Παρασκευή 13 Ιουλίου 2018

ΜΑΡΤΙΟΣ 2. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΘΕΟΔΟΤΟΣ ΚΥΡΗΝΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΜΑΡΤΙΟΣ Β΄.

ΘΕΟΔΟΤΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΗΡΥΝΕΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν.

Ἱερεὺς ἱερώτατος, Ἐκκλησίας θεμέλιος, πῦργος ἀδιάσειστος ὤφθης ἔνδοξε, θαυματουργὸς ἀληθέστατος, Θεοῦ δόσις ἔνδοξος, καὶ φωστὴρ ὁλολαμπής, ἱερῶς ἐχρημάτισας καὶ παράδεισος, ζωῆς ξύλον ἐν μέσῳ κεκτημένος, Ἰησοῦν τὸν ζωοδότην, Ἱερομάρτυς Θεόδοτε.

 

Καὶ βουνεύροις τυπτόμενος, καὶ ἐν ξύλοις τεινόμενος, καὶ πικρῶς ξεόμενος ἀξιάγαστε, καὶ φυλακῇ συγκλειόμενος, καὶ ἥλοις τοὺς πόδας σου, καθηλούμενος δεινῶς, πυρωθέντι κραββάτῳ τε, προσκλινόμενος, ἀπερίτρεπτος ὤφθης τὸν ἐν πᾶσι, δυναμοῦντά σε δοξάζων, Ἱερομάρτυς Θεόδοτε.

 

Ταῖς νευραῖς τῶν ἀγώνων σου, τὸν ἐχθρὸν ἀπηγχόνισας, καὶ τὴν τούτου δύναμιν κατεπάλαισας, καὶ ἀριστεύσας λαμπρότατα, τὰ ἄνω Βασίλεια, στεφηφόρος κατοικεῖς, φωτισμοῦ ἀξιούμενος καὶ τερπνότητος, τῆς τῶν ἑορταζόντων καὶ πρεσβεύει, τοὺς τιμῶντάς σε σωθῆναι, κλέος Μαρτύρων Θεόδοτε.

 

Τοῦ σταυροῦ κήρυξ γέγονας ἐν εἰρήνῃ Θεόδοτε, καὶ αὐτὸν ἐβάστασας, θείῳ σώματι, τοῖς μαρτυρίοις βαλλόμενος, Χριστὸν ἔχων ἔσω σου, δυναμοῦντα μυστικῶς, ἀνθρωπίνην ἀσθένειαν· ὅθεν ἔπλησας, θαυμασμοῦ τοὺς δημίους καθορῶντας, τὴν ἀήττητόν σου στάσιν, καὶ πρὸς τὴν πίστιν ἐζώγρησας.

 

Τὴν πορείαν ποιούμενος, πρὸς Ἐδὲμ ἁγιώτατε, καθηλώθης πόδας σου καὶ ὑπήνεγκας, τὴν ἐκ βασάνου αἱμόῤῥοιαν, δι᾿ ἧς καθυπέγραψας, τῷ Κυρίῳ ἀκλινῶς, συμφωνίαν τοῦ πάθους σου· ὅθεν εἴληφας, παρ᾿ Αὐτοῦ ὡς ἀντέκτισιν ἀγάπης, οὐρανίου Λειτουργίας, συμμετοχὴν ὦ Θεόδοτε.

 

Ὁ ῥυόμενος Κύριος, πειρασμῶν σὲ ἐῤῥύσατο, πρὸς ποιμνίου στήριξιν Πάτερ Ἅγιε, ὁμολογίᾳ τιμήσας δέ, ἐνδόξῳ σε ἔδειξε, μαρτυρόστικτον κριόν, διὰ βίου κηρύττοντα, ὅτι πέφυκεν, ἐφετῶν ἡ ἀκρότης καὶ μελλόντων, ἀγαθῶν τε στεφοδότης, καὶ γλυκασμὸς ὁ αἰώνιος.

 

Δόξα. ῏Ηχος πλ. β΄.

Τοῦ ᾿Αρχιποίμενος Χριστοῦ φανεὶς θεόγλυπτον ἐκσφράγισμα Θεόδοτε ἱεράρχα, τοῦ σοῦ ποιμνίου προέστης ἐν Κυρηνείᾳ ἐπαξίως, ἐν λόγοις σωτηριώδεσι τοῦτο ἐκτρέφων· τοῦ δὲ καιροῦ ἐπιστάντος, καὶ τῇ τοῦ τιμίου αἵματος μαρτυρικῇ ἐκχύσει, ἐκληροδότησας τοῖς προβάτοις σου, τὴν διὰ τὸν Κύριον ὑπερφρόνησιν τῶν ὁρωμένων. ῞Οθεν σήμερον τὴν μνήμην σου τιμῶντες ῞Αγιε ὁμολογητά, δεόμεθα ἐκ ψυχῆς κατωδύνου· τὰ διεσκορπισμένα τέκνα σου καὶ ἐνταῦθα συνάγαγε, καὶ εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ εἰσάγαγε, τῶν Κυπρίων μέγα καύχημα.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συναχθήσονται ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἤ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ Παῖς μου, ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός· ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστὶ φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. ῾Ηρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὀλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν· καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.

Πᾶσα μὲν δόσις ἀγαθὴ ἄνωθεν καταπέμπεται τοῖς ἀνθρώποις, ἐκ τοῦ Πατρὸς τῶν φώτων, πάτερ Θεόδοτε, ὥς περ καὶ ἡ σὴ ποιμαντορία, οὐρανόφοιτος εὐλογία τῇ Κυρηνείᾳ ἐγένετο· ἔμπνουν γὰρ Εὐαγγέλιον φανεὶς καὶ χριστοειδὲς ἐκσφράγισμα, μάρτυς τε τῇ προαιρέσει καὶ ὁμολογητὴς τῷ αἵματι, τὸ εὐπρόσεδρον ἔχεις νῦν παρὰ Κυρίῳ, ᾯ πρέσβευε μακάριε, ὑπὲρ τῶν τιμώντων τὴν πανευφρόσυνον μνήμην σου.

 

῏Ηχος β΄.

Κῦρος ἔχων διπλοῦν, ἀρχιερωσύνης τε καὶ μαρτυρίου τρισόλβιε, κύρωσον ἡμῖν τοῖς ἀναξίοις τέκνοις σου ἀήττητον τὴν πρὸς τὸν Δεσπότην ἱκεσίαν. Ἄνευ γὰρ τῆς σῆς πατρικῆς συμπράξεως, πῶς ἄν δυναίμεθα τῶν παγίδων τοῦ ἐχθροῦ διαφυγεῖν καὶ τῷ Κυρίῳ ἀκολουθῆσαι; Δὸς οὖν Θεόδοτε, τὴν παρ᾿ ἀξίαν υἱικὴν αἴτησιν, ὡς ἐπάξιόν σοι πατρικὸν ἡμῖν χάρισμα.

 

῏Ηχος γ΄.

Χωρὶς αἱματεκχυσίας ἄφεσις οὐ γίνεται, γέγραπται ἐν τῇ Βίβλῳ. Διὸ καὶ καθ᾿ ἑκάστην ἱεράρχα ὑπὲρ σεαυτοῦ καὶ τῆς ποίμνης σου τὸν Χριστὸν μυστικῶς ἔθυες, οὗ τὸν ἐπὶ σταυροῦ θάνατον, γενναιοψύχως ὁμολογήσας ἐνώπιον τυράννων, καὶ τὸ αἷμά σου ὁμολογητικῶς Αὐτῷ ἀντίδωρον προσενήνοχας. Ὅθεν ἀξίωσον τοὺς τιμῶντας τὴν μνήμην σου, θυσιαστικῶς ἀεὶ πορεύεσθαι τὴν ὁδὸν τῆς ἁγιότητος.

 

 

Δόξα. ῏Ηχος δ΄.

Τὴν καλὴν ὁμολογίαν πάτερ Θεόδοτε στεῤῥῶς ὁμολογήσας, ἐνώπιον ἀνθρώπων, βεβαίαν ἀκούσεις καὶ τὴν ἐν μέλλοντι χριστολόγον ἐπαίνεσιν, ἐνώπιον τῶν Ἀγγέλων Αὐτοῦ. Οὕτω γὰρ ὑπισχνεῖται ὁ πιστὸς ἡμῶν Δεσπότης, ὁ διδοὺς ἡμῖν τὸν πλοῦτον τῆς Χάριτος, οὗ κληρονόμους ἀναδείξαις καὶ ἡμᾶς, ταῖς ἁγίαις ἱκεσίαις σου.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ ῏Ηχος πλ.α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις τῆς Κυρηνείας φωστήρ, καὶ Ἐκκλησίας τῆς ἐν Κύπρῳ ἐγκαύχημα, Θεόδοτε θεοφόρε, ὁμολογίας κανών, καὶ Χριστοῦ ἀγάπης κήρυξ ἔμπρακτος· τὴν ποίμνην σου Ἅγιε, πρὸς νομὰς καθωδήγησας, τὰς παρεχούσας, τὴν τροφὴν τὴν αἰώνιον, θείᾳ σύριγγι τῶν σοφῶν διδαγμάτων σου. Ὅθεν καταγεραίροντες, τὴν μνήμην σου σήμερον, δεόμεθά σου τρισμάκαρ, τῷ Ἐλεήμονι πρέσβευε, εἰρήνην δοθῆναι, τοῖς σοῖς τέκνοις καὶ τὴν χάριν, τοῦ θείου Πνεύματος.

 

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...

Χαίροις δόσις Θεοῦ ἐκλεκτή, τῆς Βασιλείας οὐρανῶν ὁ ἐξάγγελος, ποδήρους ἱερωσύνης, ὁ στολισμὸς ὁ τερπνός, φύλαξ θείων λόγων ἀκριβέστατος, εἰδώλων καθαίρεσις, ἀληθείας ὑπέρμαχος, εὐαγγελίου τηρητὴς θεονούστατος, τοῦ ποιμνίου σου εὐαγῶς προϊστάμενος· χαίροις σεπτὲ Θεόδοτε, καὶ πάντοτε πρέσβευε, τῷ παντεχνήμονι Λόγῳ, τὴν σωτηρίαν δωρήσασθαι, καὶ πάντας ἀχθῆναι, εἰς ἀσάλευτον πατρίδα, τὴν ἐπουράνιον.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ...

Χαίροις ἐν ἱεράρχαις κλεινός, καὶ ἐν τοῖς μάρτυσι Θεόδοτε ἄριστος, ἡ δόξα τῆς Κυρηνείας, καὶ πρὸς Θεὸν πρεσβευτής, μέγας ἐν κινδύνοις, ταύτης Ἅγιε. Σοὺς λόγους ἐσφράγισας, τοῖς τιμίοις σου αἵμασιν, ὁμολογήσας, Ὃν ἠγάπησας Κύριον, κατενώπιον τυραννούντων τρισόλβιε· ὅθεν πολλὴν προσείληφας, τὴν χάριν αἰτήσεως, πρὸς τὸν Δεσπότην ἥν δεῖξον, τοῖς σοῖς προβάτοις φιλότεκνε, ἐχθροὺς καταβάλλων, ὁρατοὺς καὶ νοουμένους, ἡμᾶς προσβάλλοντας.

 

 

Δόξα. ῏Ηχος ὁ αὐτός.

Ὥσπερ πολύεδρος ἀδάμας, κατὰ τὸν προφήτην ἀναδέδειξαι, Θεόδοτε τρισμάκαρ, τὰς θεουργοὺς ἀρετὰς ἀντανακλῶν τοῖς πιστοῖς, ἅς ἐκ Κυρίου ἐπαξίως ἐκληρονόμησας. Συνέμιξας γὰρ θαυμαστῶς τῷ κηρύγματι τὴν πρᾶξιν, καὶ τῇ μυστικῇ ἱερουργίᾳ τὴν παῤῥησιαστικὴν ὁμολογίαν. Ὅθεν ἱκετεύομέν σε ἐκ ψυχῆς· ἀνάστησον καὶ αὖθις ἐνδόξως τὴν ὡς πεπτωκυῖαν σκηνὴν Δαβίδ κληρονομίαν σου, τηρῶν ταύτην ταῖς εὐχαῖς σου ἀσάλευτον καὶ πορευομένην θεοφιλῶς, πρὸς τὴν πατρίδα τὴν ἐπουράνιον.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον . Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς δόσιν εὐπρόσδεκτον ἱερουργίαν τὴν σήν, Θεῷ προσενήνοχας τῇ καθαρᾷ σου ζωῇ, παμμάκαρ Θεόδοτε· αἵμασι δὲ οἰκείοις, ἐναθλήσας νομίμως, ὤφθης ἱερομάρτυς, εὐκλεὴς τοῦ Σωτῆρος, ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχ. Κάθισμα. ῏Ηχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Ἱεραρχίας τὴν στολὴν λαμπροτέραν, ταῖς τῶν αἱμάτων σου βαφαῖς ἐκτελέσας, τοὺς οὐρανοὺς κατῴκησας Θεόδοτε, βλέπων ὅν ἐπόθησας, καθαρᾷ διανοίᾳ, ὅθεν σου δοξάζομεν, τὴν πανέορτον μνήμην, καὶ ἐκβοῶμεν μνήσθητι ἡμῶν, ἐν παῤῥησίᾳ, Χριστῷ παριστάμενος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Μὴ καταλίπῃς τὰ σά τέκνα Παρθένε, χωρὶς τῆς σῆς ἀκαταισχύντου πρεσβείας, καὶ γὰρ πολλοῖς τοῖς πάθεσι κυκλούμεθα Ἁγνή, ὅθεν σοὶ προσπίπτοντες, τὰς ἐλπίδας ἁπάσας, ρίπτομεν πιστεύοντες, τοῖς μητρῴοις σου σπλάγχνοις, καὶ γὰρ οὐδεὶς ἀπέτυχεν ποτέ, σὴν ἱκεσίαν, αἰτήσας ἐκ πίστεως.

Μετὰ τὴν β΄ στιχ. Κάθισμα. Ἦχος πλ. α Τὸν συνάναρχον Λόγον.

Ἀληθείας ὑπάρχων Χριστοῦ κειμήλιον, τῶν εἰδώλων σοῖς λόγοις πολλοὺς ἀπέστησας, καὶ πρὸς φῶς τὸ τῆς ζωῆς Πάτερ ὡδήγησας, ἀναδείξας τῷ λουτρῷ, τοῦ βαπτίσματος αὐτούς, υἱοὺς ἡμέρας καὶ τέκνα, τῆς Βασιλείας Κυρίου, ἀξιοθαύμαστε Θεόδοτε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Πλατυτέρα ἐδείχθης Ἁγνὴ Πανάμωμε, οὐρανῶν καὶ ἀγγέλων γλυκὺ ἐφύμνιον, ὅτι ἐβάστασας χερσίν τὸν ἀπερίληπτον, καὶ ἐκ μὴ ὄντων παρευθύς, δημιουργήσαντα τὸ πᾶν, διό σε ἀνευφημοῦμεν, καὶ τὴν ὑπέρλαμπρόν σου δόξαν, Ὑπεραγία μεγαλύνομεν.

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Εἷς μεσίτης ὑπάρχει ὡς ἀληθῶς, πρὸς Θεὸν τῶν ἀνθρώπων ὁ Ἰησοῦς, Οὗ πάτερ Θεόδοτε ἱερεὺς ἐννομώτατος, γεγονὼς ἐν πίστει πολλῇ ἠκολούθησας, καὶ ποιμὴν ἐδείχθης σοφὸς καὶ ἐξαίρετος· ὅθεν μαρτυρήσας, τὴν καλὴν μαρτυρίαν, τυράννους ἐξέστησας, καὶ πιστοὺς ἐβεβαίωσας, τῇ ἐκχύσει τοῦ αἵματος, πρεσβεύων μὴ ἐλλίπῃς Χριστῷ, ἐκ ψυχῆς σοι πάντες ἱκετεύομεν, Κυρηνείας τὸ κλέος, καὶ Κύπρου τὸ καύχημα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Πάλιν γόνυ σοι κλίνω ὁ ἀναιδής, Θεοτόκε Παρθένε ἁμαρτωλῶν, βεβαία ἀντίληψις, καὶ βοῶ σοι ἱκέτευε, τὸν καλὸν Δεσπότην ὑπὲρ εὐτελείας μου, ὅτι θέλων τὰ ἔργα, ποιῶ τὰ παράνομα. Μή με ἀποῤῥίψῃς, ἐκ προσώπου σου Μῆτερ, καὶ γὰρ εἰ μὴ εὕρω σε, ἀντιλήπτορα Δέσποινα, ἀσφαλῶς οὐ σωθήσομαι· ταλαίπωρος ὑπάρχων ἐγώ, τὸν Ἀδὰμ παλαιὸν ἀποδύσασθαι, καὶ τὸν νέον θέλω, Ἁγνὴ ἐπενδύσασθαι.

 

Οἱ Ἀναβαθμοί. Τὸ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον· Τίμιος ἐναντίον Κυρίου....

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...

Εὐαγγέλιον· τὸ α΄ ἱεραρχικόν (βλ.εἰς τὸν ὄρθρον τῆς ιγ΄Νοεμβρίου)

Ὁ Ν΄.     

Δόξα. Ταῖς τοῦ Ἱεράρχου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. ῏Ηχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός...

Κέρας ἀνεδείχθης νικητικόν, τῆς Κυρηνείας πρόεδρε πανάγιε, τοὺς μὲν ἐχθροὺς τοῦ σταυροῦ εὐχητικῶς καταργῶν, τοὺς δὲ ὡς πρόβατα χριστοδιψητικὰ ἀκολουθοῦντάς σοι παρακλητικῶς στηρίζων, καὶ ὁδηγῶν πατρικῶς εἰς λειμῶνα τῆς Βασιλείας, ἔνθα πάντας τοὺς τιμῶντάς σε ἀξίωσον σταθῆναι, Θεόδοτε τρισόλβιε.

 

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Θεοῦ δόσις πέφυκας εἰκότως μάκαρ. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ Ἐρυθραῖον πέλαγος.

Θεός σου τὰ πρὸς Αὐτὸν κινήματα, Μάρτυς κατεύθυνεν, οὗ τὰς σεπτὰς τηρήσας ἐντολάς, ἱεράρχης γεγένησαι καὶ μαρτυρίου αἵματι, κατηγλαΐσθης ἐμφανέστατα.

νθέως καὶ εὐσεβῶς ἐβίωσας, σαρκὸς κινήματα, σωματικαῖς νεκρώσας ἀγωγαῖς καὶ ζωὴν κομισάμενος, ἱεραρχῶν ἀγλάϊσμα, καὶ τῶν Μαρτύρων ἀκροθίνιον.

Οἰκῆσαν ἐν τῇ σοφῇ καρδίᾳ σου, Πνεῦμα τὸ Ἅγιον, ἀπὸ σπαργάνων Ὅσιε, εὐθῆ συμπαθῆ σε καὶ μέτριον, καὶ ἱεράρχην ἔνθεον, Μάρτυς ἀπέδειξε Θεόδοτε.

Θεοτοκίον.

πῆρχε δεδουλωμένη πρότερον, τῇ πλάνῃ ἄχραντε, ἡ τῶν ἀνθρώπων φύσις δολερῶς, τὸν Χριστὸν δὲ τεκούσης Σου, ἐλευθερίας ἔτυχε, μεγαλοφρόνως Σὲ δοξάζουσα.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Δακρύων σου σταλαγμοῖς, καὶ τῶν αἱμάτων ὀχετοῖς ἔσβεσας, πλάνης δεινοὺς ἄνθρακας, Μάρτυς ἱεράρχα Θεόδοτε.

βίος σου καθαρός, ἀποδειχθεὶς ἱερουργὸν ἔνθεον, καὶ ἀληθῆ Μάρτυρα σέ, παθῶν Χριστοῦ ἀπειργάσατο.

Σταδίου μέσον ἑστώς, καὶ αἰκιζόμενος δειναῖς μάστιξι, τὸ τοῦ Χριστοῦ ὄνομα, Μάρτυς οὐκ ἠρνήσω Θεόδοτε.

Θεοτοκίον.

άτρευσόν μου τὸν νοῦν, ἐξασθενοῦντα προσβολαῖς ἄχραντε, τοῦ πονηροῦ δράκοντος, καὶ τῇ ἁμαρτίᾳ δουλεύοντα.

 

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἱεραρχίας τὴν στολὴν λαμπροτέραν, ταῖς τῶν αἱμάτων σου βαφαῖς ἐκτελέσας, τοὺς οὐρανοὺς κατώκησας Θεόδοτε, βλέπων Ὃν ἐπόθησας, καθαρᾷ διανοίᾳ· ὅθεν Σου δοξάζομεν, τὴν πανίερον μνήμην, καὶ ἐκβοῶμεν μνήσθητι ἡμῶν, ἐν παῤῥησίᾳ Θεῷ παριστάμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται πανάμωμε; Τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσηται καὶ τὴν τούτων κακίαν; ἀλλὰ τῇ Σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων, λύτρωσιν δώρησαι.

 

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.

Συντριβόμενον τὸ σῶμά σου ταῖς αἰκίαις, τὸν λογισμὸν στεῤῤότερον καὶ ἐν ἀληθείᾳ, Μάρτυς βεβαιώτερον, εἰργάζετο ψάλλοντα· δόξα τῇ δυνάμει Σου Κύριε.

Πυρακτούμενος τῷ φίλτρῳ τῷ τοῦ Δεσπότου, τοὺς ἐκ μαστίγων ἔφερες πόνους δριμυτάτους, ὥσπερ ἄλλου πάσχοντος αὐτὸς διακείμενος, μέγιστε Μαρτύρων Θεόδοτε.

καρτέρησας βασάνοις θεόφρον Πάτερ, προσομιλῶν τοῦ σώματος, τὰς γὰρ ἀντιδόσεις, τὰς μενούσας ἔβλεπες, νοὸς καθαρότητι, ἐπικουφιζούσας τοὺς πόνους σου.

Θεοτοκίον.

Φαεινότατον παλάτιον τοῦ Δεσπότου, Ὑπεραγία Δέσποινα, οἴκους ἡμᾶς δεῖξον τοῦ Ἁγίου Πνεύματος, ἐν οἴκῳ ἁγίῳ Σου, αἴνεσιν Κυρίῳ προσάγοντας.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

ψούμενοις σοφέ, ἐπὶ ξύλου Θεόδοτε, ὑπέφερες στεῤῥοτάτως, σπαραγμοὺς τῆς σαρκός σου, μεγάλως θαυμαζόμενος.

Κρεμάμενος ξεσμούς, ἐκαρτέρεις τοῦ σώματος, Θεόδοτε τὸν Δεσπότην, ἐνισχύοντα ἔχων, καὶ πίστει σε κρατύνοντα.

Αἱμάτων σου βαφαῖς, ἐπιχρώσας Θεόδοτε, μακάριε τὴν στολήν σου, τὴν τῆς ἱερωσύνης, φαιδροτέραν ἀπέδειξας.

Θεοτοκίον.

Συνέλαβες Θεόν, χρηματίσαντα ἄνθρωπον, ὦ Δέσποινα διὰ τοῦτο, γενεαὶ γενεῶν Σε, ἀπαύστως μακαρίζομεν.

 

ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς.

τέθης, ἐν φρουρᾷ ὡς κακούργος Θεόδοτε, φύλαξ ὑπάρχων τῶν θείων, τοῦ Δεσπότου ἔνδοξε προσταγμάτων, τοῦ τὴν θείαν ἑορτήν σου, μεγάλως φαιδρύναντος.

στασο, πρὸ βημάτων ἀδίκων κρινόμενος, καὶ κατακρίνων ἀνθρώπους, ἀνομοῦντας μάτην καὶ προτιμῶντας, τοῦ δικαίου, ἱεράρχα θεόφρον τὸ ἄδικον.

Κύματα, τῶν ἀγρίων βασάνων διέλυσας, οἷά τις πέτρα παμμάκαρ, ἐπερείσας βάσεις τῆς σῆς καρδίας, πρὸς τὸν λίθον τὸν ἀκρογωνιαῖον, Χριστὸν τὸν Θεόν.

Θεοτοκίον.

Οἰκήσας, ἐν γαστρί Σου Χριστὸς ὁ Θεὸς ἡμῶν, τὴν ἐν ἀνθρώποις οἰκοῦσαν, ἁμαρτίαν ἄχραντε ἐξοργίζει, καὶ οἰκείους ἑαυτῷ, φιλανθρώπως ἐργάζεται.

 

Κοντάκιον. Ἦχος α΄. Χορὸς ἀγγελικός.

Πολύφωτος ἀστήρ, δᾳδουχίαις θαυμάτων, καὶ ἄθλων ἱερῶν, καταυγάζων τὴν κτίσιν, Θεόδοτε μακάριε, ἀληθῶς ἐχρημάτισας· ὅθεν σήμερον, τὴν θεοφόρον σου μνήμην, ἑορτάζομεν, ἐν κατανύξει καρδίας, Χριστὸν μεγαλύνοντες.

Ὁ Οἶκος

Ἡ ὑπερθαύμαστος μνήμη σου νῦν ἀνέτειλε, καὶ τὸν κόσμον κατηύγασε, καὶ τοὺς πιστοὺς συνεξήγειρε πρὸς δοξολογίαν Θεοῦ καὶ τῶν ἄθλων σου, ὦ παμμάκαρ Θεόδοτε· ἀγαλλόμενος γὰρ ἔδραμες ἐπὶ τῷ σκάμματι, καὶ τὸν τύραννον διήλεγξας· ὁ δὲ παραβάτης ἀκούσας τῆς γνώμης σου τὸ ἀνδρεῖον τοῖς βουνεύροις σε μαστίζει, τῷ ξύλῳ ἀναρτίζει τὰς σάρκας καὶ τῷ ξύστρῳ τὴν γῆν ἐπιπληρώσας, τὸ αἷμα δὲ πορφύραν σου ἐπέχρωσε μέλποντα οὐράνιον αἴνεσιν· Χριστὸν μεγαλύνομεν

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Θεοδότου ἐπισκόπου Κυρήνειας της Κύπρου, τοῦ Ἱερομάρτυρος καὶ Ὁμολογητοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Τῇ θείᾳ Πάτερ, πυρακτωθεὶς ἀγάπῃ τοῦ Πνεύματος, κλίνῃ πυρωθείσῃ ὅλως ἀνακληθείς, ἀκατάφλεκτος διέμεινας, εὐλογημένος εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριον,

σπερ ἑτέρου, αὐτὸς διέκεισο πάσχοντος, ὅλῳ τῷ νοΐ γὰρ μάκαρ πρὸς τὸν Θεόν, ἐκδημῶν τομῆς καὶ καύσεως, σὺ οὐκ ἐφρόντισας, ἀναισθητῶν Χριστοῦ ἐπινεύσεσιν.

Σοφία λόγων, τοὺς ἀλογίας μάκαρ ὄντας μαστούς, μέσον τοῦ σταδίου ἤλεγξας προφανῶς, τὴν δυσσέβειαν νοσήσαντας καὶ τοῦ ποιήσαντος, δαιμονικὰ προκρίναντας ξόανα.

Θεοτοκίον.

Μετὰ τῆς ἄνω, χοροστασίας Μῆτερ Θεοῦ, χαῖρέ Σοι βοῶμεν ἔμψυχε οὐρανὲ καὶ περίδοξον παλάτιον, καὶ θρόνε πύρινε, ἐν ᾧ Χριστὸς σαρκὶ ἀνεπαύσατο.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.

γῶνας ὑπέστης τῷ ἐχθρῷ, ἀντιτασσόμενος, Μάρτυς Θεόδοτε, ἥλοις τοὺς πόδας γὰρ ἔνδοξε, πεπαρμένος τὴν ἀπάγουσαν, πρὸς Βασιλείαν οὐρανῶν τρίβον διώδευσας, εὐλογεῖτε μέλπων τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κηρύττων Θεὸν ἐπὶ τῆς γῆς, ἐπιδημήσαντα καὶ θείοις πάθεσι, πάθη ὀλέθρια λύσαντα, πάθος θεῖον καὶ μακάριον, καθυπεδέξω τῇ σαρκὶ βοῶν Θεόδοτε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἱμάτων κρουνοῖς, καὶ ἱερῶν δογμάτων ῥεύμασι, πιστῶν κατήρδευσας, καρδίας χάριτι πάνσοφε, καὶ βλαστάνειν παρεσκεύασας, τῷ γεωργῷ τῶν ἀγαθῶν θεῖα νάματα, ᾧ βοῶμεν· πάντα ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

ῦπον ἀπεκάθηρας, παντὸς τὴν φύσιν ἄχραντε τῆς ἀνθρωπότητος, τὸν ἐπουράνιον τέξασα, ὑετὸν βροτὸν γενόμενον καὶ ἐκαινούργησεν, ἡμᾶς παλαιωθέντας ἁγνὴ τοὺς βοῶντας· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

άσεις ἐκβλύζει παντοίας, ἡ τῶν λειψάνων θεία θήκη, τοῦ ἱερωτάτου ποιμένος, καὶ πάθη παύει καὶ λύει χρόνια, ὡς ἀληθῶς νοσήματα, τῇ τοῦ Σωτῆρος θείᾳ χάριτι.

ς Ἱερομάρτυς δεσμεῖν τε καὶ λύειν ἔχων ἐξουσίαν, λύσον τῶν κακῶν μου τὴν δέησιν, καὶ τὴν ψυχήν μου καύσει πυρέττουσαν, τῆς ἁμαρτίας δρόσισον, ἐκδυσωπῶν τὸν Πανοικτίρμονα.

Σήμερον πιστῶς ἑορτάζει, ἡ Ἐκκλησία θεοφόρε, ἐν τῇ πανιέρῳ σου μνήμῃ, καὶ ἐκδημίᾳ πρὸς τὸν Φιλάνθρωπον, καὶ γηθομένη πλέκει σοι, ᾀσμάτων θεῖα μελῳδήματα.

μεροφαῆ ὡς ἀστέρα, σὲ κεκτημένοι θεοῤῥῆμον, σοῦ ταῖς σελασφόροις ἀκτῖσι, τῶν θείων πόνων καὶ τῶν θαυμάτων σου, καθαραῖς λαμπρότησι, καταυγαζόμεθα Θεόδοτε.

Θεοτοκίον.

Φῶς ἡμῖν τεκοῦσα Παρθένε, τὸν ἐκ Πατρὸς πρὸ ἑωσφόρον, ἀνατέταλκας ἀποῤῥήτως, τῆς ἀγνωσίας τὸ σκότος ἔλυσας, καὶ τοὺς σκιᾶ καθεύδοντας, τῆς ἁμαρτίας κατελάμπρυνας.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.

Ἱεραρχῶν ἀγλάϊσμα καὶ ποιμὴν Κυρηνείας, ἀναδειχθεὶς Θεόδοτε, καθωδήγησας πλήθη, τοῖς θεοσόφοις σου λόγοις, εἰς ἐπίγνωσιν Λόγου, Ὃν καὶ καθωμολόγησας, πρὸ βημάτων τυράννων, εἶναι Θεόν, καὶ Σωτῆρα κόσμου καὶ Κτίστην πάντων· Αὐτὸν ἀεὶ ἱκέτευε, ὑπὲρ τῶν σὲ γεραιρόντων.

Θεοτοκίον, ὅμοιον.

Ὁμολογῶ συνέργιαν, σὴν ὑπέρλογον Μῆτερ, δι᾿ ἧς Χριστὸν ἐκύησας, τῶν ἁπάντων Δεσπότην, ὡς ἄνθρωπον ἐν γαστρί σου, ὅθεν θείαν εἰκόνα, σοῦ προσκυνῶν κραυγάζω σοι· πρέσβευε τούτῳ Κόρη, ὑπὲρ ἐμοῦ, ὅστις παροργίζω Αὐτοῦ τὸ πρᾷον, ἁμαρτιῶν τοῖς πλήθεσι, ὡς ἀνόητος δοῦλος.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν Κυρηνείας ποιμένα, τὸν θεοχάριστον, Θεόδοτον ἐν ὕμνοις, εὐφημήσωμεν δεῦτε, εἰδώλων καθαιρέτην καὶ τῆς Χριστοῦ, θείας πίστεως κήρυκα, ὁμολογίᾳ δὲ κρείττονι οὐρανῶν, εἰληφότα στέφος ἄφθαρτον.

 

Υἱὸν Θεοῦ τε καὶ Λόγον, ἀνακηρύξας Χριστόν, Θεόδοτε οὐδόλως, ἐπτοήθης τυράννους, διὸ καὶ ἐν πυρίνῃ κλίνῃ τεθείς, ἐμπαρείς τε τοὺς πόδας σου, καὶ τοῖς βουνεύροις ἐν ξύλῳ μαστιγωθείς, ἀκατάβλητος διέμεινας.

 

 

Ἐν σοὶ Θεόδοτε ἔζη, Χριστός καὶ σὺ ἐν Χριστῷ, ἔζης ἐπ᾿ ἀληθείᾳ, κατὰ Παῦλον τὸν θεῖον, διὸ καὶ τὰ σὰ τέκνα χριστοειδῆ, εἰκονίσματα ἔδειξας, ἐν οἷς ὡς δέλτοις ἐμψύχοις μόνον Χριστόν, ἐζωγράφησας μακάριε.

 

Ὡς ποιμενάρχην πατρίδος, παρακαλοῦμέν σε, συνάγαγε καὶ πάλιν, Κυρηνείας τὰ τέκνα, τὰ διεσκορπισμένα οἰκείᾳ γῇ, καὶ βιοῦν καταξίωσον, ἐν τῇ Κυρίου εἰρήνῃ τὸ ἐφεξῆς, καὶ στοχεύειν τὰ οὐράνια.

 

Δόξα. ῏Ηχος πλ.δ΄.

Τὸ τοῦ Σταυροῦ μυστήριον καλῶς μυηθείς, καὶ τὴν μωρίαν τοῦ κηρύγματος σοφῶς ἐγκολπωθείς, ἄριστα ὡμολόγησας ταῦτα ἐνώπιον τυράννων, τῷ θεολόγῳ στόματί σου, Κυρηνείας ὑπέρλαμπρε φωστήρ, Θεόδοτε πανάριστε. Μὴ πλανᾶσθε κράζων ἀδελφοί, λατρεύοντες τῇ φθειρομένῃ καὶ ματαίᾳ κτίσει, ἀλλὰ κολλήθητε τῷ Σωτῆρι Χριστῷ, τῷ Δημιουργῷ καὶ Φωτὶ τοῦ κόσμου, Ὃς γεύσασθε καὶ ἴδετε, ὅτι ὑπάρχει ἀγαλλίασις τῶν ψυχῶν, καὶ ἡ ζωὴ ἡ αἰώνιος.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία μεγάλη καὶ τὰ λοιπὰ ὡς συνήθως

 

 

 

 

 

 

Μεγαλυνάρια

Χαίροις Κυρηνείας θεῖος ποιμήν, Θεόδοτε πάτερ, ὁ ἀθλήσας μαρτυρικῶς, χαίροις ὁ παρέχων, τὰς θείας δόσεις πᾶσι, τοῖς πόθῳ προσιοῦσι, τῇ ἀντιλήψει σου.

Δόσεις οὐρανίους δίδου ἡμῖν, τοῖς προσηλωμένοις, τοῖς ὑλαίοις τε καὶ φθαρτοῖς, ὅπως ἐπιγνῶμεν, Θεόδοτε τὴν κλῆσιν, ἥν ἐκ Χριστοῦ Σωτῆρος, δῶρον εἰλήφαμεν.

Κέρας σωτηρίας γενοῦ ἡμῖν, τοῖς πολλοῖς τοῦ βίου, περιπίπτουσι πειρασμοῖς, θεῖε Κυρηνείας, ποιμὴν καὶ ἱεράρχα, Θεόδοτε τῆς Κύπρου, εὐχέτα ἄριστε.

 

 

 

 

 

 




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου