ΦΕΒΡΟΥΑΡΙΟΣ 17!!
ΕΥΞΙΦΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΛΑΜΑΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, στιχολογοῦμεν τό· Μακάριος
ἀνήρ. Εἰς
τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους
στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν στέμμασιν,
ἀναδήσωμεν τὸν Ἱεράρχην, τὸν σαρκὶ Ἀλαμανίας ὑπάρχοντα, καὶ πνευματικῶς πᾶσι
φθάνοντα, τοῖς εἰλικρινῶς αὐτὸν ποθοῦσι, τὸν πάντων τῶν θλιβομένων
προϊστάμενον, τῆς εὐσεβείας τὸν πύργον, τῶν πιστῶν τὸν πρόμαχον, τὸν δι’ οὗ
ὀφρὺν δυσμενῶν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις μελωδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν
Ἱεράρχην, τὸν τῆς ἀσεβείας ἀντίπαλον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον, τὸν τῆς
Ἐκκλησίας πρωτοστάτην, τὸν μέγα προασπιστήν τε καὶ διδάσκαλον, τὸν πάντας τοὺς
κακοδόξους καταισχύνοντα, τὸν ὁλετῆρα Ἁρεῖου, καὶ θερμὸν ἀντίμαχον, τὸν δι’ οὗ
τὴν τούτου ὀφρὺν Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος
Ποίοις προφητικοῖς ᾄσμασιν,
ἐπαινέσωμεν τὸν Ἱεράρχην, τὸν τὰ πόῤῥω ὄντα προβλέποντα, καὶ τὰ διεστῶτα ὡς
παρόντα προθεσπίζοντα, ἀδιαρεύστως, τὸν πᾶσαν τὴν οἰκουμένην περιθέοντα, καὶ
πάντας ἀδικουμένους ἐκλυτρούμενον, ὑπάρχεις ἔνδοξε, Ἅγιε Εὐξίφιε, ἱεροκήρυξ
Χριστοῦ, καὶ πρεσβευτὴς κραταιός, ὅθεν συνελθόντες βοῶμεν· πρέσβευε πρὸς
Κύριον, ὅπως πάσης λυτρωθῶμεν περιστάσεως, τὸν πλουτοῦντα τὸ μέγα ἔλεος.
Ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Σκεῦος ἱερώτατον, Πνεύματος
θείου γεγέννησαι, τὴν ψυχὴν καθηράμενος, παθῶν ἱερώτατε, ἔνθα χρίσμα θεῖον,
Ἄγιον ἐδέξω ἀρχιεράρχης γεγονώς, καὶ ποδηγέτης λαοῦ θεόφρονος, καὶ Μάρτυς
ἀπαράτρωτος, τοῦ δι’ ἡμᾶς πάθη φέροντος, καὶ ἀπάθειαν βλύσαντος, Ἱεράρχα
Εὐξίφιε.
Σώματος ηὐλόγησας,
αἰκιζομένου ταῖς μάστιξι, καὶ πυρὶ προσεγγίσοντος, τὸν νοῦν γὰρ προσήλωσας,
ἀνεικάστῳ πόθῳ, τῷ ἱερωτάτῳ, κάλλει τοῦ θείου ἐραστοῦ, οὕτω γλυκείῳ ἐτρώθης
ἔρωτι, Ὁσίων ἐγκαλλώπισμα, ἀρχιερέων ἀγλάϊσμα, Ἱεράρχα Εὐξίφιε, πρεσβευτὰ τῶν
ψυχῶν ἡμῶν.
Καλῶς τὸν ἀγῶνά σου,
τεθεαμένη τελέσαντα, ἡ καλῶς σὲ κυήσασα, τὸν ἴσον ποθήσασα, διανύσε δρόμον, σοὶ
περιπλακεῖσα, μέσον τοῦ σκάμματος σοφέ, καθάπερ δάμαλις ἀποσφάττεται, μεθ’ ἧς
ἐκδυσωποῦμέν σε, Ἱεράρχα Εὐξίφιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρώσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· Χαίροις τῆς Ἀλαμανίας φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στύλος ἀπερίτρεπτος· χαίροις φωστὴρ παμφαέστατε, ὁ τὰ τοῦ κόσμου πέρατα, διαλάμπων τοῖς θαύμασι· χαίροις τῶν θλιβομένων ἡ θεῖα χαρμοσύνη, καὶ ἀδικουμένων θερμότατος προστάτης. Καὶ νῦν παμμάκαρ Εὐξίφιε, μὴ παύσῃ πρεσβεύων Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει
ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα
τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Λιτή. Ἦχος α΄.
Ἐνατενίσας ἀκλινῶς τῷ ὕψει
τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς διδαχαῖς κόσμον
κατεπλούτισας Πάτερ ὑπὲρ ἡμῶν, ἀεὶ Χριστὸν δυσώπει, Ἱεράρχα Εὐξίφιε.
Ὀ αὐτός.
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ
θεράπων, καὶ οἰκονόμε τῶν Αὐτοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ
Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών, ὡς θεῖον γὰρ θησαυρόν, ἡ τῶν
Ἀλαμαναίων Ἐκκλησία, ἀγαμένη προσήκατο, τὸν πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Κανόνα πίστεως καὶ εἰκόνα
πραότητος, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, Χριστὸς ὁ Θεός, Ἱεράρχα Εὐξίφιε, ἐν γὰρ
τοῖς Ἀλαμανέοις διαλάμπουσι φαιδρῶς, τὰ θεῖά σου κατορθώματα, Ὁσίων καὶ Ἀσκητῶν
ἐγκαλλώπισμα, διὸ ἱκετεύων μὴ παύσῃ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. β΄.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετ’ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη οὐρανῶν ἠνέωκται, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Εὐξίφιε.
Ἦχος πλ. δ΄
Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Εὐξίφιε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ Αὐτὸς σὲ ἐδόξασεν, ἐν τῇ ἐπουρανίῳ καὶ ὄντως ζωῇ. Διὸ παῤῥησίαν κεκτημένος πρὸς Αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὁ αὐτός.
Τῶν ἀνδραγαθημάτων σου Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε, τῶν πιστῶν τὰς καρδίας, τῆς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐ κατεθαύμασεν, τὴν πρὸς τοὺς πένητας ἱλαρότητα, θλιβομένων τὸ συμπαθές, πάντας θεοπρεπῶς ἐδίδαξας, Ἱεράρχα Εὐξίφιε. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Θεοτόκε Δέσποινα.
Χαῖρε ἡ μόνη ἐλπίς, τῶν βροτῶν καὶ ἀντίληψις. Χαῖρε καταφύγιον, καὶ λυχνία
ἀείφωτος, ἠγλαϊσμένον, χαῖρε λαμπάδιον, ἡγιασμένον, χαῖρε παλάτιον. Χαῖρε
Παράδεισε. Χαῖρε θεῖον σκήνωμα. Χαῖρε πηγή, βρύουσα τὰ νάματα, τοῖς προσιοῦσί
σοι.
Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀρχιερέων κανών,
τῆς Ἐκκλησίας ἀδιάσειστον ἕρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή,
τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον,
ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθὴ καλλυνόμενος, ἄνθρωπε
ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος,
Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ἡ ἱερὰ κεφαλή, τὸ
καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, ὁ ποιμὴν
ὁ μέγας ὁ φανότατος, πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα, ὁ δεομένοις,
συμπαθῶς ἐπικλώμενος, ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι, ῥύστης ὁ
ἑτοιμώτατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν παναοίδιμον μνήμην
σου, Χριστὸν καταπέμψαι, παμμακάριστε δυσώπει, τὸ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἐν ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίροις, ὁ ἱερώτατος νοῦς,
τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στύλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν
στηριγμός, καταπονουμένων ἡ βοήθεια, ἀστὴρ ὁ ταῖς λάμψεσι, εὐπροσδέκτων
δεήσεων, διασκεδάζων, πειρασμόν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα
Εὐξίφιε, ὅρμος ὁ γαληνότατος, ἐν ὃ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου,
περιστατούμενοι σώζονται, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα
ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ
θεράπων, λειτουργὲ Κυρίου, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, στύλε καὶ ἑδραίωμα
τῆς Ἐκκλησίας, Βασιλείας κληρονόμε, μὴ παρασιωπήσεις τοῦ βοᾶν, ὑπὲρ ἡμῶν πρὸς
Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου
Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς
πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ
Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’.
Κανόνα πίστεως
καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν
πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ
πλούσια. Πάτερ Ἱεράρχα Εὐξίφιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ
Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ
Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν
φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν
καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀστράπτεις ἐν τῇ γῇ, τῶν
θαυμάτων ἀκτῖσι, Εὐξίφιε σοφέ, καὶ κινεῖς πᾶσαν γλῶσσαν, εἰς δόξαν τε καὶ
αἴνεσιν, τοῦ ἐν γῇ σὲ δοξάσαντος, Ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς τὴν
μνήμην σου, πίστει καὶ πόθῳ τιμώντας, Πατέρων ἐκλόγιον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ
Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ
πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ
κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν πιστῶν προΐστασαι,
σκέπων φρουρῶν τούτους μάκαρ, πάσης θλίψεως ἀπολυτρούμενος σαφῶς, Ἱεραρχῶν
ὡραιότατον, κλέος καὶ δόξα, Εὐξίφιε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν ἐν
ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με
λύτρωσαι, καὶ μὴ παρόψη, ἡ πάντων βοήθεια.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Προστάτης θερμότατος τῆς
Ἐκκλησίας Χριστοῦ, ἐδείχθεις Εὐξίφιε καὶ τῶν αἱρέσεων, διδάγματα ἄθεα, λύων σὴν
παῤῥησία, καὶ κανὼν ἀνεδείχθης, πᾶσιν Ὀρθοδοξίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν
ἐφεπομένων σου, θείαις διδασκαλίαις καὶ εἰσηγήσεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα, τὰς
ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάχραντε, λῦσον
τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση
Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.
Οἱ ἀναβαθμοί·
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τι ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν;
Εὐαγγέλιον,
κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος, ἐγὼ εἰμὶ
ἡ θύρα...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ,
εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ
τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετ’ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη
οὐρανῶν ἠνέωκται, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν,
Ἅγιε Εὐξίφιε.
Οἱ κανόνες· ὁ
Κανὼν τῆς Θεοτόκου εἰς στ΄· καὶ τοῦ Ἁγίου δύο, εἰς η΄.
Τοῦ Ἁγίου ὁ
α΄, οὗ ἡ ἀκροστιχίς: Εὐξίφηον
μέγιστον, ἐξάδω κλέος.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Αἴγλη φαιδρὰ τῆς Τρισηλίου
Θεότητος, καταγαυστὴς Εὐξίφιε, φῶς ἐχρημάτισας, τοὺς ἐν σκότῃ φωτίζων, καὶ
πᾶσαν τῶν δαιμόνων λύων σκοτόμαιναν.
Ὑψηλὸς οὐρανὸς ἐχρημάτισας,
δόξαν διηγούμενος Θεοῦ σωτήριον, ὡς Ἱεράρχης ἔνθεος, ὡς κλεινῶς θαυματουργεῖς
παράδοξα, ὑπὲρ φύσιν Εὐξίφιε ἔνδοξε.
Ξενοφωρῶν, τῷ Βασιλεῖ τῶν
Δυνάμεων, παρεστηκῶς ἱκέτευε, καταλαμπρύνεσθαι, τοὺς τὴν μνήμην σου ταύτην,
φαιδρῶς ἐπιτελοῦντας, μάκαρ Εὐξίφιε.
Θεοτοκίον.
Ἰάσω συντριβὴν Πανάμωμε,
καὶ τὴν ταλαιπωρίαν τῶν γηγενῶν τέξασα, τὸν βαστάσαντα τὰς νόσους ἡμῶν, δι’
εὐσπλαγχνίαν ἄφατον Θεόνυμφε.
Ὁ β΄ τοῦ
Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν σὸν
γεραίρω παμφαῆ βίον, μάκαρ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν θεῖον λαμπόμενος
ἀστραπαῖς, τοὺς τὴν φωτοφόρον ἐκτελοῦντάς σου ἑορτήν, παθῶν ἀμαυρότητος μάκαρ,
ταῖς προσευχαῖς σου Εὐξίφιε λύτρωσαι.
Ὀ θεῖος ἀνάψας σου τὴν
ψυχήν, Εὐξίφιε πόθος ἐναπέσβεσε τῆς σαρκός, τοὺς ἔρωτας Πάτερ καὶ ἀΰλως, ἐπὶ
τῆς γῆς, σὲ βιώσας ἐποίησεν.
Νεκρώσας τὰ μέλη τὰ ἐπὶ
γῆς, νηστείαις κακουχίαις Πάτερ σοφέ, ζωῆς ἠξιώθης τῆς ἀμήνω, ἐν οὐρανοῖς
Ἱεράρχα Εὐξίφιε.
Θεοτοκίον.
Σαρκὸς ἐξ αἱμάτων σου
ἱερῶν, Θεοῦ Πατρὸς Λόγος, ἐσαρκώθη ὑπερφυῶς, Παρθένε Μαρία Ὃν δυσώπει, τὰ τῆς
σαρκός μου νεκρῶσαι φρονήματα.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Φωτίζονται τὰ πέρατα,
διδαχαῖς σου Ὅσιε, ὡς γὰρ φωστὴρ ἐξέλαμψας, ἀρχιεράρχα τῆς Ἐκκλησίας Χριστοῦ,
ἐν ᾗ ἐστερεώθη ἡ καρδία σου.
Ἴασις ἐνεργῶν τελῶν
ἐξαίσια, δαιμόνων ἀπείργων τὰς φαντασίας, σωτηρίας πᾶσιν αἴτιος, τοῖς
πλουτοῦσι, προστάτην σε γεγέννησαι.
Ὁ λόγος ἱερός, ὁ βίος
ἔνθεος, ὁ τρόπος τοῖς θαύμασι διαλάμπων, ἡ ζωή σου Πάτερ ἔνδοξος, καὶ ὁ θάνατος
τίμιος γεγέννηται.
Θεοτοκίον.
Νέκρωσον Παρθένε, τῆς
σαρκός μου τὸ φρόνημα, ἡ τὴν ζωὴν τετοκυῖα, τὴν θανάτῳ θάνατον καθελούσαν,
ἀφθαρσίας σαφῶς ἐπλουτίσαμεν.
Ἕτερος. Οὐρανίας ἀψίδος.
Ὁλοτρόπως ποθήσας τῶν
ὀρεκτῶν ἔσχατον, κόσμου καὶ σαρκὸς Ἱεράρχα ἔξω γεγέννησαι, ὅθεν ἀπείληφας, τὴν
ὑπερκόσμιον δόξαν, καὶ θεῖαν ἀπόλαυσιν Πάτερ Εὐξίφιε.
Ναὸς ζῶν ἀνεδείχθης τοῦ
Παντουργοῦ Πνεύματος, Πάτερ ἐνοικίσω τὸ σῶμα, συγκλήσας Ὅσιε, ὅθεν ἀπήστραψας,
τῶν ἀρετῶν λαμπηδόνας, ἱερῶς κοσμούμενος Πάτερ Εὐξίφιε.
Γεωργία τῶν πόνων τῶν
ἀρετῶν ὤριμων, Ὅσιε ἐξήνθησας στάχυν Πάτερ Εὐξίφιε, ὦ διατρέφονται, μιμητικῶς
οἱ τὴν θεῖαν, καὶ σεπτήν σου κοίμησιν πανηγυρίζοντες.
Θεοτοκίον.
Ἐπὶ σοὶ Παναγία ὁ τοῦ
παντὸς αἴτιος, δι’ ὑπερβολὴν εὐσπλαγχνίας, θέλων ἐσκήνωσε, καὶ καθηγίασε, τὴν
τῶν ἀνθρώπων οὐσίαν, παραβάσει πρότερον ἐξολισθήσασαν.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἱεράρχης ἐδείχθης χρίσμα
σεπτὸν περικείμενος, Πάτερ θεουργικὸς πάντας ἐν χάριτι, τελειῶν ἱερώτατε,
δωρεῶν δὲ θείων θαυμάτων κοσμούμενος, ἐνεργεῖς σημεῖα καὶ θαύματα ἄπειρα,
νόσους θεραπεύων, καὶ τοὺς δαίμονας φλέγων, καὶ πλήθη πλανώμενα, ἐπιστρέφων
Εὐξίφιε, διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν
ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην
Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου πεσεῖν
κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν
λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.
ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοήν.
Μεγάλως σὴν καθέδραν Ὅσιε,
κατεκόσμησας Ἱεράρχα,, μεγάλως γὰρ θαύμασι διέπρεψας, καὶ πολιτεία λαμπρά, διὰ
τοῦτό σε Εὐξίφιε, ὁ Θεὸς ἡμῶν, μεγάλως ἐδόξασεν.
Ἐλέους θελητὴν τὸν Κύριον,
ἐπιστάμενος Ἱεράρχα, θερμὸς Αὐτοῦ ἤττησας, εἰς ἴασιν καὶ σωτηρίαν πολλῶν, τῶν
θερμῶν ὑδάτων ἔκβλυσιν, τὴν θαυμαστὴν ποιήσασθαι Εὐξίφιε.
Γονίμους τοὺς ἀγῶνας
χάριτι, ἀπετέλεσας διανοίας ἐνθέμενος ταύταις γὰρ Εὐξίφιε, τοῦ λόγου σπόρον
σαφῶς, ὡς καλῶν σπορεὺς ἐθέρισας στάχυν, ἑκατοστεύοντα θεόπνευστε.
Θεοτοκίον.
Ἰάσω συντριβὴν πανάμωμε,
ὡράθη Παρθένε δι’ εὐσπλαγχνίαν, ἐκ γαστρός σου σωματούμενος, διὰ τοῦτό σε
πίστει μακαρίζομεν.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Ῥείθροις Πάτερ δακρύων σου,
ψυχικὰς κηλίδας ἀπονιψάμενος, θεῖον γέγονας τοῦ Πνεύματος, καὶ σεπτὸν παμμάκαρ
καταγώγιον.
Ἀγρυπνίαν παννύχιον,
προσευχὴν ἀένναον ἀπροσπάθειαν, καὶ ἀγάπην ἀνυπόκριτον, καὶ τελείαν πίστιν
Πάτερ ἤσκησας.
Ἰατρεύειν νοσήματα, καὶ ἀποδιώκειν Ὅσιε
πνεύματα, χάριν ἤλειφας Εὐξίφιε, ὡς Θεοῦ θεράπων ἀληθέστατος.
Θεοτοκίον.
Ῥαθυμίᾳ κρατούμενος, καὶ τῇ
ἁμαρτίᾳ βυθιζόμενον, τῇ πρεσβείᾳ σου μὲ λύτρωσαι, Θεοτόκε Μῆτερ Ἀειπάρθενε.
ᾨδὴ ε΄. Ὁ φωτισμὸς τῶν ἐν σοὶ χαρισμάτων.
Στήσας τοὺς σοὺς ἐπὶ πέτραν
καρδίας θεόφρον πόδας, τοὺς ὑποπεσόντας τῇ ἀπωλείᾳ, καὶ σέβας λίθοις
ἀπονέμοντας μάκαρ, θείοις λόγοις σέβειν ἐδίδαξας, Πατέρα Κύριον, τὸν Χριστὸν
καὶ Θεὸν ἡμῶν.
Τὸν ἰατρόν, τῶν ποικίλως
νοσούντων, καὶ σωτηρίαν πάντων πλανωμένων, τὴν ὁδηγίαν, τὴν μυροθήκην τῶν
σεπτῶν χαρισμάτων, τὸ δοχεῖον τοῦ θείου Πνεύματος, τὸν ἱερομύστην τιμῶμεν
Εὐξίφιον.
Οἶνος ἐνί, τῇ προστάξει σου
σκέβει μετὰ ἐλαίου, εἴδους τε ἑτέρου ἐμβεβλημένα, καιρῷ ἰδίῳ ἀμηγὶ παραδόξως
ἐκεννοῦται, τὴν ὑπερβάλλουσαν χάριν σου δηλούντα, θεόφρον Εὐξίφιε.
Θεοτοκίον.
Νόμοι ἐν σοί, παραδόξως
Παρθένε καινοτομοῦνται, τίκτεις γὰρ ἀσπόρως Θεὸν Σωτῆρα, καὶ διαμένεις
παρθενεύουσα πάλιν, ξένον θαῦμα, ὅθεν μητέρα σε τοῦ Ἐμμανουήλ, εὐσεβῶς
καταγγέλομεν.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ὡς κατάκαρπον κλῆμα,
βότρυας ἐξήνθησας Πάτερ Εὐξίφιε, ἀρετῶν ἐνθέων, κατανύξεως οἶνον πηγάζοντας,
καὶ παθῶν τὴν μέθην, ἐκ τῶν ψυχῶν ἀποσοβούντας, καὶ καρδίας πιστῶν
κατευφραίνοντας.
Πειρασμοῦς σοι ποικίλους,
ὄφις ὁ παμπόνηρος Πάτερ ἐξείγειρεν, ἀλλ’ αὐτὸς τῷ ὅπλῳ, τοῦ Σταυροῦ θεοφόρε
ἐνέκρωσας, καὶ τῆς νίκης στέφος, παρὰ Θεοῦ δικαίᾳ ψήφῳ, ἐκομίσω θεόφρον
Εὐξίφιε.
Ἁγιώτατος οἶκος, Πάτερ
θείου Πνεύματος, πίστει γενόμενος, ἐδομήσω οἶκον, ἱερὸν καὶ ἀνίερον σύστημα,
ἀνιέρου πλάνης, μεταβαλῶν ταῖς νουθεσίαις, τῷ τῶν ὅλων Θεῷ καθιέρωσας.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, θείῳ
φωτιζόμενοι Πνεύματι πάναγνε, ἱεροὶ Προφῆται, ἱεραῖς ἐμφωναῖς σὲ προήγγειλαν,
ἐξ ἧς Θεὸς Λόγος, ὑπὲρ αἰτίαν τε καὶ λόγον, ἐσαρκώθη δι’ οἴκτον ἀμέτρητον.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ
πταισμάτων.
Ἐξ ἐώας εἰς δύσιν
ἐπέδραμες, τῆς δαιμονικῆς καὶ δεινῆς ἐνοχλήσεως, τὴν Βασιλίδα Ὅσιε, ἀπολύων
δυνάμει τοῦ Πνεύματος.
Ξένος κόσμου ὀφεὶς
ἱερώτατε, ξένα καὶ φρικτὰ ἐπετελέσας θαύματα, καὶ περιῶν ἐν σώματι, καὶ τῶν
τῇδε ἀπάρας Εὐξίφιε.
Ἀστραπόμορφος Πάτερ
ὁρώμενος, τὰς δαιμονικὰς καθυπέταξας φάλαγγας, στέγειν τὴν Εὐξίφιε, ἀπειλὴν μὴ
σθενούσας θεόπνευστε.
Θεοτοκίον.
Διὰ Σοῦ Παναγία Θεόνυμφε,
οἱ νενεκρωμένοι ζωῆς ἠξιώθημεν, καὶ φθορὰ δουλεύοντες, ἀφθαρσίαν σαφῶς
ἐπλουτήσαμεν.
Ἕτερος. Τὴν δέησιν.
Φωστῆρά σε, οἱ ἐν σκότει
τῆς πλάνης, ἀπλανῶς καθοδηγοῦντα εὑρόντες, πρὸς τοὺς ὁδοὺς τῆς ζωῆς θεοφόρε,
τῆς ἀγνωσίας τὸ σκότος ἀπέλιπον, γενόμενοι φωτοειδεῖς, διὰ πίστεως θείας
Εὐξίφιε.
Ἀγρύπνως, ἐξευμενίσας τὸ
θεῖον, ἐπιπέμψας φωτισμὸν σωτηρίας, τῆς ἐν νυκτὶ τῆς εἰδωλομανίας, κατασχεθεῖσι
θεόφρον Εὐξίφιε, ἀνέδειξας πάντας υἱοῦς, καὶ φωτὸς καὶ ἡμέρας ἐν χάριτι.
Ἡσύχως σου, τὴν ζωὴν ἐκτελέσας,
τὰς ἐν βίῳ τρικυμίας παμμάκαρ, τῇ πρὸς Θεόν, πεποιθήσει παρήλθες, καὶ γαληνοὺς
πρὸς λιμένας κατήντησας, Εὐξίφιε τῆς οὐρανῶν, Βασιλείας καὶ θείας λαμπρότητος.
Θεοτοκίον.
Βαρούμενον, νυσταγμῷ
ῥαθυμίας, διανάστησον τῇ Σῇ μεσιτείᾳ, Μῆτερ Θεοῦ, καὶ μὴ δώης ὑπνῶσαι, τῆς
ἁμαρτίας Παρθένε εἰς θάνατον, πρόστατιν γὰρ καὶ ὁδηγόν, τῆς ἐμῆς σε ζωῆς
ἐπιγράφομαι.
Κοντάκιον. Ἦχος πλ. δ΄. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς Ἱεράρχην τίμιον, καὶ
Ἀσκητὴν στεῤῥώτατον, ἡ οἰκουμένη προσάγει σοι Κύριε, θεῖον Εὐξίφιον Ἱεράρχην,
καὶ τοῖς ὕμνοις γεραίρει τὴν σεπτὴν αὐτοῦ μνήμην, αἰτοῦσα πάντοτε πταισμάτων,
ἄφεσιν δωρηθῆναι τοῖς μέλπουσιν· Ἀλληλούϊα.
Ὁ Οἶκος.
Τὸν σοφὸν Ἱεράρχην
τιμήσωμεν, ὡς ποιμένα πιστόν, καὶ διδάσκαλον, ὅτι ἐν τῷ λειμῶνι τῆς ἀσκήσεως,
ἐξήνθησε ῥόδον ἱερώτατον, καὶ ἡμᾶς τοὺς πιστοὺς κατεμύρισε, βολαῖς θαυμάτων τε,
καὶ πράξεσιν ἐναρέτοις, φωτισμοῦ πληρώσας, πᾶσαν γῆν ἰαμάτων ταῖς λάμψεσιν,
ἐθαυμάστωσε γὰρ ὁ Θεός, τοὺς βοῶντας Αὐτῷ· Ἀλληλούϊα.
Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ἁγίου Εὐξιφίου, ἐπισκόπου Ἀλαμανίας, τοῦ
θαυματουργοῦ.
Εὐξίφηος
ἱερόθησοι πάλαι,
Νῦν
δ’ αὖ μεταστάς, καὶ σηνανυφθηλόγε,
Χριστοῦ
καλούντος γρηγορῶν ὤφθης Πάτερ,
ἡοῖ
σῆμα καλύψεται, δεκάτῃ ἑβδομάτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τύρωνος.
Τύρων,
ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ
πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Οὗτος, κατὰ τοὺς χρόνους ἧν
Μαξιμιανοῦ καὶ Μαξίμου τῶν βασιλέων, ἐκ Μητροπόλεως Ἀμασείας ὁρμώμενος, ἐκ
χωρίου λεγομένου Χουμιαλῶν. Ἄρτι δὲ τῇ στρατιᾷ τῶν Τυρώνων καταλεγείς, καὶ ὑπὸ
τὴν τάξιν τοῦ Πραιποσίτου Βρύγκα τυγχάνων, παρ’ αὐτοῦ εἰς ἐξέτασιν κατέστη, τὸν
Χριστὸν Θεὸν εἶναι ὁμολογήσας, καὶ τὰ σεβάσματα τῶν Ἑλλήνων, ὡς ἄψυχα ξόανα,
καὶ ἔργα χειρῶν ἀνθρώπων, καταχλευάσας. Καὶ καιροῦ δοθέντος αὐτῷ εἰς διάσκεψιν,
οὐκ ἐν ἀπραξίᾳ τοῦτον, ἀλλὰ τὴν μεγίστην τῶν πραγματειῶν ἐξετέλεσε. Τὸ γὰρ
εἴδωλον τῆς τῶν θεῶν μητρός, ὡς Ἕλληνες ληρῳδοῦσι, κατέφλεξεν, ὅθεν συσχεθείς,
καὶ αὐτουργὸς γενέσθαι ὁμολογήσας τοῦ ἐμπρησμοῦ, πρῶτον μὲν κρεμασθεὶς ξέεται,
εἶτα, εἰς κάμινον πυρὸς ἐμβάλλεται, καὶ ἐν αὐτῇ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ
Ἀποστόλου.
Ἀφεῖσα
τὴν γῆν Μαριάμνη παρθένος,
Τὸν
ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.
Μετὰ τὴν ἀνάληψιν τοῦ
Χριστοῦ, παραγενόμενος ὁ Ἅγιος Φίλιππος, μετὰ τοῦ Βαρθολομαίου καὶ Μαριάμνης
τῆς ἀδελφῆς αὐτοῦ εἰς Ἱεράπολιν, καὶ διὰ τὸ κηρύξαι τὸν λόγον τοῦ Χριστοῦ
κρεμασθεὶς καὶ τελειωθείς, ηὔξατο πρὸς τὸν Θεόν, καὶ κατεχώσθησαν εἰς τὴν γῆν,
ὅ,τε Ἀνθύπατος, καὶ ὁ ὑπ’ αὐτὸν λαός. Οἱ δὲ λοιποὶ φοβηθέντες, παρεκάλεσαν
Βαρθολομαῖον καὶ Μαριάμνην, κρεμαμένους καὶ αὐτοὺς ὄντας, ἵνα μὴ αὐτοὶ
καταποντισθῶσι. Καὶ ἐδυσώπησαν αὐτοὶ τὸν Ἅγιον Φίλιππον, καὶ οὐ κατεπόντισεν
αὐτούς, ἀλλὰ καὶ τοὺς καταποντισθέντας ἐξήγαγε. Τὸν δὲ Ἀνθύπατον, καὶ τὴν αὐτοῦ
γυναῖκα Ἔχιδναν, ἀφῆκε κάτω. Τότε ἀπελύθησαν ὁ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη. Καὶ
ὁ μὲν Βαρθολομαῖος, ἀπελθὼν εἰς Ἰνδίαν τὴν εὐδαίμονα, σταυρωθεὶς τελειοῦται. Ἡ
δὲ Μαριάμνη, ἀπελθοῦσα εἰς Λυκαονίαν, καὶ κηρύττουσα τὸν λόγον τοῦ Χριστοῦ, καὶ
πολλοὺς βαπτίσασα, ἐτελειώθη ἐν εἰρήνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Αὐξιβίου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Τὸν
Αὐξίβιον οὐ παρόψεται λόγος,
Φανέντα
ληξίβιον ἐξ ἐναντίου.
Κατήγετο οὗτος ἀπὸ τὴν
παλαιὰν Ῥώμην, Ἕλλην ὢν κατὰ τὴν θρησκείαν, ἀκολουθήσας δὲ τὸν Ἅγιον Ἀπόστολον
καὶ Εὐαγγελιστὴν Μάρκον, ἐδιδάχθη παρ’ αὐτοῦ τὸν λόγον τῆς ἀληθείας. Ὅθεν
βαπτισθείς, ἐχειροτονήθη ἐπίσκοπος Σόλωνος τῆς ἐν Κύπρῳ, καὶ πολλοὺς ἀπίστους
ἐπιστρέψας εἰς τὸν Χριστόν, καὶ διαφόρων θαυμάτων αὐτουργὸς γεγονώς, πρὸς
Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου.
Θεοστήρικτος
τὸν Θεὸν πήξας βάσιν,
ὄντως
θεοστήρικτος ἔργοις ὡράθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου.
Τὴν
γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ,
Μηνᾶν
ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.
Ἐπὶ τῆς βασιλείας Βασιλείου
τοῦ φιλοχρίστου βασιλέως, ὀ μακάριος Μηνᾶς, μιᾷ τῶν νυκτῶν, καὶ τῇ τῶν Κανάτων
(ἄλλ. Ἱκανάτων) κατειλελγμένῳ σχολῇ, ὡς αὐτὸς εἴη Μηνᾶς ὁ Καλλικέλαδος, ὁ ὑπὸ
γῆν κρυπτόμενος, ἐν τῷ κατὰ τὴν ἀκρόπολιν αἰγιαλῷ, καταμηνύει, καὶ τὸν τόπον
ὑποδεικνύει δακτύλῳ, καθ’ ὅν ἧν κείμενος. Ὁ δὲ φιλόθεος οὗτος ἀνήρ, ὀρθριώτερον
ἀναστάς, καὶ Μαρκιανῷ τῷ Νουμερίῳ, φίλῳ αὐτοῦ ὑπάρχοντι, τὰ ὁραθέντα μηνύει
ἀκριβῶς. Οὗτος δὲ πάλιν τὰ ἀκουσθέντα δῆλα ποιεῖ τῷ Βασιλεῖ, καὶ αὐτίκα κατὰ
τὸν δηλωθέντα τόπον στρατιῶται ἐξαποστέλλονται. Οἵτινες διασκάψαντες τάχιον,
εὗρον σιδηρᾶν λάρνακα, ἐν ᾗ ἧν τὸ μαρτυρικὸν σῶμα. Ἀλλὰ καὶ γραφὴν σὺν αὐτῇ ἐπὶ
πλακὸς ἐγκεκολαμένην, καὶ δηλοῦσαν ἐκεῖ κατατεθεῖσθαι τὸν Μάρτυρα, ἐν ᾧ
ᾑρετίσατο τόπῳ. Ψηφίσαντες οὖν κατὰ τῆς πλακὸς γραφήν, εὗρον παρῳχηκότας χρόνους
τετρακοσίους, ὅθεν καὶ τῷ Θεῷ εὐχαριστίαν πανδημεὶ ἐξέπεμψαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Νεομάρτυρος Μιχαὴλ
Μαυροειδή, τοῦ Ἀδριανουπολίτου, ξίφει τελειωθέντος ἐν ἔτει 1493.
Στίχοι:
Κἂν
καὶ Μιχαὴλ τῷ χορῷ τῶν Μαρτύρων·
τάττω,
τὸ καινὸν οὐχ ὀρῷ καὶ κωλῦον.
Φάσγανον
πέφνε Μιχαὴλ ἑβδομάτη ἠδὲ δεκάτη.
Οὗτος, πατρίδα ἔσχεν αὐτὴν
τὴν πόλιν τοῦ Ἀδριανού, τῶν εὖ γεγονότων τυγχάνων καὶ τῇ τῆς ψυχῆς αὐτοῦ
ἐλευθεριότητι καὶ περὶ πᾶσαν ἀρετὴν ἐπιμέλεια βίον ἐπαινετὸν μετιών, περιουσία
τε χρημάτων καὶ πάσῃ εὐκλείᾳ τῇ τοῦ παρόντος βίου, οὐδενὸς ἥττων τῶν ἐν ἐκείνῃ
τῇ πόλει, γνώριμός τε δὲ καὶ διάδηλος πᾶσι σχεδὸν τοῖς ἐν τῇ Εὐρώπῃ βαρβάροις,
οὐκ ὀλίγοις δὲ καὶ τῶν ἐν τῇ Ἀσίᾳ δοκιμωτέρων, ἔτι δὲ καὶ αὐτοῖς τοῖς
βασιλείοις ἀναστρεφομένοις καὶ τῆς μείζονος ἀξιουμένοις παρὰ τοῦ ἡγεμόνος
τιμῆς. Ἐπεὶ δέ, τοῦ γένους τῶν βαρβάρων τούτων μανιωδῶς διακειμένου ἡμῖν, ταῖς
ὑφηγήσεσι καὶ διδασκαλίαις τοῦ μιαρωτάτου καὶ πονηροῦ καθηγεμόνος αὐτῶν, μία
τις φατρία τούτων πονηρότατη καὶ θερμοτέρα πρὸς τὴν ἀσέβειαν, συνήθης καὶ γνώριμος
οὖσα τῷ μάρτυρι, δόλους ἔγνω συῤῥάψαι κατὰ τοῦ ἀνδρός, τῷ πονηρῷ πρὸς ταῦτα
δαίμονι κινουμένη τὰ βουλεύματα ὡς ἔοικεν, ὑφάναντες σὸν τὸν δόλον καὶ καλῶς
ἔχειν ὑπολαβόντες, προσίασι τῷ δικαστῇ λέγοντες· ὡς εἴποι οὗτος πολλάκις ὁ
λέγουσιν αὐτοί, τὸν ἑαυτῶν ὁμολογοῦντες Θεὸν βαρβάρῳ φωνῇ, καὶ μάρτυρας δὲ ἦγον
μεθ᾿ ἑαυτῶν ψευδῆ μαρτυρήσοντας. Ὁ δὲ τὸν ἄνδρα μεταπεμψάμενος ἐδείκνυεν ὅσα
κατ᾿ ἐκείνου φασὶ καὶ ὅ,τι ἔχοι πρὸς ταῦτα ἀπολογήσασθαι ἔλεγεν. Ὡς δὲ τοῦ
ἀνδρὸς μηδὲν ἀληθὲς λέγειν αὐτοὺς ἰσχυριζόμενου, ἀλλὰ ψεῦδος εἶναι τὸ ὅλον καὶ
ἀναιδοῦς συκοφαντίας ὑπόθεσιν καὶ πόῤῥῳ παντελῶς τοῦ σκοποῦ αὐτοῦ —σκοπὸν γὰρ
εἶχε διόλου μακρὰν εἶναι τῶν τοιούτων πλοκών— ὁ δικαστής, ψευδεῖς εἶναι τοὺς
λόγους ἐκείνων ὑπολαβὼν καὶ συκοφαντίαν μεμελετημένην προδήλως, ἔγνω διαφεῖναι
εἰδὼς ἐκεῖνον καὶ πάνυ ἐχέφρονα καὶ πεφυλαγμένως τὸν ἑαυτοῦ βίον διάγοντα,
Θορυβούντων δὲ ἐκείνων καὶ ἐπαπειλούντων ὡς, εἴπερ ἀπολύσει ἐκεῖνον.
ἀποφανοῦσιν αὐτὸν ἔν τε τοῖς βασιλείοις καὶ πανταχοῦ τοῦ ἀφετέρου νόμου
ὀλιγωροῦντα, εἱρκτῇ παραπέμπει τὸν ἄνδρα, διαμένειν κελεύσας ἕως ἂν πάντα
γένοιτο δῆλα τὰ κατ᾿ αὐτὸν ἐν τοῖς βασιλείοις καὶ ὅ,τι ἂν προστάξοι ὁ ἡγεμών.
Παραλαβόντες οὖν οἱ μύσται
τοῦ πονηροῦ καὶ ἄλλους οὐκ ὀλίγους μεθ’ ἑαυτῶν, τῆς αὐτῆς ὄντας μετόχους
παραπληξίας καὶ δυσμενείας, ἐν τοῖς βασιλείοις παρεγένοντο τοῦ κρατοῦντος καὶ
τοῖς ἐκεῖσε πολλὰ κοινολογησάμενοι, ὁμόφροσιν οὖσιν αὐτοῖς, καὶ τὴν σκαιωρίαν
ἀπαρτίσαντες πείθουσι τὸν ἡγεμόνα, κουφότατον ὄντα, ψῆφον ἐξενεγκεῖν. Ἡ δὲ ἧν:
Εἰ μὴ τῇ ἐκείνων προστεθείῃ θρησκείᾳ τὴν ἰδίαν ἐξομοσάμενον, κατακαέντα
ἀποθανεῖν.
Ὑποστρέψαντες τοίνυν
ἐκεῖθεν καὶ τὸ πρόσταγμα τῷ δικαστῇ ἐπιδείξαντες, ποικίλοις ἐχρῶντο λόγοις πρὸς
τὸν γενναῖον · πείσθητι, τῷ τοῦ κρατοῦντος προστάγματι καὶ ἡμῖν, παραινοῦσί σοι
τὰ λυσιτελῆ, καὶ ὁμολόγησον ἅπερ ἡμεῖς. Ἔσται σοι γὰρ εὗ καὶ πᾶσι τοῖς σοῖς,
ἐπεὶ δωρεῶν ἀπολαύσεις καὶ τιμῆς ὑψηλῆς καὶ λαμπρὸς ἔση καὶ πᾶσι τοῖς σοῖς
ὠφέλεια ἔσται καὶ ἀγάπη καὶ οἰκείωσις ἀφ᾿ ἡμῶν. Εἰ δὲ μὴ πεισθῆναι θελήσεις,
ἡμεῖς ἀποκτενοῦμέν σε πάντως, ὡς ὁ νόμος τε καὶ τὸ πρόσταγμα τοῦ κρατοῦντος παρακελεύεται.
Πρὸς ταῦτα ὁ γενναῖος
ἐκεῖνος καὶ ἀδαμάντινος ἀπολογούμενος ἔφη: Ἐπεὶ τοσούτον ἴσχυσε κατ᾿ ἐμοῦ τὸ
ψεῦδος καὶ ἡ ῥᾳδιουργία ὑμῶν, ὥστε καὶ τὸν κρατοῦντα πεῖσαι τοιαύτην ψῆφον
ἐξενεγκεῖν, περὶ μὲν τοῦ πεισθῆναι ἤ μὴ πεισθῆναι με τοῖς λόγοις ὑμῶν καλῶς ἤδη
ἐσκεψάμην ἐν ἐμαυτῷ. Οὔτε γὰρ εὐήθης τις καὶ ἀσύνετος, ὡς ἵστε, ἐγώ, οὔτε
μεταμελήσομαι ἡ μεταβουλεύσομαι οὐδέποτε περὶ τὴν τοῦ Χριστοῦ μου πίστιν, νῦν
μὲν ἄλλα, αὔριον δὲ ἄλλα φρονῶν —τοῦτο γὰρ οὐδὲ παίδων ἔργον φρονίμων— ἀλλ᾿
ὑπομενῶ προθύμως τὸν θάνατον, οὐδένα λόγον ποιούμενος ὧν φατε δωρεῶν καὶ δόξης
καὶ τῶν λοιπῶν. Ἐκεῖνο δὲ θαυμάζω, εἰ τὸν μὲν διὰ ξίφους θάνατον οἴεσθέ με
ὑποστῆναι πάνυ προθύμως, τὸν δὲ διὰ τοῦ πυρὸς δυσχερανεῖν. Εἰ δὲ καὶ πλείω τὴν
αἴσθησιν ἐκεῖνος τῶν ἀλγηδόνων παρέχεται, ἀλλ᾿ ἐπίσης κἀκεῖνος ὑπάρχει θάνατος,
ὥστε, ὁποτέρω με βούλεσθε, παραπέμψατε, τοῦ λοιποῦ μηδέν τι πλέον εἰπόντες·
Ἄλλο γάρ τι παρ᾿ ἐμοῦ οὐκ ἀκούσεσθε.
Ταῦτα εἰπόντος τοῦ
μάρτυρος, αἰσχυνθέντες ὅτι μὴ ἰσχῦσαν ἐκεῖνον μεταβαλεῖν, ἀπειρηκότες λοιπόν,
τὸν δήμιον ἐπιστήσαντες τὴν τιμίαν ἐκείνου κεφαλὴν ἐκέλευον ἀποτεμεῖν. Ὁ δέ·
Κύριε Ἰησοῦ Χριστὲ δέξαι τὸ πνεῦμά μου, ἀπετμήθη τὴν σεβασμίαν κεφαλήν. Καὶ
μετὰ ταῦτα ὕλην συναγαγόντες, ὢ τῆς ἀπονοίας! το τίμιον ἐκεῖνο σῶμα κατέκαυσαν
τὴν αἰσχύνην αὐτῶν συγκαλύπτειν βουλόμενοι. Ἡττηθέντες γὰρ ἐπεὶ οὗ καταπεῖσαι
ἄνδρα ἰσχῦσαν μεγαλοπρεπῆ καὶ τελείου φρονήματος καὶ τὸν Χριστὸν ἀντὶ πάντων
προελόμενον, ὡς δῆθεν τὸ πλῆθος τῶν ὁμογλώσσων βαρβάρων ἐπιστηρίζοντες ταῦτα
ἐποίησαν. Τί γὰρ ματαιότερον ἤ ἀπονοίας καὶ θηριώδους τρόπου καὶ γνώμης σημεῖον
ἤ σῶμα νεκρὸν τῷ ξίφει γενόμενον, κατακαῦσαι;
Ἀλλ’ ἐκεῖνοι μὲν νοσείτωσαν
διὰ βίου παντός, ἡμεῖς δὲ τοιαῦτα ἰδόντες ἐν τοῖς καθ’ ἡμᾶς πανυστάτοις νῦν
χρόνοις, δοξάζομεν τὴν παναγίαν καὶ ζωαρχικὴν Τριάδα τὸν ἕνα Θεὸν τὸν δόντα ἡμῖν
τοιαῦτα ἰδεῖν, εἰς δόξαν μὲν ἐκείνου καὶ εὐχαριστίαν, στηριγμὸν δὲ καὶ
ἀγαλλίασιν καὶ εὐφροσύνην τῶν πιστῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Νεομάρτυρος Θεοδώρου τοῦ Νέου τοῦ Βυζαντίου.
Ὕμνος
νεάζων Θεοδώρῳ τῷ νέῳ,
Χριστοῦ
Ἀθλητῇ, ἐνδίκως ἁρμοστέο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν
εὐσεβεῖ τῇ μνήμῃ γενομένων βασιλέων, Μαρκιανοῦ καὶ
Πουλχερίας.
Τὸν
Μαρκιανόν, Πουλχερίαν συνάμα,
ἄζυγας
εἰπεῖν οὐκ ἔχω ἢ συζύγους.
Τελείται δὲ ἡ αὐτῶν Σύναξις
ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων Ῥωμύλου, Σεκουνδιανοῦ καὶ Δονάτου
τῶν ἐν τῇ Βενετίᾳ ἐν ἔτει 304
μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Θεοδούλου, τοῦ ἐν Καισαρείᾳ τῆς
Παλαιστίνης, ἐν ἔτει 308 μ.
Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Νέου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου
Τομπόλσκ τῆς Ῥωσίας, τοῦ ὑπὸ τῶν μπολσεβίκων μαρτυρήσαντος ἐν ἔτει 1918.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Σιωπηλοῦ, τῆς Λαύρας τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ ἡσυχαστοῦ, ἐκ Τυρνόβου Βουλγαρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρνάβα τῆς Γεθσημανῆς τοῦ Ῥώσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου Φλωρίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τῆς Δακρυοῤῥοούσης τῆς Ἱερᾶς Σκήτης
τοῦ Προφήτου Ἠλιού, ἐν τῷ Ἁγίῳ Ὄρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐκτελοῦμεν καὶ ἑορτὴν ἐτήσιον εἰς τιμὴν καὶ δόξαν
τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἧς ἡ θαυματουργὸς
Εἰκὼν εὕρηται ἐν τῷ χωρίῳ Πληκατίῳ τῆς Κονίτσης.
Θαύμασι
δεδόξασται Εἰκὼν ἡ θεία,
Ἐν
Πληκατίῳ τῆς Ἁγνῆς Θεοτόκου.
Δεκάτῃ
ἕκτῃ Εἰκόνος κυδαίνω κλέος Μητρὸς Θεοῦ.
Αὕτη ἡ θαυματουργὸς εἰκὼν
τῆς Θεοτόκου, εὕρηται ἐν τῷ χωρίῳ Πληκατίῳ, κειμένῳ ἐγγὺς τῆς ἐν Ἠπείρῳ
Κονίτσης, ἥτις ἀδήλοις χρόνοις πάλαι ἐγκέκρυπται ἐν τῷ ἐκεῖ που εὑρισκομένῳ
δάσει, φανερωθεῖσα δὲ οὕτω:
Πρὸ διακοσίων ὡς ἕγγιστα
ἐνιαυτῶν, κάτοικοι τοῦ προῤῥηθέντος χωρίου νέμοντες τὰ ἑαυτῶν πρόβατα ἐν τινὶ
δασώδει περιοχῇ, ἧς ἡ κλῆσις Πεστιλέπη, κατὰ μεσημβρίαν τοῦ χωρίου
Ἀετομηλίτσης, ὅπερ τὸ πάλαι Δέντσικον· ἐκέκλητο, ἑώρων ἐπαλλήλοις νυξὶ τῷ
ἔναντι δάσει φῶς λάμπον, οὗ ἡ ὅρασις δέει πολλῷ τούτους συνέχεεν, ὑποτοπάζοντας
κακοποιούς τινας ἐκεῖ ἐμφωλεύειν. Ἀναθαῤῥήσαντες δὲ τῇ συνεχεῖ καὶ σταθηρᾷ τοῦ
φωτὸς ἐποψία, ἔσπευδον ἰδεῖν τὸ γεγονός, ἀλλ᾿ οὐδὲν σημεῖον ἀνεύρισκον, ἐπί
τινας ἡμέρας τοῦτο ποιοῦντες.
Ἀπορίᾳ δὲ συσχεθέντες περὶ
τοῦ ὁρωμένου φωτός, ἐβουλεύσαντο θεῖναι ἐκεῖσε ῥάβδον ποιμενικὴν ἐν πριόπτῳ,
ὁρᾶσθαι ταύτην μακρόθεν, ἔνθα ὑπενόουν ἥν ἡ τοῦ φωτὸς θέα, δι᾿ οὗ τῇ ἑπομένῃ
νυκτὶ γνωστὸς γέγονεν αὐτοῖς ὁ τόπος τοῦ φαινομένου. Πρωΐας δὲ γενομένης,
ἔδραμον σπουδῇ ἐν ᾧ σημείῳ ἐσκόπουν, καὶ ἐπιμελῶς ἀνερευνήσαντες, ἀνευρὸν τὴν
ἁγίαν τῆς Θεοτόκου Εἰκόνα ἐντὸς κέδρου τινὸς ἱσταμένην. Ἐπὶ τούτῳ χαρᾶς ἀφάτου
πλησθέντες καὶ εὐλαβῶς προσκυνήσαντες, ἔλαβον αὐτὴν ὡς ὄντως πολύτιμον
θησαυρόν, καὶ ἐν ἑαυτῶν καταυλισμῷ ἐκομίσαντο. Ἐνθενδὶ ἐπί τίνος ἰσχνότατης
φορβάδος ἐπιθέσαντες ὡς φόρτον ἱερόν, τῷ Πληκατίῳ μετενεγκεῖν ἔσπευδον. Φάσις
δὲ περὶ τούτου ἐγεγόνει τοῖς κατοίκοις, οἵτινες ἐξελθόντες λαμπαδηφοροῦντες σὺν
Ἱερεῦσι περιβεβλημένες τὰς ἑαυτῶν στολάς, ὑπήντησαν τῇ ἁγίᾳ εἰκόνι τῷ ἔναντι
βουνῷ Παλέσι, καὶ ᾄδοντες καὶ ψάλλοντες μετεκόμισαν καὶ ἔθεντο ἐν τῷ τοῦ ἁγίου
Ἀθανασίου ναῷ.
Οὐκ εὐαρίθμων δὲ
παρελθουσῶν ἡμερῶν, ἡνίκα κατὰ πρωΐαν καὶ ἑσπέραν ἀπήρχετο ὁ Ἱερεὺς τῷ ναῷ,
ἀνενεγκεὶν τῷ Κυρίῳ τὰς ἑωθινὰς καὶ ἑσπερινὰς εὐχάς, εὕρισκε τὴν εἰκόνα πρὸς τῇ
θύρᾳ τοῦ ναοῦ, ἥν καὶ εὐλαβῶς ἐναπετίθετο τῇ προτέρᾳ θέσει. Καί τινα Κυριακήν,
πέρας λαβούσης τῆς θείας Ἱερουργίας, αὐτομάτη ἀρθεῖσα ἐπεκάθησεν ἐπὶ τοῦ ὤμου
τοῦ Ἱερέως, ὅστις, τῇ προϊούσῃ ἐξ αὐτῆς χάριτι καὶ ἐνεργείᾳ, ἀγόμενος καὶ ὑπὸ
παντὸς τοῦ λαοῦ ἀκολουθούμενος, ἦλθεν ἐν τῷ μέσῳ τοῦ χωρίου, καὶ ἔστη ἔνθα
τανῦν ἵδρυται ὁ ναός, ἐν ᾧ ἡ εἰκών. Ὧδε ἑωρῶντο ἐρείπια ἀρχαίου ναοῦ, πηγὴ
ὕδατος, (ἥτις ἤδη μεγάλη βρύσις ὠνόμασται), πλεῖσται βάτοι καὶ ἰτέαι. Ἐνταῦθα
γενομένη ἡ εἰκών, ἤρθη ἀπὸ τοῦ ὤμου τοῦ Ἱερέως, καὶ ἔστη ἐπὶ τῶν βάτων, οἰονεῖ
δηλοποιοῦσα ὅτι δεῖ ὧδε δομηθῆναι ναὸς πρὸς ἑαυτῆς κατοίκησιν. Καὶ αὖθις ἐκ τῶν
βάτων ἀρθεῖσα ἔστη ἐπὶ τοῦ ὤμου τοῦ ἱερέως ὡς καὶ πρίν, ὅστις ἥρξατο πορείας
σὺν παντὶ τῷ λαῷ, ἄχρις οὗ ἔστη ὁ τῶν τῆς Θεομήτορος γενεθλίων ναΐσκος, κοινῶς
Παναγιοποῦλα λεγόμενος. Καὶ ὧδε ἐκ τῶν ὤμων τοῦ Ἱερέως, ἔστη ἐπί τινος πέτρας,
ἐξ ἧς ἐπικαθήσασα καὶ αὖθις, τῷ ἰδίῳ τρόπῳ, ἐπὶ τοῦ ἱερέως, ἐπανῆξαν ὁμοῦ, τοῦ
Ἱερέως φέροντος τὴν εἰκόνα ἐπὶ τοῦ ὤμου, αὐτομάτως ἱσταμένην, εἰς τὸν ναὸν τοῦ
ἁγίου Ἀθανασίου, ἐξ οὗ ἥρξαντο τῆς πορείας.
Ἐν ἔτει δὲ αψοε´ (1775) οἱ
τοῦ χωρίου κάτοικοι ἐδομήσαντο τὸν ἐπ᾿ ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου ναόν,
κατὰ τὴν αὐτῆς εὐδοκίαν, μετὰ πολλοῦ ζήλου καὶ εὐλαβείας, ἔνθα καὶ
τεθησαύρισται ἡ ἁγία εἰκών, ὡς καὶ τὸν ναΐσκον τῶν γενεθλίων αὐτῆς, ὡς αὕτη
παραδόξως ὑπέδειξε.
Ἐσχάτως, ἐν ἔτεσιν
(1949-1951) ἵδρυται περικαλλὴς ἐκ βάθρων ναός, ἀρωγῇ καὶ συνεισφορᾷ τῶν τε
ἀξιωματικῶν καὶ ὁπλιτῶν τῆς ὁγδόης μεραρχίας, εἰς ἀΐδιον μνήμην τῆς παρὰ τῆς
Θεοτόκου βοηθείας, δι’ ἧς λαμπρὰν ᾔραντο νίκην ἐν τῇ τοῦ Γράμμου περιοχῇ,
καταγωνισάμενοι τοὺς τῶν αἱμάτων ἄνδρας Συμμορίτας, δηώσαντες καὶ λῃϊσαμένους
τὰ ἐγγὺς χωρία, καὶ πλείστους τῶν κατοίκων εἰς χώρας μακρὰν (κοινῶς τοῦ
Παραπετάσματος λεγομένας) αἰχμαλώτους ἀπαγαγόντας. Τῷ ἱερῷ τούτῳ ἔργῳ συνέδραμε
καὶ ἡ ἐν Ἰωαννίνοις μεραρχία.
Πλεῖστα δὲ θαύματα ἐνήργησε
πάλαι, καὶ οὐ παύεται καὶ νῦν ἐνεργοῦσα ἡ θαυματουργὸς αὕτη εἰκών, ἀσθενεῖς
θεραπεύουσα, κινδυνεύοντας σῴζουσα, καὶ πᾶσι τὰ πρὸς σωτηρίαν αἰτήματα
παρέχουσα, τοῖς εὐλαβῶς προσερχομένοις, καὶ ἀνομβρίας ἔλυσε, καὶ στειρευούσῃ
γυναικὶ τέκνον δέδωκε, καὶ πᾶσι καθ’ ἑκάστην βοηθεῖ τοῖς ἐπικαλουμένοις τὸ
ἅγιον τῆς Θεοτόκου ὄνομα. Τῇ δεκάτῃ δὲ καὶ ἕκτῃ τοῦ μηνὸς Φεβρουαρίου, ἐν ᾗ
πάνδημος τελεῖται ἑορτὴ καὶ πανήγυρις εἰς δόξαν τῶν πολλῶν αὐτῆς θαυμασίων καὶ
ἀντιλήψεων, πανοικεὶ συῤῥέουν τῷ Πληκατίῳ τῷ κύκλῳ καὶ έγγὺς χωρίᾳ ᾄδοντες καὶ
ψάλλοντες τῇ Παντοβασιλίσσῃ Θεοτόκῳ, ἐν πολλῇ εὐγνωμοσύνῃ, χαριστηρίους ὕμνους
καὶ ᾠδάς.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ὡς θεῖος ποιμήν, ὡς
θαυμάτων αὐτουργός, τυφλοῖς τὸ βλέπειν, ἐντεύξει Πάτερ ἐχορήγησας, τὴν ἀκοὴν
τοῖς κωφεύουσι, κάθαρσιν λεπροῖς, εὐδρομίαν τοῖς χωλοῖς, ἀναμέλπουσι· Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κηρύττεις τὸ σὸν
τερατούργημα σοφέ, εἰς τὸν αἰῶνα θερμῶν ὑδάτων ἡ ἀνάβλυσις, βωμὸς τῷ τάφῳ σου
κείμενος, ὧν ἐκ τῆς Ῥωμαίων μεγίστης μετηνέγκατο πόλεως, τὸ πονηρὸν ἐξελεστὲν
πνεῦμα Εὐξίφιε.
Λαοῦ ταπεινοῦ, προηγήσω
ὑψηλός, ἐν θεωρίαις καὶ ἐνεργείαις καὶ δυνάμεσιν, ἀποδειχθεῖς ἱερώτατε, καὶ τοῦ
ὑψηλοῦ Βασιλέως, θεραπευτῆς ὦ κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον.
Ἐτέχθη ἐκ σοῦ, Ὃν ἐγέννησε
Πατὴρ πρὸ τῶν αἰώνων, διτταῖς οὐσίαις καὶ θελήσεσιν, οἷα Θεός τε καὶ ἄνθρωπος,
Κόρη γνωριζόμενος πᾶσι, τοῖς ἐν πίστει κραυγάζουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Ἕτερος. Παῖδες Ἑβραίων.
Ἵνα τῆς ἄνω Βασιλείας,
ἐπιτύχης καὶ τῆς δόξης τῆς ἀῤῥήτου, πατούμενος σοφὲ καὶ φθειρόμενος, ὡς
νουνεχῆς καὶ φρόνιμος, κατεφρόνησας ἐμφρόνως.
Ὅτε ὁ λύκος ὁ πανούργος,
τὴν ἀμνάδα σου ἐσπάραξε δολίως, τότε τούτου σοφέ, τὰς μύλας διαθλάσας, οἷα
ποιμὴν εἰσήγαγες, μετανοίας ἐν τῇ μάνδρᾳ.
Νόμοις ὑπεῖκων τοῦ
Δεσπότου, τὸ πλανώμενον ἐζήτησας καὶ εὗρες, καὶ τοῖς ὤμοις τοῖς σοῖς, ἀράμενος
παμμάκαρ, οἷα ποιμὴν εἰσήγαγες, μετανοίας ἐν τῇ μάνδρᾳ.
Θεοτοκίον.
Μόνη τὸν Ἕνα τῆς Τριάδος,
ἀπεγέννησας ἐν δύο ταῖς οὐσίαις, ὑποστάσι μιᾷ, ὁρώμενον Παρθένε, ὦ
μελωδοῦμεν Ἄχραντε,, ἀσιγήτως εἰς
αἰῶνας.
ᾨδὴ η΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ὡς φωταυγῆς σου ὁ βίος, ὡς
ὡραίοι οἱ πόδες, ὡς λίαν θαυμαστὴ ἡ πρὸς Θεὸν νεύσις ὁμοῦ καὶ οἰκείωσις, ὡς
μεγίστη ἡ χάρις, ἡ ἄνωθεν δοθεῖσά σοι σοφέ, διὰ τοῦτο ἐν πίστει, τιμῶμέν σε
Εὐξίφιε.
Σὲ τὸ ὁμόσκηνον πάντων, τῶν
Ἁγίων Μαρτύρων, τὸν σύνδρομον τῶν θείων Μαθητῶν, πατριαρχῶν τὸν ὁμότιμον,
Προφητῶν καὶ Ὁσίων, καὶ τῶν ἐπουρανίων λειτουργῶν, τὸν συνόμιλον πίστει,
γεραίρομεν Εὐξίφιον.
Ἠ παναγία σου μνήμη,
ἁπλουμένη ἐν κόσμῳ, φωτίζει τῶν ἀνθρώπων τὰς ψυχάς, φέγγει πλουσίως ἐν χάριτι,
ἣν τελοῦντες ἐκ πόθου, παθῶν ἡμᾶς καὶ σκότους πειρασμῶν, ταῖς πρεσβείαις σου
ῥῦσαι, δεόμεθα Εὐξίφιε.
Θεοτοκίον.
Φωτιστικήν σε λυχνία, ὁ
Προφήτης βλέπει, λαμπάδιον τὸ θεῖον ἀληθῶς, ἐν αὐτῇ ἐπιφέρουσαν Παναγία
Παρθένε, τὸν μόνον ὑπερούσιον Θεόν, διὰ σπλάγχνα ἐλέους, ἐκ σοῦ ἐνανθρωπήσαντα.
Σημείωσις: Ἔπειτα τὸ χειρόγραφο ἔχει μόνον τὸν β΄ κανὼν τοῦ Ἁγίου
τῆς θ΄ ᾠδής.
Ὁ β΄ τοῦ Ἁγίου. ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν κατηξιώθης, Πάτερ
θεοφόρε, τὰ δι’ ἐλπίδος σοι πάλαι ποθούμενα, ἃ ὀφθαλμὸς οὐ κατεῖδε καὶ οὖς οὐκ
ἤκουσεν.
Ὡραῖος ἀπεφάνθης, θείαις
ἀγλαΐαις, τῶν ἀρετῶν διαλάμπων Εὐξίφιε, καὶ τῷ τῶν ὅλων Δεσπότη χαίρων
παρίστασαι.
Συνήφθης ταῖς χορείαις,
πάντων τῶν Ὁσίων, καὶ σὺν αὐτοῖς τῆς θεώσεως Ὅσιε, ἐπιτυχῶν ἱκετεύεις εἰς τὸ
σωθῆναι ἡμᾶς.
Ἡμέραν εὐφροσύνης, ἄγει
χαρμοσύνως, τὴν ἱεράν σου Εὐξίφιε κοίμησιν, ἡ ἐκκλησία τιμῶσα τὴν πολιτείαν
σου.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε, τὴν
κεκακομένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, καὶ ἀγαθῶν τιμῶσα τὴν πολιτείαν
σου.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸ καθαρόν σου Πάτερ, καὶ
ἱερώτατον ὁρῶν, τῆς διανοίας ὁ πάντων, γινώσκων τὰς ἐνθυμήσεις, φωστῆρα κόσμῳ
δεικνύει, σὲ Ἱεράρχην τὸ κλέος.
Θεοτοκίον.
Ὅτε ἡ Μήτηρ τοῦ Λόγου, πρὸς
τὰς ἐκεῖ καταπαύσεις, μεταναστεύουσα ὤφθη, σὺν τοῖς λοιποῖς Ἱεράρχαις, σὺ ἱερὲ
Εὐξίφιε, ἐπέστης ταύτην προπέμπων.
Αἶνοι. Ἦχος πλ. δ΄. Κύριε, εἰ καὶ κριτηρίῳ.
Ἔχρισέ σε Ἀρχιερέα ἡ χάρις,
τοῦ Πνεύματος Εὐξίφιε, πλάνης καθαιροῦντα τεμένη, καὶ ἀνιστῶτα τῇ χάριτι, ναοὺς
Θεοῦ ἱερούς, εἰς δόξαν τε καὶ αἴνεσιν, τοῦ τεχθέντος ἐκ Παρθένου, καὶ τὰ πάντα
ἁγιάσαντα. (Δίς)
Θαύμασι Πάτερ ἐβεβαίωσας
πάντας, λόγου τοῦ θείου κηρύγματος, καὶ τοὺς πλανωμένους ἀνθρώπους, πρὸς θείαν
γνῶσιν ἐπιστρέψας, φωταγωγοὺς ἀπλανῆς, Εὐξίφιε δεικνύμενος, καὶ δαιμόνων
καθαιρέτης, διὰ τοῦτο εὐφημοῦμέν σε.
Μέγιστος πᾶσιν ὡς ἥλιος
Πάτερ, τῇ οἰκουμένῃ ἀνέτειλας λάμψεσι τῶν πανσόφων σου λόγων, καὶ ἰαμάτων
λαμπρότησι, φωταγωγῶν τοὺς πιστούς, καὶ σκότος παθῶν πάντοτε, ἐκδιώκων
συνεργεία τοῦ Ἁγίου μάκαρ Πνεύματος.
Δόξα. Ἦχος β΄.
Ἐκ νεότητός σου γέρων
τελειότητος φρόνημα, ὑπέθου σεαυτόν, Εὐξίφιε τῷ ζυγῷ τοῦ Χριστοῦ, καὶ τὸν βίον
ζηλώσας, τοῦ θείου Νικολάου, τοῖς ἴσοις μέτροις τῆς ἀρετῆς ἀφομοιούμενος,
κατέτηξας τὴν σάρκα, σκιρτῶσαν ὥσπερ πώλον, ὡς ὄφελον τῇ ψυχῇ, καθυποτάσσεσθαι,
τὸν τῆς ἀσκήσεως δρόμον ἐξετέλεσας, ἀλλ’ ῶ μακαριώτατε Πάτερ, καὶ θαυματουργὲ
Ἱεράρχα, τὴν μνήμην σου ἐκ πόθου τελοῦσιν, αἴτησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ὅλην τὴν ζωήν μου ἐν
κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην Ἁγνή, πάσης ὅλος ἔρημος, ἀγαθῆς
πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον, οἴμοι! τρέμω τὸ κριτήριον τοῦ
σοῦ Υἱοῦ καὶ Θεοῦ· οὗ περ ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης,
Δέσποινα ἐπίστρεψον, καὶ σῶσόν με.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν ἐν Ἱεράρχαις
θαυματουργόν, καὶ τὸν ἐν ἀνάγκαις ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ
λειτουργὸν Κυρίου, Εὐξίφιον τὸν μέγα πάντες τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου