ΜΑΪΟΣ Ζ΄.
ΤΟΥ ΕΝ ΟΥΡΑΝῼ ΦΑΝΕΝΤΟΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Εἰς
τὰ ἀπόστιχα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Σήμερον
ἐξέλαμψε, φωτοειδὴς ὑπὲρ ἥλιον, ὁ Σταυρός Σου ὁ τίμιος, Χριστὲ στηριζόμενος, ἐν
κρανίου τόπῳ, τῷ δεδοξασμένῳ, σταυροτυπούμενος φωτί, ἐπὶ τὸ ὄρος Σου τὸ
πανάγιον, δηλοῖ ἐμφαντικώτατα, ὡς δι’ αὐτοῦ παντοδύναμε, τὴν ἡμῶν φύσιν ὕψωσας,
οὐρανοῖς ὡς φιλάνθρωπος.
Στ.: Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς, τὸ σωτήριον τοῦ Θεοῦ.
Ἀνήγγειλαν
σήμερον, οἱ οὐρανοὶ ἀκατάληπτε, τοῖς ἀνθρώποις τὴν δόξαν Σου, φαιδρῶς ἐξαστράψας
γάρ, τοῦ Σταυροῦ ὁ τύπος, φέγγει ἀπροσίτῳ, τὴν μανιώδη καὶ σκληράν, τῶν
θεοκτόνων γνώμην διήλεγξε, διό Σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ
παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν Αὐτοῦ.
Σταυρὸς
ὁ πανάγιος, τὸ ἀκατάληπτον τρόπαιον, ἐν αἰθέρι ὁρώμενον, σήμερον φῶς ἄπλετον,
ἐπ’ ὄρει ἁγίῳ, ἐκπέμπει πλουτίζων, τὴν οἰκουμένην ταῖς αὐγαῖς, τῆς παγκοσμίου
Αὐτοῦ χρηστότητος, διὸ τὴν ὑπερθαύμαστος, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ
παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. δ΄.
Φωτολαμπὴς
ἀστέρων τύπος προεδείκνυες Σταυρέ, τρόπαιον νίκης εὐσεβεῖ ἄνακτι τῷ πάνυ, οὗ ἡ
μήτηρ Ἑλένη ἀνευραμένη, κοσμοφανῆ πεποίηκε· σήμερον δὲ πάλιν ἐν ἀέρι σὲ
διαγραφόμενον, ὑπὸ φωτὶ ἑωρακότες ἀπλέτῳ, τῶν πιστῶν χορεῖαι κραυγάζομεν·
φώτισον ἡμᾶς τῇ ἐλλάμψει σου Σταυρὲ φωτοφόρε, ἁγίασον ἡμᾶς τῇ σῇ χάριτι,
ζωηφόρε Σταυρὲ καὶ πανσέβαστε, καὶ κράτυνον ἡμᾶς τῇ ἰσχύϊ σου, σημειούμενος
πρὸς παράταξιν ἐχθρῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ
φῶς τῶν ψυχῶν ἡμῶν νῦν καθορῶντες Χριστέ, Σταυρόν Σου τὸν ἄχραντον καὶ
προσκυνοῦντες χαρᾷ, φαιδρῶς ἐκβοῶμέν Σοι· δόξα Σοι ὁ ἐν τούτῳ, ὑψωθῆναι
θελήσας· δόξα Σοι ὁ φωτίσας, δι’ αὐτοῦ πᾶσαν κτίσιν, ἐνῷ Σὲ ἀκαταπαύστως ὕμνοις
δοξάζομεν.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν,
Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τοῦ
Σταυροῦ Σου τὸν τύπον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ
τῶν ἁπάντων· παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι Σοι ληστῇ, καὶ
τρυφῆς κατηξιώθη ὁμολογῶν Σοι· μνήσθητί μοι Κύριε, δέξαι ὥσπερ ἐκεῖνον καὶ
ἡμᾶς, κραυγάζοντας ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ Σου, μὴ ὑπερίδῃς ἡμᾶς.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸ
πανάγιον σκῆπτρον τοῦ Βασιλέως Χριστοῦ, ἀναλάβωμεν πίστει ἐπὶ τῶν ὤμων ἡμῶν,
καὶ τοῦ βίου τὰ τερπνὰ ἀποῤῥίψωμεν, ὃ οἱ πάλαι βασιλεῖς, ἀναλαμβάνοντες πιστῶς,
ἐνίκησαν πολεμίους, καὶ φύλα τὰ τῶν βαρβάρων, τῇ δυνάμει τούτου ἀνέτρεψαν.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς, τὸ σωτήριον
τοῦ Θεοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην. Βλέπε εἰς τὸν Ὄρθρον τῆς Ὑψώσεως
τοῦ Σταυροῦ.
Δόξα. Ἦχος β΄: Σύ μου σκέπη κραταιὰ ὑπαρχεις, ὁ παμφαὴς
Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ
καὶ δοξάζω σε.
Καὶ νῦν. Τὸ αὐτό.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Ἀνήγγειλαν
οἱ οὐρανοὶ τὴν δόξαν Σου Κύριε, τὸ φοβερὸν τοῦ Σταυροῦ σημεῖον καὶ ἡ γῆ ἅπασα
μετὰ φοβου προσεκύνησεν, ἡμεῖς δοξολογοῦντες καὶ ἀνυμνοῦντές Σε βοῶμεν· Θεὸς ὢν
ἀπαθής, σαρκὶ παθεῖν δι’ ἡμᾶς ἑκουσίως κατεδέξω· διὸ σῶσον λαόν, ὃν περιεποιήσω
οἰκείῳ αἴματι.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, τὸ φωτοφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, ἀφ’ ὕψους
αἰθέριος, ἐμφανίζεται σήμερον, δοξολογοῦσι πάντα τὰ πέρατα, ἐκδειματοῦνται,
δαίμονες ἅπαντες, ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται δι’ οὗ Χριστέ, σῶσον
τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος. (Δίς)
Ὢ
τοῦ παραδόξου θαύματος, ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἐκ φωτὸς
πληρούμενος, Σταυρὸς ὡράθη σήμερον, δι’ οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ
κατεπόθη εἰς τέλος θάνατος, ὢ σκῆπτρον πάντιμον, ὑφ’ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ,
ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.
Ὢ
τοῦ παραδόξου θαύματος, εὗρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ
χάριτι, ἁγιάζει τὰ σύμπαντα, ἐν τούτῳ ἔθνη, βάρβαρα ἥττηνται, ἐν τούτῳ σκῆπτρα,
ἀνάκτων ἥδρασται, ὢ θείας κλίμακος, δι’ ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑμνοῦντες
ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον.
Δόξα.
Ἦχος πλ. α΄.
Σήμερον
ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαβίδ, πέρας εἴληφεν· ἰδοὺ γὰρ ἐμφανῶς, οἱ
οὐρανοὶ διηγοῦνται τὴν δόξαν Σου Χριστέ, σχεδιάσαντος σταυροτύπῳ Σου φωτί, τὸ
σωτήρον ἡμῖν τρόπαιον· ὅθεν οὖν καὶ ἡμεῖς οἱ ἐσταυρωμένοι Σε, Θεὸν
καταγγέλοντες, ἀγαλλομένῳ ποδὶ σκιρτῶντες, τῇ πίστει ἐπαγαλλόμεθα καὶ ἐν τῇ τῶν
πτερύγων Σου ἐλπίζοντες σκιᾷ· πανοικτίρμον βοῶμέν Σοι· σημείωσον ἐφ’ ἡμᾶς τὸ
φῶς τοῦ προσώπου Σου· τοῦ ὀρθοδόξου λαοῦ Σου τὸ κέρας κραταιῶν, τῇ τοῦ τιμίου
Σταυροῦ Σου φωταυγίᾳ, πολυέλεε Κύριε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἆρον
Κωνσταντῖνε νῦν τὸν Σταυρόν, καὶ στῆθι ἐν μέσῳ καὶ πολέμησον κραταιῶς, τοὺς
καταπατοῦντας, τὴν πόλιν τὴν ἁγίαν, ἣν σὺ σὺν τῇ μητ΄ρι σου, ἀνῳκοδόμησας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου