Τῌ ΚΘ' ΜΑΪΟΥ
Ὁσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης.
ΑΚΟΛΟΥΘΙΑ
(π. Μελέτιος Συρίγος)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'. Στιχηρὰ τῆς Ἁγίας. Ἦχος πλ.
δ'. Ὢ τοῦ παραδόξου θαύματος
Αἴγλῃ παρθενίας λάμπουσα, Θεοδοσία σεμνή, καὶ πορφύραν δι' αἵματος,
μαρτυρίου πάνσοφε, βεβαμμένην λαμπρότατα, περιθεμένη καὶ ὑπερκόσμιον, Χριστοῦ
νυμφῶνα κατασκηνώσασα, κόρη πανάμωμε, συγχορεύεις τάξεσιν, Ἀγγελικαῖς, ὄντως
ἀκατάλυτον, χορείαν ἔνδοξε.
Μάρτυς παρθένε πανεύφημε, Θεοδοσία Χριστόν, ὁλοκλήρως ποθήσασα, τῶν βασάνων
ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, αἰκιζομένη διὰ τὸν σὸν ἐραστήν, καὶ ξεομένη
πλευρὰς ταῖς μάστιξιν· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς πρὸς γῆν,
ὄντως καταβέβληκας, τὸν ὑπερήφανον.
Κάλλει ψυχῆς τε καὶ
σώματος, κεκοσμημένη φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τὸν τῆς δόξης στέφανον,
παρ’ αὐτοῦ ἀναδήσασθαι, Θεοδοσία Μάρτυς
πανένδοξε, καὶ βασιλείας σαφῶς διάδημα, ὄντως πολύτιμον, ἐπαξίως δέδεξαι, σῇ
κορυφῇ, νύμφη παναμώμητος, φανεῖσα πάνσοφε.
Δόξα. Ἦχος δ΄.
Τῇ φερωνύμῳ σου κλήσει, τὴν
πρᾶξιν κατάλληλον ἔδειξας, ὡς ἀληθῶς τῇ παρθενικῇ σου καθαρότητι, νυμφευθεῖσα
τῷ Χριστῷ, εὐδοκία τοῦ Πατρός, καὶ συνεργεία Πνεύματος. Μαρτυρίου δὲ παλαίσμασι
στεῤῥοῖς, ὑπερήστραψας, λαμπρότερον τῶν ἡλιακῶν ἀκτίνων. Διὸ ὡς θυσία καθαρὰ
καὶ ἄμωμος, τῇ οὐρανίῳ προσήχθης τραπέζῃ, τῶν Παρθένων καὶ Μαρτύρων ταῖς
χορείαις, εἰς αἰῶνας συνηδομένη. Μεθ’ ὧν αἴτησαι, Θεοδοσία
φερώνυμε, δωρηθῆναι τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης
Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ
Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ
ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς
πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ
Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ
Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα᾿ 10- 26)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον,
ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,
καὶ ἐργατάις θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν
αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς
βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλὸν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ
ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ
συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε
πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη
ἐν ἡμέραις ἐσχάταις.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄
9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ
καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία, σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ
κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿
αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος πλ. δ΄.
Ὦ τῆς τοῦ Σταυροῦ σου
ἰσχύος Παντοδύναμε Κύριε, ὅτι τὸ πάθημα τοῦ θανάτου, ἐκ τῆς ἀσθενείας τῆς ἐμῆς
σαρκὸς καταδεξάμενος, τῇ τῆς Θεότητός σου δυνάμει, τὴν ἡμετέραν ἐνεδυνάμωσας
ἀσθένειαν. Καὶ γὰρ ὡς ὁ πάλαι Ἀδάμ, ὀστοῦν κραταιότητος, τῷ ἀσθενεστέρῳ σκεύει
δανείσας, σάρκα ταπεινὴν ἐδέξω ἀντ’ αὐτοῦ, διὸ καὶ ἁπαλῇ κόρη, κατὰ τοῦ
ἀρχεκάκου δράκοντος ἀνδριζομένη, καὶ τούτου τὴν ἀλαζονείαν καταπατήσασα,
δοξάζει Σε τὸν μόνον ἀγωνοθέτην, καὶ στεφοδότην Κύριον, τὸν παρέχοντα ταῖς
ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις, πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν Θεοδοσίαν, τῶν μοναζουσῶν τὸ καλλώπισμα, καὶ τὸ τῶν Μαρτύρων ἀγλάϊσμα, τῆς Ὀρθοδοξίας τὴν κρηπίδα, τὴν σπάθην, τὴν ἐκτεμοῦσαν τὸν Κοπρώνυμον, τὸ ξίφος, τὸ κατασφάξαν τὸν σπαθάριον, τῆς Ἐκκλησίας τὸ κλέος, εὐσεβείας ἔρεισμα, δι’ ἧς Χριστὸς ὁ Θεός, εἰρήνην κατάπεμψον τῷ κόσμῳ, καὶ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τίς σου, τὰ ἀνδρικὰ σκάμματα, διηγήσεται Θεοδοσία, ὥσπερ ἐν διπλοῖς ἀγωνίσμασιν, ὑπὲρ τοῦ Χριστοῦ τοῦ Νυμφίου σου, ἔτλης καρτερῶς ἀνδρισαμένη, τὰ μέν, ὡς ὑπερβαλλόντως ἐξασκήσασα, τὰ δέ, ὑπὲρ τῆς Εἰκόνος ἐναθλήσασα, Χριστοῦ καὶ πάντων Ἁγίων, τὴν σφαγὴν τοῦ κέρατος, δι’ ἧς δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν ὁ ἔχων, τὸ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε, φιλευσεβεῖς ἄραντες, ἐπαινέσωμεν Θεοδοσίαν, τὴν κεκοσμημένην τοῖς θαύμασι, καὶ ἠγλαϊσμένην ταῖς χάρισι, καὶ Ὁσιομάρτυρα παρθένον, τὴν στήλην, Ὀρθοδοξίας τὴν ὑπέρλαμπρον, τὸ κάλλος, τῶν ἀρετῶν τὸ ἀνυπέρβλητον, τῆς Κωνσταντίνου τὸ θρέμμα, οἰκουμένης στήριγμα, καὶ ἑδραίωμα τῶν πιστῶν, δι’ ἧς ἡμῖν δώρησαι οἰκτίρμον, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστης παρθένος, καὶ Ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς Αὐτόν, ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· εἰς ὀσμὴν μύρου Σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς Σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με, Νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις, κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη Σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν
ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς δόσιν θεόσδοτον, τὴν
παρθενίαν τὴν σήν, ἀγῶσιν ἀθλήσεως, Θεοδοσία σεμνή,
τῷ Λόγῳ προσήγαγες· ὅθεν πρὸς ἀθανάτους, μεταστᾶσα νυμφῶνας, πρέσβευε Ἀθληφόρε,
τῷ Δεσπότῃ τῶν ὅλων, ῥυσθῆναι ἐκ πολυτρόπων, ἡμᾶς συμπτώσεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον,
καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς
ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος,
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα τῆς Ἁγίας. Ἦχος α'. Τὸν τάφον
σου Σωτὴρ
Ὡς πάλαι Ἰουδήθ, τὸν δεινὸν
Ὀλοφέρνην, καὶ θεία Ἰαήλ, τὸν αὐθάδη Σισάραν, ἀπέκτειναν κράτιστα, ἐν Θεῷ
δυναμούμεναι, οὕτως ἔνδοξε, Θεοδοσία καὶ σύ
γε, ἐπαιρόμενον, κατὰ Θεοῦ τοῦ Ὑψίστου, καθεῖλες σπαθάριον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα
πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς
τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν
πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν χάριν τῆς πίστεως
ἐνδεδυμένη καλῶς, ἀγῶνας ἀσκήσεως, καὶ ἐν ἀθλήσει στεῤῥᾷ, Χριστὸν μεγαλύνασα,
ὅθεν Ὁσιομάρτυς, δεξαμένη τὸ στέφος, ἄνωθεν ἐκ τοῦ Κτίστου, μὴ ἐλλείπης
πρεσβεύειν, Θεοδοσία δοῦναι ἡμῖν, χάριν καὶ
ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν πάντων δεσπόζοντα καὶ
Βασιλέα Χριστόν, τεκοῦσα Πανύμνητε, δι’ εὐσπλαγχνίαν πολλήν, χαρᾶς πάντας
ἔπλησας, Σὺ γὰρ τὴν λύπην πᾶσαν, τῆς κατάρας ἀφεῖλες, Δέσποινα Θεοτόκε, τῷ
ἀσπόρῳ Σου Τόκῳ, διὸ χαριστηρίους, ᾠδάς σοι προσάγομεν.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ὅμοιον.
Ὁσίως ἀσκήσασα Θεοδοσία σεμνή, τὸν δρόμον τετέλεκας τοῦ Μαρτυρίου
διπλοῦν, καὶ στέφανον εἴληφας, ἔλαθες τοῦ βελίαρ, πολυπλόκους ἐνέδρας, ἔχεας
καὶ τὸ αἷμα, ἕνεκα τοῦ Χριστοῦ σου, διό σὲ μακαρίζομεν, ὡς Ἀθληφόρον Χριστοῦ
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πολλαῖς περιστάσεσι καὶ
συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ
περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ
πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.
Τὸ α΄
ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι,
καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον τῶν
Δέκα Παρθένων. Ζήτει Σάββατον ΙΖ΄ ἑβδομάδος Ματθαίου
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. α΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ
Θεός...
Τὴν ἀγγελικὴν πολιτείαν,
καὶ πρὸ τῆς ἀναστάσεως ἐπιποθοῦσα, Θεοδοσία πανεύφημε,
τὴν παρθενίαν ἀμόλυντον ἐτήρησας, δι’ ἧς ἐν ἁγνεύοντι νοΐ, καὶ λογισμῷ
ἀνεπιθολώτῳ, Θεῷ τῷ καθαρῷ ἑνουμένη, τῶν εὐθέων κατετρύφας χαρίτων ἑκάστοτε,
ἀλλὰ καὶ τὴν λαμπάδα τῶν ἔργων σου, ἄσβεστον κατέχουσα τῷ ἐλαίῳ τῆς εὐποιΐας,
κατηξιώθης συνεισελθεῖν σὺν ταῖς φρονίμοις παρθένοις, εἰς τὸν Νυμφῶνα τὸν
οὐράνιον. Οὗ τῆς χαρᾶς, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, μετόχους γενέσθαι, ταῖς
πρεσβείαις σου ἀξίωσον.
Οἱ Κανόνες·
τῆς Θεοτόκου· καὶ τῆς Ἁγίας β΄.
Ὁ α’ Κανών,
οὗ η' Ἀκροστιχίς: Θεοδοσίας τῆς
Μάρτυρος μέλπω κλέος.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον
Θεὸς σοι Θεοδοσία γέγονεν,
ὁδὸς ἀθλήσεως, ἐπὶ Σταυρὸν ἑκούσιον ἐλθών· καθελὼν γὰρ τὸν τύραννον, ὥσπερ
στρουθίον παίζεσθαι, ὑπὸ Μαρτύρων ἀπειργάσατο.
Εὐτόνως Θεοδοσία πάντιμε,
πρὸς γῆν κατέῤῥαξας, τὸν ἀρχηγὸν τῆς πλάνης καρτερῶς, ἐναθλοῦσα πανεύφημε, καὶ
τὸν τῆς νίκης στέφανον, ὡς νικηφόρος Μάρτυς εἴληφας.
Ὁ πάλαι μεγαλαυχίᾳ χρώμενος, νῦν καταβέβληται, σῇ
καρτερίᾳ Μάρτυς προσβαλών· τοῦ Σταυροῦ γὰρ τὴν δύναμιν, ἀναλαβοῦσα ᾔσχυνας,
ἄμετρα τοῦτον φρυαττόμενον.
Θεοτοκίον
Δολίως ἐξαπατήσας ὄφις με, εἷλεν αἰχμάλωτον, τοῦ
θεωθῆναι πόθον μοι ἐνθείς· διὰ σοῦ δὲ Πανάχραντε, ἀνακληθεὶς τεθέωμαι,
ἀναλλοιώτως ἀληθέστατα.
Ἕτερος Κανών,
οὗ ἡ ἀκροστιχίς: Θεοδοσία ὑμνῶ ὡς Θεοῦ
δόσιν. Μελέτιος
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Θείαν χάριν ἐξ ὕψους, Θεοδοσία
σεμνή, καταπέμψασα δίδου, ἀξίως εὐφημῆσαί σε, οὐχ ἵνα τῇ δόξῃ σου
προστιθῶμεν, ἔπαινον, ἀλλ’ ἡμεῖς κοσμηθῶμεν σὲ δοξάζοντες.
Ἔνδον ἐν τῇ καρδίᾳ, διατηροῦσα τὸ πῦρ, τῆς ἀγάπης
Κυρίου, φλεγόμενον οὐκ ἔπτηξας, τυράννων θρασύτητα τῷ Χριστῷ δέ, ἔλεγες,
κραταιὰ ὡς θάνατος ἡ ἀγάπη σου.
Ὄλβον ἐν τῇ ψυχῇ σου, συναγαγοῦσα πολύν, σωφροσύνην
ἀνδρείαν, πτωχείαν τε ἑκούσιον, αὐτὸν ἐγκαθώρμισας εἰς λιμένα, εὔδιον,
σωτηρίας, ἐν ᾧ ἐπαναπέπαυσαι.
Θεοτοκίον.
Δέσποινα Σὺ τεκοῦσα, τὸν τῶν ἁπάντων Θεόν, ἐν ἁγνείᾳ
τὰς πύλας, τῆς παρθενίας ἤνοιξας, διὸ αἱ νεάνιδες ὀπίσω Σου ἔδραμον, Βασιλεῖ,
τῶν αἰώνων εὐφραινόμενα.
ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.
Ὁ πόθος ὁ θεϊκός, Θεοδοσία σε
πιστὴν ἔδειξε, νύμφην Χριστοῦ Μάρτυρα, τούτου τὸν Σταυρὸν ἀγαπήσασαν.
Σαρκὸς τὴν φθοροποιόν, καταλιποῦσα ὦ σεμνὴ πρόνοιαν,
ζωοποιῷ Πνεύματι, ζῇς Θεοδοσία πανεύφημε.
Ἰάτρευσόν μου τὸν νοῦν, θεοδωρήτῳ σου Σεπτῇ χάριτι, καὶ
τὴν ψυχὴν πάθεσιν, ἐκνενευρισμένην θεράπευσον.
Θεοτοκίον
Ἀνέστησας ὦ σεμνή, τὴν πεπτωκυῖάν μου μορφὴν τέξασα,
τὸν ἀρχηγὸν Δέσποινα, τῆς πάντων ἡμῶν ἀναστάσεως.
Ἕτερος. Ὁ πήξας ἐπ’ οὐδενός.
Ὁπλίσασα, σεαυτὴν τῇ πίστει πανεύφημε, ἐπελάβου πάντῃ,
ὡς ἦσθᾳ φύσεως, λίαν ἀσθενοῦς καὶ τρυφερᾶς, ἀλλ’ ἔδραμες γενναίως, πρὸς τὰ
παλαίσματα μὴ πτήξασα, τῶν εἰκονομάχων τὸ φρύαγμα.
Συνέθλασας, κατὰ γῆς τὸ κέρας τοῦ ὄφεως, διὰ τοῦτο
Μάρτυς, ἐκεῖνος ὅπλισε, τὸ κέρας τοῦ ταύρου κατὰ σοῦ, σὺ δὲ ἐν τῇ δυνάμει, τοῦ
σοῦ Νυμφίου ἐκεράτισας, δι’ αὐτοῦ ἐχθρῶν σου συστήματα.
Ἰδοῦσα, τὸν δυσσεβῆ Εἰκόνων ἀντίπαλον, τὴν Χριστοῦ
Εἰκόνα, καταβαλλόμενον, ἄνωθεν κατέῤῥαξας αὐτόν, εἰς πέταυρον τοῦ ᾅδου, εἰποῦσα
Λόγε ἐν τῇ Πόλει σου, τὴν Εἰκόνα τούτου ἐξουδένωσον.
Θεοτοκίον.
Ἀσπόρως, τὸν τοῦ Θεοῦ Υἱὸν ἀπεκύησας, τὸν υἱοθετοῦντα,
διὰ βαπτίσματος, υἱοὺς τοῦ Ἀδὰμ τοὺς ἐξ Ἐδέμ, ἐνδίκως ἐξωσθέντας, καὶ τῷ Πατρὶ
προσαναφέροντα, ὅθεν Σε Παρθένε δοξάζομεν.
Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Θεοῦ δόσις πέφυκας, εἰκότως
Μάρτυς σοφή, ἀθλήσει ἐκλάμπουσα, καὶ παρθενίαις φαιδραῖς, ἀκτῖσι πυρσεύουσα,
πάντων τὰς διανοίας, τῶν ἀεὶ σε τιμώντων, πίστει Θεοδοσία,
καὶ τὴν σὴν φαιδροτάτην, τελούντων ἐπὶ γῆς ἑορτὴν θεομακάριστε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ
Τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας,
πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν
πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα
Σεσοβημένος ὁ τύραννος ταῖς αἰκίαις, καταπτοεῖν τὸ
εὔτονον, τῆς σῆς καρτερίας, ᾤετο ὁ δόλιος, αὐτῇ δὲ Πανεύφημε· Δόξα τῷ Θεῷ
ἀνεκραύγαζες.
Τὴν θεόσδοτον καὶ θείαν προσηγορίαν, προγνωστικῶς
ἐπλούτησας, Μάρτυς ἀθληφόρε· δόσις γὰρ ἐγένου Θεῷ, ἡμᾶς κατευφραίνουσα, πίστει
σε καὶ πόθῳ γεραίροντας.
Ἠγλαϊσμένην θεόφρον Θεοδοσία,
μαρτυρικοῦ δι' αἵματος, σοῦ πεφοινιγμένην, περιβεβλημένη στολήν· Δραμοῦμαι
ὀπίσω σου, πόθῳ τοῦ νυμφίου μου, ἔκραζες.
Θεοτοκίον
Σεσαρκωμένον τὸν Λόγον ἁγνὴ Παρθένε, θεοπρεπῶς
ἐγέννησας, καὶ μένεις Παρθένος· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα,
πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Ἕτερος. Τὴν θείαν ἐννοήσας Σου.
Νοός σου τὴν ἀνδρείαν ἐθαύμασαν, καὶ οἱ πολέμιοι σεμνή,
Θεοδοσία ὁρῶντές σου, τὴν ἀκατάπληκτον
γνώμην, μεθ’ ἧς ἀνδρειοφρόνως ἐνήθλησας.
Ὑπῆρξας ἐν ἀσκήσει ὡς πρόβατον, ἐν ταπεινώσει τῆς ψυχῆς,
τῶν ἀρετῶν ἐν δὲ πάλῃ, τῇ τῶν εἰκονομάχων ὡς λέων δεινός.
Μεγάλως ἐδοξάσθης ἀείμνηστε, καταβαλοῦσα τῶν ἐχθρῶν,
τὰς μηχανὰς καὶ τὰς κλίμακας, ἐν τῇ δυνάμει τοῦ πάλαι, τὸν πύργον τῆς Χαλάνης
συγχέαντος.
Θεοτοκίον.
Νοῆσαι τὸ μυστήριον ἄχραντε, τὸ ἐπὶ Σοὶ οἱ γηγενεῖς, μὴ
ἐξισχύοντες σέβομεν, αὐτὸ ἐν πίστει σιγῶντες, καὶ δόξαν τῷ Κυρίῳ προσάγοντες.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς
Μύρον ἐκκενωθέν, τὸν Χριστὸν ἀγαπήσασαι, νεάνιδες
θεοφρόνως, ἠκολούθησαν τούτῳ, ἐν ᾄσμασι δοξάζουσαι.
Αἰώνιον ζωήν, χρονικῆς ἀνταλλάξασα, ἀνθ' αἵματος
βραχυτάτου, οὐρανῶν βασιλείαν, ἡ Μάρτυς ἐκληρώσατο.
Ῥέουσιν ὡς πηγαί, τῶν Μαρτύρων τὰ λείψανα, ἰάματα τοῖς
νοσοῦσι, καὶ ψυχῶν ἀῤῥωστίας, τῇ πίστει θεραπεύουσι.
Θεοτοκίον
Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, Πανάμωμε; τὸν
γὰρ Κτίστην, μὴ χωρούμενον πᾶσιν, ἐν μήτρᾳ σου ἐχώρησας.
Ἕτερος. Ὁ ἀναβαλλόμενος.
Ὥσπερ ῥόδον εὔοσμον, σὺ κατεκάλλυνας, τὴν σὴν πατρίδα,
Ὁσιομάρτυς, ῥείθροις τῶν αἱμάτων σου, Σιὼν δὲν τὴν ἄνω, προσθήκην σῇ ἐδόξασας.
Ὡρμήσας πρὸς πόλεμον, γυνὴ ἡ ἄμαχος, μάχιμον γὰρ σέ, τὸ
θεῖον Πνεῦμα, εἰργάσατο ὅπως ἄν, διὰ σοῦ Εἰκόνων, τὴν ἄμυναν ποιήσηται.
Σύντριψον ὡς τάχιστα, τὸ κέρας ἔνδοξε, τῶν ὑβριζόντων,
σεπταῖς Εἰκόσι, καὶ τὸ κέρας ὕψωσον, τῶν ὀρθοδοξούντων, σαῖς ἱκεσίαις πάνσεμνε.
Θεοτοκίον.
Θλίψεσι βαλλόμενος, ἀπείροις πάναγνε, εἰς Σὲ προστρέχω,
μὴ μοῦ παρίδῃς, στεναγμὸν καὶ δάκρυα, ἡ παραμυθία, τοῦ κόσμου Σύ με οἴκτειρον.
ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς
Ὑπὲρ σοῦ, μετὰ σπουδῆς τὸν θάνατον εἵλετο, Θεοδοσία ἡ Μάρτυς, ἀπειλὰς τυράννων μὴ πτοηθεῖσα,
τὸ σὸν πάθος, μιμουμένη Χριστὲ τὸ ἑκούσιον.
Ῥαδίως, τῷ Σταυρῷ σου γυναῖκες ῥωννύμεναι, τὰς κεφαλὰς
τῶν δρακόντων, ὥσπερ ἔφης Σῶτερ καταπατοῦσι, τῷ σῷ πόθῳ, τετρωμέναι καὶ θείῳ
σου ἔρωτι.
Θεοτοκίον
Ὅλην σε, περιστερὰν τελείαν καὶ ἄμωμον, καὶ
τηλαυγέστατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς εὑρὼν
σοι ἐσκήνωσεν.
Ἕτερος. Μαινομένην κλύδωνι.
Ἔζησας ὡς ἄσαρκος, τῶν Ἀγγέλων βίου ἀληθῶς, τὸ θανεῖν
δὲ ἤλεγξε σε φύσεως, οὖσα θνητῆς, καὶ σὺν Ἀγγέλοις ὁμόσκηνον.
Ὅλην ἀνατέθεικας, σεαυτὴν τῷ Πλάστῃ καὶ Κριτῇ, διὰ
τοῦτο κόσμον ἐγκατέλιπες, καὶ τῷ Σταυρῷ, τῷ τοῦ Χριστοῦ συνεσταύρωσαι.
Ὕλην τὴν τοῦ σώματος, προσλαβόντα τὸν Δημιουργόν,
προσεκύνεις θείοις ἐν μορφώμασι, δι’ ἃ δεκτόν, θῦμα Αὐτῷ προσενήνεξαι.
Θεοτοκίον.
Δῶρον ἐπουράνιον, ὁ Θεὸς Σὲ δέδωκεν ἐν γῇ, τῇ βροτείᾳ
φύσει Μητροπάρθενε, ἵνα ἡμᾶς, ἐκ γῆς ἀνάξης πρὸς Κύριον.
Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Τοῖς πόνοις ζωήν, τὴν
ἄπονον κεκλήρωσαι, τοῖς αἵμασι δέ, τὸν Λέοντα ἀπέπνιξας, τὸν ἐχθρὸν τὸν
βέβηλον, Ἐκκλησίας Χριστοῦ πανεύφημε, καὶ αὐτῷ συγχαίρουσα νῦν, δυσώπει
ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Θεοδοσίας τοὺς θείους πόνους, ποία γλῶσσα ἀνθρώπων, ἐξισχύσει
ποτέ, πρὸς ἔπαινον διηγήσασθαι; Ὅμως ἡμεῖς, οἱ λόγοις ἀχρεῖοι, καὶ ἡδονῶν
ἀτοπίαις δουλεύοντες, κατὰ δύναμιν ὑμνῆσαι, ταύτην προεθυμήθημεν, ἀσκήσει γὰρ
τὸ πρότερον, τὰ πάθη καταβαλοῦσα, καὶ ὕστερον διὰ κέρατος, τοῦ Μαρτυρίου τὸν
στέφανον κομισάμενη, σὺν ταῖς ἄνω χαίρει στρατιαῖς, τοὺς ἐκτελοῦντας, τὴν
μνήμην αὐτῆς σκέπουσα.
Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Θεοδοσίας, τῆς Κωνσταντινουπολιτίσσης καὶ τῶν
σὺν αὐτῆς.
Κέρας
κριοῦ κτεῖνάν σε, Θεοδοσία,
Ὤφθη
νέον σοι τῆς Ἀμαλθείας κέρας.
Αὗτη, κατήγετο ἀπὸ γονεῖς
περιβοήτους εἰς τὴν εὐσέβειαν, πλουσίους κατὰ πολύ. Ὅθεν καὶ ἡ Ἁγία, ἀπὸ μικρᾶς
ἡλικίας ἐπαιδεύθη ἐν εὐσεβείᾳ καὶ ἐν πάσῃ ἀρετῇ. Εἰς ἡλικίαν ἑπτὰ ἐτῶν ἐστερήθη
τὸν πατέρα της, ἡ μήτηρ της τὴν ἔκαμε καλογραίαν εἰς Μοναστήριόν τι τῆς
Κωνσταντινουπόλεως. Δὲν παρῆλθε πολὺς καιρός, καὶ ἀπέθανε καὶ ἠ μήτηρ της. Ἡ δὲ
Θεοδοσία τότε, ἐμοίρασεν ὅλα τὰ πλούτη εἰς τοὺς πτωχούς. Κατὰ τὴν ἐποχὴν τῆς
αἱρέσεως τῶν εἰκονομάχων, ἡ Ἁγία Θεοδοσία ἦτο ἡγουμένη τοῦ Μοναστηρίου της.
Βλέπουσα τὸν διωγμὸν κατὰ τῶν ἱερῶν Εἰκόνων καὶ αὐτὴ ἡ ἰδία ὑπερεμάχει τῆς
Ὀρθοδόξου πίστεως ως πρὸς τὸν σεβασμὸν τῶν ἱερῶν Εἰκόνων, καὶ τὰς ἄλλας
καλογραίας ἐνεθάῤῥυνεν εἰς τοῦτο. Κάποτε, ὁ σπαθάριος τοῦ εἰκονομάχου βασιλέως
Λέοντος τοῦ Ἰσαύρου, ἀνέβη εἰς κλίμακα ἵνα καταῤῥίψῃ τὴν περίφημον εἰκόνα
Χριστοῦ τοῦ Ἀντιφωνητοῦ, ἀνηρτημένην εἰς τὴν Χάλκην Πύλην. Ἡ Αγία, ἀφοῦ
παρέλαβε μεθ’ ἑαυτῆς καὶ ἄλλας μοναχάς, ἀφήρεσαν ἀτρόμητοι τὴν κλίμακα καὶ ὁ
ὑβριστὴς τῶν ἱερῶν Εἰκόνων, καταπεσών, ἐφονεύθη. Τὸ ἱερὸν τοῦτο ἀνδραγάθημα,
ἔφερεν αὐτὰς καὶ εἰς τὸ Μαρτύριον. Αἱ μοναχαί, ἀπεκεφαλίσθησαν ἀμέσως. Ἡ δὲ
Ἁγία Θεοδοσία, ὑποστᾶσα δεινὰ βασανιστήρια, ἐπνίγη μὲ ἕν κέρατον κριοῦ, τὸ
ὁποῖον της ἔχωσαν εἰς τὸ στόμα της.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς
Ἁγίας Μάρτυρος Θεοδοσίας, τῆς Τυρίας.
Πνίγει
θαλάσσης Θεοδοσίαν ὕδωρ,
Τρέφει
δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.
Αὕτη ἡ ἱερὰ καὶ Ἁγία κόρη,
Τυρία ἧν τὸ γένος. Ὀκτωκαιδέκατον δὲ ἄγουσα τῆς ἡλικίας ἔτος, συλλαμβάνεται ὑπὸ
τῶν εἰδωλολατρῶν, καὶ δεσμεῖται, μέλλουσα δίκας διδόναι, ὡς ὁμολογοῦσα τὸν
Θεόν. Ἄρτι γὰρ προκαθεζομένων τῶν δικαστῶν, ἤχθη Οὐρβανῷ τῷ ἄρχοντι, ὁ δὲ θύειν
τοῖς εἰδώλοις αὐτῇ προστάττει. Ἐπεὶ δὲ οὐκ ἐπείσθη, δεινὰς κατὰ τῶν πλευρῶν,
καὶ κατὰ τῶν μαζῶν ἐπιθεὶς αὐτῇ βασάνους, μέχρις ὀστέων αὐτῶν τε ἤδη καὶ τῶν
ἔσω σπλάγχνων ὁ ἀνήλεως ἐχώρει, ἐπιμόνως τὴν παῖδα ὁρῶν τιμωρουμένην, καὶ σιγῇ
τὰς βασάνους δεχομένην. Ἔτι δὲ αὐτὴν ἐμπνεύουσαν, ἠρώτα θύειν παρακελευόμενος.
Ἡ δέ, διάρασα τὸ στόμα, καὶ τοις ὀφθαλμοῖς ἀτενίσασα, ἐπιμειδιῶντι τῷ προσώπῳ: Τί
δὴ πλανᾶσαι, φησίν, ἄνθρωπε; Οὐκ οἶδας, ὅτι τῆς τοῦ Θεοῦ μαρτυρίας
κοινωνίας τυχεῖν ἠξιώθην; Ὁ δέ, ἐπεὶ συνεῖδεν ἑαυτὸν γελώμενον ὑπὸ τῆς
κόρης, μείζοσιν ἤ πρῶτον αἰκίζεται ταῖς βασάνοις. Εἶθ’ οὕτω τοῖς θαλαττίοις
ἀκοντίζει ῥεύμασιν, ἐν οἷς τὸ μακάριον τέλος ἐδέξατο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου
καὶ τῶν μαθητῶν αὐτοῦ.
Τὸν
Ὀλβιανὸν μάλα ὄλβιον λέγω,
Ὑπὲρ
Θεοῦ θανόντα τοῦ πανολβίου.
Ὃς ἦν ἐπὶ τῆς βασιλείας
Μαξιμιανοῦ, ἐν ὑπατείᾳ Ἀλεξάνδρου καὶ Μαξίμου, καὶ ἤχθη ἐπὶ Ἰουλίου καὶ
Αἰλιανοῦ, ἡγεμόνων τῆς Ἀσίας. Ὑπὸ τούτων δὲ ἐρωτώμενος, καὶ μὴ πειθόμενος
θῦσαι, γυμνοῦται τῶν ἱματίων, καὶ ὀβελίσκοις πεπυρακτωμένοις τὰ σπλάγχνα
διαπείρεται καὶ κατακαίεται, εἶτα φρουρεῖται. Καὶ εἰς δευτέραν ἐρώτησιν ἀχθείς,
καὶ μὴ ἐνδούς, γυμνοῦται, καὶ τὰς σάρκας ξέεται σφοδρῶς. Πυρᾶς δὲ ἐξαφθείσης
μεγίστης, καὶ εἰς ὕψος ἀρθείσης ἐπὶ πολύ, ἐν αὐτῇ ἀκοντίζεται, καὶ ἐν αὐτῇ τὸ
πνεῦμα τῷ Θεῷ παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ὁσίου Ἀλεξάνδρου Πάπα Ἀλεξανδρείας.
Σεπτὴν
τελευτὴν τὴν Ἀλεξάνδρου σέβω,
ὃν
οἶδα σεπτὸν τῆς Ἀλεξάνδρου Πάπαν.
Οὗτος, ἦτο κατὰ τοὺς
χρόνους Κωνσταντίνου τοῦ μεγάλου, ἐν ἔτει 320, πρὸ τῆς Οἰκουμενικῆς πρώτης
Συνόδου. Ἔγινε δὲ Πατριάρχης Ἀλεξανδρείας μετὰ τὸν Ἀχιλλᾶν. Οὗτος καὶ τὸν
δυσσεβῆ καὶ κακόφρονα Ἄρειον ἐδίωξε καὶ ἀπέβαλεν ἀπὸ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.
Διαλάμψας δὲ εἰς τὸν θρόνον χρόνους εἰκοσιτρεῖς, ἀφῆκε διάδοχόν του τὸν Μέγα
Ἀθανάσιον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀνὴρ καὶ ἡ τούτου Σύζυγος, ξύλοις τὰ ὀστᾶ
συντριβέντες, τελειοῦνται.
Τοῖς
ἀνδρὸς ὀστοῖς συγκατεθλάσθης, γύναι,
Κἀγὼ
σὸν ὀστοῦν, πρὸς τὸν ἄνδρα φαμένη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νάννος, ἤτοι Ἰωάννης, ὁ Θεσσαλονικεύς, ὁ ἐν
Σμύρνῃ μαρτυρήσας ἐν ἔτει 1802, ξίφει τελειοῦται.
Καὶ
ὁ Νάννος ὤφθη χαριτώνυμος νέος,
Μάρτυς
Κυρίου, ὦ ἄκρας εὐδοξίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς θλιβερῆς ἁλώσεως τῆς Βασιλίδος τῶν Πόλεων,
ἤτοι τῆς Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων· Σισινίου τοῦ διακόνου, Μαρτυρίου καὶ
Ἀλεξάνδρου, τῶν μαρτυρησάντων ἐν ἔτει 397 μ.Χ., ἐν τῷ Μεδιολάνῳ τῆς Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μαξιμίνου, ἐπισκόπου Τρεβήρων, πολεμίου τοῦ
ἁρειανισμοῦ, καὶ περιθάλψαντος κατὰ τὸν διωγμὸ αὐτοῦ τὸν Μέγα Ἀθανάσιο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀνδρέου τοῦ Ἀργέντη, τοῦ ἐκ Χίου καὶ ἐν
Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1465 μ. Χ.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ
Ἁγίου Νέου Ἱερομάρτυρος Εὐθυμίου, Ἐπισκόπου Ζήλων,
τοῦ ἐκ Παρακοίλων τῆς Λέσβου ὁρμωμένου, καὶ ἐν Ἀμασείᾳ τοῦ Πόντου, ὑπὸ τῶν
Ἀγαρηνῶν ἐν βαρυτάτῃ εἱρκτῇ ἐκλεισθέντος, μαρτυρικῶς τελειωθέντος, ἐν ἔτει
1921ῳ.
Ὁ
Εὐθύμιος ἐν εἱρκτῇ μαρτυρήσας,
Προσετέθη
χορείᾳ Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ διὰ Χριστὸν σαλλοῦ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἐθελμπέρτου τοῦ βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἱερεμίου τοῦ Δαμασκηνοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου, τῆς Ἐγγύησης τῶν
Ἀμαρτωλῶν, ἐν τῇ Ῥωσσίᾳ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ
Σὲ θεοσδότοις, κεκοσμημένην Μάρτυς κάλλεσι, πίστει
θεωροῦντες ὕμνοις εἰλικρινῶς, τῷ νυμφίῳ σου κραυγάζομεν· Εὐλογημένος εἶ ἐν τῷ
ναῷ, τῆς δόξης σου Κύριε.
Μετὰ παρθένων, λαμπαδηφόρος εἰς οὐράνιον, Μάρτυς νῦν
παστάδα χαίρουσα τῷ Χριστῷ, εἰσελήλυθας κραυγάζουσα· Εὐλογημένος εἶ ἐν τῷ ναῷ
τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Ἐπὶ τοῦ θρόνου, τοῦ ἐπηρμένου ὁ καθήμενος, θρόνον σε
ἐπὶ γῆς Παρθένε θεοπρεπῆ, εὑρηκὼς ἐπανεπαύσατο· Εὐλογημένη σὺ ἐν γυναιξί,
πανάμωμε Δέσποινα.
Ἕτερος. Ὁ ὑπερυψούμενος.
Ὁ Πλάστης τῆς κτίσεως, ἐξ ὀστέων ἔπλασε, τὸ θῆλυ
δεικνύμενος, ὡς δύναμιν ἔθηκε, καὶ φύσει ἀσθενούσῃ, πρὸς τοὺς ἄθλους
προσχωρούση.
Σὲ ὡς προστασίαν μου, εἰς Θεὸν προβάλλομαι, μὴ παύσῃ
πρεσβεύουσα, κινδύνων ῥυσθῆναί με, καὶ πάσης ἐπηρείας, τῶν ἐχθρῶν Θεοδοσία.
Ἰατρεῖον ἄμισθον, ὁ ναός σου πάνσεμνε, ἐδείχθη τοῖς
κάμνουσι, παντοίοις νοσήμασιν, εἰς ὃν προσπεφευγότες, ἀνυμνοῦμέν σε προθύμως.
Θεοτοκίον.
Νέον βρέφος ἔτεκες, τὸν Θεὸν τὸν ἄναρχον, Παρθένε
πανάμωμε, διό με γηράσαντα, παντοίαις ἁμαρτίαις, ἀνακαίνισον λιταῖς Σου.
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ.
Λυθεῖσα δεσμῶν τῶν τῆς σαρκός, Θεοδοσία
σεμνή, ἀνέπτης χαίρουσα, πρὸς φωτεινόμορφον θάλαμον, νυμφικῶς
περιχορεύουσα, καὶ μαρτυρίου φοινικῷ αἵματι στίλβουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα
ὑμνεῖτε τὸν Κύριον.
Παστάδα οὐράνιον οἰκεῖν, κατηξιώθης φαιδρῶς, Θεοδοσία σεμνή, διαιωνίζουσαν εὔκλειαν, εὑραμένη
παναοίδιμε, καὶ τῆς ἀνδρείας σου καρπὸν ὄντως πλουτήσασα· Εὐλογεῖτε, πάντα τὰ
ἔργα βοῶσα τὸν Κύριον.
Ὡράθης φερώνυμος σαφῶς, Θεοδοσία
σεμνή· Θεοῦ γὰρ δόσις ἡμῖν, ἀρίστη δέδοσαι πάνσοφε, δωρεῶν τῶν ὑπὲρ
ἔννοιαν, ἀναδιδοῦσα ποταμοὺς τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Κυρίως γεννήσασα Θεόν, κυρίως πάναγνε, Μήτηρ ἐδείχθης
Θεοῦ, ἐπαληθεύουσαν φέρουσα, καταλλήλως τῷ γεννήματι, θεωνυμίαν, οἱ πιστοί·
ὅθεν δοξάζομεν, Θεοτόκον, σὲ θεοφρόνως πανάμωμε Δέσποινα.
Ἕτερος. Σοὶ τῷ Παντουργῷ ἐν τῇ καμίνῳ.
Μέλισσα σοφή, Θεοδοσία ὤφθης,
συλοῦσα τὰ εὔοσμα, ἄνθη τοῦ μέλιτος, τὰς ἐναρέτους πράξεις, πάντων Ἁγίων, καὶ
ἀποτιθεῖσα, τῷ σίμβλῳ σῆς καρδίας.
Εὔας πτερνιστήν, σὺ ἐπτερνίσω Μάρτυς, σατὰν τὸν
πολέμιον, καὶ γὰρ κατέῤῥαξας, εἰς γῆν ἐξ ὕψους, ὡς ἀστραπὴν πεσόντα, σὺν τοῖς
διακόνοις, αὐτοῦ τοῖς ἐπαράτοις.
Λύχνον σοῖς ποσί, διακρατοῦσα Μάρτυς, καὶ φῶς ἐν ταῖς
τρίβοις σου, νόμον τὸν ἔνθεον, ἀπλανῶς ἦκες, εἰς Μονὰς οὐρανίους, ἐν αἷς
ἀπολαύεις, τὰς ἀμοιβὰς τῶν πόνων.
Τριαδικόν.
Ἕνα ἐν Τρισί, Θεὸν ὑμνῶ προσώποις, ἀμέριστον σύνθρονον,
καὶ συναΐδιον, Πατέρα Λόγον, καὶ Ἅγιον Πνεῦμα, ἐν μιᾷ Οὐσίᾳ, Θεότητι καὶ δόξῃ.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος
Λῦσον τὰς σειρᾶς τῶν πταισμάτων, τῶν εὐσεβῶς σε
ἀνυμνούντων, ταῖς σαῖς ἱκεσίαις θεόφρον, Θεοδοσία Μάρτυς
πανεύφημε, Θεῷ τῷ παντοκράτορι, παρισταμένη πανσεβάσμιε.
Εὔας τῆς προμήτορος πόθον, ἐπιτηδείως ἐκομίσω, νεύσει
πρὸς Θεὸν θεουμένη, καὶ γενομένη θείᾳ μεθέξει Θεός· διὸ σε παμμακάριστε, Θεοδοσία μακαρίζομεν.
Ὅλος γλυκασμὸς χρηματίζει, ὁ σὸς νυμφίος ἀθληφόρε, ὅλος
ψυχικὴ θυμηδία, Θεοδοσία Μάρτυς ὑπάρχει
Χριστός, οὗπερ νῦν ἀπολαύουσα, ταῖς σαῖς πρεσβείαις ἡμῶν μέμνησο.
Θεοτοκίον
Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα Λόγος, ἐν
σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ'
ἀληθείας Μητροπάρθενε.
Ἕτερος. Ἡσαΐα χόρευε.
Τῷ ἐλαίου κέρατι, βασιλεῖς, ἐχρίοντο τὸ πρίν,
λαμβάνοντες Θεοῦ, χάριν δαψιλῆ, ἐκ τούτου βασίλισσα, σὺ δὲ σεμνὴ κέχρισαι
καλῶς, ταύρου τῷ κέρατι, καὶ αἱμάτων προσχύσεσι.
Ἰσχυρῶς κατέῤῥαξας, παλαμναῖον, δράκοντα εἰς γῆν, τοῖς
ἄθλοις τοῖς σεπτοῖς, καὶ ἀσκητικοῖς, ἀγῶσί σου πάνσεμνε, διὸ Χριστῷ τῷ
Παμβασιλεῖ, νίκης τῷ στέμματι, κοσμουμένη νῦν παρίστασαι.
Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸ ἄκρον, πάντων ὀρεκτῶν,
ἰθύνασα σεμνή τούτῳ ἐντρυφᾶν, ἠξίωσαι χαίρουσα, διηνεκῶς ὦ παρεστῶσα νῦν,
καθικέτευε, σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Σωτηρίας ἤνεγκας, εἰς τὸν κόσμον, τέξασα Θεόν, τὸν
σώζοντα ἡμᾶς, ἐξ ἁμαρτιῶν, καὶ πάσης κολάσεως, Ἰησοῦς γὰρ ὄνομα Αὐτῷ, ὅθεν
κυρίως Σε, Θεοτόκον καταγγέλομεν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Μαρτύρων σεμνολόγημα, καὶ
Ἀθλοφόρων καύχημα, Θεοδοσία θεόφρον,
πρεσβεύουσα μὴ ἐλλίπῃς, Χριστῷ τῷ Ἀθλοθέτῃ σου, ὑπὲρ τῶν ἐκτελούντων νῦν, τὴν
φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, πανεύφημε Ἀθλοφόρε.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν
θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ
δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἐνέδειξε
Θεοτόκον.
Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἡλίου φαιδρότερον, ἡ
πανσεβάσμιος μνήμη, σήμερον ἐξέλαμψε, τῆς Ὁσιομάρτυρος, δεῦτε δράμωμεν, τὰ
πολλὰ θαύματα, καὶ τὰς ἀριστείας, καὶ τοὺς πόνους τῆς ἀσκήσεως, ἐγκωμιάζοντες,
καὶ τὸν διὰ κέρατος θάνατον, προθύμως ὃν ὑπέμεινας, ὑπὲρ τῆς Εἰκόνος τοῦ
Κτίσαντος, ταύτην συνελθόντες, ὑμνήσωμεν ἐν ᾄσμασι πιστοί, Θεοδοσίαν τὴν ἔνδοξον, καὶ ἀειμακάριστον. (Δίς)
Ἐπέλαμψε σήμερον, ἐαρινὴ
θυμηδία, τὰς ψυχὰς φωτίζουσα, καὶ σωμάτων κάκωσιν, ἀφανίζουσα, τὸ διπλοῦν ἔαρ
γάρ, τῆς Θεοδοσίας, νῦν ἡ μνήμη ἐξανέτειλεν,
δεῦτε συνδράμωμεν, οἱ κεκακωμένοι ταῖς θλίψεσι, καὶ νόσοις ἐκτρυχόμενοι, καὶ ἐκ
τῆς σοροῦ ἀπαντλήσωμεν, ἴασιν παντοίαν, δοξάζοντες Χριστὸν τὸν δι’ αὐτῆς,
ἐπιτελοῦντα θαυμάσια, ἐν πᾶσι τοῖς πέρασιν.
Γλυκὺ τὸ ποτήριον, τῆς τοῦ
Χριστοῦ μαρτυρίας, κᾂν ἄλλως σκευάζηται, ἐκ πασῶν τῶν θλίψεων, καὶ κακώσεων,
ἀλλ’ ἡ σὴ αἴσθησις, ὦ Θεοδοσία, ὑπερβάσα τὰ ὁρώμενα, καὶ τὰ κατ’ αἴσθησιν,
τούτου αἰσθομένη τοῦ ἔρωτος, ἡδέως τοῦτο ἔπιες, διὰ πικροτάτου τοῦ κέρατος,
ὅθεν συνελθόντες, τὴν μνήμην σου τελοῦντες οἱ πιστοί, καὶ ἱκετεύομεν πρέσβευε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Ὦ τῆς τοῦ Σταυροῦ σου
ἰσχύος Παντοδύναμε Κύριε, ὅτι τὸ πάθημα τοῦ θανάτου, ἐκ τῆς ἀσθενείας τῆς ἐμῆς
σαρκὸς καταδεξάμενος, τῇ τῆς Θεότητός σου δυνάμει, τὴν ἡμετέραν ἐνεδυνάμωσας
ἀσθένειαν. Καὶ γὰρ ὡς ὁ πάλαι Ἀδάμ, ὀστοῦν κραταιότητος, τῷ ἀσθενεστέρῳ σκεύει
δανείσας, σάρκα ταπεινὴν ἐδέξω ἀντ’ αὐτοῦ, διὸ καὶ ἁπαλῇ κόρη, κατὰ τοῦ
ἀρχεκάκου δράκοντος ἀνδριζομένη, καὶ τούτου τὴν ἀλαζονείαν καταπατήσασα,
δοξάζει Σε τὸν μόνον ἀγωνοθέτην, καὶ στεφοδότην Κύριον, τὸν παρέχοντα ταῖς
ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν
Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις
δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν
ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Δόσει λαμπρυνθεῖσα
παρθενικῇ, δόσιν εὐσεβείας διαυγάζεις ἀθλητικῶς, ὦ Θεοδοσία, Χριστοῦ
Παρθενομάρτυς· διὸ κἀμοὶ μετάδος, ἐκ τῶν σῶν δόσεων
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου