Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Ἀποστόλων Ἰάσωνος, Σωσιπάτρου καὶ Κερκύρας
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῶν
Ἀποστόλων γ'. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Πάντα κατελίπετε τερπνά,
Χριστὸν ἀγαπήσαντες, οὗ τὰς ψυχὰς ἐκολλήθητε, ὀπίσω ἔνδοξοι, ἴχνεσί τε τούτου,
πίστει προσηνέχθητε Ἰάσων καὶ Σωσίπατρε πάνσοφοι, ᾧ καὶ πρεσβεύετε, δωρηθῆναι
ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἰάσων
Σωσίπατρε ψυχήν, τὴν ἐμὴν φωτίσατε,
ἐσκοτισμένην ταῖς πάθεσιν, οἱ τὸν περίγειον, διδαχαῖς ἐνθέοις, κόσμον
καταλάμψαντες, καὶ σκότος τῶν εἰδώλων μειώσαντες, καὶ προσενέγκαντες, γένος
ἅπαν τὸ ἀνθρώπινον, σεσωσμένον, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Χριστὸς ὁ Θεὸς ὑμᾶς σοφοί, Ἰάσων Σωσίπατρε, τοὺς πλανωμένους ἀπέστειλεν,
ἀνακαλέσασθαι, καὶ πρὸς σωτηρίαν, πάντας καθωδήγησεν, ὑμῶν ταῖς θεοσόφοις
διδάγμασιν, ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ
μέγα ἔλεος.
Ἐκκλησίας διδάσκαλοι, τῆς
ἡμῶν πρώτως ὤφθησαν, Ἰάσων Σωσίπατρος οἱ
θαυμάσιοι, συγγενεῖς Παύλου γενόμενοι, καὶ Πνεύματος χάριτι, θεοπνεύστοις
διδαχαῖς, κατεφώτισαν ἅπαντας, ἐν ὀνόματι, τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦ Ἁγίου,
ῥείθροις Πνεύματος ἐνθέοις, θεογνωσίας βαπτίζοντες.
Κερκυλλῖνον ὡς τύραννον, ἐν
μυχοῖς βυθιζόμενον, θαλαττίοις σήμερον καθοράτωσαν, καὶ ἀνενδότως εἰς ἄβυσσον,
καταποντιζόμενον, καὶ στεῤῥῶς τῆς ἑαυτῶν, θαυμαζέτωσαν πίστεως, θείαν δύναμιν,
Κερκυραῖοι Θεῷ τε τρισαγίους, κοσμοκράτορι τοὺς ὕμνους, σὺν τοῖς αὐτόπταις
βοάτωσαν.
Γεηρᾶς ἀπολαύσεως, ἐβδελύξω
τὸ πρόσκαιρον, καὶ τρυφὴν ἀδάπανον τὴν οὐράνιον, θεοπρεπῶς κατεπόθησας, Κερκύρα καὶ χάριτι, τῇ παντοκρατορικῇ, τῶν εἰδώλων
τὸ φρύαγμα, κατηδάφισας, ἐν Πατρὶ τὸν Υἱόν τε καὶ τὸ Πνεῦμα, ἑνιαίᾳ τῇ οὐσίᾳ,
ἐν τοῖς ἀγῶσι κηρύξασα.
Δόξα. Ἦχος β΄.
Τοὺς θεοπνεύστους ποιμένας,
καὶ παρ’ ἡμῖν τῆς θεογνωσίας πρωτοκήρυκας, τοὺς φερωνύμους ἰατῆρας, καὶ τῇ
πατρίδι σωτῆρας, εὐχαρίστως μακαρίσωμεν, Ἰάσωνα πιστοὶ
καὶ Σωσίπατρον. Τοὺς τῆς πολυθεΐας
ἀναιρέτας, τὰς θεοφθόγγους τοῦ Πνεύματος σάλπιγγας, τοὺς Μωσαϊκῇ τῇ δυνάμει, ὡς
Φαραὼ τὸν πάλαι, ὑποβρύχιον πιστοῖς, τὸν τυραννοῦντα ἀναδείξαντας. Τοὺς ὄντως
ἡμῖν προορισθέντας προστάταις, ὡς ἐν ὕδασι θείοις ἡμᾶς ἀνακαινίσαντας, τοὺς
ὑπὲρ Κερκύρας σὺν Κερκύρᾳ, ἀδιαλείπτως
πρεσβεύοντας, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.
Εἶπε Κύριος πρὸς Μωϋσῆν:
Ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήσω τὸ ὕδωρ, καὶ
ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας. Ἐξέτεινε δὲ
Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ
χώρας. Οἱ δὲ Αἰγύπτιοι ἔφυγον ἀπὸ τὸ ὕδωρ. Καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους
εἰς μέσον τῆς θαλάσσης, καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς
ἀναβάτας, καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν εἰς τὴν
θάλασσαν, οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ
ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ
εὐωνύμων. Καὶ ἐῤῥύσατο Κύριος τὸν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν
Αἰγυπτίων, καὶ εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς
θαλάσσης. Εἶδε δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς
Αἰγυπτίοις, καὶ ἐφοβήθη ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ, καὶ Μωϋσῇ τῷ
θεράποντι αὐτοῦ.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.
Ἐξῆρε Μωσῆς τοὺς υἱοὺς
Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ. Καὶ
ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ, ὥστε πιεῖν. Ἦλθον
δὲ εἰς Μεῤῥάν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μεῤῥᾶς, πικρὸ γὰρ ἦν, διὰ τοῦτο
ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου· Πικρία. Καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ
Μωϋσῇ, λέγοντες: Τί πιόμεθα; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, καὶ ἔδειξεν
αὐτῷ Κύριος ξύλον, καὶ ἀνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη. Καὶ ἦλθον εἰς
Αἰλείμ. Καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων.
Ἀριθμῶν τὸ Ἀνάγνωσμα.
Εἶπε Κύριος πρὸς Μωϋσῆν:
Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς σὺ αὐτὸς οἶδας,
ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς εἰς
τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ, καὶ καταβήσομαι καὶ
λαλήσω ἐκεῖ μετὰ σοῦ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ’
αὐτούς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ. Καὶ ἐξῆλθε Μωϋσῆς, καὶ
ἐλάλησε πρὸς τὸν λαὸν τὰ ῥήματα Κυρίου. Καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ
τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς. Καὶ κατέβη
Κύριος ἐν νεφέλῃ καὶ ἐλάλησε πρὸς αὐτόν, καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ
ἐπ’ αὐτῷ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους. Ὡς δὲ
ἐπανεπαύσατο ἐπ’ αὐτοὺς τὸ πνεῦμα, καὶ προεφήτευσαν, καὶ οὐκ ἔτι προσέθεντο.
Καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ· ὄνομα τῷ ἑνὶ Ἐλδάδ, καὶ ὄνομα τῷ
δευτέρῳ Μωδάδ. Καὶ ἐπανεπαύσατο ἐπ’ αὐτοὺς τὸ πνεῦμα καὶ οὗτοι ἦσαν τῶν
καταγεγραμμένων καὶ οὐκ ἦλθον εἰς τὴν σκηνήν, καὶ προεφήτευσαν ἐν τῇ παρεμβολῇ.
Καὶ προσδραμὼν ὁ νεανίσκος, ἀπήγγειλε τῷ Μωϋσῇ, καὶ εἶπεν αὐτῷ, λέγων: Ἐλδὰδ
καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ. Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυή, ὁ παρεστηκὼς
Μωσεῖ, ὁ ἐκλεκτὸς αὐτοῦ, εἶπε: Κύριε Μωϋσῇ, κώλυσον αὐτούς. Καὶ εἶπεν αὐτῷ
Μωϋσῆς: Μὴ ζηλοῖς σύ μοι; Καὶ τὶς δώη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ
Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς; Καὶ ἀπῆλθε Μωϋσῆς εἰς τὴν παρεμβολὴν αὐτὸς
καὶ οἱ πρεσβύτεροι Ἰσραήλ.
Λιτή. Ἦχος β΄.
Τοὺς ἐν Κερκύρᾳ ποιμένας,
καὶ τοῦ Εὐαγγελίου θείους κήρυκας, Ἰάσωνα καὶ
Σωσίπατρον, τοὺς ἱεροὺς τοῦ Σωτῆρος
Ἀποστόλους, δουλικῶς ἀνευφημήσωμεν. Καὶ πόθῳ τὰ αὐτῶν τίμια περιπτυσσώμεθα
λείψανα, ἐν κατανύξει βοῶντες· Κύριε πρεσβείαις αὐτῶν τὴν πόλιν σου διαφύλαττε,
καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. β΄.
Ἡ πάνσεπτος τῶν ἱερῶν τοῦ
Χριστοῦ, ἐπεδήμησεν ἑορτὴ ἡμῖν τοῖς Κερκυραίοις, διὸ συνελθόντες χαρμοσύνως
τούτους προσείπωμεν· Ἰάσων στεῤῥέ, Σωσίπατρε κλεινέ, σὺν τῇ ἐνδόξῳ καὶ θεοσεβεῖ Κερκύρᾳ, πάρεστε μέσον ἡμῶν ἀοράτως. Καὶ
ἀπωθοῦντες τὰ σκάνδαλα πάντα, καταξιώσατε ἡμᾶς βαθείας εἰρήνης. Καὶ γὰρ ὡς
πολιούχους ἡμῶν, καὶ ἐξαιρέτους μύστας, προβαλλόμεθα πρὸς Κύριον.
Ἦχος πλ. δ΄.
Πάλαι μὲν αἱ παλάμαι
Μωσέως, τοῖς τοῦ Ἰωσὴφ ὀστέοις, ὡς ταῦτα βαστάζουσαι, μείζονος δόξης ἠξιώθησαν.
Πρέπει γὰρ τὰ ἅγια τοῖς ἁγίοις, καὶ τῷ καθαρῷ τὸν καθαρὸν ὡς θέμις ἐφάπτεσθαι,
ἐγὼ δὲ τίς εἰμι Κύριε; Καὶ τίς ἡ περὶ ἐμὲ πολλή σου μακροθυμία; Οὐ γὰρ
καταφλέγομαι φέρων, χερσὶν ἀνάγνοις τοσοῦτον εἰλικρινῆ θησαυρόν. Θησαυρὸς γὰρ
θαυμάτων τὰ λείψανα, τῶν τῆς Κερκύρας Ἀποστόλων, Σωσιπάτρου
καὶ Ἰάσωνος, καὶ πηγὴ ἀνεξάντλητος.
Διό σε ἱκετεύω ὁ ἀχρεῖος δοῦλός σου φιλάνθρωπε: φρούρησον, ἁγίασον καὶ ποιμένα
καὶ ποίμνιον, τοὺς ἐκ πόθου ἑορτάζοντας, τὸ φωταυγὲς μνημόσυνον τῶν πολιούχων
ἡμῶν.
Ὁ αὐτός.
Μετὰ τὸ κληθῆναί σε πρὸς
πίστιν τὴν σωτήριον, τῆς ἐκλογῆς σκεῦος Παῦλε, τοῦ καθοδηγῆσαι ἔθνη Θεὸν μὴ
εἰδότα πρὸς θεογνωσίαν, τότε καὶ ξυνωρὶς οὐρανόθεν, συνήρμοσταί σοι Ἀποστόλων
ὁμότροπος, Ἰάσων ὁμοῦ καὶ Σωσίπατρος. Οἳ ἐν Κερκύρᾳ τὸ πνεῦμα τὸ ἅγιον
δεδηλωκότες, καὶ δι’ αὐτοῦ ἡμῖν, τὸ τῆς σεπτῆς Τριάδος σέβας διατάξαντες, υἱοὺς
ἀνέδειξαν τῆς Βασιλείας τῶν Οὐρανῶν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Πανυπέρλαμπρος ἡμέρα καὶ
χαρμόσυνος, τοῖς Κερκυραίοις ὤφθη τὰ νῦν ἡ πανήγυρις. Ἰάσων
ἀδελφοὶ καὶ Σωσίπατρος, ἡμᾶς τὴν
ἀμώμητον τοῦ Χριστοῦ, οἰκονομίαν ἐμύησαν ᾄδοντες· Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Εἰς τὸν Στίχον. Πρῶτον τὸ ἀναστάσιμον τοῦ τυχόντος ἤχου, εἶτα τὰ παρόντα προσόμοια τῶν Ἁγίων. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ἐν οὐρανίοις θαλάμοις περιπολεύοντες, φρουρήσατε Ἰάσων, καὶ Σωσίπατρε πάντας, τοὺς νῦν τὴν ὑμῶν μνήμην περιχαρῶς, ἐκτελοῦντας Ἀπόστολοι, καὶ τὴν ἡμῶν πολιτείαν ἐπιδρομῆς, ἀλλοφύλων ἐκλυτρώσαθε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἀγαλλιάσθωσαν πάντες συνευφραινέσθωσαν, οἱ Κερκυραίων παῖδες, ἐν τῇ μνήμῃ Κερκύρας, αὐτῶν τῆς βασιλίδος τῆς ἀκραιφνῶν, τὸ Χριστώνυμον κήρυγμα, τοῦ Σωσιπάτρου λαβούσης πανευσεβῶς, Ἰάσωνός τε διδάγματα.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τοὺς Κερκυραίων πρωτάθλους καὶ συμπολίτας ἡμῶν, τοὺς πρωτομύστας πάντων, τῶν ἐν πόλει Κερκύρᾳ, Μαρσάλιον τὸν θεῖον Εὐφράσιον νῦν, Σατορνῖνον Μαμμῖνόν τε, Ἰανουάριον πάντες Φαυστιανόν, Ἰακίσχολον τιμήσωμεν.
Δόξα. Ἦχος γ΄.
Μέγα ἦν κατιδεῖν, τὸν Σεβαστιανοῦ παῖδα ἐκ νεκρῶν ἀνιστάμενον, καὶ Κερκυραίων δῆμον τὴν ἐιδωλομανίαν ἀποθέμενον. Τότε
μετεβλήθη ἡ πολυθεΐα εἰς πίστιν τὴν εἰς ἕνα Θεόν. Καὶ σὺν τῷ βασιλεῖ διεσώζοντο
οἱ ἐν Κερκύρα πάντες, βαπτιζόμενοι οὐκ ἐν ὕδασι πνιγηροῖς, μετὰ Κερκυλλίνου τοῦ
παράφρονος, ἀλλ’ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί. Ὢ φρικτῆς ἀναγεννήσεως, ὦ θείας
μεταμορφώσεως, οὐκ ἔτι τὸ πῦρ καταναλίσκον ἦν, τῶν τυραννούντων εἰς τιμωρίαν,
ἀλλὰ φῶς θεολογούντων εἰς σωτηρίαν. Εἱρκταὶ ἠνοίγοντο, καὶ δεσμὰ διελύοντο, καὶ
μακάριος ὃς ἂν ὁμολογήσῃ Θεὸν σεσαρκωμένον, τὸν ἤδη βλασφημούμενον. Μεγάλη Σου
τῶν Ἀποστόλων Κύριε ἡ δύναμις.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῶν Ἀποστόλων.
Ἀπόστολοι Ἅγιοι Ἰάσων καὶ Σωσίπατρε,
πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχη ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Τῆς Ἁγίας. Ἦχος α΄.
Ἐν Κερκύρᾳ Κερκύρα ὄντως ὤφθης πολύαθλος, καὶ τερατουργοῦσα
παρθένος, τὸν δρόμον Μάρτυς τετέλεκας, πατέρα ἀπηρνήσω δυσσεβῆ, καὶ ἄλλον σοι
ἐκτήσω τὸν Χριστόν, καὶ Κερκυραίων πλείστους, πρὸς ἀληθῆ σοφίαν, εἵλκυσας τῇ
πίστει σου· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ
ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Συνέλθωμεν νυνί, Κερκυραίων
ὁ δῆμος, ὡς ὄντες ὁπαδοί, συγγενῶν τῶν τοῦ Παύλου, αὐτοῖς τε ἐκτελέσωμεν, τὴν
ἡμέραν ἑόρτιον, καὶ γὰρ ἅπαντες, καθηγητὰς τούτους ἴσμεν, ὡς ζωγρήσαντας,
σωτηριώδη πρὸς πίστιν, ἡμᾶς τῷ βαπτίσματι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Νῦν Κερκύραν ἐν ὕμνοις περιχαρῶς, ὥσπερ ἄνθεσι στέψωμεν μυστικοῖς,
τοῖς πᾶσιν ἐκλάμψασαν, παρθενίας λαμπρότησιν, Ἀιθίοπός τε κῶμον, εἰς σύνεσιν
τρέψασαν, καὶ τοῦ πυρὸς ἐν μέσῳ, ὑπάρξασαν ἄφλεκτον, καὶ ἐπὶ τοῦ ξύλου
κρεμασθεῖσαν γενναίως, καπνοῦ τε πρὸς βάσανον, πνιγηροῦ καρτερώτατα, μέχρι
τέλους ἐμμείνασαν, καὶ πρεσβεύουσαν Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην αὐτῆς.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θαῦμα μέγιστον, πῶς
μετεβλήθη, λαὸς ἄπιστος, εἰς πίστιν θείαν, καὶ τῶν εἰδώλων καθαιρέτης
γενόμενος, ναοὺς εἰς δόξαν Θεοῦ ἀνεδείματο, ταῖς διδαχαῖς τοῦ ἐνθέου Ἰάσωνος, Σωσιπάτρου τε,
διὸ ἐν πίστει Χριστὸν μεγαλύνοντες, τὴν ὑμῶν μνήμην τιμῶμεν Ἀπόστολοι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ ἀναβαθμοί,
τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον,
κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει... Ζήτει Νοεμβρίου Η΄.
Ἀνάστασιν Χριστοῦ
θεασάμενοι...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ
Τάφου...
Εἶτα, οἱ
κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων β΄.
Ὁ α΄ κανών.
ᾨδὴ α' Ἦχος β'. Δεῦτε λαοὶ
Τῷ τοῦ Χριστοῦ, βήματι νῦν
παριστάμενοι, μνείαν ἡμῶν Ἀπόστολοι, ποιεῖσθε πάντοτε, τῶν ὑμᾶς εὐφημούντων·
ἐλάβετε γὰρ χάριν, πρεσβεύειν ὑπὲρ ἡμῶν.
Δυὰς σεπτή, τῶν Ἀποστόλων
αἰτήσασθε, Χριστὸν τον πανοικτίρμονα, χάριν δοθῆναί μοι, τοῦ ἡμᾶς εὐφημῆσαι,
καὶ μέλψαι τοὺς ἀγῶνας, ὑμῶν πανόλβιοι.
Μύσται Χριστοῦ, Ἰάσων ὦ Παμμακάριστε, καὶ πάνσοφε Σωσίπατρε, τοὺς τὴν σεπτὴν ὑμῶν, ἑορτάζοντας
μνήμην, παντοίων ἐκ κινδύνων, ἀπολυτρώσασθε.
Θεοτοκίον
Χαῖρε σεμνή, τῶν δωρημάτων
ἡ ἄβυσσος, χαῖρε λιμὴν ἀχείμαστε, χαῖρε ὀχύρωμα, τῆς ἡμῶν σωτηρίας, Παρθένε
Θεοτόκε, μόνη πανύμνητε.
Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Τοιάδε Νικολέως Βούλγαρις ᾖδε Φαίαξ.
ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Τερατουργίαις φωτισθεῖσα σήμερον ἡ Κερκυραίων πληθύς,
ταῖς τῶν Ἀποστόλων, ᾠδὴν χαριστήριον, Κυρίῳ προεξάρξωμεν, καὶ γὰρ πλάνης
εἰδώλων, τῆς ὀλεθρίου ἐῤῥύσθημεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντες.
Οἱ ἐν Κερκύρᾳ συνηγμένοι σήμερον Κερκύρας παῖδες
σεπτῶς, τὴν Κερκύρας μνήμην, φαιδρῶς
ἑορτάσωμεν, Κερκύρα γὰρ κατήσχυνε, βασιλέως Κερκύρας, εἰ καὶ πατρὸς τὸ
πολύθεον, ᾆσμα τῷ Θεῷ ἀναμέλπουσα.
Τριαδικόν.
Ἰάσων σέβειν σὺν Πατρὶ καὶ Πνεύματι προσωπικῶς τὸν Υἱόν,
οὐσιωδῶς μίαν, φύσιν ἀδιαίρετον, φύσιν ἀκατανόητον, πάντας τοὺς ἐν Κερκύρᾳ, Σωσίπατρός τε ἐδόξασαν, ᾆσμα τὸ Θεῷ ἀναμέλποντας.
Θεοτοκίον
Ἀπειρογάμως συλλαβοῦσαν Δέσποινα πάντες πιστεύομεν, Σοῦ
τὴν θείαν μήτραν, καὶ σαρκὶ τὸν ἄσαρκον, ἀνερμηνεύτως τέξασαν, Σωσιπάτρου τοῦ θείου, Ἰάσωνός
τε τοῖς ἴχνεσιν, ἐπακολουθοῦντες πανάχραντε.
ᾨδὴ γ'. Στερέωσον ἡμᾶς
Τοῦ Παύλου φοιτηταί, σοφοὶ
γενόμενοι, κατ' ἴχνος ἐκείνου τε πορευθέντες διεδράμετε τὰ σύμπαντα, τὸν
σωτήριον λόγον καταγγέλλοντες.
Ὡς θεῖοι ποταμοί, σοφίας
ἔνδοξοι, ναμάτων πληροῦτε τῶν σωτηρίων, Ἐκκλησίας τὰ συστήματα, ἐκ πηγῶν
σωτηρίου ῥεῖθρα βλύζοντες.
Παντοίων ἀναγκῶν, καὶ
περιστάσεων, τοῦ βίου πρεσβείαις ὑμῶν ἁγίαις, θεοφόροι κυβερνήσατε, τοὺς ὑμᾶς
νῦν τιμῶντας διασῴζοντες.
Θεοτοκίον
Ὁ κλίνας οὐρανούς, τῇ ὑπὲρ
ἔννοιαν, κενώσει τὴν σάρκα ἐκ σοῦ πτωχεύει, προσλαβόμενος Θεόνυμφε, καὶ τὸν
κόσμον πλουτίζει τῇ Θεότητι.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Δαιμονικῶν μεθοδειῶν, παγίσι πολυθεΐας, τοὺς πρὶν ἡμᾶς
οἰκτρῶς ἐνειλημμένους, ἠλευθέρωσε Θεός, ὁ πάντων προνοοῦμενος, διδασκαλίαις
θείαις, ὑμῶν Ἀπόστολοι πάνσοφοι.
Ἐκ σοῦ ἐγνώρισται ἡμῖν, τῆς σωτηρίας ἡ τρίβος, ἀπαρχὴ
γὰρ τῆς πατρίδος ἐγένου, ὦ Κερκύρα βασιλίς,
καὶ ποδηγὸς σωτήριος, δεῖγμα λιποῦσα πᾶσι, σὴν ὑπὲρ νοῦν καρτερότητα.
Νῦν ὑμνῶ Λόγον γεννητόν, νῦν ἄναρχον τὸν Πατέρα,
ἐκπορευτὸν τὸ πανάγιον Πνεῦμα, χαρακτῆρσιν ἐν τρισίν, ἀμέριστον θεότητα, ὥς μοι
Ἰάσων πάλαι, Σωσίπατρός
τε ἐκήρυξαν.
Θεοτοκίον
Ἴσθι τεκοῦσαν ἀληθῶς, Μαρίαν δυσὶν οὐσίαις, ἐν μιᾷ δὲ
ὑποστάσει τὸν ἕνα, Υἱὸν Λόγον τοῦ Θεοῦ, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ὡς οἱ κλεινοὶ
θεόπται, Πνεύματι θείῳ ἐθέσπισαν.
Κοντάκιον τῆς ἑορτῆς.
Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ
Ἰάσονα πιστοί, καὶ Σωσίπατρον ὕμνοις,
ὡς μύστας ἱερούς, τῆς Ἁγίας Τριάδος, καὶ κήρυκας τῆς Πίστεως, ἐπαξίως
τιμήσωμεν, ὅπως λάβωμεν, ταῖς παρακλήσεσι τούτων, πάντες ἔλεος, καὶ χάριν
εὕρωμεν θείαν, εἰς εὔκαιρον βοήθειαν.
Καὶ τῆς Ἑορτῆς
ᾨδὴ δ'. Εἰσακήκοα Κύριε
Τοῦ Χριστοῦ τῷ ὀνόματι,
θαυματουργοί, τελοῦντες τὰς ἰάσεις, πρὸς Θεοῦ τὴν πίστιν λαοὺς εἱλκύσατε.
Καὶ ποιμαίνειν Μακάριοι,
καὶ ὁδηγεῖν, ὑμᾶς καὶ μετὰ τέλος, τὸ μικρὸν πιστεύομεν τοῦτο ποίμνιον.
Συγγενόμενοι ἔνδοξοι,
πνευματικῶς, πρεσβείας συμπολίταις, τὰς χρηστὰς φιλίας νόμῳ παράσχοιτε
Θεοτοκίον
Ταῖς πρεσβείαις δεόμεθα,
τῆς σὲ σαρκί, Τεκούσης Θεοῦ Λόγε, τῷ λαῷ σου δώρησαι τὰ ἐλέη σου.
Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
Καταβαλών, σῶν μαθητῶν τοῖς διδάγμασιν, ἐν Κερκύρᾳ,
πᾶσαν κατηδάφισας, δαιμονικὴν πλάνη τοῦ ἐχθροῦ, καὶ θεογνωσίας, τοῦ ὕψους
πάντας ἠξίωσας, διό σε ὡς Σωτῆρα, καὶ Δεσπότην ὑμνοῦμεν, προσκυνοῦντες τὴν σὴν
συγκατάβασιν.
Ὅλη Θεοῦ, σκεῦος Κερκύρα γεγένησαι,
τοῦ δι’ οἶκτον, ὅλον τὸν ἀνθρώπινον, ἀναλαβόντος δημιουργοῦ, ὅθεν τὰς εἰδώλων,
θυσίας καὶ τὴν δυσσέβειαν, ἀπώσω τὴν πατρώαν, καὶ προείλου προθύμως, συνθανεῖν
τῷ Χριστῷ καὶ ζῆν ἄληκτα.
Τριαδικόν.
Λέγω σε φῶς, ἄδυτον ἕν καὶ τρισήλιον, ὡς οὐσίαν μίαν
παντεπίσκοπον, προσκυνουμένην μορφῇ τριττῇ, τὴν καὶ ἀπροσίτως, πάντα βροτὸν
καταυγάζουσαν, ἐρχόμενον εἰς κόσμον, Σωσιπάτρου ὑπείκων,
καὶ Ἰάσωνος θείοις διδάγμασι.
Θεοτοκίον
Ἕνα μορφῇ, τῇ βροτησίᾳ σε τέξασαν, τῆς Τριάδος, τὸν καὶ
ταύτην σώσαντα, Κόρη φθορᾶς τῆς σατανικῆς, καθομολογοῦμεν, τῆς πρὶν ἀπάτης τὸν
καύσωνα, ἀπώσαντες ἐνθέως, διὰ τῶν Ἀποστόλων, τῇ μεθέξει τοῦ θείου βαπτίσματος.
ᾨδὴ ε'. Ὁ τοῦ φωτὸς χορηγός
Ἱερουργοὶ τοῦ Χριστοῦ, τῶν
μυστηρίων εὐκλεεῖς ὤφθητε, καὶ κοινωνοί, σοφοὶ τῶν ἐκείνου, ἁγίων τε παθῶν· διὸ
ἐπαξίως, ἀεὶ μακαρίζεσθε.
Ὡς οὐρανοὶ λογικοί, ταῖς
ἐπὶ γῆς τὴν τοῦ Θεοῦ, Ἅγιοι, δόξαν τρανῶς, φθεγγόμενοι ζόφον, ἐξήρατε δεινόν,
καὶ θεογνωσίας, τὸν κόσμον ἐπλήσατε.
Ταῖς ἱκεσίαις τῶν σῶν,
ἱερωτάτων μαθητῶν Κύριε, σῶσον ἡμᾶς· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς, καὶ
φόβῳ σε πάντες, ὑμνοῦντες δοξάζομεν.
Θεοτοκίον
Ἐν γενεαῖς γενεῶν,
εὐλογημένη καὶ ἁγνὴ πέφυκας, ὡς τὴν ἀράν, τῷ θείῳ σου τόκῳ, νεκρώσασα τὸ τῷ
πρίν, καὶ τὴν εὐλογίαν, κόσμῳ πηγάσασα.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ὡς Θεὸν ἐγνωκότες, σήμερον ὑπέρλαμπρον, φωτοειδέστατον,
μνήμην τὴν ἁγίαν, τῶν σοφῶν Ἀποστόλων τελέσωμεν, ὡς ἀξιωθέντες, θεοσεβοῦς
χάριτος πάντες, ταῖς αὐτῶν ἱεραῖς εἰσηγήσεσι.
Σωτηρίας Κερκύρα, Κερκυραίοις πρόξενος ὤφθης πανεύφημε,
ἔρωτι τρωθεῖσα, γλυκυτάτῳ τοῦ ὄντως νυμφίου σου, ἀῤῥαγεῖ τε γνώμῃ, καὶ ἀνδρικῇ
τῇ καρτερίᾳ, πατρικὴν ἀφροσύνην ἐλέγξασα.
Τριαδικόν.
Βασιλείας ἀνάρχου, ἄτμητον ἀσύγχυτον, καὶ ἀδιαίρετον,
σέβω τὴν οὐσίαν, προσκυνῶν ἐν τρισὶν ὑποστάσεσι, ταύτῃ τε λατρεύων, Πατέρα,
Λόγον, καὶ τὸ Πνεῦμα, καὶ ἑνοῦν καὶ μερίζει οὐ δέδοικα.
Θεοτοκίον
Ὁ προγνούς Σε δοχεῖον, πάντων καθαρώτατον, Σοὶ
ἐνεσκήνωσε, σαρκωθεὶς ἐκ μήτρας, ἀπειράνδρου τῆς Σῆς παναμώμητε, ἀρχὴν εἰληφώς
τε, καί περ ἀνάρχῳ θείᾳ φύσει, ἐκ Πατρὸς πρὸ αἰώνων γεγέννηται.
ᾨδὴ ς'. Ἄβυσσος ἁμαρτημάτων
Ὅπλον σε οἱ θεηγόροι,
Ἀπόστολοι κεκτημένοι, τὴν τῶν ἐναντίων εὐσθενῶς, παράταξιν ἔτρεψαν, ὡς ἄριστοι,
στρατιῶταί σου Λόγε.
Ἐκράτυναν τὴν Ἐκκλησίαν, Σωσίπατρος καὶ Ἰάσων,
ἱερολογίαις ἱεραῖς, ὡς ἔνθεοι ῥήτορες καὶ κήρυκες, καὶ Θεοῦ Ἱεράρχαι.
Ἐκύκλωσαν ἡμᾶς ἀνάγκαι, καὶ
θλίψεις δι' ἁμαρτίαν, ἀλλὰ παρακλήσεσι σεπταῖς, τῶν Ἀποστόλων σου, ἐλέησον ὁ
Θεὸς τοὺς σοὺς δούλους.
Θεοτοκίον
Μακάριος ὁ σὲ γινώσκων,
λαὸς ἁγνὴ Θεοτόκε· ἐν γὰρ τοῦ Υἱοῦ σου τῷ φωτί, πᾶς τις πορεύεται, σῳζόμενος,
εἰς αἰῶνας αἰώνων.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ὕψους σοφίας ἡμῖν, τοῖς Κερκυραίοις ἐξέχεεν, ὁ ὕψιστος
δαψιλῶς, καὶ φάρυγγος δράκοντος, τῇ πίστει ἐξέλκυσε, τοῦ θανατηφόρου, χάριν
ἄφθονον δωρούμενος.
Λύσασα κράτος ἐχθρῶν, εἰδώλων τε τὸ πολύθεον, Κερκύρα παντουργικῇ, δυνάμει τοῦ Πνεύματος,
βασιλείαν ἄφθαρτον, ἀντὶ τῆς προσκαίρου, ἐκληρώσω δι’ ἀθλήσεως.
Τριαδικόν.
Γεννᾷ Πατὴρ τὸν Υἱόν, ὁμοῦ καὶ Πνεῦμα συνάναρχον,
ἐκπορευτῶς δι’ Υἱοῦ, προβάλλων οὐ παύεται, ὡς ὢν πηγὴν γόνιμος, τῶν
προβαλλομένων, κατ’ ἐκπόρευσιν καὶ γέννησιν.
Θεοτοκίον
Ἀρτίως ἔγνω κευθμών, ὁ τῶν νεκρῶν ὂν προέγνωσαν,
ἐξαναστάντα γραφαῖς, Προφῆται πανάμωμε, καὶ λάτρις ἐγένετο, Σοῦ Υἱοῦ ὡς ἔφη,
σὺν Ἰάσωνι Σωσίπατρος.
Κοντάκιον. Τῆς Ἁγίας. Ἦχος δ΄. Ἐπεφάνης σήμερον
Βασιλείας ἔτυχες,
ἐπουρανίου, τὰ τῆς γῆς βασίλεια, περιφρονήσασα στεῤῥῶς, Κερκύρας ἄνασσα πάνσεμνε, Παρθενομάρτυς, Κερκύρα πολύαθλε.
Ἕτερον. Τῶν Ἁγίων. Ἦχος β'. Χειρόγραφον εἰκόνα
Ταῖς δόγμασι τοῦ Παύλου
καταυγασθέντες, γεγόνατε φωστῆρες τῆς οἰκουμένης, τρισμακάριοι· καταυγάζετε γὰρ
ἀεὶ κόσμον θαύμασιν, Ἰάσων, ἡ πηγὴ τῶν
ἰαμάτων, Σωσίπατρε, Χριστοῦ Μαρτύρων κλέος,
Ἀπόστολοι θεοφόροι, προστάται τῶν ἐν ἀνάγκαις, καθικετεύσατε Θεῷ, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Ὁ Οἶκος
Ἀπόστολοι θεηγόροι, καὶ
κήρυκες εὐσεβείας, διδάσκαλοι καὶ προστάται εὐσεβούντων ἀεισέβαστοι,
παρεστηκότες Θεῷ, καὶ φωτὸς θείου πληρούμενοι, καὶ στεφάνοις ἐγκοσμούμενοι,
φωτίσατε ἡμᾶς δεόμεθα, γεραίρειν τὴν ὑμῶν πανέορτον πανήγυριν, ἐν εὐφήμοις
ὑμνῳδίαις εὐσεβῶς· πάντες γὰρ ἐσμεν ποίμνιον ὑμῶν, λυτρωθέντες τῆς πλάνης ἐν
χάριτι, ἀλλ' ὡς ὄντες σωτῆρες τῶν πιστῶν, σπεύσατε πρὸς τὸν Κτίστην, πρεσβεύειν
παῤῥησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Συναξάριον
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος
καὶ Σωσιπάτρου.
Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας,
Ἀλλ' εὗρεν ἄλλην μὴ πέρας κεκτημένην.
Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις
Σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ.
Εἰκάδι ἀμφ' ἐνάτῃ Ἰάσων ἀπεβήσατο
γαίης.
Τούτων ὁ μὲν Ἰάσων Ταρσεὺς
ἦν, ὃς καὶ πρῶτος ἐκεῖθεν ζωγρεῖται πρὸς τὴν εὐσέβειαν. Σωσίπατρος δέ, ἐξ
Ἀχαΐας ὁρμώμενος, μετὰ τοῦτον τὴν εἰς Χριστὸν πίστιν ἐδέξατο. Ἀμφότεροι δὲ
μαθηταὶ χρηματίσαντες Παύλου τοῦ Ἀποστόλου, ὁ μὲν Ἰάσων τῆς ἰδίας πόλεως
διδάσκαλος καθίσταται· ὁ δὲ Σωσίπατρος τῆς Ἰκονιέων Ἐκκλησίας τοὺς οἴακας
δέχεται. Οὗτοι τὰς Ἐκκλησίας αὐτῶν καλῶς ποιμάναντες, τὰ ἑσπέρια
καταλαμβάνουσι. Καὶ τῇ Κερκυραίων ἐπιδημήσαντες νήσῳ, ναὸν περικαλλῆ
ἀνεγείρουσι Στεφάνῳ τῷ πρωτομάρτυρι, ἔνθα τῷ Θεῷ λειτουργοῦντες, πολλοὺς πρὸς
τὴν εἰς Χριστὸν ἐπεσπάσαντο πίστιν. Διαβληθέντες δὲ Κερκυλλίνῳ τῷ βασιλεῖ,
φρουρᾷ ἐγκλείονται, ἐν ᾗ ἑπτὰ λήσταρχοι ὑπῆρχον ἐγκεκλεισμένοι, ὧν αἱ
προσηγορίαις εἰσὶν αὗται· Σατορνίνος,
Ἰακίσχολος, Φαυστιανός, Ἰανουάριος, Μαρσάλιος, Εὐφράσιος καὶ Μαμμῖνος, οὕς, δι’
ὧν εἶπον καὶ ἐποίησαν, πρὸς τὴν εἰς Χριστὸν μετήνεγκαν πίστιν, πρόβατα ἀντὶ
λύκων ἐργασάμενοι. Οἵτινες μετὰ ταῦτα ἐν λέβησι πεπληρωμένοις πίσσης καὶ θείου
καὶ κηροῦ βληθέντες, τοὺς τῆς μαρτυρίας στεφάνους παρὰ Χριστοῦ ἐκομίσαντο. Καὶ
ὁ δεσμοφύλαξ ὡσαύτως, πιστεύσας εἰς Χριστόν, τὴν εὐώνυμον χεῖρα καὶ τοὺς δύο
πόδας ἐκκοπείς, τέμνεται καὶ τὸν αὐχένα, τὸ τοῦ Χριστοῦ ἐπικαλούμενος ὄνομα.
Τοὺς δὲ Ἁγίους Ἰάσωνα καὶ Σωσίπατρον τῆς φυλακῆς ἐξαγαγὼν ὁ βασιλεύς, Καρπιανῷ
τῷ ἐπάρχῳ, τιμωρεῖσθαι ἐκδίδωσιν, ὃς τούτους ἐρωτήσας, αὖθις τῇ εἱρκτῇ
δεσμεύσας ἀπέῤῥιψεν. Ἰδοῦσα δὲ αὐτοὺς οὕτω δεδεμένους Κερκύρα ἡ τοῦ βασιλέως
θυγάτηρ, καὶ μαθοῦσα, ὅτι διὰ τὸν Χριστὸν πάσχουσι, Χριστιανὴν ἑαυτὴν
ἀνηγόρευσε, καὶ τὸν κόσμον, ὅνπερ ἐφόρει, πένησι δέδωκε. Τοῦτο μαθὼν ὁ πατὴρ
αὐτῆς, ἐπεὶ οὐκ ἠδυνήθη τοῦ σκοποῦ μεταστρέψαι αὐτήν, εἱρκτῇ κατακλείει, καὶ
Αἰθίοπί τινι ἀσώτῳ εἰς διαφθορὰν ἐκδίδωσιν. Ὡς δὲ τῇ θύρᾳ τῆς φυλακῆς
προσήγγισεν, ὑπὸ θηρίου διεσπαράχθη ἡ δέ, τοῦτο μαθοῦσα, ἰάσατο αὐτόν, καὶ τοῦ
θηρὸς λυτροῦται. Καὶ δι’ ὧν πρὸς αὐτὸν διεξήει, Χριστιανὸν αὐτὸν ἀπειργάσατο,
καί· Μέγας ὁ τῶν Χριστιανῶν Θεός, ὁ Αἰθίοψ ἀνεβόησεν, ὃς αὐτίκα ὑπὸ τοῦ
τυράννου δεινῶς βασανισθείς, τοῦ βίου μεθίσταται. Περὶ δὲ τὴν φρουρὰν ξύλα
ἐνέγκαντες οἱ στρατιῶται ὑφῆψαν, τὴν Μάρτυρα κατακαῦσαι πειρώμενοι. Τούτου δὲ
γενομένου, καὶ ἄφλεκτος διαμείνασα, πολλοὺς πρὸς τὴν εἰς Χριστὸν μετεκαλέσατο
πίστιν. Διὰ τοῦτο ξύλῳ ἀναρτᾶται, καὶ
καπνῷ πνιγηρῷ ὑποβάλλεται ἐπὶ τοσοῦτον, ἕως τὸ πνεῦμα αὐτῆς τῷ Θεῷ παρέθετο.
Μετὰ ταῦτα διωγμὸν κατὰ τῶν Χριστιανῶν κινήσας ὁ βασιλεύς, καὶ τῶν Ἁγίων ἐν
παρακειμένῳ νησιδίῳ διαφυγόντων, αὐτὸς τιμωρησόμενος τούτους ἀπέπλεε. Καὶ δὴ
μέσον τοῦ πελάγους γενόμενος, ὡς ὁ πάλαι Φαραὼ τῇ θαλάσσῃ κατεποντίσθη. Καὶ ὁ
μὲν τοῦ Κυρίου λαὸς εὐχαριστηρίους ὕμνους τῷ Θεῷ προσήγαγεν· Ἰάσων δὲ καὶ
Σωσίπατρος τῆς φυλακῆς ἀπολυθέντες, ἐδίδασκον ἀκωλύτως τὸν λόγον τοῦ Θεοῦ. Ἐπεὶ
δὲ ἀνέστη βασιλεὺς ἕτερος, καὶ τὰ περὶ τῶν Ἁγίων ἔμαθε, κελεύει ἀχθῆναι βούτην
σιδηρᾶν, καὶ βληθῆναι πίσσαν ἐν αὐτῇ, καὶ ῥητίνην καὶ κηρόν, καὶ ἐκπυρωθῆναι
σφοδρῶς, καὶ τοὺς Ἁγίους ἐν αὐτῇ βληθῆναι. Τούτου δὲ γενομένου, καὶ τῶν Ἁγίων
ἀφλέκτων διαφυλαχθέντων, πολλοὶ τῶν ἀπίστων κατεφλέχθησαν, οἱ δὲ τῷ Χριστῷ
προσέδραμον. Ὁ δὲ βασιλεύς, λίθον ἐξαρτήσας τῷ ἰδίῳ τραχήλῳ, ἐθρήνει, λέγων· Ὁ
Θεὸς Ἰάσωνος καὶ Σωσιπάτρου, ἐλέησόν με. Ὁ δὲ μακάριος Ἰάσων, παρόντος τοῦ
βασιλέως, τὸν λαὸν ἅπαντα νουθετήσας, καὶ διδάξας καὶ κατηχήσας, ἐβάπτισεν
ἅπαντας εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
ἐπονομάσας τὸν βασιλέα Σεβαστιανόν. Οὐ μετὰ πολλὰς δὲ ἡμέρας ὁ υἱὸς τοῦ
βασιλέως νόσῳ περιπεσὼν ἐτελεύτησε, προσευξάμενος δὲ ὁ Ἅγιος ἤγειρεν αὐτόν.
πολλὰ γοῦν ἔκτοτε κατειργάσατο θαύματα, καὶ ναοὺς ἀνεγείρας περικαλλεῖς, καὶ
πάντα καλῶς καὶ ὁσίως τελέσας, καὶ τὸ τοῦ Χριστοῦ ποίμνιον ἐπαυξήσας, ἐν γήρᾳ
καλῷ πρὸς τὸν ποθούμενον διαβαίνει Χριστόν.
Τῇ αὐτῇ ἡμέρα,
οἱ Ἅγιοι Ἑπτὰ Μάρτυρες· Σατορνίνος,
Ἰακίσχολος, Φαυστιανός, Ἰανουάριος, Μαρσάλιος, Εὐφράσιος καὶ
Μαμμῖνος, οἱ πρώην λησταί,
οἱ διὰ τοῦ Ἁγίου Ἰάσωνος πιστεύσαντες τῷ Χριστῷ, ἐν λέβητι πίσσης καχλαζούσης
βληθέντες τελειοῦνται.
Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος,
Πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ.
Τῇ αὐτῇ
ἡμέρα, ἡ Ἁγία
Μάρτυς Κέρκυρα, ἡ θυγάτηρ Κερκυλλίνου τοῦ βασιλέως, βέλεσι
κατατρωθεῖσα τελειοῦται.
Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη,
Ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων.
Τῇ αὐτῇ
ἡμέρα, οἱ Ἅγιοι
Μάρτυρες· Εὐσέβιος, Ζήνων, Βιτάλιος καὶ Νέων, πυρὶ τελειοῦνται.
Ἐκ σοῦ τὸ πῦρ ὁποῖον ἐκσμήξει ῥύπον,
Ὄβρυζον, Εὐσέβιε, Χριστοῦ χρυσίον.
Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα,
Ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζήνων.
Θεοῖς λατρεύειν μὴ θέλων Ἑλληνίοις,
Kαθεῖλε καυθεὶς πίστιν Ἑλλήνων Νέων.
Ὄβρυζον, Εὐσέβιε, Χριστοῦ χρυσίον.
Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα,
Ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζήνων.
Θεοῖς λατρεύειν μὴ θέλων Ἑλληνίοις,
Kαθεῖλε καυθεὶς πίστιν Ἑλλήνων Νέων.
Ζήνων, ἅμα τοῖς Ἁγίοις
Εὐσεβίῳ, Νέωνι καὶ Βιταλίῳ, ὑπῆρχον μὲν ἐκ τῆς νήσου Κερκύρας. Κατηχηθέντες δὲ
ὑπὸ τῶν Ἁγίων Ἀποστόλων Ἰάσωνος καὶ Σωσιπάτρου, ἐπίστευσαν τῷ Χριστῷ. Καὶ
διαβληθέντες Κερκυλλίνῳ τῷ τῆς νήσου βασιλεῖ, ἐκρατήθησαν, καὶ δεθέντες ὑπὸ τῶν
εἰδωλολατρῶν ἁλύσεσι βαρείαις, παρέστησαν ἐνώπιον αὐτοῦ. Καὶ ἐρωτηθέντες, καὶ
ὁμολογήσαντες τὸν Χριστόν, γυμνωθέντες τῶν ἱματίων αὐτῶν, καὶ ἐπὶ τὴν γῆν
ἁπλωθέντες, καὶ δεθέντες χεῖρας καὶ πόδας σχοινίοις, ἐτύφθησαν ῥάβδοις, ἐπὶ
πολλαῖς τε ὥραις καταναγκασθέντες ἀρνήσασθαι μὲν τὸν Χριστόν, θῦσαι δὲ τοῖς
εἰδώλοις, μὴ πεισθέντες δὲ μηδὲ μέχρι λόγου θῦσαι τοῖς δαίμοσιν, ἀπεκλείσθησαν
εἰς φυλακὴν ὡσεὶ νεκροί. Καὶ μετὰ ταῦτα καμίνου μεγάλης ἀναφθείσης, τῆς φυλακῆς
ἐκβληθέντες, καὶ ἐν αὐτῇ ἐμβληθέντες ἐτελειώθησαν.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κυντιανοῦ καὶ Ἀττικοῦ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Χριστοδούλου τοῦ Αἰθίοπος
Τῇ αὐτῇ
ἡμέρα, Μνήμη τῶν Ἁγίων
Μαρτύρων τῶν ἐν Ἰσπανίᾳ· Ἀγαπίου καὶ Σεκουνδίνου τῶν Ἐπισκόπων, καὶ τῶν σὺν
αὐτῶν Τέρτουλας καὶ Ἀντωνίας τῶν παρθένων, καὶ Ἀνωνύμης Μάρτυρος μετὰ τῶν δύο
τέκνων αὐτῆς, ἐν ἔτει 259 μαρτυρησάντων
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Καλοκτένου Μητροπολίτου Θηβῶν
Ἀρχαγγελικῶς ὁμιλῶν τῇ Παρθένῳ,
Τὸ χαιρ’ ἀκούεις παρ’ αὐτῆς, Ἰωάννη.
Τὸ χαιρ’ ἀκούεις παρ’ αὐτῆς, Ἰωάννη.
Τῇ αὐτῇ
ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Βασιλείου τοῦ Ὄστρογκ, Μητροπολίτου Ζαχουμίου Σερβίας.
Ζῇ Βασίλειος καὶ θανὼν ἐν Κυρίῳ,
Ζῇ καὶ παρ’ ἡμῖν ὡς λαλῶν εν σημεῖοις
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς
Τοῦ πρώτου φωτός, τὰς
ἀκτῖνας ὁ σοφὸς Παῦλος δεξάμενος, ἡμᾶς Ἰάσων ἱερώτατε,
καὶ θεοφόρε Σωσίπατρε, δευτεροφανῶς
καταυγάζει, διδαχαῖς ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡλίου σοφοί, ἐπὶ γῆς τοῦ
αἰσθητοῦ ὁδὸν ἐδράμετε· Ἀνατολὴν γὰρ καταλάμψαντες, πρὸς Δύσιν φθάσαντες ἔδυτε,
σώματι φαιδρῷ· πρὸς Θεὸν δέ, ἀνυψώσαντες πνεύματα, ὑμνολογεῖτε νῦν αὐτόν, ὡς
τῶν Πατέρων Θεόν.
Θεοτοκίον
Προστάτιν θερμήν, τὴν
τεκοῦσάν σε Χριστὲ Παρθένον ἔδωκας, ταῖς ἐν ἀνάγκαις περιπίπτουσι, ταῖς τῶν
δεινῶν περιστάσεων· ῥῦσαι οὖν ἡμᾶς εὐχαῖς ταύτης, τῶν κινδύνων τοὺς ψάλλοντας·
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥυπαροὺς ἡμᾶς ὄντας ἐν Κερκύρᾳ τὸ πάλαι πάντας
ἀπένιψαν, Σωσίπατρος ὁ θεῖος, Ἰάσων ὁ κλεινός τε, τῷ βαπτίσματι ψάλλοντας· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱκετήριον αἶνον σοὶ Κερκύρα
ᾄδομεν οἱ Κερκυραίοι σεπτῶς, ὡς ἐπινυμφευθείσῃ, Χριστῷ τῷ εὐεργέτῃ, καὶ
βοώσῃ τῷ Κτίστῃ σου· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τριαδικόν.
Σωματούμενον ἴσμεν ἐπ’ ἐσχάτοις σὲ τὸν προαιώνιον,
ἀχρόνως ἐκ Πατρός τε, σὺν Πνεύματι τῷ θείῳ, προελθόντα καὶ ψάλλομεν· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἤρτηται σῶν αἱμάτων Θεοτόκε Μαρία ὁ φύσει ἄϋλος, καὶ
ἄσαρκος οὐσία, ἑνούμενος ἀῤῥήτως, εὐδοκία θεότητος, Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Ὡραιωθέντες καλλοναῖς, τοῦ
τῆς χάριτος σοφοὶ Εὐαγγελίου, παντὶ ὤφθητε κόσμῳ, τὴν ὑπερέχουσαν νοῦν, εἰρήνην
εὐαγγελιζόμενοι· ὅθεν ἀνυμνεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν φιλοσόφων τὰς πλοκάς,
διελύσατε σοφῶς θεολογοῦντες, τρισυπόστατον φύσιν, Μύσται τοῦ Λόγου σεπτοί, καὶ
κόσμον ὅλον ἐφωτίσατε, μέλπειν καὶ δοξάζειν, Χριστόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Σὲ Θεοτόκον ἀληθῆ,
ὀνομάζοντες Ἁγνὴ ὁμολογοῦμεν, τὸν ἐκ σοῦ σαρκωθέντα, Λόγον ἀφράστως διπλοῦν,
τὴν φύσιν ἀλλ' οὐ τὴν ὑπόστασιν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Δοξολογίαις σήμερον, τὸν ἐν ὕψει καθήμενον, ἐπὶ θρόνου
δόξης, λατρικαῖς ὑμνοῦμέν σε, ὡς μέτοχοι χάριτος, τῆς ἐκδοθείσης ἡμῖν σεπτῶς,
τοῖς τῶν Ἀποστόλων θεοπνεύστοις λογίοις· Ὃν παῖδες εὐλογοῦσιν, ἱερεῖς
ἀνυμνοῦσιν, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἑπταπλασίοις
Μάρτυσι, Κερκυραίων ὁ τύραννος, ὡς
θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, ῥητίνην ἐν λέβητι, καὶ θεῖον ἅμα μετὰ κηροῦ, τῷ
Δημιουργῷ καὶ Λυτρωτῇ ἐκβοῶσιν· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Φῶς τὸν Πατέρα ἄναρχον, φῶς Υἱὸν ὁμοούσιον, φῶς ὁμοῦ τὸ
Πνεῦμα τῇ φύσει συνάναρχον, φῶς ἓν τῇ
Θεότητι, κἂν τρία φῶτα προσωπικῶς, ὡς ἔφη δυὰς τῶν συγγενῶν τῶν τοῦ
Παύλου· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον.
Ἀπάτορά σε τέτοκεν, ἡ Παρθένος τὸν λάμψαντα, πάντων πρὸ
αἰώνων ἐκ Πατρὸς ἀμήτορα, βροτόν, ὡς εὐδόκησας φιλανθρωπίᾳ θείᾳ Σωτήρ, ὅθεν σοὶ
πιστῶς σὺν τῇ Κερκύρᾳ βοῶμεν· Οἱ παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Θεὸν λόγον
Τὸν ἐπὶ γῆς τοὺς Ἁγίους,
μεγαλύναντα Λόγον Θεοῦ, καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς τὸν αἰῶνα δοξάσαντα, καὶ
νῦν ἐν τοῖς ὑψίστοις, κατέχοντα τὰ πνεύματα αὐτῶν, ἐν χειρὶ τῇ οἰκείᾳ ἀπαύστως
μεγαλύνομεν.
Τελειωθέντες θεόπται, ἐν
ὀλίγῳ πληροῦτε, ἐν τόποις φωτεινοῖς χρόνους μακρούς, ἔνθα χαρὰ ἀνεκλάλητος, καὶ
ἀΐδιος δόξα, καὶ φῶς τὸ καταλάμπον ὡς Θεός, τοῦ φωτὸς τοὺς ἀξίους, ὑπὲρ ἡμῶν
πρεσβεύοντας.
Νῦν εὐφημοῦντες θεόπται,
δυσωποῦμεν ἐν ὕμνοις, ὑμᾶς ὡς κυβερνήτας ἱερούς, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος,
ἱκετεύσατε κόσμου, καὶ εὐσταθείας τῶν Ἐκκλησιῶν, καὶ ἡμῶν σωτηρίας, Ἰάσων καὶ Σωσίπατρε.
Θεοτοκίον
Θεοκυῆτορ Παρθένε, σαῖς
ἀλήκτοις πρεσβείαις, κατάβαλε τὰ θράση τῶν ἐθνῶν, τῶν τοὺς πολέμους ζητούντων
ἀεί, Βασιλεῖ φιλοχρίστῳ, βραβεύουσα τὰς νίκας κατ' ἐχθρῶν, ἵνα σε κατὰ χρέος,
ἐν ὕμνοις μεγαλύνωμεν.
Ἕτερος. Κυρίως Θεοτόκον.
Ἰσχύϊ εὐσπλαγχνίας, τοῦ ἐν τοῖς ὑψίστοις, ἡ Κερκυραίων
πληθὺς διεσώθημεν, τῶν μαθητῶν συνεργείᾳ
Χριστὸν δοξάζοντες.
Ἀπαύστως σε Κερκύρα,
Κερκυραίων δῆμος, ὁ σὸς προστάτιν ἐν ᾄσμασι σέβομεν, ὡς διὰ σοῦ σεσωσμένοι
Μάρτυς πολύαθλε.
Τριαδικόν.
Ξενίζων ὤφθη πάλαι, Ἀβραὰμ Ἀγγέλων μορφῇ, Τριάδα τὴν
ὄντως ὑπέρθεον, ἣν ἐν Πατρὶ προσκυνοῦμεν, Λόγῳ καὶ Πνεύματι.
Θεοτοκίον.
Μετὰ τῆς Θεοτόκου, Σωσίπατρε
θεῖε, κλεινὲ Ἰάσων, Κερκύρα μου μέμνησθε, ἐπὰν χωρίσῃ τοῦ σκήνους,
Χριστὸς τὸ πνεῦμά μου.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν ταῖς ἄστροις
Ἡ παμφαὴς καὶ θεία, τῶν Ἀποστόλων ἑορτή, τῶν Κερκυραίων
τὰ πλήθη, πρὸς εὐωχίαν συγκαλεῖ. Δεῦτε κορέσθητε πάντες, πνευματικῆς
εὐφροσύνης.
Ἕτερον. τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῷ θρόνῳ παμμακάριστε, τοῦ
Χριστοῦ παρεστῶσα, ὡς μαρτυρίου στέφανον, εἰληφυῖα Κερκύρα,
Ἰακισχόλῳ σὺν θείῳ, ὁμοῦ τε καὶ Μαρσαλίῳ,
Σατορνίνῳ τε καὶ Ἰανουαρίῳ, Φαυστιανῷ,
Εὐφρασίῳ, Κερκυραίων φωστῆρσι, κλεινοῖς τε πρωτομάρτυσι, μνείαν σῶν
ποιοῦ δούλων.
Καὶ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάντα κατελίπατε τερπνά,
Χριστὸν ἀγαπήσαντες, οὗ τὰς ψυχὰς ἐκολλήθητε, ὀπίσω ἔνδοξοι, ἴχνεσι τοῖς
τούτου, πίστει προσηνέχθητε, Ἰάσων καὶ Σωσίπατρε πάνσοφοι, ᾧ καὶ πρεσβεύετε, δωρηθῆναι
ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἰάσων
Σωσίπατρε ψυχήν, τὴν ἐμὴν φωτίσατε,
ἐσκοτισμένην τοῖς πάθεσιν, οἱ τὸν περίγειον, διδαχαῖς ἐνθέοις, κόσμον
καταλάμψαντες, καὶ σκότος τῶν εἰδώλων μειώσαντες, καὶ προσενέγκαντες, γένος
ἅπαν τὸ ἀνθρώπινον, σεσωσμένον, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Χριστὸς ὁ Θεὸς ὑμᾶς σοφοί, Ἰάσων Σωσίπατρε, τοὺς πλανωμένους ἀπέστειλεν,
ἀνακαλέσασθαι, καὶ πρὸς σωτηρίαν, πάντας καθωδήγησεν, ὑμῶν τοῖς θεοσόφοις
διδάγμασιν, ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι
ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Κερκύραν τὴν πάνσεμνον ἡμῶν, βασιλίδα σήμερον, οἱ ἐν Κερκύρᾳ
τιμήσωμεν, ὡς ἐκτελέσασαν, τὸν τοῦ μαρτυρίου, δρόμον καρτερώτατα, καὶ μόνον τὸν
Χριστὸν ἀγαπήσασαν, ᾧ καὶ πρεσβεύει νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος α΄.
Τὰ ἐν Κερκύρᾳ δεσμά, καὶ
τὰς ἀπείρους ὑμῶν τίς διηγήσεται θλίψεις, ἔνδοξοι Ἀπόστολοι; ἢ τίς παραστήσει
τοὺς ἀγῶνας ὑμῶν, οὓς κεκοπιάκατε ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ; Οὐ μόνον ὡς
Ταρσὸν σὺν Ἰκονίῳ κερδήσητε, ἀλλὰ καὶ ταύτην ἡμῶν Χριστῷ τὴν πόλιν προσάξητε. Αὐτῷ οὖν πρεσβεύσατε
φυλάττειν ἐν ἡμῖν, τὴν καλὴν ὑμῶν ὁμολογίαν, μέχρι τελευταίας ἀναπνοῆς, Ἰάσων
καὶ Σωσίπατρε, διδάσκαλοι τῶν Ἐκκλησιῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ἡ
ξυνωρίς, χαίρετε Ἰάσων καὶ Σωσίπατρε οἱ σοφοί, χαίροις ἡ Κερκύρα, Χριστοῦ Παρθενομάρτυς, ἡ Κερκυραίων
χαίροις τριὰς σωτήριος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου