Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 1. ΟΣΙΟΣ ΜΑΚΑΡΙΟΣ ΟΜΟΛΟΓΗΤΗΣ ΠΕΛΕΚΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ 1!!

ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΟΜΟΛΟΓΗΤΗΣ

ΜΟΝΗΣ ΠΕΛΕΚΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(π. Μελέτιος Συρίγος)

 

ΕΣΠΕΡΙΝΟΣ

 

Μετὰ τὸν Προοιμιακόν, τὸ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Ἐκ βρέφους Θεῷ ἀνατεθείς, σεπτὸν ὡς ἀνάθημα, τοὺς λόγους Τούτου μεμάθηκας, καὶ διεφύλαξας, δι’ ὧν κατορθώσω, ὁδὸν τῆς νεότητος, τῆς σῆς διαπαντὸς ἐν τοῖς ἔμπροσθεν, ἐπεκτεινόμενος, κραταιούμενός τε Πνεύματι, τῷ Ἁγίῳ προκόπτων χάριτι.

 

Μελέτη θανάτου τὴν ζωήν, πᾶσαν ἐκτελέσας σου, σαὐτὸν ἡτοίμαζες Ὅσιε, πρὸς τὸ καλῶς θανεῖν, νεκρῶν τὰς ἀτάκτους, κινήσεις τοῦ σώματος, εὐστόχοις θεωρίαις τοῦ πνεύματος, διὸ ἠξίωσαι, μακαρίου τέλους ἄριστα, μαρτυρήσας εὐσεβείας εἵνεκα.

 

Λύχνον τοῖς ποσί σου τὸν Θεοῦ, νόμον περιέφερες, καὶ φῶς ταῖς τρίβοις σου ἄσβεστον, διὸ ἐπηγγέλεσαι, φυλάττειν ἐν πίστει, τοῦ Θεοῦ τὰ κρίματα, τὰ τῆς δικαιοσύνης Μακάριε, καὶ οὖ διεύψευσαι, τὴν ὑπόσχεσιν ἀλλ’ ἔστηκας, μέχρι τέλους τούτοις ἐγκοσμούμενος.

 

Εὐτέλειαν πλούτου τοῦ φθαρτοῦ, ἐγνωκὼς Μακάριε, καὶ τὸ βραχὺ τῆς ζωῆς ἡμῶν, δόξαν τε φεύγουσαν, σταθηρᾷ τῇ γνώμῃ, πάντα ἐγκατέλιπες, καὶ μόνα πρὸς τὰ μέλλοντα ἔσπευδες, ἃ διαμένουσιν, εἰς αἰῶνα τὸν ἀπέραντον, ὧν τῆς δόξης νῦν τρυφᾶς ἡδόμενος.

 

Δόξα. Ἦχος α΄.

Τῆς ἀσκήσεως δρόμον, ἀνεπιστρόφῳ διανοίᾳ, ἐν ταπεινώσει τελέσας, Μακάριε θεοφόρε. Πᾶσαν ἰδέαν τῆς πρακτικῆς ἀρετῆς, μεγαλοπρεπῶς διελήλυθας. Συμπλακεὶς δὲ τῷ ἀσεβεστάτῳ τυράννῳ, καὶ καταπλήξας αὐτόν, ταῖς ἐκ τῶν λογισμῶν ἀποδείξεσι, καὶ γραφικοῖς δόγμασιν, ἔδειξας τοῖς πᾶσι, τὴν εἰς τὴν θεωρίαν σου τελείωσιν, ὅθεν ἀμφοτέρωθεν, τῷ Θεῷ εὐαρεστήσας, διπλοῖς στεφάνοις κατέστεψαι, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

 

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Μονάσας καὶ μόνῳ Βασιλεῖ, τῷ ἀφθάρτῳ ἔνδοξε, διὰ παντὸς συναπτόμενος, πληθὺν ἀπέφυγες, τῶν φροντίδων κόσμου, καὶ τύρβην διχάζουσαν, εἰς πλείονα ψυχῆς τὴν μονότητα· διὸ εὐάρεστος, Αὐτῷ μόνῳ σὺ γενόμενος, βασιλεύειν σὺν Αὐτῷ ἠξίωσαι.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πολλῇ ταπεινώσει τῆς ψυχῆς, καὶ συντριβῇ πνεύματος, τὰς ἀρετὰς ἐργαζόμενος, λαθεῖν ἐσπούδαζες, ἀλλ’ ὁ Κτίστης πάντων, θαύμασιν ἐδόξασε, καὶ ἔδειξέ σε πᾶσιν ἐξαίσιον, θαυματουργὸν Αὐτοῦ, λόγῳ μόνῳ θεραπεύοντα, βροτῶν πάθη θεόφρον Μακάριε.

 

Στ.: Ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Παντέλειον ἔνδυμα οἱ σοί, ἱερεῖς ἐνδύονται, δικαιοσύνῃ φρυαττόμενοι, πάντοθεν Κύριε, οἱ δὲ Ὅσιοί Σου, ἐν Σοὶ ἀγαλλόμενοι, ἀῤῥήτῳ εὐφροσύνῃ χορεύουσιν, ὡς καὶ Μακάριος, ἱερεὺς ὤν τε καὶ Ὅσιος, καὶ πρὸς τούτοις Μάρτυς γενναιότατος.

 

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν Ἀχαὰβ μιμούμενος, ὁ μισόχριστος Λέων, τὸν λαὸν τοῦ Κυρίου, ἐζήτει ἀποστῆσαι τοῦ πλάσαντος, ὅθεν τοὺς θείους χαρακτῆρας, τοὺς εἰς τὴν Ἐκείνου δόξαν ἀναβιβάζοντας, τὴν τῶν ἐνορώντων διάνοιαν, ἀφειδῶς περιηρεῖτο, καὶ τὰ θυσιαστήρια Κυρίου, σὺν πᾶσι τοῖς ἱεροῖς κατέσκαπτεν, ἀλλ’ ἐτήρησεν ἑαυτῷ ὁ Θεός, Ὁμολογητὰς πλείους καὶ Μάρτυρας, γόνυ τῆς Βάαλ μὴ κάμψαντας, ἐν οἷς καὶ Μακάριος ὁ μακαριστός, ὡς ἥλιος ἐπέλαμψε, στηλιτεύων τοῦ τυράννου τὴν ἄνοιαν, καὶ τὴν Ὀρθοδοξίαν, λαμπρᾷ τῇ φωνῇ ἀνακηρύττων. Καὶ νῦν πρεσβεύεις Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Τὸν ζηλωτὴν Ἠλίαν.

Ἠλιοῦ τοῦ Θεσβίτου, τὸν ζῆλον μιμούμενος, καὶ Βαπτιστοῦ τὰ ἤθη, καὶ λόγον τὸν ἔνθεον, Πάτερ Μακάριε, ἀσεβοῦντας ἤλεγχες βασιλεῖς, καὶ τῇ εὐσεβείᾳ, ἐστήριζες τοὺς πιστούς, διὸ θλίψεσιν ἐξετασθείς, πρὸς Θεὸν ἐνδόξως μεταβέβηκας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον ἔρωτα, ἐν τῇ ψυχῇ σου, συλλεξάμενος, ἐκ τῶν λογίων, θεοφόρε τῶν ἐμπύρων τοῦ πνεύματος, ἃ τὰς καρδίας ἐκκαίειν μεμάθηκε, τῶν συνιόντων πυρίπνους γεγέννησαι, καὶ ἐτέφρωσας, κακοδοξίας ζιζάνια, τὴν πίστιν δὲ ἐν θαύμασιν ἐβεβαίωσας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν, ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἐξεπλάγη ὁ δεινός, Λέων τὴν ἔνστασιν τὴν σήν, καὶ ἐμβρόντητος ταῖς σαῖς, γέγονε θείαις διδαχαῖς, πῶς ὁ τὸ σῶμα, σχεδὸν νεκρὸν περιφέρων, ὡς λέων πεποιθώς, πρὸς τὰς βασάνους χωρεῖ, καὶ γλῶσσαν ἀκαλλῇ, ἔχων σοφίζεται, ἐν γνώσει παρὰ ῥήτορας, καὶ τὰ τοῦ νόμου διέξεισι, Μαρτύρων κλέος, εὖχος Δικαίων, ὄντως πέλεις Μακάριε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἀπὸ σπαργάνων Σαμουὴλ ὥσπερ νέος, ἐν ταῖς αὐλαῖς ἐξήνθησας, παμμάκαρ ταῖς αὐτοῦ, φοίνιξ ὡς ὑψίκορμος, ἀρετῶν εὐκαρπία, καὶ ὡς κέδρος εὔοσμος, κορυφαῖς τοῦ Λιβάνου, πεπληθυσμένος ἄνθεσι πολλοῖς, τῆς θεωρίας, ἐν ὄρει Μακάριε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

 

 

 

Οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.

Ὁ α΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μακαρίοιο βίον πανυπέρτατον, ᾄσμασι μέλπω.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.

Μνήμην τὴν ἁγίαν καὶ σεπτήν, προθυμουμένῳ ὑμνῆσαι Φιλάνθρωπε, Μακαρίου δούλου Σου, χάριν τὴν Σὴν καταπεμφθῆναί μοι δέομαι, ὅπως τοὺς ἐπαίνους, ὡς Σοὶ εὐάρεστον πλέξομαι.

γγελον καθάπερ ἐπὶ γῆς, ἡ πολιτεία σου μάκαρ σε ἔδειξε, παρθενίαν ἔχοντα, καὶ ἀπαθῶς τὸν βίον διανύσαντα· διὸ σὺν Ἀγγέλοις, τῷ πάντων Κτίστῃ παρίστασαι.

 Κλήσεως τυχὼν μακαριστῆς, ἔργοις καὶ λόγοις αὐτὴν ἐβεβαίωσας, ἔνδοξε Μακάριε, ἐν σεαυτῷ τὰς ἀρετὰς μετερχόμενος, αἷς ὁ πάντων Κτίστης, μακαριότητα δίδωσιν.

Θεοτοκίον.

σπορον ἐγέννησαν Υἱόν, τὸν πρὸ αἰώνων καὶ πάσης τῆς Κτίσεως, γεννηθέντα Κύριον, ἐκ τοῦ Πατρὸς ἀσυνδυάστως πάναγνε, ὡς ἐκ τοῦ ἡλίου, ἡ λαμπηδὼν ἀποτίκτεται.

 

Ὁ β’ Κανών. Ποίημα Θεοφάνους.

ᾨδὴ α΄. Ἦχος δ΄. Τριστάτας κραταιούς.

Ταῖς θείαις καλλοναῖς, ἐνηδόμενος Πάτερ, καὶ φωτὶ θεαρχικῷ, λαμπόμενος ἀεί, οὐρανόθεν μοι ἔλλαμψιν, αἴτησαι φαεινοτάτην, ἀνυμνοῦντι τὴν μνήμην σου, τὴν φωσφόρον θεόφρον Μακάριε.

Ποθήσας τὸν Χριστόν, σεαυτὸν ἀπηρνήσω, καθ’ ἡμέραν τὸν σταυρόν, βαστάζων τοῦ Χριστοῦ, ἐπὶ ὤμων Σου Ὅσιε, πόνοις δὲ συντονωτάτοις, τῆς σαρκὸς τὰ σκιρτήματα, τῇ ψυχῇ καρτερῶς καθυπέταξας.

Τῶν πόλεων πασῶν, ἡ προκαθεζομένη, σὲ βλαστάνει μοναστῶν, τὸν μέγαν πολιστήν, καὶ τῆς ἄνω Μακάριε, πόλεως τὸν κληρονόμον, καὶ Ὁσίων συμμέτοχον, σὺν τοῖς πέρασι πᾶσι τιμῶσά σε.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε δι’ ἧς, ἐθεώθημεν πάντες, Σὲ τὴν πρώτιστον μητέρα, δολίου συμβολῇ, ἐκπεσόντες πανύμνητε, θείας τε καὶ ἀϊδίου, ἀπολαύσεως Δέσποινα, τῶν Ὁσίων ἡ δόξα καὶ στήριγμα.

 

 

 

 

 

 

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

υσθεὶς τῶν παγίδων τοῦ ἐχθροῦ, πτηνὸν ὡς εὐσταλέστατον, πρὸς καλιὰν ἀνέπτης τοῦ Κτίστου σου, μάκαρ ἐκεῖθεν, καὶ γὰρ στρουθίον τε, καὶ τρυγὼν εὑρίσκουσιν, ἑαυτοῖς οἰκήματα, τῶν Δικαίων ψυχαὶ ὑπερκόσμιοι.

θύνας καλῶς τὴν τῆς ψυχῆς, ὁλκάδα ταῖς ἐμπνεύσεσι, τοῦ ἀγαθοῦ πραέως τε πνεύματος, λιμέσι θείοις, αὐτὴν προσώρμισας, ἐμπορίας ἔμπλεων, πλούτου ἀσυλήτου τε, ὃν συνῆξας μακρόθεν ἀοίδιμε.

ρῶν σε πηγὴν ἀνελλιπῇ, θαυμάτων ὁ Ταράσιος, ὁ θαυμαστὸς εἰς πόλιν τὴν ἄνασσαν, μετακαλεῖται, ὡς θεραπεύσεις, σωμάτων παθήματα, χαλεπὰ Μακάριε, πατρικίων νοσούντων ἀνίατα.

δεῖν κατηξίωσαι Θεόν, ἐν δόξῃ τῆς Θεότητος, ὡς καθαρὰν τηρῶν τὴν καρδίαν σου, ἀπὸ κακίας, καὶ συνειδήσεως, πονηρᾶς Μακάριε, Χριστὸς γὰρ ἐπήγγελται, τοῦτο γέρας καθάρσει ἐξαίρετον.

Θεοτοκίον.

Λόγος Παρθένε τοῦ Θεοῦ, ἐν Σοὶ ὁ ἐνυπόστατος, δι’ οὗ τὸ πᾶν κρατεῖται καὶ γέγονε, κατασκηνώσας, Μητέρα ἔδειξε, καὶ Παρθένον ἄφθορον, ὡς γὰρ Κτίστης φύσεως, μετατρέπει καὶ φύσιν ὡς βούλεται.

 

Ἕτερος. Οὐκ ἐν σοφίᾳ.

Δι’ ἐγκρατείας, τὰς ὁρμὰς τῶν παθῶν ἐχαλίνωσας, δι’ ἀγάπης ἀληθοῦς, ψυχὴν πρὸς ἔνθεον ἔρωτα, Πάτερ ἀνεπτέρωσας, θεομακάριστε.

Πηγὰς δακρύων, ταπεινώσει ψυχῆς προβαλλόμενος, θολεροὺς τοὺς τῶν παθῶν, χειμάῤῥους Πάτερ κατέκλυσας· θείας παρακλήσεως, ὅθεν ἐπέτυχες.

Καθάπερ λύχνος, ἀρετῶν φωταυγίᾳ λαμπόμενος, τῇ λυχνίᾳ τῆς σεμνῆς, ἡγεμονίας προτέθησαι, ἄγων τὸ ὑπήκοον, φῶς πρὸς ἀνέσπερον.

Θεοτοκίον.

Σὲ Παναγία, Θεοτόκε Παρθένε κραταίωμα, κεκτημένος ὀχυρόν, χορὸς Ὁσίων κατέβαλεν, ἐχθρὸν τὸν ἀλάστορα· ὅθεν ὑμνοῦμέν Σε.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τῷ Πνεύματι Χριστός, σὴν καρδίαν στηρίξας, τῷ ἡγεμονικῷ, σεαυτὸν καὶ τὴν ποίμνην, θεόφρον ὡδήγησε, πρὸς τὰ θεῖα σκηνώματα, τὰ οὐράνια, ὥσπερ κανόνα προστήσας, τῆς εὐθύτητος, τὸ σον πανάγιον βίον, δι’ ὅν σε γεραίρομεν.

Δόξα.

Τῷ πέλυκι τῶν σῶν, προσευχῶν ἐκριζώσας, ἀκάνθας ἡδονῶν, καὶ ἐχθρῶν ἀοράτων, δαιμόνων τὰ συστήματα, συνδιέκοψας Ὅσιε, θείαν δύναμιν, ὡς δεδεγμένος ἐξ ὕψους, καὶ πρὸς κρείττονα, ὥσπερ στρουθίον ἀνέπτης, οὐράνιον οἴκησιν.

Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

 

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.

Βίον, ἀνεπίληπτον καὶ λόγον σὺν ἅλατι, ἐπὶ τῆς γῆς σὺ ἐσχηκώς, δι’ ἀμφοτέρων λειτουργεῖς, Θεῷ παναοίδιμε, τῷ μὲν πολλούς, ἐγείρων πρὸς δόξαν ἔνθεον, τῷ δὲ πρὸς γνῶσιν Θεοῦ συνετίζων πιστούς.

σον, τῷ Γεννήτορι τὸν Λόγον ἐκήρυξας, κατὰ τὴν θείαν ἀληθῶς, φύσιν καθ’ ἣν περιγραφῇ, οὐ δι’ ὅλως ὑπόκειται, λαβόντα δέ, τὴν καθ’ ἡμᾶς ἀνθρωπότητα, καὶ ζωγραφεῖσθαι καὶ προσκυνεῖσθαι ἐδίδασκες.

μβρον, σὺ κατήγαγες ἐν γῇ τῇ δεήσει σου, ὥσπερ Ἠλίας ὁ κλεινός, καὶ ἀπειλῆς τῆς τοῦ λιμοῦ, ἐῤῥύσω Μακάριε, τοὺς πενομένους δραμόντας σοι, καὶ ἐξαιτοῦντας τὴν τῶν κινδύνων ἐπίλυσιν.

Νύμφην, τοῦ Κυρίου σου γυμνῶσαι τοὺς σπεύδοντας, θεοϋφάντου ἐκ στολῆς, ἱεροσύλους ὡς δεινούς, ἐδίωξας Ὅσιε, καὶ εὐσεβῶς, τὸν κόσμον ταύτης ἐτήρησας, ὡς Μωϋσῆς τῆς σκηνῆς τὴν εὐπρέπειαν.

Θεοτοκίον.

Πύλην, ἀδιόδευτον καὶ τόμον θεόγραφον, κεκαλυμμένην κιβωτόν, λυχνίαν τε φωτοειδῆ, καὶ ὄρος καὶ κλίμακα, οἱ παλαιοί, Προφῆταί Σε προκατήγγειλαν, ἡμεῖς δὲ πάντες Μητέρα τοῦ Κτίστου Σου.

 

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.

Αἱ τοῦ βίου σου ἀκτῖνες, πανταχοῦ διαθέουσαι, τὸν τοῦ κόσμου λύχνον, πείθουσι τὸν μέγαν Ταράσιον, ἱερωσύνης σοι χάριν, καὶ λαμπρότητα, ἐμπιστεῦσαι ψήφῳ θεϊκῇ ἀξιάγαστε.

Μιμητὴς τῶν ἀποστόλων, γεγονὼς ἀκριβέστατος, τὰ σφυρὰ καὶ βάσεις, Πάτερ τοῦ χωλοῦ ἐστερέωσας, τῇ εὐπροσδέκτῳ δεήσει, ἀρτιόδρομον, ἐργασάμενος τὸν ἐκ γαστρὸς ἀνενέργητον.

Προσευχῶν σου ἐπομβρίᾳ, ὑετὸν εὐφορώτατον, κατήγαγες Πάτερ, πάλαι ὡς Ἠλίας ὁ ἔνδοξος, οὗ καὶ πλουτήσας τὴν χάριν, οὐρανοὺς ἡμῖν, κεκλεισμένους οἷα συμπαθὴς μάκαρ ἤνοιξας.

Θεοτοκίον.

Τὸν σεβάσμιον καὶ θεῖον, χαρακτῆρά Σου βλέποντες, ἐν εἰκόνι Κόρη, θείας εὐφροσύνης πληρούμεθα, καὶ κομιζόμεθα ῥῶσιν, ἄμφω σώματος, καὶ ψυχῆς Μακαρίῳ τῷ θείῳ ἑπόμενοι.

 

 

 

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

γαπήσας, ὁλοψύχως παμμάκαρ τὸν Κύριον, πάντα κόσμον, ὥσπερ σκύβαλα ὕλης παρέδραμες, καὶ μόνῳ κεκόλλησαι, Θεῷ τῷ σοῦ ἀντιλαβόντι, τῇ δεξιᾷ τῷ Παντοκράτορι.

Νουνεχῶς σύ, τὰς σᾶς σάρκας τῷ φόβῳ τοῦ Πλάστου σου, καθηλώσας, ἀπὸ τούτου ἀρχὰς ἀπετρύγησας, τῆς σοφίας μάκαρ τοῦ Θεοῦ, καὶ κόσμον διδαχαῖς σου, κακοδοξίας ἀπήλλαξας.

πὲρ μέλι, καὶ κηρίον οἱ λόγοι τοῦ πάντων Θεοῦ, σῷ θεόφρον, ἐν τῷ στόματι ὄντως καὶ λάρυγγι, ὡς γλυκέα ὤφθησαν, διὸ νάμασι τῶν σῶν λόγων, τὴν Ἐκκλησίαν κατεγλύκανας.

Πίστιν ἔχων, ἀκραιφνῆ και βεβαίαν πρὸς Κύριον, κατειργάσω, δι’ αὐτῆς ὑπὲρ φύσιν τεράστια, ἐκδιώξας πνεύματα, δεινὰ καὶ νόσους ἀνιάτους, ἐκ τῶν ἀνθρώπων Μακάριε.

ν ἐλπίδι, ὡς Ἐνὼχ τῷ Θεῷ εὐηρέστησας, καὶ τὸν νοῦν σου, ἀπὸ γῆς θεοφόρε μετέθηκας, αἰωνίαις ὄντως ἐν Μοναῖς, εἰσέτι ζῶν ἐν κόσμῳ, καὶ τῷ Χριστῷ συναυλιζόμενος.

Θεοτοκίον.

αθυμία, τὴν ζωήν μου Παρθένε διήνυσα, καὶ ὁρῶν μου, τὴν δεινὴν ἀκαρπίαν ὀδύρομαι, πῶς ὀφθῶ τῷ Πλάστῃ καὶ Κριτῇ, πῶς ὑποστῶ εὐθύνας, σῶσόν με Δέσποινα σῶσόν με.

 

Ἕτερος. Ἀσεβεῖς οὐκ ὄψονται.

Φυλακαῖς ὡμίλησας, μακραῖς καὶ χαλεπαῖς, ἐντολῶν φύλαξ τοῦ Χριστοῦ, ἀκριβὴς γενόμενος Πάτερ Ὅσιε, καὶ Αὐτοῦ τὸ ἄχραντον, χαρακτῆρα ἀσπαζόμενος.

Ὁ τῆς παραβάσεως, ἐργάτης φοιτητής, ἀνιέρως ἱερουργῶν, σκοτασμοῦ μετέδωκε τοῖς ὁμαίμοσιν, ἀλλ’ αὐτὰς ἐφώτισας, τῶν πνευμάτων λυτρωσάμενος.

Μαστιχθεὶς ὑπήνεγκας, νευρούμενος στοργῇ, τῇ ἐνθέῳ Πάτερ σοφέ, φυλακὴν οἰκήσας δὲ ἐκ σκότους ἔλυσας, δυσσεβοῦς αἱρέσεως, τοὺς ἐκεῖσε πειθομένους σοι.

Θεοτοκίον.

Εὐλογίαις Δέσποινα, πλουτήσασα ἡμᾶς, τοὺς ἐν πόθῳ Σε καὶ χαρᾷ, εὐλογοῦντας φώτισον καὶ καθαγίασον, καὶ τῷ κλήρῳ σύνταξον, τῶν Ὁσίων ἱκεσίαις Σου.

 

 

 

 

 

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος.

Ταῖς θείαις ἀστραπαῖς, περιλαμπόμενος, ὡς ἄνθραξ πολυτίμητος, ἀναδέδειξαι Μακάριε σοφέ, καὶ ὡς μαργαρίτας τὰς σεπτὰς ἡμῖν, πράξεις τὰς σάς, καὶ τοὺς ἀγῶνας ἐγκαταλέλοιπας.

Ἀνδρεία τὴν ψυχήν, περιφραξάμενος, εὐτόλμως προσεχώρησας, πρὸς τὴν πάλην τοῦ ἀρχαίου πτερνιστοῦ, τούτου δὲ τὴν κάραν τὴν ὀλέθριον, θραύσας στεῤῥῶς, καὶ τοὺς τυράννους ἅμα νενίκηκας.

Τὸν πάνσοφον τῆς νέας, ἀρχιτέκτονα, σκηνῆς ὅνπερ ἐνέπλησεν, ἡ τοῦ Πνεύματος τοῦ θείου δαψιλής, χάρις καὶ ἐδίδαξε κατακοσμεῖν, σεπταῖς αὐτήν, μορφαῖς ὑμνοῦμεν θεῖον Μακάριον.

Θεοτοκίον.

Ὁ βίος μου ἁγνή, ἁπάσης πέπλησται, αἰσχύνης καὶ πρὸ κρίσεως, τὴν κατάκρισιν προφέρω ἐμαυτοῦ, ἄνευ κατηγόρων καὶ Μαρτύρων τε, μόνη ἐλπίς, ἀπεγνωσμένων Σὺ μὲ διάσωσον.

 

Ἕτερος. Ἐβόησε.

Σιτοδότην, Ἰωσὴφ σὲ Μακάριε ἔγνωμεν, δεομένοις, ἐπαρκοῦντα καιρῷ περιστάσεως, μὴ στενούμενον δε, πλατυσμῷ ἀληθοῦς Πάτερ πίστεως.

Ῥάβδῳ θείας, προσευχῆς προσεγγίσας Μακάριε, τῷ τὴν χεῖρα, προσπελάσαι τῷ ἔργῳ μὴ σθένοντι, τοῦ συνόντος πάθους, ἀπολύεις δυνάμει τοῦ Πνεύματος.

Κεκοίμησαι, τὸν δικαίοις ἁρμόζοντα Ὅσιε, θεῖον ὕπνον, ἡμερῶν πλήρης ὢν τῶν τοῦ Πνεύματος, καὶ Θεοῦ εἰς χεῖρας, καθαρὸν ἐναπέθου τὸ πνεῦμά σου.

Θεοτοκίον.

Ῥημάτων μου, τῶν ἀχρείωνφ ωνὴν παναμώμητε, δεξαμένη, καὶ ψυχῆς στεναγμὸν τὸν ἐγκάρδιον, φθονερῶν ἀνθρώπων, καὶ δολίων δαιμόνων ἐκλύτρωσαι.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Μακαρίου σήμερον, τὴν πανσεβάσμιον μνήμην, ἑορτάζει χαίρουσα, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τούτου γάρ, πολλοῖς ἀγῶσι καὶ ἐξορίαις, βλέπεται, πεποικιλμένη σεπταῖς Εἰκόσι, διὰ τοῦτο ἀνακράζει· χαίροις θεόφρον, τῆς εὐσεβείας κρηπίς.

Ὁ Οἶκος.

Τὸν ἀριστέα τοῦ Χριστοῦ, τὸν πλάνης καθαιρέτην, τὸν πρόμαχον τῆς πίστεως, καὶ στύλον τῆς Ἐκκλησίας, Μακάριον τὸν ἀοίδιμον Ὁμολογητήν, εὐφημῆσαι προθέμενος, γλῶσσάν τε καὶ διάνοιαν, ἐκ Θεοῦ δοθῆναί μοι ἐξαιτῶ, ἐμοῦ γὰρ τὰ χείλη, κωλύει ἡ ἁμαρτία, καὶ πλέκειν ὕμνους οὐκ ἐᾷ, τοῖς τοῦ Κυρίου θεράπουσιν, εἴπερ βδελυκτός, ὁ ἐξ ἁμαρτωλῶν ἔπαινος, ἀλλὰ σὺ Πάτερ, πρὸς Θεὸν μεσίτης μοι φάνηθι, ἵνα μου τὸ στόμα, καὶ τὴν καρδίαν ἁγιάσω, μετὰ πίστεως διηγούμενος, τὰ σὰ ὑπερφυῆ κατορθώματα, δι’ ἃ σοὶ κραυγάζει ἡ Ἐκκλησία· χαίροις θεόφρον, τῆς εὐσεβείας κρηπίς.

 

Συναξάριον

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Μακαρίου, Ἡγουμένου τῆς Πελεκητῆς.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.

Νοῦν τῶν παθῶν, ἔχων αὐτοκράτορα, τὰς μαστιγώσεις καὶ φρουράς, ἐξορίας τε χαλεπάς, προείλου Μακάριε, ὑπὲρ τὰ ἐπίκηρα, τῆς γῆς τερπνὰ καὶ ἀνέκραζες· Εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ποῤῥαγείς, τῆς τοῦ κόσμου σχέσεως, καὶ ἐρήμοις περιπολῶν, ἐξεδέχου παρὰ Θεοῦ, βοήθειαν σώζουσαν, πάσης καταιγίδος σε, ἀλλ’ ἐπανῆκες ἐν πόλεσιν, ἵν’ ἐκδικήσης Εἰκόνων, τῶν θείων τὴν ἀθέτησιν.

Σὲ τὸν στεῤῥόν, Ἀθλητὴν Μακάριε, καθικετεύομεν θερμῶς, ῥῦσαι κινδύνων καὶ φθορᾶς, καὶ πάσης κακώσεως, ποίμνην ἣν ἱδρῶσί σου, καὶ ἀγωνισμάτων ἥδρασας, ἐπὶ Χριστὸν τὴν τῆς πίστεως, πέτραν τὴν ἀκατάσειστον.

Θεοτοκίον.

Μῆτερ Θεοῦ, καὶ Παρθένε ἄφθορε, ἡ τὴν αἰώνιον ζωήν, ἀποτέξασα τοῖς πιστοῖς, τὸν τοῖς πλημμελήμασιν, ὅλον νεκρωθέντα με, ταῖς Σαῖς λιταῖς ἀναζώωσον, ἐν ταῖς ὁδοῖς μετανοίας, ὀρθῶς καθοδηγοῦσά με.

 

Ἕτερος. Ὁ διασώσας ἐν πυρί.

Ὡς σαββατίσας τῇ σαρκί, Φλώρῳ καὶ Λαύρῳ σὺν τούτοις, τῶν οὐρανίων ἀγαθῶν, κληρονόμος ἐδείχθης τῷ κτίσαντι, μελῳδῶν παναοίδιμε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Καὶ πρὸ θανῆς θαυματουργῶν, πλέον μετὰ θάνατον ὤφθης, τὰς ἀθανάτους δωρεάς, ἐνεργῶν καὶ μαστίζων Μακάριε, τῶν δαιμόνων τὰς φάλαγγας, καὶ λυτρούμενος ἀνθρώπους τῆς τούτων βλάβης.

Ὡς γυμνωθέντα τῆς αὐτόν, χάριτος σοφὲ φυλαττούσης, τὸν μοναστὴν ὁ πονηρός, εὑρηκὼς οἰκητήριον ἔδειξεν, ἀλλὰ τοῦτον κατέφλεξας, ἀστραπαῖς σου ταῖς ἐκ τάφου ἐκπεμπομέναις.

Θεοτοκίον.

Ἵνα φωναῖς χαρμονικῶς, Σοῦ τὸν ἀνερμήνευτον τόκον, Θεογεννῆτορ εὐφημῶ, τῆς ψυχῆς μου τὸν ζόφον ἀπέλασον, καὶ καταύγασον ψάλλειν Σοι· Θεοτόκε Σὺ ὑπάρχεις εὐλογημένη.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.

νατείλας οἷάπερ ἀστήρ, θαυμάτων ταῖς ἀκτῖσι, καὶ κάλλει τῆς εὐσεβείας, κατηγλάϊσας λαούς, συμφώνως κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Συνετρίβη τόξα δυναστῶν, δυσσεβῶν τε ῥομφαῖαι, συνέσει τῆς σῆς σοφίας, καὶ ἐνστάσεσι στεῤῥαῖς, τῶν λόγων σου Ὅσιε, διὸ πάντες εὐχαριστοῦντες, τὸν Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

δε οἶκος ὄντως παμφαής, ἐν ὧνπερ τῶν λειψάνων, ἡ θήκη ἐθησαυρίσθη, τοῦ παμμάκαρος ἀνδρός, ἐκ ταύτης γὰρ βρύουσι, καθ’ ἑκάστην θαύματα πλεῖστα, προγνώσεις τῶν μελλόντων, νόσων τε παντοίων, ἀνέκλειπτοι ἰάσεις.

Τριαδικόν.

Μίαν φύσιν τὴν τρισσοφεγγῆ, ὡς ἐν τρισὶ λαμπάσιν, ὁμοίως μεμερισμένην, ἡνωμένην τε σαφῶς, ἀσύγχυτον ἄτμητον, Εὐλογεῖτε πάντα τὰ ἔργα, ὡς Κύριον καὶ Κτίστην, καὶ Θεὸν τῶν ὅλων, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Παῖδας εὐαγεῖς.

Ἰλύος παθῶν ἀποκαθάρας, ψυχῆς νοητὰ παμμάκαρ ὄμματα, χάριν τῶν ἰάσεων, εἴληφας τὴν ἄφθονον· ὅθεν τὸν ἐμφωλεύοντα, ἀνθρώπῳ βάτραχον, ἀπήλασας ἐλαίου προσπόσει, σοῦ τῆς ἐφαπτούσης, τῷ μνήματι λαμπαδος.

Ταῖς θείαις στολαῖς ὡραϊσμένος, καὶ κάλλει τῆς ἀπαθείας σεμνυνόμενος, ἔφθασας ὡς ἤλπισας, Ὅσιε Μακάριε, τῶν ὀρεκτῶν τὸ ἔσχατον, τῶν ἀγαθῶν τὴν πηγήν, τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μωσέως ἐζήλωσας τὸ πρᾶον, Δαβίδ τε τὸ ἄκακον Μακάριε, Ἰακὼβ τὸ ἄπλαστον, τοῦ Ἰὼβ τὸ ἄμεμπτον, τοὺς διωγμοὺς καὶ στίγματα, Παύλου τοῦ κήρυκος, τοῦ Πέτρου τὴν ἀδίστακτον πίστιν, καὶ τὴν τῶν Ὁσίων, Πατέρων πολιτείαν.

Θεοτοκίον.

Ναὸς καὶ παλάτιον τοῦ Κτίστου, ὑπάρξασα μόνη πανυπέρτατε, πάντων οὐρανίων τε, τάξεων Μητρόθεε, καὶ ἐπιγείων πνεύματος, οἴκους ἀνάδειξον, ἡμᾶς καὶ τοῦ ἀνάρχου Υἱοῦ Σου, καὶ τοῦ πανανάχου, Πατρὸς εἰς τοὺς αἰῶνας.

 

 

 

 

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας.

Εὗρες ἀμοιβὴν τῶν πόνων σου, τοῦ θείου κάλλους, ἀπολαύων Μακάριε, καὶ ἑνούμενος τῶν ἐφετῶν τῇ ἀκρότητι, ὡς ἐπόθεις Θεὸς ἐχρημάτισας, μεθέξει τῶν χαρίτων, τῶν θεϊκῶν οἷάπερ Ἄγγελος.

Λόγε τοῦ Θεοῦ προάναρχε, ὁ τῇ χειρί Σου, διεξάγων τὰ σύμπαντα, Σὺ ἀνέδειξας τῶν Σῶν Ὁσίων τὰ τάγματα, ἐπὶ γῆς Σὲ δοξάζοντα ἄπαυστα, καὶ νῦν αὐτῶν πρεσβείαις, τὴν Ἐκκλησίαν Σου εἰρήνευσον.

Ποίμνην ἥνπερ ἐξηγόρασας, ἐν τῷ ἰδίῳ, αἵματί Σου Φιλάνθρωπε, σπαραχθεῖσα νῦν λύκοις πικροῖς καὶ ἁρπάκτορσιν, ἐπισύναξον τῇ ἐπισκέψει Σου, λιταῖς τοῦ Μακαρίου, ἐπικαμφθεὶς ὡς Ὑπεράγαθος.

Θεοτοκίον.

φθης προστασία ἄμαχος, τῶν προστρεχόντων, πίστει ἐπὶ τὴν σκέπην Σου, διὰ τοῦτο Σὲ παρακαλοῦμεν πανάχραντε, τὴν δεινὴν τρικυμίαν κατεύνασον, τὴν νῦν ἐπαναστάσαν, τῇ Ἐκκλησίᾳ Μητροπάρθενε.

 

Ἕτερος. Εὔα μὲ τῷ τῆς παρακοῆς.

Ἰδού σοι τὸν δρόμον τὸν καλόν, τελέσαντι καὶ τοῦ βίου ἐκδημήσαντι, πύλαι οὐράνιαι παμμάκαρ, ἠνοίχθησάν σοι ἔνδον δεξάμεναι, τῆς ἀφθαρσίας σοι τὸν στέφανον.

Προχέει θαυμάτων ποταμούς, ἡ λάρναξ σου ὥσπερ κρήνη ἀδαπάνητος, παύουσα νόσους ψυχοφθόρους, χειμάῤῥους παθημάτων ξηραίνουσα, Χριστοῦ δὲ τὴν Ἐκκλησίαν ἀρδεύουσα, πρὸς εὐκαρπίαν θείων πράξεων.

Ὡς Πέτρου καὶ Παύλου φοιτητήν, καὶ σύσκηνον φοιτηταί σου ἐγνωκότες σε, πιστῶς ἀνακομίζούσιν ἄγοντες, ἡμέραν ἑορτῆς ἀγαλλόμενοι· οὓς περιέποις σαῖς δεήσεσιν.

Ἡ ποίμνη σου σήμερον ἰδού, τελοῦσά σου τὴν ἁγίαν Πάτερ κοίμησιν, στέργει τοὺς πόνους προσκυνοῦσα, τὴν κόνιν τῶν λειψάνων σου Ὅσιε, ὡς ἄλλην κιβωτὸν ἁγιάσματος, ἣν οὐρανόθεν ἐπευλόγησον.

Θεοτοκίον.

Ἀπήμονας φύλαττε ἡμᾶς, πανάχραντε τοὺς Σοὺς δούλους ἱκεσίαις Σου, νόσου παντοίας καὶ πταισμάτων, ἐχθρῶν τῶν ὁρατῶν ἀοράτων τε, εἰρήνῃ καὶ ὁμονοίᾳ συνδέουσα, ποίμνην Σου ταύτην τὴν τιμῶσάν Σε.

 

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.

Ἐν ὄρει τῶν ἀρετῶν, ἀναβὰς θεοφόρε, εἰς γνόφον εἰσελήλυθας, τῆς λαμπρᾶς θεωρίας, καὶ νόμον τὸν γεγραμμένον, ἐν πλαξὶ καρδίας σου, ἐδέξω λελαμπρυσμένος, ὄψιν τε καὶ τὴν ψυχήν, διὰ τοῦτο σὲ πάντες, Μακάριε ἀνυμνοῦμεν.

Θεοτοκίον.

Παρθένος παναμώμητος, Σὺ ἐγνώσθης καὶ Μήτηρ, ὡς Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν τεκοῦσα, καὶ σωτηρία γέγονεν, ἡ κυοφορία Σου, τοῖς μελῳδοῦσιν ἐκ πόθου, δόξα πρέπει τιμή τε, καὶ προσκύνησις Τριάδι, τῇ ἀστέκτῳ καὶ θείᾳ.

 

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς ὑπέρμαχον ἄμαχον, Ἐκκλησίας Μακάριε, καὶ στεῤῤὸν ἀδάμαντα τῆς ἀθλήσεως, καὶ ποταμὸν τῶν ἰάσεων, θαυμάτων ἀείῤῥοον, πλημμυροῦσάν τε πηγήν, καὶ ἀκτῖνα τῆς χάριτος, κόσμον λάμποντα, ἀστραπαῖς εὐσεβείας, σὲ ὑμνοῦμεν, ἑορτάζοντες σὺν πόθῳ, τὴν πανσεβάσμιον μνήμην σου. (Δίς)

 

Φῶς δικαίοις ἑκάστοτε, ἀνατέλλει ὁ Κύριος, καὶ γὰρ αὐτοῖς δίδωσι χάριν δόξαν τε, καὶ ὡς σοφία οἰκίζεται, καὶ ἐπαναπαύεται, ταῖς καρδίαις ἑαυτῶν, ἀγαπῶν ὁσιότητα, καὶ εὐθύτητα, αἷς συνέζης, Μακάριε θεόφρον, διὰ τοῦτο νῦν ἀγάλλῃ, σὺν τοῖς Δικαίοις καὶ Μάρτυσι.

 

Μακαρίως Μακάριε, διανύσας τὸν βίον σου, τῆς μακαριότητος κατηξίωσαι, καὶ γὰρ ἀμέμπτως πεπόρευσαι, ἐν νόμῳ τοῦ Πλάστου σου, ἐρευνῶν διὰ παντός, τὰ Ἐκείνου μαρτύρια, ἐν οἷς εὕρηκας, τὴν ζωήν, τὴν ἀγήρω κατοικήσας, ἐν τῇ χώρᾳ τῇ τῶν ζώντων, στεφανηφόρος ἀοίδιμε.

 

Δόξα. Ἦχος β΄.

Τίμιος ἐναντίον Κυρίου, καὶ τῶν θεοσεβῶν ἀνθρώπων, ὁ θάνατος σου δέδεικται, θεοφόρε Μακάριε, σφραγίσας, τὰ ἐν τῇ ζωῇ σου κατορθώματα, τῇ καλλίστῃ ὁμολογίᾳ, τῆς Ὀρθοδόξου σου πίστεως. Καὶ ἐν ἐξαισίοις θαύμασι, γνωρίσας τὴν τῆς πολιτείας σου καθαρότητα. Διὸ παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐκτελούντων, τὸ ἱερόν σου μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου