ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΕ΄.
ΤΑΡΑΣΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ ΑΚΟΛΟΥΘΙΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, γ΄ τοῦ Μηναίου, καὶ γ΄ τὰ παρόντα.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
ἀληθῆ ἱεράρχην καὶ λειτουργὸν τοῦ Χριστοῦ, ὡς παρ’ Αὐτοῦ λαβόντα, τὴν τοῦ
Πνεύματος χάριν, τιμήσωμεν ἀξίως, Τάρασιον, τὸν σοφὸν ἀρχιποίμενα, παῤῥησίαν
γὰρ ἔχων πρὸς τὸν Θεόν, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.
Τὸν
ἐν σοφίᾳ καὶ λόγῳ καταπλουτήσαντα, τὴν ἐκλεχθεῖσαν νύμφην, τὴν Χριστοῦ
Ἐκκλησίαν, Ταράσιον τὸν μέγαν, διδάσκαλον, οἱ πιστοὶ εὐφημήσωμεν, ὡς λειτουργὸν
τῆς Τριάδος καὶ νικητήν, τῶν αἱρέσεων γενόμενον.
Τῆς
ἐγκρατείας σε τύπον, ἀναφανέντα σοφέ, καὶ τῶν παθῶν σβεστῆρα, ἐπαξίως τιμῶμεν,
Τάρασιε τρισμάκαρ, δοξάζοντες, τὸν Θεὸν ἐν τῇ μνήμῃ σου· ὡς γὰρ νηστείας
συνίστορά σε εὑρηκώς, ἐν νηστείαις προσελάβετο.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σὲ νεκτόν.
Δεῦτε,
οἱ τῶν θείων ἐρασταί, καὶ πνευματικοὶ δαιτυμόνες, σήμερον τράπεζαν, φέρουσαν
ὀψώμεθα, τῆς ἐγκρατείας τρυφήν, ἣν ὁ θεῖος ἡτοίμασεν, ἡμῖν ἑστιάτωρ, πνεύματι
Ταράσιος, ἀΰλων ἐξ ἀρετῶν, πάντες ἀδιστάκτως βοῶντες· πρέσβευε δεόμεθα ὅπως,
ἁμαρτίας εὕρωμεν συγχώρησιν.
Πίστιν,
ὡς τῆς οἰκουμένης ἀριστεύς, Πάτερ ἀληθῶς δεδεγμένος, σαφῶς ἐχάραξας· λύμην
ἀπωσάμενος, τὴν τῶν αἱρέσεων, καὶ τὸ κάλλος ἐπηύξησας, τὸ τῆς Ἐκκλησίας,
δόγμασιν ἑπόμενος, τῶν Ἀποστόλων Χριστοῦ· ὅθεν σὺν αὐτοῖς σοι βοῶμεν, πάντες
ἀξιάγαστε Πάτερ· πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὅλον,
ἐπεσπάσω τοῦ Χριστοῦ, τὸν μακαρισμὸν τοῦ ἐλέους, τῇ τῶν πενήτων στοργῇ· τούτοις
γὰρ τὸν ἔλεον, δαψιλευσάμενος, ἠλεήθης ἐπέτυχες, τῆς ἐπαγγελίας· ἔλεος γὰρ
κρίσεως, κατακαυχᾶσθαι βοᾷ· ὅθεν τῇ Ζωῇ προσχωρήσας, πρέσβευε δεόμεθα ὅπως, τῶν
πταισμάτων λάβωμεν συγχώρησιν.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείοις
δόγμασιν, ἐντεθραμμένος, κατωχύρωσας, τὴν Ἐκκλησίαν, Ὀρθοδοξίας λογίοις
Ταράσιε, τὸν χαρακτῆρα διδάσκων ἀσπάζεσθαι, τοῦ δ’ ἡμᾶς σαρκωθέντος Θεοῦ ἡμῶν, ὃν
ἑκάστοτε ὡς πάντων δυσώπει Κύριον, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί
σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς
θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν
ἀεὶ καὶ δοξάζομεν.
Μετὰ τὴν β΄ στιχολογίαν,
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὥσπερ
μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός,
τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Ταράσιε.
Δόξα. Καὶ νῦν
... Θεοτοκίον. Ταχὺ
προκατάλαβε.
Ἡ μόνη κυήσασα
τὸν ποιητὴν τοῦ
παντός, ἡ μονη κοσμήσασα τὴν ἀνθρωπότητα,
τῷ τόκῳ
σου Ἄχραντε, ῥῦσαί
με τῶν
παγίδων,
τοῦ δολίου Βελίαρ,
στῆσόν με ἐπὶ
πέτραν, τῶν Χριστοῦ θελημάτων,
αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς,
ὃν ἐσωμάτωσας.
Εἰς τὸν Στίχον τῶν
Αἶνων. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱερεὺς ἐνθεώτατος,
καὶ φωστὴρ διαυγέστατος, Ἐκκλησίας γέγονας, παναοίδιμε, δόγμασι θείοις Ταράσιε,
Χριστοῦ τὸ ὁμοίωμα, ἐκδιδάσκων προσκυνεῖν, ὀρθοδόξῳ φρονήματι· ὅθεν σήμερον, τὴν
ἁγίαν σου μνήμην ἐκτελοῦντες, κατὰ χρέος σε τιμῶμεν, ὡς τοῦ Κυρίου θεράποντα.
Στ.: Οἱ ἱερεῖς
Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἐν ἀγαλλιάσει ἀγαλλιάσονται.
Ἱερεὺς ἐνθεώτατος,
καὶ φωστὴρ διαυγέστατος, Ἐκκλησίας γέγονας, παναοίδιμε, δόγμασι θείοις Ταράσιε,
Χριστοῦ τὸ ὁμοίωμα, ἐκδιδάσκων προσκυνεῖν, ὀρθοδόξῳ φρονήματι· ὅθεν σήμερον, τὴν
ἁγίαν σου μνήμην ἐκτελοῦντες, κατὰ χρέος σε τιμῶμεν, ὡς τοῦ Κυρίου θεράποντα.
Στ.: Μακάριος ἀνὴρ
ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Τῷ ἐλέῳ
τὸν ἔλεον, ἐπικτώμενος ἔνδοξε, τοῖς πτωχοῖς ἐπήρκεσας δαψιλέστατα· ἐφ’ ὑψηλῆς δὲ
ὡς ἄξιος, καθέδρας Ταράσιε, καθεσθεὶς τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ἐποίμανας,
βακτηρίᾳ σου, τῶν πανσόφων δογμάτων καὶ ὡς λύκους, αἱρετίζοντας ἐκ μέσου, ἀνδρειοτάτως
ἐξήλασας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου