτε ἐκ Καλλιμασιᾶς παρ’ ἀσθενούσῃ, ἀλλὰ δὲν εὑρέθη ἐν τῷ ἐν Χώρᾳ οἰκήματι. Ἔσπευσάν τότε ἐκεῖσε καὶ εὗρον αὐτὸν καθ’ ὁδὸν ἐπανερχόμενον εἰς Χώραν. Τῷ εἶπον τὴν αἰτίαν, καὶ ἅμα ἀκούσας ἐπορεύθη ὀπίσω πρὸς τὴν πάσχουσαν καταπεπονημένος ἤδη τῇ 9ῃ τῆς νυκτὸς ὥρᾳ. Ἐθεράπευσε δὲ παραχρῆμα τὴν πάσχουσαν δι’ ἐπιθέσεως λειψάνου τοῦ Ἁγίου Μακαρίου. Ἀλλὰ καὶ αὐτὸς ἀφ’ ἑαυτοῦ πλεῖστα θαύματα ἐτέλεσεν. Ἓν εἶναι τὸ τελεσθὲν ἐπὶ μαινομένου ἐν Βροντάδῳ. Ἄλλοτε δὲ πιπτόντων ἀερολίθων, ἐκλήθη ἵνα τελέσῃ ἁγιασμὸν εἰς κατάπαυσιν τοῦ κακοῦ ἐν τῇ ἐνορίᾳ τοῦ Ἁγίου Γεωργίου Βροντάδου· τελουμένου δὲ τοῦ ἁγιασμοῦ, ἔπεσειν εἷς τῶν λίθων τούτων ἐντὸς τοῦ ἁγίου ὕδατος παραχρῆμα ἀποσβεσθείς· ἦτο δ’ οὗτος ὁ ἔσχατος πεσών. Ἄλλοτε δὲ πάλιν, ἁπόντος ἐκείνου εἰς περιοδείαν, τῷ ἔκλεψαν τὴν μόνην ἣν εἶχεν αἶγα· ὁ Ὅσιος καθησύχασεν τὸν κλαίοντα ὑποτακτικό του λέγων: Μὴ ὀργίζου, διότι ὁ κλέψας ιὰ ἦτο πτωχός. Μόλις εἶπεν τοῦτο, κατέφθασε κλαίων ὁ κλέπτης καὶ ἐξωμολογήθη τὴν ἄτοπον πρᾶξίν του, προσθέσας ὅτι ἔσφαξε τὴν αἶγα, ἀλλ’ ἐστάθη ἀδύνατον νὰ πωλήσῃ τὸ κρέας του· ὁ Ὅσιος τὸν συνεχώρησε καὶ τοῦ εἶπε ὅτι πιὰ θὰ πωλήσει τὸ κρέας· ὅπερ καὶ ἐγένετο. Γνωστὸν δ’ εἶναι ἐπίσης ὅτι προεῖδε καὶ προεῖπε ἐγγὺς μέλλοντα δεινά. Θαυμαστὴ δὲ καὶ ἡ καλοκαγαθία καὶ φιλευσπλαγχνία του. Τὰ χρήματά του, ἅπανθ’ ὄσα κατὰ καιροὺς ἐκέκτητο, διέθετε βοῶν τοὺς ἐνδεεῖς, αὐτὸς παραμένων πτωχός. Οὐδέποτε δ’ ἔδιδε τὴν ἐλεημοσύνην αὐτὸς ὁ ἴδιος, ἀλλὰ διὰ παιδίου ἐμπίστου.  Ἄλλος δέ, Νικόλαος Λόδης, ἐκ Βροντάδου, πάσχων δεινῶς ἐπεκαλεῖτο συχνὰ τὸν Ὅσιον· μίαν δὲ νύκτα εἶδεν αὐτὸν καθ’ ὕπνον παραγγέλλοντα νὰ μεταβῇ καὶ λάβῃ χῶμα ἐκ τοῦ τάφου του· καὶ πραγματοποιήσας τοῦτο ἐθεραπεύθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.
Ψυχαὶ λιθώδεις καὶ ξέναι θείου φόβου,
Λίθοις ἀνεῖλον θεῖον Ἱερεμίαν.
Ὁ θαυμάσιος οὗτος τοῦ Κυρίου Προφήτης, ὁ ἐξ αὐτῆς τῆς μήτρας ἁγιασθείς, ἧν ἐξ Ἀναθώθ, ἐν δὲ Τάφναις τῆς Αἰγύπτου, λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ, ἀποθνήσκει, καὶ τίθεται ἐν τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτόν, εὐεργετηθέντες παρ’ αὐτοῦ. Ηὔξατο γάρ, καὶ αἱ ὀλοθρεύουσαι αὐτοὺς ἀσπίδες ἀπέψυξαν, καὶ οἱ ἐν τοῖς ὕδασιν θῆρες, οὓς Αἰγύπτιοι μὲν καλοῦσιν ἐφώθ, Ἕλληνες δὲ κροκοδείλους. Καὶ ὅσοι εἰσὶ πιστοὶ σήμερον, εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ λαμβάνοντες τοῦ χοός, δήγματα ἀσπίδων θεραπεύουσι.
Φασὶ δέ, ὅτι Ἀλέξανδρος ὁ Μακεδών, ἐπιστὰς τῷ τάφῳ τοῦ Προφήτου καὶ μαθὼν τὰ κατ’ αὐτόν, εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείψανα. Καὶ ταῦτα πανταχοῦ κατασπείρας τῆς πόλεως, καὶ κύκλῳ αὐτῆς, τὰς μὲν ἀσπίδας ἐκεῖθεν ἀπεδίωξεν, ἀντεισήγαγε δὲ τοὺς ὄφεις τοὺς λεγομένους ἀργαλούς, οὕς ἐκ τοῦ Ἄργους ἤνεγκεν, ἐκεῖθεν ἔχοντας τὴν προσηγορίαν.
Δέδωκε δὲ ὁ Προφήτης σημεῖον τοῖς ἱερεῦσιν τῆς Αἰγύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν, δια Σωτῆρος παιδίου, ἐκ Παρθένου γεννωμένου ἐν φάτνῃ. Διὰ τοῦτο ἕως τοῦ νῦν θεοποιοῦσι παρθένον λεχώ, καὶ βρέφους ἐν φάτνῃ προτεθέντος προσκυνοῦσι. Διά τοι τοῦτο, καὶ Πτολεμαίῳ τῷ βασιλεῖ ἐρωτήσαντι τὴν αἰτίαν, ἔλεγον πατροπαράδοτον εἶναι τὸ μυστήριον, καὶ ὑπὸ αἰσίου Προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν, καὶ ἐκδεχόμεθα, εἶπον, τὸ πέρας τοῦ μυστηρίου.
Λέγεται δὲ περὶ τοῦ Προφήτου, ὅτι, πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ, ἥρπασεν τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ, καὶ ἐποίησεν αὐτὰ ὑπὸ πέτραν κατατεθῆναι, καὶ εἶπε τοῖς παρεστῶσιν: Ἐπεδήμησεν Κύριος ἐν Σινᾶ ἐν δυνάμει, καὶ σημεῖον ἡμῖν ἔσται τῆς παρουσίας αὐτοῦ, ὅταν ξύλον πάντα τὰ ἔθνη προσκυνήσωσιν. Εἶπε δέ, ὅτι τὴν κιβωτὸν ταύτην οὐδεὶς ἐκβαλεῖ, εἰ μὴ Ἀαρὼν μόνος ὁ ἱερεύς. Καὶ τὰς ἐν αὐτῇ πλάκας, οὐδεὶς ἀναπτύξει οὐκ ἔτι, οὐχ ἱερέων, οὐδὲ προφητῶν, εἰμὴ Μωϋσῆς ὁ τοῦ Θεοῦ ἐκλεκτός. Καὶ ἐν τῇ ἀναστάσει, πρῶτον ἡ κιβωτὸς ἀναστήσεται καὶ ἐξελεύσεται, καὶ τεθήσεται ἐν ὄρει Σινᾶ, καὶ πάντες οἱ Ἅγιοι πρὸς αὐτὴν συναχθήσονται, ἐκδεχόμενοι τὸν Κύριον, καὶ τὸν ἐχθρὸν φεύγοντες, τὸν ἀνελεῖν αὐτοὺς θέλοντα. Ἐν δὲ τῇ πέτρᾳ ἐσφράγισε τῷ δακτύλῳ αὐτοῦ τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἐγένετο ὁ τύπος, ὡς γλυφὴ σιδήρου. Καὶ νεφέλη φωτεινὴ ἐσκέπασε τὸ ὄνομα καὶ οὐδεὶς νοήσει τὸν τόπον, οὐδὲ ἀναγνῶναι αὐτὸ δυνήσεται, ἕως τῆς ἡμέρας ἐκείνης. Ἔστι δὲ ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου πρῶτον ἡ κιβωτὸς ἐγένετο μεταξὺ τῶν ὀρέων, ἔνθα κεῖται Μωϋσῆς καὶ Ἀαρών, καὶ ἐν νυκτὶ ὡς πῦρ ἡ νεφέλη γίνεται ἐπὶ τὸν τόπον, κατὰ τὸν τύπον τὸν ἀρχαῖον.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Τριῶν Ὁσιομαρτύρων Εὐθυμίου, Ἰγνατίου, καὶ Ἀκακίου τῶν νέων.
Εὐθύμιέ μοι, χαῖρε, χαῖρε, πολλάκις.
Σφαγεὶς γὰρ εὗρες τὴν ἄνω χαρὰν πρόφρων.
Τὸν Ἰγνάτιον ἄλλον ὡς ἄστρον βλέπω.
Ἐκ γῆς φαεινὸν, εἰς πόλον δι’ ἀγχόνης.
Ἀρνὸς δίκην σφάττουσι, φεῦ! διὰ ξίφους.
Τὸν κλεινὸν Ἀκάκιον, ἄνδρες αἰμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βατᾶ τοῦ Πέρσου.
Καὶ τῷ Βατᾷ, τμηθέντι τὴν κάραν ξίφει,
Βατὰ πρεπόντως οὐρανοῦ τὰ χωρία.
Ὁ Ἅγιος Ἱερομάρτυς Βατᾶς, ἐκ Περσίας ὁρμώμενος, ἐγεννήθη ὑπὸ γονέων Χριστιανῶν κατὰ τὸν 4ο αἰώνα μ.Χ. Ἐν ἡλικίᾳ τριάκοντα ἐτῶν, ἐγκατέλιπε γονεῖς, τέκνα καὶ γυναίκα καὶ ἀπῆλθε εἰς μοναστήριον καὶ ἐγένετο μοναχός. Ὅταν ἔγινε ὁ διωγμός κατὰ τῶν Χριστιανῶν ἐν τῇ χώρᾳ τῆς Περσίας, οἱ μὲν ἕτεροι συμμοναστές του ἐγκατέλειψαν τὸ μοναστήριον, αὐτός δέ, ἀφοῦ ἔμεινε μόνος, συνελήφθη ὑπὸ τῶν Περσῶν καὶ παρεδόθη εἰς στὸν ἄρχοντα Νισίβεως Ἰασδήχ, ἀδελφὸ Βαρζαβανᾶ, ὁ ὁποῖος τὸν διέταξε να προσκυνήσει τὸν ἥλιον. Ὁ Ἅγιος ἀρνήθηκε καὶ ὁμολόγησε τὸ Ὄνομα τοῦ Κυρίου. Τότε ὑπέστη φοβερὸ μαρτύριο. Τοῦ ἔδεσαν τὶς χεῖρες καὶ τὶς τέντωσαν τόσο πολύ, ὥστε ἐξαρθρώθηκαν οἱ ὤμοι του. Ἐν συνεχείᾳ τὸν ἔδεσαν καὶ τὸν ἔσυραν, τὸν κατέκοψαν μὲ μάχαιρα καὶ τέλος ἀπέκοψαν τὴν τίμια κεφαλή του.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἰσιδώρας τῆς σαλλῆς.
Σὸς βίος λαμπρὸν μονασταῖς, Ἰσιδώρα,
δῶρον ἐκ Θεοῦ ταπεινοὺς προτιμῶντος.
Σίμβλον ἄμβροτον κρύφα Ἰσιδώρα ἐπλάκη.
Αὕτη ἡ μακαριωτάτη καὶ ὁσιωτάτη Μήτηρ ἡμῶν Ἰσιδώρα, ἤκμασε μεσοῦντος τοῦ δ΄ μ.Χ. αἰῶνος, ἐν τῷ γυναικείῳ κοινοβίῳ τῷ συσταθέντι ὑπὸ τοῦ μεγάλου φωστῆρος Παχωμίου καὶ ἐπονομαζομένῳ τῶν Ταβεννησιωτών. Τὴν μωρίαν ὑποκρινομένη καὶ τὴν δαιμονώσαν ὑποδυομένη, ἠτιμάζετο ὑπὸ πασῶν τῶν συμμοναστριῶν αὐτῆς, χαίρουσα ἐπὶ ταῖς τοιαύταις ἀτιμίαις ὡς ἐπὶ πλούτῳ πολλῷ. Μὴ λανθάνουσα δὲ τὸ παντέφορον ὄμμα τοῦ Παντοκράτορος Χριστοῦ, ἀπεκαλύφθη δι’ ἀγγέλου ὁράματος ἡ ἁγιότης τοῦ βίου αὐτῆς τῷ μεγάλῳ ἀσκητῇ καὶ μαθητὴ τοῦ ὁσίου Ἀντωνίου, ὁσιωτάτῳ Πιτυρούμ, ὅστις ἐνώπιον πάσης τῆς ἀδελφότητος τῶν μοναζουσῶν ἐφανέρωσε τὸν κεκρυμμένον θησαυρὸν τῆς καταπεφρονημένης ὁσίας Ἰσιδώρας. Αὕτη ὅμως τὸν θαυμασμὸν καὶ τὴν ἔκτοτε προσδιδομένην τιμὴν μὴ ἀνεχομένη, λάθρα διέφυγεν εἰς ἄγνωστον καὶ ἐρημικὸν τόπον, ὡς μόνῳ τῷ Θεῷ σκοποῦσα εὐαρεστεῖν καὶ ἀρέσκειν, παρ’ Οὐ καὶ τὸν δίκαιον μισθὸν τῆς ἰσοβίου ταπεινοφροσύνης ἀπολαύει, τύπος θαυμαστὸς γενομένη πᾶσι τοῖς εὐσεβέσι καὶ φιλοθέοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀφρικανοῦ, επισκόπου Λουγδούνου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαῦρου καὶ τῶν σὺν αὐτῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μιχαήλ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παναρέτου, επισκόπου Πάφου.
Πᾶσαν ἀρετήν, πρὸς ἑαυτὸν ἑλκύσας,
Πράξει τὴν κλήσιν Πανάρετος καλύπτει

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παφνουτίου τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάββας, ἐν συκῇ κρεμασθείς, τελειοῦται.
Ἤνεγκε καρπὸν πρώιμον συκῆς κλάδος,
Tὸν χειροδέσμοις ἐκκρεμάμενον Σάββαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλοσόφου.
Φιλόσοφος κλήσει τε καὶ ἔργῳ μάκαρ,
ὤφθης ἀληθῶς ὦ σοφίας σὺ φίλε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ φοβεροῦ σεισμοῦ ἐν τῇ Μονῇ Σινᾷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀσαφίου ἐπισκόπου Οὐαλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ Πενταγλωσσίτου τοῦ Σιναΐτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀγαπητοῦ ἐπισκόπου Ὠξέῤῥης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταμάρας τῆς βασιλίσσης Γεωργίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἀκακίου διακόνου καὶ Ἀκέλου ὑποδιακόνου τῶν ἐν Γαλλίᾳ μαρτυρησάντων ἐν ἔτει 303 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Μαρίας, τῆς ἐπονομαζομένης Μεθυμοπούλας, τῆς ἐκ Φουρνῆς τοῦ Μεραμβέλλου τῆς Κρήτης ὁρμωμένης καὶ ἐν αὐτῇ ἀθλησάσης ἐν ἔτει ᾳωκστ΄ (1826).
Θήρατρα ἔρωτος ἔφυγες ἀπίστου,
ἔρωτι Μαρία τετρωμένη θείῳ.
Αὐτῆς τῆς σωφρονεστάτης νεανίδος ἠράσθη Τουρκαλβανός τις χωροφύλαξ, ὅστις κατέβαλε πᾶσαν προσπάθειαν προσελκύσεως ταύτης εἰς τὸν μιαρὸν ἐκεῖνου ἔρωτα. Ὅσον ὅμως οὗτος προσεπάθει, τοσοῦτον ἡ μακαρία Μαρία ἀπεστρέφετο αὐτόν, ὡς ἀποτρόπαιόν τινα δαίμονα καὶ κακοῦργον. Μὴ δυνηθεὶς ὅθεν ὁ δυσσεβὴς καὶ αἱμοβόρος ἀπόγονος τῆς Ἄγαρ ἑλκύσαι αὐτήν, ἀπεφάσισε κολάσαι καὶ κακῶς αὐτὴν ἀποκτεῖναι, ὅπερ καὶ ἐποίησε διὰ τῶν ὅπλων, ἅτινα ἔφερεν ὡς χωροφύλαξ. Εὑρὼν μίαν τῶν ἡμερῶν τὴν Μαρίαν ἐπί τινος μωρέας συλλέγουσαν φύλλα, πρὸς διατροφὴν τῶν μεταξοσκωλήκων, ἔβαλε κατ’ αὐτῆς καὶ θανασίμως ἔπληξε τὴν αὐτῆς καρδίαν. Οὗτος ἔλαβεν ἡ πάγκαλος νύμφη τοῦ Κυρίου, τὸν τῆς ἀθλήσεως στέφανον καὶ στεφηφόρος ἀπῆλθεν ὑπαντῆσαι τῷ ποθεινῷ αὐτῆς Νυμφίῳ εἰς τὴν οὐράνιον παστάδα.
                    
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μακαρίου Μητροπολίτου Κιέβου, μαρτυρήσαντος ὑπὸ τῶν Ταρτάρων εν ἔτει 1497 μ.Χ, οὗ τὰ ἄφθαρτα λείψανα αὐτοῦ φυλλάσονται ἐν τῷ Ἱ. Ν. τοῦ Αγίου Βλαδιμήρου ἐν Κιέβῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ζωσιμᾶ τοῦ Γεωργιανοῦ, ἐπισκόπου Κουμοῦρντο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Μυροβλύζουσας τοῦ Τσαρεβοκοκσάϊσκ Ῥωσίας.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
νεπόλισε τὴν ἔρημον τῷ ἔρωτι τῆς θείας χάριτος, καὶ κατεσκήνωσε, τὸν Μέγαν Ἀντώνιον ἀπομιμούμενος, κομιζόμενος, τὰ ἄνθη τὰ οὐράνια, καὶ τὴν τούτου εὐωδίαν.
να ῥύσηται ἐκ πλάνης ψυχολέτηρος τοὺς ὀλισθαίνοντας, ἐν τῇ τοῦ Ἄδου ὁδῳ, λειμῶνα ἐστήσατο, πνευματικὸν ἐν Ῥεστοῖς, καὶ ἀνείλκυσεν, ἐκ τοῦ βυθοῦ τοὺς κάμνοντας, ἐκ παντοίων νοσημάτων.
Τίς ἂν ἔβαλε τῆς δόξης τὸ περίβλημα ὃ περιέθετο, καὶ τῆς τιμῆς τὸν βαθμόν; Παρεῖδε γὰρ ἅπαντα, ὥσπερ Ἰὼβ ὁ σοφός, καὶ ἐκήρυττε, κὰν πάγγυμνον γεγέννημαι; Γυμνὸς οὕτω τελευτήσω.
Θεοτοκίον.
Οἱ ἀκηρατον Σὲ Κόρην ὀνομάζοντες διακηρύττομεν· χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ λόγος Ἁγνή, Ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς Σὲ προσκυνοῦντας.












ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Πάντα περιέδραμε, τῆς Χίου τὴν πόλιν τὰς κώμας, τὰ πολισμάτα εὐαγγελιζόμενς, ἅπασι μετάνοιαν, μελλόντων γνῶσιν ἔσχηκε, παρὰ Θεοῦ εἰληφώς, τὸν Κύριον, ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νέφη οὐρανόθεν κατένεγκας, αὐχμὸν ἱκεσίᾳ ἀπεσόβησε, τὴν Χίον λυτρωσάμενος, ἀριδήλου μήνιος, τοῦ Ποιητοῦ τῆς κτίσεως, πρὸς Ὃν καὶ ἔκραζε· Κύριε, ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἔνειμε τοῖς πένησι τὸ χρῆμα, πᾶν ὅσον παρὰ Κυρίου προσεκτήσατο, θείαις ἀναβάσεσιν, ὤφθη ἐπαιρόμενος, ἀγγελικὰ σκηνώματα, ἕως κατέλαβε· τὸν Κύριον, ὑμνεῖται καὶ κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ψωσε τὸ κράτος τοῦ Κυρίου, σηκὸν σωτηρίας πᾶσιν ἵδρυσε, χαίρων ἐκαρτέρησε, σκάμμασιν ἀγῶσί τε, ἀσκητικῶς ἐξέλαμψεν ὡς ὁ Εὐθύμιος, ἐγέρθητε ἐκ σκότους, κραυγάζων καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Μέγα τὸ μυστήριον Παρθένε, καὶ ξε΄νον ἐν τοῖς ἀνθρώποις ἐναπέφηνε, πάλαι μὲν τυπούμενον, νῦν δὲ ἐνεργούμενον, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀνθρώπων φύσις πᾶσα γεραίρουσα, τὸν θαυμαστὸν καὶ ἔνδοξον, ἱεροφάντορα Νικηφόρον, τὸν σοφὸν διδάσκαλον, τὴν ἡδύλαλον γλῶσσαν τῆς χάριτος.
Μώμου ἀμιγής, τὰ πάντα ὑπέταξεν ὁ μυστηπόλος Χριστοῦ, πλοῦτον δόξαν οἴησιν, ὑπὸ τοὺς πόδας, καθάπερ σύβαλα, τῶν ἀρετῶν ἐδίωξε τὸ ἄκρον τέλειον, Ἀποστόλοις ἕοικεν ὁμότροπος, τῶν Ἁγίων Γραφῶν γνώστης κράτιστος.
ντως ἀψευδής, καὶ λόγοις καὶ πράξεσιν, ἔφυ ὁ πάντιμος· ὁ πιστεύων ἔφασκε, Χριστῷ τῷ ζῶντι πολλὰ ἐργάσεται, ἔργα ἐσθλὰ καὶ μείζονα, καὶ νῦν καὶ ὕστερον, τῶν δαιμόνω πέλων ἀμυντήριον, καὶ παγίδας αὐτῶν ἐκριζούμενος.
Θεοτοκίον.
μνον ἐκ μυχῶν, προσφέρω Σοι Δέσποινα, ὁ πάντων ὕστατος, τόνδε πρὸς ἀπότισιν, φόρου εὐκταίας δοχῆς τῷ μύρῳ σου, ἱεροφάντῃ, κήρυκι καὶ διδασκάλῳ, σοφῷ Νικηφόρῳ τῷ πιστῷ, θεράποντι Ἰησοῦ τοῦ Υἱοῦ Σου, καὶ Πλάστου μου.



Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Κραταιωθεὶς τῷ πνεύματι, τοῦ Σταυροῦ τῇ δυνάμει, τὴν Ἐκκλησίαν ἔστεψεν, εὐσεβείας ἀγῶσι, Νικηφόρος ὁ θεῖος, οὗ ὁ πάντιμος τάφος, ἐγήγερται περίοπτος, θυμηδίαν παρέχων πᾶσιν ὑμῖν, αἶσχος δὲ καὶ ὄνειδος τοῖς ἀπίστοις, τοῖς μὴ Θεῷ λατρεύουσι, καὶ ἀφρόνως βιουσι.
Καὶ τὸ τῆς ἑορτῆς.

Αἶνοι. Ἦχος δ΄. Ὠς γενναῖον ἐν Μάρτυσι.
Τοῦ Χριστοῦ ἡ Ἀνάστασις, ὥσπερ ἔαρ εὐφρόσυνον, τοὺς πιστοὺς δροσίζοντα ἐξανέτειλε· δι’ ὃ φλέορτοι δράμωμεν, χαρὰν κομιζόμενοι, προσκυνήσωμεν αὐτόν, ἐκ βαθέων κραυγάζοντες· σοῦ δεόμεθα, ἐκ δεσμῶν καὶ δουλείας ῥῦσαι πάντας τοῦ ἀλάστορος τυράννου, οὗ τῇ δρακὶ συνεχόμεθα. (Δίς)

Τὸν τῆς νίκης φερώνυμον, Νικηφόρον τιμήσωμεν, καὶ κοινὴν πανήγυριν συστησώμεθα· ἰδοὺ γὰρ πάντες συνήλθομεν, ἑστίασιν ᾄδοντες, καὶ χαρὰν πνευματικήν, ἁλουργίδα τιθέμενοι, ταῖς φρεσῖν ἡμῶν, τοὺς ἀγῶνας τοὺς λόγους καὶ τὰς πράξεις, δι’ ὧν εἴληφε τῆς δόξης, τὸν ἀμάραντον στέφανον.

Ὥσπερ ἄμπελος εὔκαρπος, ὥσπερ ῥόδον ἡδύοσμον, ἐν τῷ κήπῳ πέφυκε τοῦ Θεοῦ ἡμῶν· γεωπονήσας τὸ τάλαντον, ἐσκόρπισε ἔδωκε, τὴν οὐσίαν ἑαυτοῦ, τὴν φθαρτὴν καὶ ἐπίκηρον, καὶ ἐγένετο, ὁ πατὴρ ὀρφανῶν καὶ πενομένων, καὶ λιμὴν τῆς εὐποιΐας, καὶ ποταμὸς ἀνεξάντλητος.

Δόξα. Ἦχος πλ. α΄.
Ἀνέτειλε τὸ ἔαρ τῆς Χίου, ἐπὶ τῇ μνήμῃ τοῦ παμμάκαρος Νικηφόρου· οὗτος γάρ, τῆς φωνῆς τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπε, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος· ὅθεν πᾶσιν ἐβόα· ἀγαπήσατε τὸν Θεόν, καὶ εὐρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ, ἵνα τὅαν ἔλθῃ τῇ δόξῃ Αὐτοῦ, εὕρητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων· ὧν ταῖς ἱκεσίαις Χριστέ, ἡμᾶς διαφύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου