ΜΑΪΟΣ ΚΖ΄!!
ΘΕΡΑΠΩΝ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς Ἑορτῆς, καὶ γ΄ τοῦ Ἁγίου.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δεκτὸν
ἐπιλάμψεων τὸν νοῦν, θεϊκῶν ποιούμενος, κατεφωτίσθης πανόλβιε, καὶ χρίσμα
ἅγιον, ἱερῶς ἐχρίσθης, καὶ λαὸν ἐποίμανας, καὶ Μάρτυς ἀληθὴς ἐχρημάτισας· διὸ
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θυσίαν
ἀναίμακτον Θεῷ, θύων τελεώτατα, ὑπὲρ Αὐτοῦ Μάρτυς τέθυσαι, καὶ προσενήνεξαι,
νοητῇ τραπέζῃ, θῦμα εὐωδέστατον, Θεράπων ἱεράρχα μακάριε· διὸ ἱκέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἄστρον
φαεινότατον δειχθείς, θείαις ἐπιλάμψεσι, τῆς οἰκουμένης τὰ πέρατα, φωτίζεις
πάντοτε, ἱερεῦ καὶ Μάρτυς, καὶ σκεδάζεις χάριτι, ἀχλὺν τῶν νοσημάτων πανόλβιε·
διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου. Ποίημα Ἰωσήφ.
ᾨδὴ
α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἱερωτάταις
χορεῖαις ἐν οὐρανοῖς, συγχορεύων πάντοτε, τοὺς τιμῶντας ἐπὶ γῆς, τὴν ἁγίαν
μνήμην σου, παθῶν καὶ κινδύνων χαλεπῶν, Θεράπον λύτρωσαι.
Ἐφαπλουμένη
ἐν κόσμῳ ἡ ἱερὰ καὶ σεπτή σου ἄθλησις, διεγείρει τοὺς πιστούς, ἐν αὐτῇ δοξάζειν
σε λαμπρῶς, ἀριστεύσαντα στεῤῥῶς, Θεράπον χάριτι.
Θεοφεγγῆ
σε ἀστέρα ὁ νοητός, ἀναδείξας ἥλιος, τῶν ἀγώνω σου φωτί, καὶ θαυμάτων λάμψεσι
πιστούς, καταυγάζεις ἱερῶς, ἀνευφημοῦντάς σε.
Θεοτοκίον.
Ἱερωτάτη
χορεία τῶν Προφητῶν, προεδήλου πόῤῥωθεν, ἐσομένην Σε Θεοῦ, ἀληθῆ λοχεύτριαν
ἁγνή, ἀνωτέρα Χερουβὶμ καὶ πάσης κτίσεως.
ᾨδὴ
γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Θεράπων
γέγονας Χριστοῦ, ἀληθεύουσαν φέρεις σε καὶ κατάλληλον Μάρτυς, σοῦ τὴν κλῆσιν
ἀληθῶς, θεραπεύεις ψυχῶν καὶ σωμάτων πάντοτε νοσήματα.
Τὸ
αἷμα μύρῳ συγκραθέν, σοῦ τὴν ἱερωσύνην, λαμπροτέραν ποιεῖται, ἱεράρχα καὶ
ποιμὴν καὶ Μάρτυς καὶ ἰατρός, τῶν νοσούντων· ὅθεν εὐφημοῦμέν σε.
Ἴασαι
πάθη χαλεοά, τῶν πιστῶς προσιόντων καὶ νοσήματα παύεις, καὶ πνευμάτων πονηρῶν,
καθαίρεις λάβην Χριστοῦ, ἱεράρχα θείαις ἐπικλήσεσιν.
Θεοτοκίον.
Νοεῖν
τοῦ Τόκου Σου ἁγνή, τὸ ἀπόῤῥητον βάθος, ἀπορεῖ νοῦς ἀνθρώπων, ὁ Θεὸς γὰρ
ἑαυτόν, κενώσας δι’ οἰκτιρμῶν, ἐν γαστρί Σου ὅλον με ἀνέπλασεν.
Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ταῖς
ἀδύτοις λάμψεσι τῶν ἰαμάτων, ἐκδιώκεις πάντοτε, σκότος βαρύτατον παθῶν, ἐκ τῶν
πιστῶς προστρεχόντων σοι, θαυματοφόρε Θεράπον πατὴρ ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Χριστός μου δύναμις.
Καθάρας
πρότερον, παθῶν συγχύσεως, τὴν ψυχὴν ὑπεδέξω ἱερουργέ, χρίσμα θεῖον ἅγιον, καὶ
ἐπὶ τέλεις Ἀθλητῶν, ἐκοσμήθης διαδήματι.
Σημείοις
πάντοτε καὶ θείοις τέρασι, διαλάμπων ὁρᾶσαι καὶ φρυκτωρεῖς, πᾶσαν τὴν ὑφήλιον,
χάριν θεόθεν εἰληφώς, ἱεράρχα ἀξιάγαστε.
Ποιμάνας
πρότερον, λαὸν ἐν χάριτι, ἀναιμάκτοις θυσίαις, ὡς ἱερεύς, ἱερῶς ἡγίασας καὶ ὡς
ἀμνὸς σφαγιασθείς, τῷ Κυρίῳ προσενήνεξαι.
Θεοτοκίον.
Ὡς
πύλην φέρουσαν πρὸς θείαν ἄνοδον, ὡς Παράδεισον πάλαι, ὡς νοητόν, τόκον
ἁγιάσματος, ὡς καλλονὴν τοῦ Ἰακώβ, τὴν Παρθένον μακαρίσωμεν.
ᾨδὴ
ε΄. Τῷ θείῳ φέγγει Σου.
Τῷ
θείῳ φέγγει καταυγασθείς, ὤφθης φαεινότατος ἀστήρ, φωταγωγῶν τὴν
ὑφήλιον, ταῖς θεοσημείοις ἐν θείῳ Πνεύματι, Θεράπων ἱεράρχα θεομακάριστε.
ὑφήλιον, ταῖς θεοσημείοις ἐν θείῳ Πνεύματι, Θεράπων ἱεράρχα θεομακάριστε.
Ὡς
ὁλοκάρπωμα ἱερόν, καὶ ὡς προσφορὰ Πάτερ δεκτή, καὶ ἱερεῖον ὁλόκληρον, τῷ σαρκὶ
παθόντι λόγῳ προσενήνεξαι, Θεράπον ἱεράρχα Μάρτυς γενόμενος.
Κρατῆρα
πλήσας πανευκλεῶς, τῆς ὁμολογίας ἀληθῶς καὶ τῆς στεῤῥᾶς σου ἀθλήσεως, ἅπαντας
ποτίζεις Θεράπον Ὅσιε, μδεθ’ ὑψηλοῦ κηρύγματος προσκαλούμενος.
Θεοτοκίον.
Μετὰ
τὴν κύησιν τὴν φρικτήν, ἔμεινας Παρθένος ὡς τὸ πρίν, Θεὸς γὰρ ἧν τὸ τικτόμενον,
ὁ μετασκευάζων πάντα βουλήματι, ἀνύμφευτε Μαρία θεοχαρίτωτε.
ᾨδὴ
στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ὁ
βίος σου ἔνθεος, ἡ ζωὴ θεοπρεπής, καὶ εὐκλεὴς ὁ θάνατος, μαρτυρικαῖς ἐμπρεπων
ταῖς καλλοναῖς, θαυμάτων τε λάμψεσι, καταυγάζων καρδίας τῶν ὑμνούντων σε.
Κατάκαρπον
κλῆμά σε τῆς ἀμπέλου ἀληθῶς, τῆς νοητῆς ἐπέγνωμεν, ὁμολογίας βότρυας ἀληθῶς,
θεόφρον πηγάζοντας, καρτερίας ἔνθεον οἶνον ἄριστον.
Ὁ
οἶκός σου δέδεικται, ἰατρεῖον ἱερόν, ἐπικουφίζον χάριτι, παντοδαπαῖς ὀδύναις,
τῶν ἀσθενῶν καὶ λύον νοσήματα, ἱεράρχα Θεράπον ἀξιάγαστε.
Θεοτοκίον.
Ὁ
Λόγος ἐν μήτρᾳ Σου, παχυνθεὶς ἄνευ σπορᾶς, ωροτὸς ὡράθη τέλειος, καινοτομῶν τὰς
φύσεις θεοπρεπῶς, ὡς μόνος ἐπίσταται, θεοχώρητε πύλη παναμώμητε.
Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος ἐκ Σαρδέων.
Μάστιξι
θνήσκων Δεσπότου τοῦ σοῦ χάριν,
εὔνους
Θεράπων χρηματίζεις Θεράπων.
Οὗτος, γενόμενος ἱερεὺς
κατὰ τὴν πόλιν τῶν Σαρδέων, διὰ τὴν ἀρίστην καὶ ἐνάρετον αὐτοῦ πολιτείαν, καὶ
πιασθεὶς ἀπὸ τὸν ἄρχοντα Οὐαλλεριανόν, ἐπειδὴ ἐδίδασκε τὴν πίστιν τοῦ Χριστοῦ,
ἐδέθη μὲ τὰ δεσμά, καὶ ὑπέμεινε τιμωρίας. Μετὰ ταῦτα ἐφέρθη δεμένος εἰς τὴν
πόλιν, Σιναὸν ὀνομαζομένην, καὶ εἰς τὴν Ἄγκυραν τῆς Γαλατίας. Φθάσας δὲ εἰς τὸν
ποταμόν, Ἀστελῆν καλούμενον, ἡπλώθη ἀνάσκελα κατὰ γῆς, καὶ κατεξεσχίσθη μὲ
ῥαβδία, ἡ δὲ γῆ ποτισθεῖσα μὲ τὸ τίμιον αὐτοῦ αἷμα, ἐβλάστησεν ἕν δένδρον πολλὰ
μεγάλον βαλάνου, ἢτοι δρυός. Τοῦτο δὲ τὸ δένδρον μένει ἐκεῖ ἕως τὴν σήμερον
ἀείφυλλον, καὶ θεραπεύει ὅλας τὰς νόσους, καὶ τὰς ἀσθενείας. Ἔπειτα εκεῖθεν
ἐφέρθη ὁ Ἅγιος εἰς τὴν τοποθεσίαν τῶν Θρακησίων πλησίον εἰς τὸν ποταμὸν Ἔρμον,
εἰς τὸν ὁποῖον εὑρίσκεται καὶ ἡ ἐπισκοπὴ Σατάλα, ἣτις εἶναι ὑποκειμένη εἰς τὸν
Μητροπολίτην Σαρδέων. Ἐκεῖ λοιπὸν δοκιμάσας ὁ ἀοίδιμος πολλὰς καὶ δεινὰς
τιμωρίας, τελευταῖον ἀπεκεφαλίσθη καὶ οὕτως ἔλαβε παρὰ Κυρίου τὸν του μαρτυρίου
ἀμάραντον στέφανον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου.
Ἔλλαιον
Ἑλλάδιος ἱερωσύνης,
Αἵματι
συνέμιξε τοῦ μαρτυρίου.
Οὗτος, ἐκκαθάρας ἑαυτὸν ἀπὸ
πάσης κηλῖδος, καὶ δοχεῖον γεγονὼς τοῦ Ἁγίου Πνεύματος, χρίεται ψήφῳ Θεοῦ
ἀρχιερεύς. Καὶ τοὺς οἴακας πιστευθεὶς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὡς μὲν ποιμήν,
τῆς αὐτοῦ ποίμνην τοὺς λυκώδεις τῶν ἀνθρώπων ἀπεῖργεν, ὡς δὲ κυβερνήτης
ἐπιστήμων, ταύτην ἐκυβέρνα, ἄβατον καὶ ἀνεπηρέαστον τῶν κακῶν ἁπάντων διατηρῶν.
Ἐπεὶ οὖν οἱ τύραννοι δέσμιον αὐτὸν παρεστήσαντο, τότε μᾶλλον ἔλαμψε, καὶ
κατηύγασε τῶν πιστῶν τὰς διανοίας. Τομῶς γαρ χωρήσας πρὸς τὰ σκάμματα, καὶ
παῥῥησιασάμενος τὴν εὐσέβειαν, πλείσταις βασάνοις καθυποβάλλεται. Καὶ τὸ σῶμα
σφοδρῶς καταξανθείς, τὴν ἐκ τῶν μωλώπων ἅπασαν κάκωσιν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν,
ἐποφθεὶς αὐτῷ ἐξιάσατο, καὶ εἰς τὸ ἑξῆς, προθυμότερον ἐποίησε. Μετὰ ταῦτα,
ὀργῆς πλησθέντες οἱ τύραννοι, τῷ πυρὶ τὸν Ἅγιον ἐπιῤῥίπτουσι, ὁ δὲ ἄφλεκτος
διαμείνας, πολλοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπεσπάσατο. Ἔπειτα σφοδρότατα
αἰκισθείς, τὸ πνεῦμα τῷ Θεῷ παρατίθησιν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσεβιώτης, πυρὶ τελειοῦται.
Εὐσεβιώτῃ
προσδοκῶντι τὰ στέφη,
Τὸ
πυρπολοῦν πῦρ ὡς Ἀερμὼν ἧν δρόσος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλύπιος, λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται.
Τὸν
εἰς κεφαλὴν γωνίας τιμῶν λίθον,
Λίθῳ
κεφαλήν, Ἀλύπιε συντρίβῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἰούλιος ὁ Στρατηλάτης, ἐν ἔτει 297 μ. Χ., ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Ῥώσσου, τοῦ Ὁμολογητοῦ, οὗ τὸ θεῖον
λείψανον ἀχθὲν ἐκ Μικρᾶς Ἀσίας σώζεται ἀδιάφθορον, ἐν Νέῳ Προκοπίῳ τῆς νήσου
Εὐβοίας.
Πλήρης
χαρίτων ὁ αἰχμάλωτος ὤφθη,
Αἰχμαλωτίσας
τοῦ σκότους τὸν προστάτην.
Οὗτος, ἦν τῷ δεκάτῳ ὀγδόῳ
αἰώνι, γεννηθεὶς ἔν τινι χωρίῳ τῆς Μικρᾶς καλουμένης Ῥωσίας, ἐκ γονέων εὐσεβῶν,
παρ’ ὧν θεοφιλῶς ἀνήχθη εὐσεβείᾳ καὶ ἤθεσι σεμνοῖς. Ἀνδρωθεὶς ἐστρατεύθη,
κρατοῦντος ἐν Ῥωσίᾳ Πέτρου τοῦ μεγάλου, ὃς πόλεμον τοῖς Τούρκοις συνάψας,
ἡττήθη καὶ πλεῖστοι τῶν στρατιωτῶν αἰχμάλωτοι γεγόνασι τοῖς γειτνιάζουσι
Τατάροις, μεθ’ ὧν καὶ ὁ Ἰωάννης. Ἀπεμποληθεὶς Ὀθωμανῷ τινὶ ἱππάρχῳ, ἤχθη παρ’
αὐτοῦ ἔν τινι κωμοπόλει, ἧς ἡ κλῆσις Προκόπιον, ἡμέρας ὁδὸν τῆς ἐν Καππαδοκίᾳ
Καισαρείας ἀπεχούσῃ. Εἶχε τὸν Ἰωάννην ἡ αἰχμαλωσία, ὃς προθύμως ὑπηρετῶν τῷ
Ἀγαρηνῷ Κυρίῳ, ἐλάτρευεν ἐν ὁσιότητι καὶ εὐσεβείᾳ Χριστῷ, ὡς θησαυρὸν ἀσύλητον
φυλάττων ἐν τῇ καρδίᾳ τὴν πρὸς αὐτὸν πίστιν. Βιασθεὶς πρὸς ἐξώμοσιν, ἀνέστη,
ὁμολογήσας τὴν καλὴν τῆς ἀληθείας ὁμολογίας. Κέκριται δὲ κατοικεῖν ἐν τῷ
ἱπποστασίῳ, καὶ ἦν ἄγων καὶ ἐπιτηρῶν τοὺς ἵππους τοῦ ἑαυτοῦ, διεληληθὼς τὴν
ζωὴν ἐν πάσῃ εὐσεβείᾳ, καὶ ἀσκήσει ἀρετῶν, καὶ ἀγρυπνίαις καὶ προσευχαῖς, ὡς
καὶ αὐτοῖς τοῖς ασεβέσιν αἰδέσιμος φανῆναι, καὶ πλήρης θείου Πνεύματος
γενέσθαι, ἐπιδείξει ἔργων θαυμαστῶν, ὡς ἡ κατ’ αυτὸν δέλτος ἐν πλάτει
διέξεισιν. Ἀνακομισθέντος σώου καὶ ἀδιαφθόρου ἐκ τοῦ τάφου τοῦ λείψανου αὐτοῦ,
βεβαιώσει ἐμφανείας οὐρανόθεν φωτοειδοῦς στύλου, δαψιλὴς δίδοται αὐτῷ ἡ τῶν
θαυμάτων ἐνέργεια. Καὶ ἐπελθούσης τῆς ἐν Μικρᾷ Ἀσίᾳ καταστροφῆς, κρίμασιν οἷς
εἶδεν ο Κύριος, μετηνέχθη ἐκεῖθεν ἐν Ἑλλάδι, ἔν ἔτει 1924ῳ, τὸ ἱερὸν σκήνωμα
τοῦ Ὁσίου καὶ κατετέθη ἐν Νέῳ Προκοπίῳ της νήσου Εὐβοίας, πάμπολλα ἐνεργοῦν
θαύματα, καὶ πλείστας παρέχον ἰάσεις, ἔνθα ἀπειράριθμα, εὐσεβῶν συῤῥέουσι
πλήθη, ζητοῦντες τὴν ὀξυτάτην τοῦ Ἁγίου βοήθειαν, καὶ λαμβάνοντες παρ’ αὐτοῦ
σωστικὴν ἀρωγὴν καὶ ἀντίληψιν
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βασιλείου τοῦ Γεωργιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Γεωργιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βεδέα (Bede) τοῦ Ὁμολογητοῦ τοῦ Ἄγγλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μελαγγέλλης τῆς ἐξ Ἰρλανδίας καὶ ἐν Οὐαλίᾳ
ἀσκησάσης.
Μελαγγέλλη
μέλλοντος ζωῆς αἰῶνος,
Σὺν
ἀγγελικαῖς χορείαις ἠξιώθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ ἐν Λευκῇ Λίμνῃ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Φιλίππου τοῦ Α΄, μητροπολίτου Μόσχας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λαζάρου τοῦ Πσκώφ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ματθαίου τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ
Μονζέσκιϋ.
Τῇ αὐτῇ, ἡ ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἰωνᾶ, Μητροπολίτου
Μόσχας.
Τῇ αὐτῇ, ἡ ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Φωτίου, Μητροπολίτου Μόσχας.
Τῇ αὐτῇ, ἡ ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Κυπριανοῦ, Μητροπολίτου
Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείας Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ
ζ΄. Δροσοβόλον μέν.
Τῶν
παθῶν τὴν τρικυμίαν κατεπράϋνας, δι’ ἐγκρατείας Ὅσιε, μαρτυρήσας δὲ τῇ πλημμύρᾳ
ἔσβεσας τῶν σῶν, αἱμάτων τῆς πλάνης τὴν πυράν, Ἱερομάρτυς τοῦ Χριστοῦ Θεράπον
Ὅσιε.
Τετελείωσαι
τῷ μύρῳ τῷ τῆς χάριτος, ἱερομύστα Ὅσιε καὶ τελειώσας ἱερεῖς, καὶ δῆμον τῶν
πιστῶν ὡς ποιμήν, ἐτέλεσας δρόμον τὸν καλόν, σφαγιασθεὶς ὑπὲρ Χριστοῦ, Θεράπον
Μάρτυς σοφέ.
Τῇ
ῥοῇ σου τῶν αἱμάτων κατεπόντισας, τοῦ δυσμενοῦς τὰς φάλαγγας, τῶν θαυμάτων δὲ
τῷ πυρσῷ, τὸν ζόφον τῶν παθῶν, σκεδάζεις Θεράπον ἀληθῶς, θαυματουργὸς
ἀναδειχθείς, καὶ ἰατρὸς ἀσθενῶν.
Θεοτοκίον.
Ὁ
καθήμενος ἐν κόλποις τοῦ γεννήτορος, ἀπεριγράπτως ἄχραντε, ἐν τοῖς κόλποις Σου
νῦν καθέζεται περιγραπτῶς, τὴν Σὴν περικείμενος μορφήν, διὰ τὸ σῶσαι τὸν Ἀδάμ,
νέος Ἀδὰμ γεγονώς.
ᾬδὴ
η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἀναιμάκτους
θυσίας Θεῷ προσήγαγες, καὶ τυθεὶς ὡς ἀρνίον καθαρὸν ἄμωμον, τὰς δαιμονικὰς
τελετὰς ἐξηφάνισας, κλέος Ἀθλοφόρων Θεράπον ἱεράρχα.
Παραδείσου
ὁπλίτης θεῖος γεγένησαι, καὶ Ἀγγέλων Ἁγίων ὤφθης συμμέτοχος, τῇ μαρτυρικῇ
διαλάμπων φραιδρότητι, Μάρτυς Ἀθλοφόρε, Θεράπον τοῦ Σωτῆρος.
Ὑπερήφανον
ὄφιν σὺ ἐταπείνωσας, ταπεινώσεις καρδίας ἀντιταξάμενος, τούτῳ ἀνδρικῶς καὶ
Μαρτύρων ἐν αἵματι, βάψας ἱεράρχα, τὴν ἱερὰν στολήν σου.
Θεοτοκίον.
Λυτρωθέντες
τῆς πρώην ἁρᾶς τῷ τόκῳ Σου, παντευλόγητε Κόρη θεοχαρίτωτε, τὴν τοῦ Γαβριήλ Σοι
φωνὴν ἀναπέμπομεν, χαῖρε ἡ αἰτία, τῆς πάντων σωτηρίας.
ᾨδὴ
θ΄. Θεὸν ἀνθρώποις.
Ἰδεῖν
τὴν δόξαν τοῦ Παντοκράτορος, ἐπιποθῶν τὸν ἄδικον ὑπέμεινας θάνατον, καὶ οἰκείῳ
ἐπέβης ἐν αἵματι, ἔνδοξε ἱεράρχα, ὥσπερ ἐν ἅρματι καὶ πρὸς οὐρανοὺς ἀναδραμῶν,
χαίρων κατέπαυσας.
Ὡς
φῶς ὡς ὄρθρος ἡμῖν ἀνέτειλας, φωτιστικαῖς ἀκτῖσι καταυγάζων τὰ πέρατα, ἱεράρχα
καὶ ποιμὴν θεόπεμπτε, καὶ τὴν τῶν παθημάτων λύων σκοτόμαιναν· ὅθεν σὲ τιμῶμεν
εὐσεβῶς καὶ μακαρίζομεν.
Συνὼν
χορείαις θεομακάριστε, Πατριαρχῶν Μαρτύρων Ἀποστόλων Δικαίων τε, καὶ Ὁσίων σὺν
τούτοις ἱκέτευε, λύσιν ἁμαρτημάτων πᾶσι δωρήσασθαι, τοῖς ἐπιτελοῦσιν εὐσεβῶς
τὴν θείαν μνήμην σου.
Θεοτοκίον.
Φωτὶ
τῷ Σῷ με θεοχαρίτωτε, ἐνν γυναιξὶ Παρθένε, καταλάμπρυνον δέομαι καὶ πυρὸς
αἰωνίου με λύτρωσαι, ὅπως Σε μεγαλύνω, ὅπως δοξάζω Σε, ὅπως κατὰ χρέος ἀνυμνῶ
τὰ μεγαλεῖά Σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου