ΑΠΡΙΛΙΟΣ ΙΘ΄!!
ΘΕΟΔΩΡΟΣ ΜΑΡΤΥΣ ΕΝ ΠΕΡΓῌ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
(Σημείωσις:
Ἐν τῷ χειρογράφῳ ἡ μνήμῃ του τοποθετεῖται στὶς 21 Ἀπριλίου)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια γ΄ τῆς Ἑορτῆς καὶ γ΄ τοῦ Ἁγίου.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἀδίκου
πρὸ βήματος, Μεγαλομάρτυς Θεόδωρε, παρεστὼς ἐστηλίτευσας, εἰδώλων τὸ ἄθεον, καὶ
τυφθεὶς ἀδίκως, ἡπλώθης παμμάκαρ, ἐπὶ ἐσχάρας δολερῶς, πυρακτωθείσης περιχεόμενος,
τῇ δρόσῳ τῇ τοῦ Πνεύματος, τοῦ σὲ στεῤῥῶς ἐνισχύσαντος, διωλέσαι τὸ φρύαγμα,
τοῦ δεινοῦ πολεμήτορος.
Ἅρμα
τοῦ Θεοῦ ἡμῶν, περιφανὲς ἐχρημάτισας, τῇ τιμίᾳ καρδίᾳ σου, τοῦτον ἐποχούμενον,
κεκτημένος μάκαρ, ἅρματι δεθεὶς δέ, λύεις δεσμῶν καὶ τῇ Χριστοῦ δεσμεῖς ἀγάπῃ
τοῦ σὲ δεσμεύσαντας, μεθ’ ὧν βληθεὶς εἰς κάμινον, οὐ κατεφλέχθης Θεόδωρε,
μεγαλύνων τὸν Κύριον, σὺν αὐτῖς ἀξιάγαστε.
Σταυρῷ
τὸν τανύσαντα, χεῖρας θεόφρον μιμούμενος, ἐσταυρώθης Θεόδωρε, μένεις δὲ
κρεμάμενος, ἐπὶ τρεῖς ἡμέρας, ἕως οὗ εἰς χεῖρας, Θεοῦ παρέθου τὴν ψυχήν, δρόμον
ἀνύσας τὸν τῆς ἀθλήσεως, Μαρτύρων ἀκροθίνιον, τῆς Ἐκκλησίας προπύργιον, τῶν
πιστῶν ἐγκαλλώπισμα, τῶν Ἀγγέλων συνόμιλε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Δῶρον Θεοῦ σε παμμάκαρ πίστει
σέβω. Ἰωσήφ.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Δῶρον εὐαπόδεκτον, καὶ τῷ
Δεσπότῃ φιλούμενον, Μαρτύρων ἀγλάϊσμα, ὤφθης Θεόδωρε, διὰ τοῦτό σοι ὡς δῶρον
προσκομίζω, τὸν ὕμνον παράσχου μοι, τὴν σὴν βοήθειαν.
Ὡραῖος τῷ σώματι,
περικαλλής τε τῷ πνεύματι, ὑπάρχων ἐχώρησας, πρὸς τὰ παλαίσματα, τοῦ ἀλάστορος,
καὶ τοῦτον ἐδαφίσας, τῆς νίκης τὸν στέφανον, Μάρτυς ἀπείληφας.
Ῥημάτων ἠλόγησας, τοῦ
δυσσεβοῦντος Θεόδωρε, σαυτὸν καὶ θεράποντα, Κυρίου γνήσιον, καὶ στρατιώτην
Χριστοῦ τοῦ Βασιλέως, καὶ τέλειον Μάρτυρα, σαφῶς ἀπέδειξας.
Θεοτοκίον.
Οἰκήσας τὴν μήτραν Σου, ὁ
κατὰ φύσιν ἀπρόσιτος, οἰκήτορας ἔδειξεν ἡμᾶς πανάμωμε, τοῦ Παραδείσου, ἀφάτῳ
εὐσπλαγχνίᾳ, οὗπερ ἀπωκίσθημεν, φθόνῳ τοῦ ὄφεως.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ναὸς γεγονὼς Πνεύματος
θείου, ναούς τε καὶ ξόανα σοφέ, τῆς ἀπωλείας ὥλεσας, καὶ λόγοις ἐθριάμβευσας,
τὰ βδελυρὰ σεβάσματα, τῶν ἀνομούντων Θεόδωρε.
Θυμῷ καὶ ὀργίλῳ προαιρέσει,
τύπτει σε παράνομος κριτής, τοὺς νόμους τοῦ Θεοῦ ἡμῶν, κρατύνοντα Θεόδωρε, ὃν
καθορῶν ἐνώπιον, ἀπαρασάλευτος ἔμεινας.
Ἐτέθης προθύμως ἐπ’
ἐσχάρας, πεπυρακτωμένης Ἀθλητά, τῷ ζήλῳ πυρπολούμενος, Θεοῦ τοῦ Παντοκράτορος,
καὶ τῇ Αὐτοῦ φλεγόμενος, θείᾳ ἀγάπῃ Θεόδωρε.
Θεοτοκίον.
Ὁ ἄχρονος φύσει ὑπὲρ
χρόνον, ἐκ Σοῦ καθωράθη γεννηθείς, σαρκὸς ἐν ὁμοιώματι, τὰ χρόνιά μου
πταίσματα, δι’ εὐσπλαγχνίαν ἄφατον, ὑπερορῶν παναμώμητε.
Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν
τοῦ Σωτῆρος δωρεῶν τὸν ἐπώνυμον, καὶ κληρονόμον τῆς Αὐτοῦ μακαριότητος, ὡς
μιμητὴν καὶ Μάρτυρα Χριστοῦ τοῦ Θεοῦ, δεῦτε εὐφημήσωμεν, τὴν σεπτὴν αὐτοῦ
μνήμην, νῦν πανηγυρίζοντες, πρὸς αὐτὸν ἐκβοῶντες· Μεγαλομάρτυς πρέσβευε ἡμῶν,
τῶν ἐγκλημάτων δοθῆναι τὴν ἄφεσιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑπελθόντα τὴν ἐσχάτα
ἐπουράνιος ἄγγελος, ἐπιστὰς δροσίζει, ἄφλεκτον τηρῶν σε Θεόδωρε, τῶν ποταμίων
ὑδάτων ἀναβλύσεσι, καὶ σεισμοῦ καὶ ἤχου, φοβεροῦ ἐπιδείξεσιν.
Σοῦ πιστῶς
θαυματουργοῦντος, ὁ τῇ πλάνῃ προσκείμενος, τὴν πίστιν αἴφνης Μάρτυς, ὥσπερ
λίθος κυλίεται, καὶ τοῖς χοροῖς τῶν Μαρτύρων κατατάττεται, ὁ Διόσκορος, διὰ
πυρὸς τελειούμενος.
Ἐν φρουρᾷ τεθεὶς ὡς φῦλαξ,
τῶν τοῦ Κτίστου προστάξεων, ἣν ἐκ βρέφους ἔσχες, πίστιν τῷ Θεῷ διεφύλαξας, τοὺς
δὲ μὴ ταύτην φρουροῦντας ὡς παράφρονας, ἐβδελύξω τελείῳ νοΐ παναοίδιμε.
Θεοτοκίον.
Ἄνευ τέτοκας ὠδύνων, τὸν
Θεὸν τὸν ἀσώματον, τῶν ὠδίνων Κόρη, Εὔαν τὴν προμήτορα λύοντα, καὶ τῶν ὠδίνων
τοῦ ᾅδου ἐκλυτρούμενον, τοὺς ἐπώδυνον σχόντας, ζωὴν ἁμαρτάνοντας.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μεγάλως τὴν ἄθεον, ἀπάτην
ἐστηλίτευσας, ὅθεν ἐπὶ ἅρματος ἐδέθης, μένεις δὲ σῶος, ἵππων πυρίνων σε,
ἐπαναλαβόντων φλογερῷ, ἅρματι Θεόδωρε, ὡς Ἠλίαν τὸν ἔνδοξον.
Μανεὶς ὁ παράνομος, καμίνῳ
καιομένῃ σε, ἅμα τῷ σῷ κράτει καὶ τῷ θείῳ, Διονυσίῳ μάκαρ ἐνέβαλε, μεθ’ ὧν
προφητῶν τὸ ἱερόν, ἔμελπες μελώδημα, γενναιόφρον Θεόδωρε.
Αἰνείσθω ἐν ᾄσμασιν, ὁ
θεῖος Διονύσιος, ἅμα τῷ σῷ κράτει τῷ γενναίῳ, πυρὸς καμίνου, λόγχη τρωθέντα
γάρ, Μάρτυρες γεγόνασι στεῤῥοί, θείαις παραινέσεσι, Θεοδώρου πειθήσαντες.
Θεοτοκίον.
Κυρίως ὑπάρχουσα καὶ ἀληθῶς
πανάμωμε, μόνη Θεοτόκος κυριεύειν, καταδουλούντων παθῶν με σθένωσον, ὅπως
ἐλευθέρῳ λογισμῷ, χαίρων μακαρίζω Σε, τῶν πιστῶν τὸ διάσωσμα.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ἀγγέλου θείαις φοιτήσεσι,
τὸ πῦρ μὲν τῆς καμίνου ἐσβέννυτο, ἡ δὲ καρδία σου, θάρσους παμμάκαρ πεπλήρωτο,
τῇ πρὸς τὸν Κτίστην νεύσει ἐπαναθάλλουσα.
Ῥητῶν ἁγίων ὡς ἤκουσε, τῆς
σὲ γεννησαμένης ὁ τύραννος, Μάρτυς Θεόδωρε, ταύτην τῷ ξίφει ἐκδίδωσι,
μαρτυρικῶς τὸν δρόμον ἐνθέως τελέσασαν.
Ποθοῦσα οἷάπερ δάμαλις,
Φιλίππῳ τῷ υἱῷ συντευνήξεσθαι, σπονδῇ ἐφίσταται, μέσον σταδίου αὐτόκλητος, τὴν
τῶν Μαρτύρων δόξαν ἀπολαμβάνουσα.
Θεοτοκίον.
Ἰδοὺ τὸ ὄρος τὸ ἅγιον, ἰδοὺ
ἡ μυροθήκη τοῦ Πνεύματος, ἰδοὺ ἡ γέφυρα, ἡ πρὸς Θεὸν πάντας φέρουσα, ἡ Θεοτόκος
Κόρη ἣν μακαρίσωμεν.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου
τοῦ ἐν Πέργῃ Παμφυλίας.
Κοινωνὸς
ὤφθης, Θεόδωρε, τοῦ πάθους,
Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ.
Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ.
Τῇ αὐτῇ ἡμέρα, ἡ Ἁγία
Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει τελειοῦται.
Φιλῶ
Φιλίππαν, ὡς ἀθλητοῦ μητέρα,
Φιλῶ Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους.
Φιλῶ Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρα, οἱ
πιστεύσαντες διὰ τοῦ Ἁγίου Θεοδώρου, Ἅγιοι Δύο στρατιῶται Σωκράτης καὶ
Διονύσιος, λόγχῃ τελειοῦνται.
Ἔνυξε λόγχῃ νεκρὸν Ὑψίστου
πάλαι,
Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο.
Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος
Μάρτυς Διόσκορος, πρώην ἱερεὺς τῶν εἰδώλων, καὶ διὰ τοῦ Ἁγίου Θεοδώρου
πιστεύσας, πυρὶ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου τοῦ
Ἱεροσολυμίτου
Τὸν
Παφνούτιον γῆς τάφῳ κεκρυμμένον,
Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ.
Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Γεωργίου Επίσκοπος Πισιδίας
Ὁ
Γεώργιος, ὡς γεώργιον μέγα,
Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν.
Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Τρύφωνος Πατριάρχου
Κωνσταντινουπόλεως
Θεὸν
ποθήσας ὁ τρυφὴν μισῶν Τρύφων,
Θεοῦ παρέστη τῷ κατοικητηρίῳ.
Θεοῦ παρέστη τῷ κατοικητηρίῳ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Ἑρμογένους, Ἐξπεδίτου, Ἀριστονίκου, Ῥούφου καὶ Γαλατᾶ.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἱερομάρτυς
Ἀλπέγιος (Alphege), ἀρχιεπίσκοπος Καντουαρίας, ἐν ἔτει 1012, ξίφει
τελειοῦται
Ἀνυπόδητος
Συμεών, βαίνων μάκαρ,
Tὸν πτερνίσαντα τοὺς βροτοὺς πατεῖς ὄφιν.
Tὸν πτερνίσαντα τοὺς βροτοὺς πατεῖς ὄφιν.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Ἀγαθάγγελος ὁ Ἐσφιγμενίτης,
ἐν Σμύρνῃ, ἐν ἔτει 1818, ξίφει τελειοῦται.
Χαρὰν
παρέσχεν Ἀγαθάγγελος θνήσκων,
Βροτοῖς
τ’ ἀγαστοῖς καὶ δὴ Ἀγγέλοις πᾶσι.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Ἀσινὲθ τοῦ
Γκορίτσκυ, τῆς διὰ Χριστὸν σαλῆς
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βίκτωρος
ἐπισκόπου Γκλαζώφ τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σεβαστιανοῦ τοῦ Ῥώσσου, τοῦ ἐν Καραγκάντα
τοῦ Καζακστάν διακονήσαντος.
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆ τῶν
λειψάνων τοῦ Ἁγίου Μωϋσέως τοῦ Θαυματουργοῦ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Συντηρούμενος τῇ δρόσῳ τῇ τοῦ
Πνεύματος ὥσπερ οἱ Παῖδες οἱ τρεῖς, ἄφλεκτος μέσον πυρός, θεόφρον Θεόδωρε, σὺν
τούτοις ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τῶν Ἑλλήνων τὴν ἀπάτην
ἐστηλίτευσας Μάρτυς Θεόδωρε, λόγῳ τῆς χάριτος, πλουσίως πηγάζοντι, ἐκ τῶν χειλεών
τῶν σῶν, καὶ ἐκραύγαζες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς
εἶ.
Ἐμυήθη σου τὴν κλῆσιν καὶ
τὴν ἄθλησιν ἡ σὲ κυήσασα, καὶ πρὸς συλλήψεως Θεόδωρε μέγιστε, Μάρτυς πολύαθλε,
ἀναμέλπουσα· Ὑπερύμνητε, ὁ τῶν Πατέρων
Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱλαστήριόν μοι φάνηθι
πανάμωμε πρὸς τὸν τεχθέντα ἐκ Σοῦ, ἀποκοπὰς χαλεπῶν, χρεῶν προξενοῦσά μοι καὶ
Βασιλείας Θεοῦ, θείαν εἴσοδον, καὶ τῆς τρυφῆς ἀπόλαυσιν, καὶ φωτὸς τὴν
μετουσίαν.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Σταυρῷ ὑψωθεὶς
τριημερεύεις, ἐν τούτῳ κρεμάμενος Θεόδωρε, πάθος τοῦ Δεσπότου σου, τὸν
ἀειμακάριστον, ὥραις τρισὶ γενόμενον, ἐξεικονίζων σαφῶς, τὸν Κύριον, ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐτέθης ἐν ξύλῳ ἐπωδύνοις,
δεχόμενος τρώσεις καὶ κατέτρωσας, ὄφιν τὸν πολέμιον, γεύσει ξύλου θάνατον,
ὀδυνηρὸν Θεόδωρε, δημιουργήσαντα, Ἀδὰμ καὶ τοῖς αὐτοῦ ἀπογόνοις, ὅθεν σε
τιμῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Βοᾷ σοι ἡ Πέργη τοὺς
ἀγῶνας, τοὺς πόνους τὴν ἄθλησιν τὰ στίγματα, πάθος τὸ μακάριον, θάνατον τὸν
τίμιον, δι’ οὗ πρὸς τὴν ἀθάνατον, ζωὴν Θεόδωρε, μέτεβης, εὐλογεῖτε κραυγάζων,
καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὢ βάθους ἀῤῥήτου μυστηρίου,
ὁ πλάσας χειρὶ πάλαι τὸν ἄνθρωπον, πλάττεται σαρκούμενος, μήτραν ἀειπάρθενον,
καθυποθεὶς καὶ σώζει με, φόβῳ κραυγάζοντα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἴχνεσι Χριστοῦ, ἑπόμενος
πάνσοφε τοῦ πρωτομάρτυρος, στείρωσιν ὑπέμεινας, δεσμὰ καὶ τρώσεις ἥλων
δεξάμενος, καὶ ἀπὸ γῆς ἀνέδραμες πρὸς τὰ οὐράνια, στεφηφόρος, γέρα κομισάμενος,
Βασιλείαν Θεοῦ ἀδιάδοχον.
Ὤφθης ὡς χρυσός, Θεόδωρε
εὔροιζος, μέσον ἑστὼς τοῦ πυρός, ἐν συγκαταβάσει δέ, σεπτοῦ Ἀγγέλου
ἀναφλεγόμενος, τῷ τοῦ Δεσπότου ἔρωτι, ἄφλεκτος ἔμεινας, σὺν ἐκείνῳ, μέλος τὸ
σωτήριον, μελῳδῶν ἱερῶς ἀγαλλόμενος.
Ἤχθης πρὸς μονάς, τὰς ἄνω
γηθόμενος, Μάρτυς Θεόδωρε, ἔφθασας τὰ τάγματα, τῶν Ἀσωμάτων ὡς μετὰ σώματος,
τοὺς ἀσωμάτους δαίμονας, στεῤῥῶς τρεψάμενος, καὶ πρεσβεύεις, πίστει τοὺς
τιμῶντάς σε, ὀφλημάτων λαβεῖν ἀπολύτρωσιν.
Θεοτοκίον.
Φώτισον ἁγνή, ψυχῆς μου τὰ
ὄμματα Θεογεννήτρια, μὴ καταλαβέτω με, τῆς ἁμαρτίας σκότος βαρύτατον, μηδὲ
βυθὸς καλύψῃ με, τῆς ἀπογνώσεως, ἀλλ’ αὐτῇ με, σῷσον καὶ κυβέρνησον, προστασία
πιστῶν ἀκαταίσχυντε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου