Δευτέρα 16 Ιουλίου 2018

ΜΑΪΟΣ 2. ΑΓΙΟΣ ΑΘΑΝΑΣΙΟΣ ΜΕΓΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΜΑΪΟΣ Β΄!!

ΑΘΑΝΑΣΙΟΣ ΜΕΓΑΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι

Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεοῤῥῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον, καὶ τὴν ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίσας τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, ἱερουργὲ ἱερώτατε.

 

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς πίστεως, στεῤῥὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.

 

Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.

 

Δόξα. Ἦχος πλ. β'.

Χριστοῦ τὸν Ἱεράρχην, ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον, ὅτι Ἀρείου τὰ διδάγματα πάντα κατήργησε, καὶ τῆς Ἁγίας Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον τρανῶς καταγγέλλει, ἕνα Θεὸν ἐν τρισὶ προσώποις ἀμέριστον, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.

Καὶ νῦν. Τῆς Ἑορτῆς

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Σταλάξατε τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ὡς ἀρνία σκιρτήσατε· ἡ Ἐκκλησία τοῦ Θεοῦ σήμερον εὐφροσύνως ἀγαλλομένῃ βοᾷ· ὅτι ἐλαμπρύνθη μου τὸ κάλλος ὑπὲρ πᾶσαν πόλιν, ἰδοὺ γὰρ τῶν Ἀρχιερέων τὸ μέγα κειμήλιον, ὁ μέγας Ἀθανάσιος τὴν πορείαν πρὸς οὐρανὸν ἐποιήσατο. Δεῦτε οὖν φιλέορτοι, τῶν Ὀρθοδόξων τὸ σύστημα, χοροστατήσαντες ἅμα, τὴν θείαν λάρνακα, ἰαμάτων πλημμύραν λαβόντες παρ’ αὐτῆς· ἱκετεύσωμεν αἰτήσασθαι Χριστὸν τὸν Θεόν, τοῦ ῥυσθῆναι τὴν οἰκουμένην ἀπὸ πάσης αἱρέσεως.

 

Ἦχος β΄.

Λαβὼν ἐν χερσὶ τοὺς οἴακας τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Ἱεράρχα τρισμάκαρ Ἀθανάσιε, εἰς ὅρμον σωτήριον ταύτην κατεύθυνας, τῶν ἐχθρῶν ναυαγίων καλῶς σαυτὴν διασώσας, ὡς κυβερνήτης πανάριστος· ὅθεν παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα...Ἦχος γ'

Ἡ μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν οἰκουμένην φαιδρῶς. Πάντες πιστοί, πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους, ὅπως ταῖς πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος

 

Καὶ νῦν...Τῆς Ἑορτῆς

 

 

Εἰς τὸν Στίχον, τοῦ Ἁγίου.Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν.

Χαίροις τῶν ἀρετῶν ὁ κανών, ὁ ὑπὲρ πίστεως ἀθλήσας στεῤῥότατα, καὶ λύσας τὴν τοῦ Ἀρείου, κακοδοξίαν νευραῖς, τῶν σεπτῶν σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων, μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν τρισὶν ὑποστάσεσι, παρ' ἧς ἅπαντα, νοητὰ καὶ φαινόμενα, μόνην δι' ἀγαθότητα, παρήχθη πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας, δημιουργίας τὰ δύσληπτα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν

Χαίροις Πατριαρχῶν ἡ κρηπίς, σάλπιγξ ἡ εὔηχος, ὁ νοῦς ὁ περίβλεπτος, ἡ γλῶσσα ἡ ὀξυτάτη, ὁ διαυγὴς ὀφθαλμός, τῶν ὀρθῶν δογμάτων ἡ σαφήνεια, ποιμὴν ἀληθέστατος, ὁ λαμπτὴρ ὁ φανότατος, πέλεκυς κόπτων, ὕλην πᾶσαν αἱρέσεων, καταφλέγων τε, τῷ πυρὶ τῷ τοῦ Πνεύματος, στῦλος ὁ ἀπερίτρεπτος, ὁ πύργος ὁ ἄσειστος, ὁ τῆς Τριάδος κηρύξας, τὴν ὑπερούσιον δύναμιν, τρανῶς, ἣν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Χαίροις ἀτελευτήτου ζωῆς, ἐπωνυμίᾳ ἀληθῶς κλεϊζόμενος· τρυγών τε ὡραιοτάτη, σὺν νεοττοῖς ἱεροῖς, καὶ τῷ ὁμοζύγῳ ἐκπετάσασα, ἐκ γῆς πρὸς οὐράνια, ἔνθα νέφος εὐφραίνεται, σεπτῶν Μαρτύρων, ἔνθα φῶς τὸ ἀνέσπερον, ὅπου ἄπαυστος, εὐφροσύνη γνωρίζεται, τάγματα ἐπουράνια, Ἁγίων λαμπρότητες, ὅπου ὁ ἦχος ὁ θεῖος, ἑορταζόντων ἀκούεται, Χριστὸς ἔνθα πέλει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Δόξα.  Ἦχος γ'

Πάλιν ἡμῖν ὁ χρυσοῤῥόας Νεῖλος, καὶ τῆς ἀθανασίας ἐπώνυμος, διὰ τῆς ἐτησίου μνήμης ἐπιδημῶν ταῖς καλαῖς ἀναβάσεσι, πλημμυρεῖ τὰ χρυσόῤῥειθρα τῆς ἀθανασίας χεύματα, καὶ τροφὴν ἀμβροσίας καρποδοτῶν, διὰ τῆς ὑψηλῆς θεηγορίας, Τριάδος ἀδιαίρετον κράτος ἐκδιδάσκει προσκυνεῖν, καὶ πελαγίζων τὰ θεῖα διδάγματα, τῶν πιστῶν κατάρδει τὰς διανοίας, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν...Τῆς Ἑορτῆς


 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος γ'. Θείας πίστεως.

Στῦλος γέγονας, ὀρθοδοξίας, θείοις δόγμασιν, ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Ἀθάνατον ἐκτήσω Ἀθανάσιε εὔκλειαν, τὰς αἱρέσεις ἐκτίλας Ἱεράρχα τοῖς λόγοις σου, καὶ σπείρας διδάγματα ζωῆς, κατήσχυνας Ἀρείου τὰς βουλάς· διὰ τοῦτό σε καὶ αὖθις οἱ εὐσεβεῖς, τιμῶντες ἀναβοῶμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν πρέσβυν καὶ πρόμαχον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου. Ἦχος γ'. Θείας πίστεως.

Θείοις δόγμασιν ὀρθοδοξίας, Πάτερ ὥπλισας τὴν Ἐκκλησίαν, ταῖς διδαχαῖς σου τὰς αἱρέσεις ἐξέτεμες, τῆς εὐσεβείας τὸν δρόμον τετέλεκας, καὶ ὡς ὁ Παῦλος τήν πίστιν τετήρηκας· λοιπὸν ἀπόκειται, καὶ σοὶ παναοίδιμε, ὁ δίκαιος τῶν πόνων σου στέφανος.

Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς

 

Μετὰ τὴν β’ Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Ὥσπερ ἄστρον ἄδυτον, καὶ μετὰ πότμον, σῶν δογμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, ἱερομύστα σοφὲ Ἀθανάσιε.

Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς ἀῤῥήτου σοφίας θεοπτικῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν μυστικόν, πᾶσιν ἐθησαύρισας, Ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν τὰς καρδίας ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων τὰ δόγματα ἀξίως βυθίζοντα· ὅθεν δι’ ἀμφοτέρων εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἱεράρχα Ἀθανάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς.

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν

Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Εὐαγγέλιον, Ἱεραρχικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σήμερον πιστοὶ συνελθόντες, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ Ἱεράρχου, ψαλμικῶς αὐτὸν μακαρίσωμεν λέγοντες· μακάριος εἶ καὶ καλῶς σοι ἔσται, Πάτερ ἱερώτατε, τὴν Ἐκκλησίαν ὡς ἄμπελον εὐθηνοῦσαν τῷ Δεσπότῃ σου παραστησάμενος, καὶ τοὺς διὰ τῆς κολυμβήθρας υἱούς σου ὡς νεόφυτα ἐλαιῶν, τῆς μυστικῆς κύκλῳ τραπέζης, τῇ νοουμένῃ τροφῇ ἐπηύξησας τῆς διδασκαλίας σου· διὸ εὐλόγησέ σε Κύριος, καὶ δέδωκέ σε τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ, ἐν ᾗ ἡμῶν μνήσθητι, Ἱεράρχα θεόφρον Ἀθανάσιε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.

ᾨδὴ α'. Ἦχος γ'. ᾌσωμεν τῷ Κυρίῳ.

Ὡς ἀθάνατον ἐν Ἐκκλησίᾳ, κεκτημένον εὔκλειαν, ἐν θεοπνεύστοις λόγοις, πάντες, Ἀθανάσιον τιμήσωμεν ἀξίως, ὃν περ καὶ μετὰ θάνατον, ἐδόξασε Χριστὸς ὁ Θεός, ὡς οἰκεῖον θεράποντα.

Εἰς θεωρίας βάθος, ἐκταθεὶς τὰς φρένας, ἐν Ἁγίῳ Πνεύματι, ἱερομύστα Πάτερ, τὸν πλοῦτον ἀνίχνευσας τῶν θείων λογίων, καὶ τὸν κόσμον ἐπλούτισας.

Τοὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε τῇ γαλήνῃ τῶν λόγων σου, πρὸς λιμένα τῆς χάριτος.

Θεοτοκίον

Ὑμνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ' ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

ᾨδὴ γ'. Ἐστερεώθη ἡ καρδία μου.

Ταῖς ἀστραπαῖς τῶν λογων σου Ἱεράρχα, τὴν τυφλὴν ἠμαύρωσας τοῦ Ἀρείου διδασκαλίαν, γενόμενος ὀφθαλμὸς τῶν πιστῶν.

Ἐξυφανθέντα πόνοις σου καὶ ἱδρῶσιν, ἐνεδύσω Ὅσιε τὸν ποδήρη, τῆς ἀληθείας ἐν χάριτι, ἱερουργήσας Χριστῷ.

Ὡς ταξιάρχης παραστάσεως θεολέκτου, συνασπισμὸν διέκοψας θεομάχων, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ὁπλισάμενος.

Θεοτοκίον

Ἡ τὸν Θεὸν ἐν μήτρᾳ σου δεξαμένη, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, καὶ ἀνθρώπους τῆς φθορᾶς ἀπαλλάξαντα, Θεοτόκε ἱκέτευε σωθῆναι ἡμᾶς.

 

Κάθισμα τοῦ Ἁγίου. Ἦχος γ'. Τὴν ὡραιότητα.

Τὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν Θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον· διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.

Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς

ᾨδὴ δ'. Εἰσακήκοα τὴν ἀκοήν σου.

Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, Ὅσιε Πάτερ, τὴν πηγὴν ἐν τῇ καρδίᾳ σου, τῆς ζωῆς κεκτημένος.

Ἀνεπλήρωσας ἐν τῇ σαρκί σου, Ὅσιε Πάτερ, τοῦ Κυρίου τὰ παθήματα, ὑπὲρ τῆς Ἐκκλησίας αὐτοῦ.

Διωκόμενος ὑπὸ ἀθέων, Ὅσιε Πάτερ, ἀπεδίωξας τῆς ποίμνης σου, ἀρειόφρονα πλάνην.

Θεοτοκίον

Μήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε, ἀπὸ πάσης ἀνάγκης.

ᾨδὴ ε'. Ἦχος γ'. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.

Δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες τὴν γῆν, Ἀθανασίου τοῖς λόγοις παιδευόμενοι· στόμα γὰρ τοῦ Λόγου τοῦ πρὸ αἰώνων, ἀνεδείχθη διὰ πίστεως.

Πύργος φανεὶς Μακάριε ἀκατάβλητος, τῆς Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πάσας τοῦ Ἀρείου, μηχανουργίας διεσάθρωσας.

Ταῖς ἱκεσίαις Κυρίου τοῦ Ἱεράρχου σου, τοὺς οἰκτιρμούς σου ἡμῖν ἀντικατάπεμψον, καὶ τῆς βασιλείας σου, ἀξίους ποίησον ὡς εὔσπλαγχνος.

Θεοτοκίον

Τὴν ἐκ Δαυῒδ βλαστήσασαν ἀνυμνήσωμεν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ συλλαβοῦσαν ἐν γαστρί, καὶ σαρκὶ τεκοῦσαν, καὶ μείνασαν Παρθένον μετὰ τόκον ἁγνὴν.

ᾨδὴ ς'. Ἐβόησα ἐν στεναγμοῖς ἀσιγήτοις

Παράδεισον ἀληθῶς ἀπειργάσω, μάκαρ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, κατασπείρας ἐν αὐτῇ τὸν λόγον τὸν εὐσεβῆ, καὶ τῶν αἱρέσεων, ἐκτεμὼν τὰς ἀκάνθας.

Τῆς χάριτος ποταμὸς θεοφόρε, Νεῖλος ἐδείχθης νοητός, καρποδότης εὐσεβῶν διδαγμάτων τοῖς πιστοῖς, ποτίζων ἅπαντας, καὶ τὰ πέρατα τρέφων.

Θεοτοκίον

Τὴν ἄχραντον ἀνυμνοῦμεν Μητέρα, τὴν μετὰ τόκον Παρθένον, τὴν χωρήσασαν γαστρὶ τὸν ἀχώρητον παντί, τὸν συναΐδιον τῷ Πατρί, καὶ τῷ Πνεύματι Λόγον

 

Κοντάκιον τοῦ Ἁγίου. Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου

Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ τὸν τῆς πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διὸ εὐφημοῦμεν τὴν μνήμην σου.

Ὁ Οἶκος

Ἀθανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ, τοῖς τῆς ἀληθείας κατέβαλε δόγμασι, πυρὶ τῷ αἰωνίῳ παραδοὺς αὐτοὺς κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται προκατήγγειλαν· διὸ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ.

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀθανασίου τοῦ Μεγάλου, ἀρχιεπισκόπου Ἀλεξανδρείας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑσπέρου καὶ Ζωῆς καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰορδάνου τοῦ θαυματουργοῦ

 

Τῇ αὐτῇ ἡμέρᾳ,  Μνήμη τοῦ Ὁσίου Σάββα, ἐπισκόπου Δαφνουσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ματρώνας τῆς τυφλῆς τῆς Ῥωσίδος

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου τοῦ διὰ Χριστὸν σαλοῦ, τοῦ ἐν Ῥιαζὰν τῆς Ῥωσσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆ τῶν λειψάνων τῶν Ἁγίων Μπορίσου καὶ Γλιέβου

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου πρίγκηπος Μπόρις-Μιχαήλ, τοῦ ἰσαποστόλου καὶ φωτιστοῦ τῆς Βουλγαρίας

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Τρεῖς παῖδες ἐν καμίνῳ.

Ὡς σίμβλον τὴν καρδίαν, τῶν καλῶν ἐργασάμενος, ἀναβλύζεις γλυκασμὸν ὀρθοδοξίας ἡμῖν, ὃν τρυγῶντες βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀθέων δυναστείαν, οὐ κατέπτηξας Ὅσιε, εὐσεβοῦς δὲ παῤῥησίας ἐμπιπλάμενος, πνεύματι ἀνεβόας· Εὐλογητὸς εἶ ὁ Θεος, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Πνεύματος ὑπάρχων, ἀδιαίρετος Ὅσιε, διετήρησας ἀμέριστον τὸ κήρυγμα, τῆς Τριάδος κραυγάζων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ἐτέχθης ἐκ Παρθένου, ὡς εὐδόκησας Κύριε, καὶ ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· διὰ τοῦτο βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'. Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός

Καὶ τοῖς πράγμασι σαφῶς, ἀνεδείχθης Ἀθανάσιος, τῇ οἰκουμένη τῆς ἀθανασίας δόγματα φθεγξάμενος· διὸ Χριστὸν σὺν Ἀγγέλοις καὶ ἡμεῖς, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Τριάδα εὐσεβῶς, δογματίσας ὁμοούσιον, σὺν τῷ Ἀρείῳ καὶ τὴν Σαβελλίου ἤλεγξας κακόνοιαν· διὸ φυγόντες τὴν αὐτῶν ἐναντίαν συμπλοκήν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Τὸν ἐνοικήσαντα πιστοί, ἐν κοιλίᾳ τῆς Παρθένου Μητρός, καὶ γεννηθέντα ἐξ αὐτῆς ἀφράστως, καὶ πάλιν μετὰ γέννησιν, Παρθένον φυλάξαντα, ὡς Θεὸν ἀληθινόν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'. Σέ τήν ακατάφλεκτον βάτον.

Ἔσοπτρον Θεοῦ τὴν ψυχήν σου, ἀκηλίδωτον δείξας, πρακτικῶς καὶ λογικῶς, τῇ οἰκουμένῃ ἀστράπτεις, τὰς θείας ἐμφάσεις Παμμακάριστε.

Σάλπιγξ γνωστικῆς εὐφωνίας, ἀνεδείχθης θεόφρον, τὰ φρονήματα ἡμῶν ἀνδρείας λόγοις, κατὰ τῶν θεομάχων ἀνδρῶν διεγείρουσα.

Σὲ τὸν ἀληθῶς δεδειγμένον, τῆς σοφίας κρατῆρα, καὶ ποτίζοντα ἡμᾶς, τῆς εὐσεβείας τὸ νηφάλιον πόμα, ἐν ὕμνοις μεγαλύνομεν.

Θεοτοκίον

Σὲ τὴν ἐν γαστρὶ συλλαβοῦσαν, τὸν ἀχώρητον Λόγον, καὶ τεκοῦσαν ἐν σαρκὶ ἀνερμηνεύτως, Θεοτόκε ἁγνή, οἱ πιστοὶ μεγαλύνομεν.

 

 

 

Ἐξαποστειλάριον τοῦ Ἁγίου. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀρχιερέων τὸ κλέος, καὶ τῆς Αἰγύπτου τὸ θρέμμα, ἀθανασίας τὸ κῦδος, ὑμνήσωμεν ἐν αἰνέσει, ὡς καθαιρέτην Ἀρείου, καὶ τῶν πιστῶν ὡς προστάτην.

Ἕτερον. Ὅμοιον.

Νεῖλος χρυσόῤῥειθρος ὤφθης, δογμάτων ὕδασιν ἄρδων, τοὺς λατρευτὰς τῆς Τριάδος, Ἱεραρχῶν ὡραιότης· σὺ γὰρ Ἀρείου τὸ δόγμα, κατέλυσας διδαχαῖς σου.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται, ὕλη πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, Ἀθανάσιε Ὅσιε, σοῖς δὲ δόγμασι, καλλωπίζεται μάκαρ καθ' ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε. (Δίς)

 

Τῇ τῶν λόγων λαμπρότητι, τῶν ἐνθέων σου Ὅσιε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ χρεωστικῶς, τὴν πανέορτον μνήμην σου, Ἀθανάσιε, ἱερέων τὸ κλέος εὐσεβείας, λαμπρὸς καὶ μέγας κήρυξ, ὁ τῆς Τριάδος ὑπέρμαχος.

 

Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Πάνσοφε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου, καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

 

Δόξα. Ἦχος γ'.

Τὸ μέγα κλέος τῶν ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· οὗτος γὰρ τῶν αἱρέσεων συγκόψας τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς ὀρθοδοξίας τρόπαια, ἀνεστήσατο καθ' ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα, καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἕν, διὰ τὴν τῆς οὐσίας ταυτότητα, καὶ χερουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

 

ΚΑΝΟΝΕΣ ΕΤΕΡΟΙ

 

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος δ΄. ᾌσωμεν ᾠδὴν ἐπινίκιον.

Ζωὴ καὶ ἀφθαρσία ὁ Κύριος, ὑπάρχων κατ’ οὐσίαν, σαρκὶ θανάτου γεύεται, ἵνα ἀθανάτου ζωήν, τοῖς ἀνθρώποις παράσχῃ ὡς εὔσπλαγχνος.

Ἔλαμψας ἐν γῇ Ἀθανάσιε, φωστὴρ ὡς ἑωσφόρος, ἐν ἀρεταῖς καὶ δόγμασιν, καὶ τῶν αἱρέσεων ἀχλύν, τῆς Χριστοῦ Ἐκκλησίας ἐσκέδασας.

Ῥημάτων σου τὰ βέλη κατέπηξας, Ἀρείου ἐν καρδίᾳ, γενναίως Ἀθανάσιε, καὶ δυσφημίας τῆς αὐτοῦ, τὸ ἀλλόφυλον ἄγος ἐπάταξας.

Θεοτοκίον.

Γεγένηται ἡ ὄντως ὑπεύθυνος, θανάτου καὶ φθορᾶς, γηγενῶν φύσις τῷ τόκῳ Σου, ἀθανασίας καὶ ζωῆς, ἀκηράτου πανάχραντε μέτοχος.

 

ᾨδὴ γ΄. Ἐστερεώθη, ἡ καρδία μου ἐν Κυρίῳ.

Ἡ τοῦ τυράννου, ἐξησθένησε δυναστεία, δεσπότου ἀναιτίῳ θανάτῳ, καὶ ἀσθενοῦντες ἐῤῥώσθημεν, καὶ ἐσώθημεν.

Σὺ τοῖς πυρφόροις, λόγοις ἔφλεξας δυσφημίας, Ἀρείου καὶ φῶς τῆς ἀληθείας, τῇ Ἐκκλησίᾳ ἐφήπλωσας, Ἀθανάσιε.

Τῆς Ἐκκλησίας, πύργος ἄσειστος ἀνεδείχθης, τειχίζων ταύτην λόγοις ἐνθέοις, καὶ προφυλάττων ἀπόρθητον, Ἀθανάσιε.

Θεοτοκίον.

κ τῆς ἐνδίκου, καταδίκης τῆς τοῦ θανάτου, ῥυσθέντες διὰ Σοῦ Θεοτόκε, ἀκαταπαύστως δοξάζομεν, τὴν Σὴν κύησιν.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν σοφίαν τοῦ Λόγου καταμαθών, καὶ Ἀρείου τὴν πλάνην καταβαλών, πᾶσιν ἐκήρυξας, τὴν Ὀρθόδοξον πίστιν· τοῦ γὰρ Πατρὸς τὸν Λόγον, Χριστὸ σαρκωθέντα, ἀληθῶς ὑπάρχειν, ἐτράνωσας σύνθρονον· ὅθεν ὁμοφρόνως ἡ Ἐκκλησία δοξάζει, μονάδα τρισυπόστατον, ἐν μιᾷ τῇ Θεότητι, θεοφόρε Ἀθανάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου.

 

ᾨδὴ δ΄. Εἰσακήκοα τὴν ἀκοήν.

Ὁ τὴν φύσιν τῶν γηγενῶν, ἐκ χοὸς διαπλάσας, ταύτην ἁμαρτίᾳ φθαρεῖσαν, ζωηφόρῳ θανάτῳ, νεουργεῖ καὶ θεουργεῖ, δι’ ἄκραν εὐσπλαγχνίαν.

Τῶν αἱρέσεων παρεμβολάς, λόγοις ὀρθοδοξίας, ἐγκαθοπλισθεὶς ἱεράρχα, ἐτροπώσω καὶ νίκης, τὰ βραβεῖα τῇ Χριστοῦ, παρέσχες Ἐκκλησίᾳ.

Διηχήθη εἰς πᾶσαν τὴν γῆν, ὥσπερ τῶν Ἀποστόλων, ὁ φθόγγος τῶν σῶν διδαγμάτων, Ἀθανάσιε Πάτερ· διὰ τοῦτό σε πόθῳ, σὺν τούτοις εὐφημοῦμεν.

Θεοτοκίον.

ραιότατος ὁ Σὸς Υἱός, ἐκ τάφου ἀνέτειλας, ἥλιος ἐφαίδρυνε πάντας, τοὺς νεφέλην φωτός Σε, ἀνυμνοῦντας Παρθένε, καὶ μόνην Θεοτόκον.

 

ᾨδὴ ε΄. Ὄρθρον φαεινὸν ἡμῖν ἐξανέτειλον.

Ὄρθρος ἡμῖν ἕτοιμος ἐξανέτειλεν, ὁ λυτρωτής, ἐκ τοῦ τάφου καὶ ζωῆς κατεφώτισεν, βροτοὺς ταῖς λαμπρότησιν.

Ἀστραπαῖς τῶν λόγων σου Ἀθανάσιε, αἱρετικῶν, ὀφθαλμοὺς καὶ διανοίας ἐπήρωσας, πιστοὺς δὲ ἐφώτισας.

Ὥπλισας τὴν ποίμνην σου Ἀθανάσιε, λόγοις σοφοῖς, καὶ τὸ ψεῦδος σὺν αὐτῇ ἐπολέμησας, καὶ τρόπαια ἔστησας.

Θεοτοκίον.

εῖθρα διαυγῆ ἡμῖν τῶν χαρίτων Σου, βλύζεις ἀεί, Θεοτόκε τοῖς πηγὴν ἰαμάτων Σε, δοξάζουσιν ἄφθονον.

 

ᾨδὴ στ΄. Ζάλη με, λογισμῶν καταλαβοῦσα.

Ἔφραξε, πύλας ᾍδου καὶ θανάτου, ἀναστὰς ὁ Κύριος, καὶ ἠνέῳξεν ἀνθρώποις, ἀφθαρσίας εἰσόδους καὶ ζωῆς, καὶ Ἀγγέλοις ἥνωσεν, τοὺς ἀνυμνοῦντας τὸ κράτος Αὐτοῦ.

Ἔδεισας, Ἀθανάσιε δυσφήμων, γλώσσας καὶ ἀπέφραξας, στόματα τῶν ἀσεοβύντων, καὶ ἠνέῳξας χείλη τῶν πιστῶν, δοξάζειν τὴν Τριάδα, καὶ ἀνυμνεῖν ὁμοούσιον.

Ἔσχισας, τοῦ Ἀρείου τὴν γαστέρα, μαχαίρᾳ τῶν λόγων σου, καὶ τὴν τούτου δυσφημίαν, ἀνεκάλυψας πᾶσι τοῖς λαοῖς· διὸ Ἀθανάσιε, ποιμένα θεῖον τιμῶμέν σε.

Θεοτοκίον.

Γνώσεως, τοῦ Υἱοῦ Σου Θεοτόκε, πᾶσα γῆ πεπλήρωται, ἀναστάντος ἐκ τοῦ τάφου, καὶ ἐπαύθη λατρείας βδελυκτῶν, καὶ πλάνη σεσίγηται· καὶ Σὺ δοξάζῃ πανάχραντε.

 

ᾨδὴ ζ΄. Πῦρ φλέγον ἐν καμίνῳ.

Πῦρ φλέγον ἁμαρτίας, Χριστὸς κατέσβεσεν, ἐκ τάφου τριήμερος, ἐπομβρίσας καὶ δρόσῳ, δικαιοσύνης ἀνθρώπους, καὶ τῆς ἀφθαρσίας κατήρδευσεν.

Ὁμίχλην αἱρέσεων, Πάτερ ἐσκέδασας, φωτοφόροις λόγοις σου, καὶ ἀκτῖσιν ἐνθέοις, Ὀρθοδοξίας ἀνθρώπων, ψυχὰς Ἀθανάσιε κατηύγασας.

Λόγοις τὴν Ἐκκλησίαν, Χριστοῦ ἐκόσμησας, θείοις Ἀθανάσιε, ὥσπερ λίθοις τιμίοις, καὶ διὰ τοῦτο ἀπαύστως, σὲ ἀνευφημεῖ καὶ δοξάζει πιστῶς.

Θεοτοκίον.

σχύϊ πρεσβείας Σου, θεοχαρίτωτε, πιστοὶ δυναμούμενοι, τῶν ἐχθρῶν τὰς προσβολάς, καὶ νοούμενους πολέμους, ἀεὶ κραταιῶς ἐκτρεπόμεθα.

 

 

ᾨδὴ η΄. Τὸν ἐκτείναντα Θεόν.

Ὁ ἐκ γῆς παραγαγών, τὴν τῶν βροτῶν πάλαι φύσιν, ἐν τοῖς κατωτάτοις τῆς γῆς, ταύτην καθειρχθεῖσαν κατιδών, ὡς Θεὸς οἰκτίρμων, ᾤκτειρεν ἐῤῥύσατο, ἀνυμνοῦσαν, καὶ δοξολογοῦσαν Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἀσεβείας κεφαλάς, τεμὼν μαχαίρᾳ νοητῇ, τῇ τῶν σῶν δογμάτων σοφέ, λόγοις εὐσεβείας τοὺς πιστούς, ἱεράρχα πάντας, ἰάσω κραυγάζοντας· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τῆς Τριάδος τῷ φωτί, καταλαμπόμενος ἀεί, σκότος τοῦ Ἀρείου ἐκ γῆς, καὶ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῇ Αὐτοῦ δυνάμει, Πάτερ ἀπεσόβησας, ἀναμέλπων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

τῶν ὅλων Ποιητής, καὶ πλαστουργὸς καὶ καινουργός, ἐκ Σοῦ ἐν σαρκὶ γεννηθείς, ἄχραντε ἀνέπλασεν ἡμᾶς, τοὺς φθαρέντας πάλαι, ἁμαρτίαις κράζοντας· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὴν πυρένδροσον πάλαι.

Τὸν κατέχοντα πάλαι, θάνατον τοὺς ἀνθρώπους, ὁ τὰ σύμπαντα κρατῶν Χριστὸς κατασχών, εἰς αἰῶνα αἰώνων, δήσας ἐγκατέκλεισεν.

Τὴν εὐσέβειαν Πάτερ, Ὅσιε ὡπλισμένος, τὴν ἀσέβειαν Ἀρείου θείᾳ ῥοπῇ, ἐπολέμησας στεῤῥῶς, καὶ ἐτρέψω καὶ ἐνίκησας.

Ὡς ἀθάνατον ἔχων, Ὅσιε παῤῥησίαν, πρὸς Χριστὸν τὸν Θεὸν Ἀθανάσιε, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦτον καθικέτευε.

Θεοτοκίον.

πὲρ ἔννοιαν ὄντα, ἅπαντα Θεοτόκε, τὰ παράδοξα τοῦ θείου τόκου Σου, σιωπῇ ἀνυμνεῖται, πόθῳ καὶ δοξάζεται.

***

 

Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Γεώργιος, μέλποιμι σὴν μάκαρ χάριν.

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Γεραίροντι τὴν σεπτήν σου σήμερον, μνήμην ἐν ᾄσμασιν, ὦ ἱερὰ καὶ θεία κεφαλή, οὐρανόθεν ἐπίβλεψον, χάριν ὁμοῦ καὶ ἔλεος, καὶ σωτηρίαν μοι δωρούμενος.

Εἰρήνην καὶ φωτισμὸν καὶ λύτρωσιν, καὶ ἀγαλλίασιν, τὸν τοῦ Θεοῦ ἐκήρυξας Υἱόν, τῷ Πατρὶ συναΐδιον, καὶ συμφυῆ τῷ Πνεύματι, τῷ παναγίῳ Ἀθανάσιε.

Ὡς ἔχων πρὸς τὸν Σωτῆρα Κύριον, χάριν ἀοίδιμε, καὶ παῤῥησίαν αἴτησαι ἡμῖν, ψυχικῶν παραπτώσεων, διόρθωσιν καὶ λύτρωσιν, τῶν ἐν τῷ βίῳ περιστάσεων.

Θεοτοκίον.

Ῥομφαία ἡ τὴν Ἐδὲμ φυλάττουσα, νῶτά μοι δίδωσι, τῷ Σῷ Παρθένε θείῳ τοκετῷ, τῆς τρυφῆς τε τὴν εἴσοδον, τοῦ Παραδείσου· ὅθεν Σε, ὑμνολογῶ τὴν Θεομήτορα.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Γονίμους τῶν ἀρετῶν, καρποὺς ἐξήνθησας ψυχὰς τρέφοντας, τῶν εὐσεβῶν μακάριε, θείᾳ ἐπιπνοίᾳ τοῦ Κτίσαντος.

Ἰάσεών σε πηγήν, ἀθανασίας τε Χριστὸς ἔδειξεν, στάθμην σοφῶς ῥυθμίζουσαν, πάντας πρὸς ζωὴν Ἀθανάσιε.

Ὀθνρίου σπόρου σπορεύς, Ἀπολλινάριος φανεὶς εἴργεται, λόγοις τοῖς σοῖς ἀοίδιμε, θείων περιβόλων ὁ μάταιος.

Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοὶ τὸ χαῖρε κραυγάζομεν.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Φερωνύμως τὴν κλῆσιν προειληφώς, θεαρέστως τὴν πρᾶξιν κατορθωκώς, τοῖς πᾶσι κατέσπειρας, ἀθανασίας διδάγματα, καὶ οἰκείων πόνων, τοῖς ἄθλοις στεφόμενος, ἀκηράτου δρέπῃ, καρποὺς ἐπαξίους Σοι· ὅθεν καὶ τῇ αἴγλῃ, λαμπρυνθεὶς τῇ τοῦ Πνεύματος, Ἀρείου ἠμαύρωσας, ἀθεώτατον φρόνημα, θεοφόρε Ἀθανάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Μυστηρίων ἠξιώθης τῶν ὑπὲρ φύσιν, ὡς ἱερεὺς θεόσοφε, ὅσιος καὶ πρᾶος, ἄκακος καὶ δίκαιος, ἁπλοῦς καὶ ἀκέραιος, καὶ πολυειδὴς τὴν κυβέρνησιν.

Ἐπὶ τὴν πέτραν τῆς πίστεώς σου ἐρείσας, τὸν λογισμὸν μακάριον, ἀκλόνητος ὤφθης, σάλῳ τῶν αἱρέσεων, κραυγάζων τῷ Κτίστῃ Σου· δόξα τῇ δυνάμει Σου Κύριε.

Λυμαινόμενον τῷ κράτει τῆς ἀσεβείας, τὸν δυσσεβῆ ἀοίδιμε, Ἄρειον καθεῖλες, λόγοις Ἀθανάσιε, τοῖς σοῖς δυναμούμενος, πρὸς Χριστὸν δι’ ὃν καὶ ἠγώνισαι.

Θεοτοκίον.

Παναμώμητε τὸ σκεῦος τῆς εὐωδίας, τοῦ νοητοῦ με πρέσβευε, μύρου ἐπαξίως, πάντοτε ὀσφραίνεσθαι, καὶ εὐωδιάζεσθαι, τοῦ ἐκ Σοῦ τεχθέντος τῇ χάριτι.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ὁ μέγας τῆς Χριστοῦ, Ἐκκλησίας θεμέλιος, ὁ ἅπασαν φρυγανώδη, καταφλέξας κακίαν, ὑμνείσθω Ἀθανάσιος.

Ἰσχὺν καὶ φωτισμόν, καὶ ζωῆς θείας πρόξενον, σὲ κέκτημαι θεοφάντορ, ταῖς σαῖς διδασκαλίαις, πλουσίως ἐμφορούμενος.

Θεοτοκίον.

Μαρία τοῦ Θεοῦ, καθαρώτατον σκήνωμα, σκηνώσεως οὐρανίου, καὶ ζωῆς ἀϊδίου, κληρονόμον με ποίησον.

 

ᾨδὴ στ΄. Θύσω σοι.

Ἵνα σου, τὸν λογισμὸν τῷ πόθῳ τοῦ κτίσαντος, προσεπερείσῃς τῷ βάθει, τῆς γραφῆς τὸν νοῦν κατηκόντισας, ἐξ  ἧς χάριν, ἀνιμήσω ζωῆς Ἀθανάσιε.

Στόματι, καὶ καρδίᾳ καὶ γλώσσῃ θεόφρονι, Λόγον Θεοῦ καὶ σοφίαν, τὸν Χριστὸν ἐκήρυξας Ὅσιε, τοὺς τῆς πλάνης, ἀρχηγοὺς ἐν ἰσχύϊ τρεψάμενος.

Ἤνεγκας, ἐξορίας καὶ θλῖψιν καὶ κάκωσιν, συκοφαντίας καὶ ψεύδη, καὶ φυγὰς ὑμνῶν Ἀθανάσιε, τὸν Σωτῆρα, δι’ Ὃν πάσχειν προθύμως προήρησο.

Θεοτοκίον.

Νέμοις μοι, εἰρηναίαν ζωὴν θεονύμφευτε, τῶν τοῦ δολίου σκανδάλων, καὶ παγίδων ἐκλυτρουμένη με, ὅπως πίστει, ὑμνολογῶ Σὲ τὴν ὑπερένδοξον.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Μετὰ τῆς ἄνω, χοροστασίας Ἀθανάσιε, αἶνον τῇ Τριάδι μέλπεις ἀρχιερεύς, ὡς ὑπάρχων ἐννομώτατος, ὡς τὴν ἰσάγγελον, ἐπὶ γῆς πολιτείαν κτησάμενος.

Ἀπὸ κοπρίας, τῶν ἡδονῶν με μάκαρ ἕλκυσον, τρίβον ὁμαλίζων μοι τὴν πρὸς οὐρανόν, ὅπως αἶνόν σοι σωζόμενος, ᾄδω ἑκάστοτε, ἀθανασίας θείας ἐπώνυμε.

Θεοτοκίον.

Κόρης ἀφθόρου, τὸν Χριστὸν γεννηθέντα ἐκήρυξας, ἴσον τῷ Πατρὶ καὶ Πνεύματι ἀκλινῶς, ὁμοδύναμον σύνθρονον, εὐλογημένος εἶ, ὁ Θεός μου βοῶν Ἀθανάσιε.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ἄρειον καθεῖλες ἀνδρικῶς, τὸν ματαιόφρονα, θεσμοῖς ἑπόμενος, Πατέρων ἄριστα θείων τε, Ἀποστόλων Ἀθανάσιε, οἷς συγχορεύεις ἀληθῶς, καὶ μελῳδεῖς ἐν χαρᾷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥέουσιν ἡμῖν ὡς ἐκ πηγῆς, ἀφθόνου πάντοτε, ῥεῖθρα ἀείζωα, καὶ ἀναφαίρετα λόγων σου, θεοπνεύστων τὰ διδάγματα, ἀρχιερέων καλλονή, τῶν μοναζόντων φωστήρ, δι’ ὧν πάντες, τὴν ἐν Τριάδι θεότητα σέβομεν.

Θεοτοκίον.

Χαρὰν δεξαμένην ἐν γαστρί, τὴν λύπην ἔπαυσας, τὴν τῆς Προμήτορος· ὅθεν Σε πάναγνε Δέσποινα, Θεοτόκον καταγγέλλομεν, σαφῶς εἰδότες ἐκ τῶν Σῶν, αἱμάτων σάρκα Θεόν, εἰληφότα, ἄνευ σπορᾶς καὶ βροτοῖς ὁμιλήσαντα.

 

 

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Ἄρειον βολαῖς τῶν σῶν λόγων, ἐκσφενδονίσας θεοφάντορ, ἔτρεψας εἰς τέλος διδάσκων, ἴσον ὑπάρχεις καὶ ὁμοούσιον, Υἱὸν Πατρὶ καὶ Πνεύματι, τῷ παναγίῳ Ἀθανάσιε.

Ῥέουσι πηγαὶ σωτηρίας, ἐκ τῶν λειψάνων ἱεράρχα, καὶ τοὺς ὀρθοδόξως ὑμνοῦντας, Πατέρα Λόγον καὶ Πνεῦμα ἅγιον, ἐν μιᾷ τῇ θεότητι, καταδροσίζουσιν ἑκάστοτε.

Ἴασαι ψυχῆς μου τὰ πάθη, ἀθανασίας προσπελάσας, καὶ κατασκηνώσας ἐν τόποις, τοῖς ἀκηράτοις καὶ διαμένουσιν, παμμάκαρ Ἀθανάσιε, Ὀρθοδοξίας τὸ κραταίωμα.

Θεοτοκίον.

Νέμοις μοι ζωὴν Θεοτόκε, ζωῆς ὑπάρχουσα δοχεῖον· λάμποις μοι τὸ φῶς τοῦ Ὑψίστου, σὺν τῷ θεόπτῃ Ἀθανασίῳ Χριστόν, ἀπαύστως ἱκετεύουσα, Ὃν ἐσωμάτωσας θεόνυμφε.

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οἱ τῷ ναῷ σου τῷ σεπτῷ παρεδρεύοντες, καὶ ἐν αὐτῷ σε εὐσεβῶς μεγαλύνοντες, ὡς οἰκουμένης μέγιστον διδάσκαλον, πίστει δυσωποῦμέν σε, Ἀθανάσιε μάκαρ, πάσης ἐξελοῦ ἡμᾶς, τοῦ ἐχθροῦ τυραννίδος, καὶ τῆς μελλούσης ῥύσαι ἀπειλῆς, καὶ τῆς γεέννης, ταῖς σαῖς παρακλήσεσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών. 

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ὁ γνήσιος φίλος τοῦ Λυτρωτοῦ, παθῶν με φιλίας, ἐλευθέρωσον τὸν πολλαῖς, ἀπάταις τοῦ βίου πλανηθέντα, καὶ ἀγνωσίας νυκτὶ καλυπτόμενον.

Ἱλέωσαι μάκαρ τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεῆσαί με καὶ δεινῆς, ἐπήρειας Πάτερ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπῃ σου.

Στενούμενος πταίσμασι χαλεποῖς, καὶ πλήθει κινδύνων, πιεζόμενος ἐκβοῶ· πρόστηθί μοι θεῖε Ἱεράρχα, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.

Θεοτοκίον.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς Σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Ἄνωθεν τοῖς δούλοις σου, τὴν σὴν βοήθειαν δώρησαι, σώζων ἡμᾶς, πάσης ἐπηρείας, καὶ κινδύνων καὶ θλίψεων.

Ὅλον με τοῖς ππάθεσι, περιστατούμενον Ἅγιε, καὶ πειρασμοῖς, πονηρῶν ἀνθρώπων, μεσιτείαις σου λύτρωσαι.

Ῥεῖθρα τῶν ἰάσεων, ἡ σὴ σορὸς βρύουσα, παντοδαπά, παύει τῶν ἀνθρώπων, ἀῤῥωστήματα ἔνδοξε.

Θεοτοκίον.

Ἥνωται ὁ Κτίστης μου, ὑπερφυῶς ἐν Σοὶ Δέσποινα, ὅλον ἐμέ, θέλων ἀναπλάσαι, διὰ σοῦ ὡς ηὐδόκησεν.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Ἱεράρχα, ὅτι πάντες πρὸς σὲ νῦν καταφεύγομεν, ὡς ἔνθεον πρὸς Χριστὸν ἡμῶν πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης φρουρὸς γενοῦ μοι τῷ ἱκέτῃ σου, καὶ πρέσβυς θερμὸς πρὸς Κύριον σοῦ δέομαι, ὥσπερ ἰσαπόστολος, Ἀθανάσιε τούτου δεικνύμενος, καὶ ἐκ παντοίων ῥύσαι με δεινῶν, τῶν πίστει καὶ πόθῳ σοι προσπίπτοντα.

 

 

 

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑψωθεὶς ἀπονοίᾳ μου, ὀλισθήσας πάθεσι κατενήνεγμαι, ἔγειρόν με κατακείμενον, ἐν βυθῷ θεόφρον ἀπογνώσεως.

Ἐν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σε τὸν θερμότατον, δυσωπῶ μὴ καταλίπῃς, ἐξ ἐχθρῶν ἐπηρείας ἀπολλύμενον.

Σὲ πολύαθλε κέκτημαι, ἀσφαλῆ φρουρόν με καὶ καταφύγιον, πρόστηθί μοι μὴ παρίδῃς με, ἐν ἡμέρᾳ θλίψεώς μου καὶ σῶσόν με.

Θεοτοκίον.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων θεονύμφευτε.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Υἱὸς ὤφθης ἡμέρας, ἔχων ἐν καρδίᾳ σου λάμπον φῶς ἄδυτον· δι’ οὗ σκοτομήνη, τῆς ἀπάτης μειοῦται καὶ ἅπασι, δᾳδουχεῖται γνῶσις, θείου φωτός· διὸ βοῶ σοι· φώτισόν μοι τὸν γνώμῃ τυφλώττοντα.

Ἐν νυκτὶ καὶ ἡμέρᾳ σέ, ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ τόπῳ καὶ καιρῷ διαφύλαξον πάνσοφε, ἀπὸ πάσης βλάβης, καὶ ἐπηρείας ἐναντίων, τὸν εἰς σὲ τὴν ἐλπίδα μου θέμενον.

Μὴ παρίδῃς με μάκαρ, πίστει προστρέχοντα μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολίᾳ, κατ’ ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, πολεμοῦντες μάτην, τοῦ ἀπολέσαι τὸν σὸν δοῦλον· ἀλλὰ πρόφθασον σῶσόν με Ἅγιε.

Θεοτοκίον.

Εὐχαρίστως βοῶ Σοι· χαῖρε Μητροπάρθενε χαῖρε θεόνυμφε, χαῖρε θεία σκέπη, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον, χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς Σὲ προστρεχόντων ἐκ πίστεως

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Νοός μου, τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη θεόφρον, σωματικῶν, ἀλγηδόνων με ῥύσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ἀνώτερον.

Συνεῖναί με, τὸν πολλά σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Πάτερ, σὲ δυσωπῶ, τὸν θερμόν μου προστάτην, καὶ πίστει κράζω σοι· ὦ Ἀθανάσιε, γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.

Ἡγίασε, σὲ Ἀθανάσιε μάκαρ, ὁ πανάγιος Θεὸς Ὃν δυσώπει, ἁγιασμόν, τοῖς Σοῖς δούλοις ἐκπέμψας, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν, προστάτης γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος.

Θεοτοκίον.

Θανάτου, καὶ τῆς φθορᾶς ὡς ἔσῳσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ, καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν Σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Ἱεράρχα, ὅτι πάντες πρὸς σὲ νῦν καταφεύγομεν, ὡς ἔνθεον πρὸς Χριστὸν ἡμῶν πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν Χριστιανῶν Ἀθανάσιε, ἡ πρὸς τὸν Σωτῆρα ὑπάρχει πρεσβεία σου· μὴ οὖν παρίδῃς ἡμῶν δεήσεως φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθός, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ὁ ἐντυγχάνων θαυμαστέ, ὑπὲρ πάντων τῶν τιμώντων σε.

 

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν

Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, Ι-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Χάριν κομισάμενος, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, μάκαρ Ἀθανάσιε, νέμεις τοῖς τιμῶσί σε τὴν θεόῤῥυτον, τὴν αὐτὴν δώρησαι, τοῖς πιστοῖς δούλοις σου, παρακλήσει σοὶ προσπίπτουσι· δι’ ἧς καὶ φώτισον, κόρας τῆς ψυχῆς μου πρεσβείαις σου, καὶ ῥύπου ἀποκάθαρον, πλάνης καὶ παθῶν ἀξίωσον, σὲ τοὺς εὐφημοῦντας, τυχεῖν τε τῆς ἀφέσεως σοφέ, τῆς καταδίκης ῥυόμενος, τοῦ πυρὸς τοὺς δούλους σου.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Νῦν ἐλλαμπόμενος τρισμάκαρ, τῇ τοῦ πνεύματος αὐγῇ τοὺς σὲ ὑμνοῦντας, ἐλλαμφθῆναι σὺν σοὶ εὐδόκησον βοῶντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Κόσμος πατέρων ἀνεδείχθης, ὑπερκόσμια σκηνώματα τρισμάκαρ, κατοικῶν καὶ ἡμῖν, τοῖς πόθῳ σε τιμῶσι, τὸ κοσμικὸν κλυδώνιον, κατευνάζων σαῖς πρεσβείαις.

Λάμπων ἀκτῖσι θεωρίας, διεσκέδασας Ἀρείου βλασφημίας, καὶ τῆς τούτων πολλούς, κακώσεως ἐῤῥύσω, βοῶντες Ἀθανάσιε· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον Σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ Σε δοξάζω.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Ὡς καρτερὸν ἀδάμαντα ἱερὲ Ἀθανάσιε, τὸν ἀθλητικόν σου βίον πάντες ἔχομεν, καρδίαν στομούμεθα, καὶ τῶν παθῶν τὰς φάλαγγας, τρέπομεν ὡς ἔθνη ἀγαπῶντα πολέμους, καὶ πίστει ἐκβοῶμεν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θανατωθεὶς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔῤῥιμμα εἰς γῆν, θέαμα θρήνων ἄξιον, σοφὲ Ἀθανάσιε, νῦν ἐπ’ ἐμεὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοὶ τὴν τῶν θαυμάτων σου χάριν, βροτῶν ἰδέτω γένος, Ὅσιε σύ μου προστάτης, καὶ σώζεις ἐκ θανάτου, τοὺς σοὺς ἀχρείους δούλους.

Τριαδικόν.

Περιφανῶς ἐδίδαξας, μίαν σέβειν Θεότητα, τὴν ἐν τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ Πνεύματι, καὶ δύναμιν ἄπειρον, καὶ Βασιλείαν μίαν σαφῶς, τῶν ἰδιωμάτων ἀσφαλῶς τηρουμένων, ἑκάστῃ ὑποστάσει, ᾗ καὶ ψάλλων ἐβόας· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἱερωτέρα πέφηνας, Θεοτόκε πανύμνητε, τῆς ὑπερκοσμίου τῶν Ἀγγέλων τάξεως, τῶν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.

να σε θείαις, ἐν φωναῖς, μακαρίζομεν ἀΰλως βιώσαντα, καὶ τὰ οὐράνια περιπολοῦντα καὶ ἀγαλλόμενον, παθῶν καὶ θλίψεων ἡμᾶς εὐχαῖς διάσῳζε καὶ περιστάσεων, Ἱεράρχα τοῦ Χριστοῦ Ἀθανάσιε.

ς κλῆμα τῆς ἀληθινῆς, γεγονὼς Πάτερ ἀμπέλου ἐβλάστησας, ἀρετῶν βότρυας, θαυμάτων γλεῦκος ἐναποστάζοντα, ἐξ οὗ οἱ πίνοντες πιστῶς, ὑγείαν κομίζονται καὶ ἀγαλλίασιν, εὐφημοῦντές σε ἀεὶ Ἀθανάσιε.

Σήμερον ἄγει ἑορτήν, ἐτησίαν καὶ λαμπρὰν καὶ χαρμόσυνον, ἡ Ἐκκλησία Χριστοῦ τὴν πάντιμόν σου μάκαρ πανήγυριν, καὶ συναγάλλονται ἡμῖν Προφῆται Ἀπόστολοι, καὶ πάντες Μάρτυρες, Ἱεράρχα τοῦ Χριστοῦ Ἀθανάσιε.

λιος ὤφθης φωταυγής, ἀρετῶν λαμπαδουχίας τὰ πέρατα, περιαυγάζων ἀεὶ καὶ νῦν πρὸς φέγγος μετέβης ἄῤῥητον, τὴν φωτοφόρον σου· διὸ πρεσβείαν αἰτοῦντάς σε ὦ Ἀθανάσιε, σκοτασμοῦ πάντας δεινῶν ἀπολύτρωσαι.

Θεοτοκίον.

Φρίττω Σου μόνε Βασιλεῦ, τὴν δευτέραν παρουσίαν καὶ δέδοικα, ἄμετρα πταίσας Σοι, καὶ μεταγνώσει μὴ βελτιούμενος· ἀλλ’ ὡς ὑπάρχων ἀγαθός, ἐπίστρεψον σῷσόν με, τῆς κυησάσης Σε, εὐπροσδέκτοις Ἰησοῦ παρακλήσεσι.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ λειτουργὸν Κυρίου, Ἀθανάσιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν.

Χαίροις ἀθανάτου ῥεῖθρον ζωῆς, Νεῖλε χρυσοῤῥόα, Ἀθανάσιε καὶ ποιμήν, τῶν Ἀλεξανδρέων, φωστὴρ τῆς οἰκουμένης, τῶν θείων διδασκάλων, κρηπὶς καὶ ἔρεισμα.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τῆς θεολογίας τὸν ἀκένωτον θησαυρόν, τὸν ὑπὲρ τοῦ κόσμου, πρεσβεύοντα Κυρίῳ, τὸν θεῖον Ἱεράρχην, τοῦ Παντοκράτορος.

Νεῖλον τὸν χρυσόῤῥειθρον καὶ πηγήν, τῆς ἀθανασίας, Ἀθανάσιον τὸν κλεινόν, τὸν τὴν Οἰκουμένην, ἀρδεύοντα πλουσίως, σεπταῖς διδασκαλίαις, ὕμνοις τιμήσωμεν.

Λύσιν τῶν πταισμάτων μου καὶ δεινῶν, αἴτησαι εὑρεῖν με, Ἀθανάσιε τὸν Χριστόν, καὶ σοὶ παραστῆναι, μετὰ σαρκὸς τὴν λύσιν, κᾂν μέγα θεοφάντορ, ᾗ τὸ αἰτούμενον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, προστατεύεις ἐν σπουδῇ, τῶν καταφευγόντων ἐκ ππόθου, τῇ σῇ ἐνθέῳ στοργῇ, Πάτερ Ἀθανάσιε, σὺ γὰρ ὡς θεῖος ποιμήν, τῶν πιστῶν Ἱεράρχης τε, Χριστοῦ χρηματίσας, παῤῥησίαν εὕρηκας, ὡς τοῦ Αὐτοῦ μιμητής· ὅθεν, τὰς ἡμῶν παρακλήσεις, πρόσδεξαι καὶ δὸς ἡμῖν πᾶσι, τὰς εὐεργεσίας σου τοῖς δούλοις σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου