Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 26. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΟΚΛΗΤΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ 26!!
ΘΕΟΚΛΗΤΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Ἰωάννου Δημητριάδου Κατουνακιώτου)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ οὐρανίου νυμφῶνος κατηξιώθης σοφέ, Θεόκλητε τρισμάκαρ, τὸν Χριστὸν παῤῥησίᾳ, Θεὸν ἀνακηρύξας πρὸ δικαστῶν, καὶ τυράννων πανένδοξε· Ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην γεραιρόντων σου. (Δίς)

Τοῦ Θεοκλήτου τὴν μνήμην νῦν ἑορτάζοντες, Χριστὸν δοξολογοῦμεν, τὸν φωτίσαντα τοῦτον, μαγείας ἀποπτύσαι λύμην δεινήν, καὶ Αὐτὸν ἐνστερνίσασθαι· ᾯ καὶ πρεσβεύει ἀπαύστως δοῦναι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν. (Δίς)

Τοῦ Παρακλήτου τῇ αἴγλῃ καταυγασθεὶς τὴν ψυχήν, ἐχώρησας γενναίως, πρὸς ὁδὸν μαρτυρίου, καὶ στέφος ἀνεδέξω παρὰ Χριστοῦ θεοφόρε Θεόκλητε· ὃν καθικέτευε Μάρτυς διηνεκῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῶν Ὀρθοδόξων τὰ πλήθη δεῦτε τιμήσωμεν, τοῦ Μάρτυρος προφρόνως, Θεοκλήτου τὴν μνήμην, στεῤῥῶς γὰρ ἐναθλήσας ὑπὲρ Χριστοῦ, τὸν μισάνθρωπον Νέρωνα, περιεφρόνησεν ἅμα δὲ σὺν αὐτῷ, καὶ τοὺς δαίμονας κατήσχυνε.

Δόξα. Ἦχος πλ. β΄.
Ἐκ τοῦ βυθοῦ τῆς ἐσχάτης κακίας, ὡς ἐκ θαύματος ἀνενεχθείς, τῆς ἐκ τῶν δαιμόνων συναφείας ἀπαλλαγείς, πρὸς τὸν ἀγῶνα τοῦ μαρτυρίου εὐθαρσῶς ηὐτομόλησας· ὅθεν νομίμως ἐναθλήσας, καὶ τὸν Χριστὸν Θεὸν ὁμολογήσας, ἐτμήθης τὴν κεφαλὴν Μάρτυς τῆς ἀληθείας ἀναδειχθείς. Θεόκλητε ἔνδοξε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων, τὴν ἱερὰν καὶ σεβάσμιον μνήμην σου.






Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Τὸ κήρυγμα τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὴν οἰκουμένην ἐφώτισε, καὶ τοὺς ἀνθρώπους ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου ἠλευθέρωσε. Διὸ καὶ τὸν νῦν παρ’ ἡμῶν ἀνευφημούμενον, μέγαν Θεόκλητον, εἵλωτα ὄντα τὸ πρότερον καὶ παιζόμενον ὑπ’ αὐτοῦ, ἡ χάρις τοῦ Θεοῦ φωτίσας, ἠλευθέρωσε, καὶ ἐπὶ τὸ κρεῖττον μετέβαλε, καὶ πρὸς τὴν τοῦ Χριστοῦ ἀγάπην τὴν ψυχὴν αὐτοῦ ἀνεπτέρωσεν· ὅθεν, ἀθλήσας ὑπὲρ Αὐτοῦ, πρεσβεύει νῦν ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν ἱερὰν αὐτοῦ πανήγυριν.

Ὁ αὐτός.
Ὁ Θεάνθρωπος Ἰησοῦς πρὸς τοὺς Φαρισαίους ἔφη· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὅθεν, καὶ τὸν θεῖον Θεόκλητον, πρὸς τὴν Αὐτοῦ πίστιν καὶ ὁμολογίαν ἐκάλεσε. Μαρτυρήσας δὲ ὑπὲρ Αὐτοῦ, ἀνῆλθε στεφηφόρος ἐν οὐρανῷ, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Τὴν ἀγαθήν σου προαίρεσιν προγινώσκων ὁ Κύριος, Θεόκλητε Μάρτυς, πρὸς ἑαυτὸν ἐπεσπάσατο· ὡς γὰρ κατεῖδες τὰ ὑπὸ σοῦ κατασκευασθέντα δηλητήρια, μηδόλως βλέψαντα τοὺς Μάρτυρας τοῦ Χριστοῦ, εὐθὺς ἐπέγνως τὴν δύναμιν Αὐτοῦ, καὶ ὡμολογήσας Τοῦτον ἐνώπιον τῶν τυράννων Θεὸν ἐνανθρωπήσαντα. Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.






Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε τῶν Ὀρθοδόξων τὰ πλήθη, τὴν ἐτήσιον μνήμην τοῦ ἐνδόξου Μάρτυρος Θεοκλήτου τιμήσωμεν. Οὗτος γὰρ τῶν εἰδώλων τὴν πλάνην ἀποβαλλών, καὶ τὰς μαγικὰς βίβλους τῷ πυρὶ παραδώσας, τὴν Ὀρθόδοξον πίστιν ἐνεκολπώσατο· ἣν διετράνωσας ἐνώπιον τῶν τυράννων, ἐσφαγιάσθη ὑπ’ αὐτοῦ καὶ ἀνῆλθες εἰς οὐρανόν· ἔνθα σὺν τοῖς χοροῖς τῶν Μαρτύρων συναυλιζόμενος, πρέσβευε σὺν αὐτοῖς τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν γενναῖον Θεόκλητον, καὶ ἐν Μάρτυσιν ἔνδοξον, τὸν ποικίλοις εἴδεσι τῶν κολάσεων, προσομιλήσαντα ἅπαντες, ἀξίως τιμήσσωμεν, ὡς δοξάσαντα Χριστόν, τὸν Δεσπότην τῆς κτίσεως, ᾯ παρίσταται, στεφηφόρος πρεσβεύων ὑπὲρ πάντων, τῶν τὴν μνήμην ἐκτελούντων, αὐτοῦ τὴν θείαν καὶ ἔνδοξον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἀρνηθεὶς τὰ σεβάσματα, τῶν ἀθέων πανένδοξε, πρὸς τὸ θεῖον Βάπτισμα προσεχώρησας, καὶ λαμπαδίου Θεόκλητον, εὐθέως μετήλλαξε, σοῦ τὴν κλῆσιν ὁ Χριστός, ὁ καλέσαςἔνδοξε πρὸς μαρτύριον· Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι, τὰς ψυχὰς τῶν ἀνυμνούντων, τὴν σὴν πανίερον ἄθλησιν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὁ Χριστὸς διὰ θαύματος, προσεκάλεσεν ἔνδοξε, εἰς Αὐτοῦ μαρτύριον ἐπὶ βήματος, τοῦ θεομάχου καὶ ἄφρονος, τυράννου τοῦ Νέρωνος, ὃν κατήσχυνας στεῤῥῶς, ἐναθλήσας Θεόκλητε, καὶ τὸ αἷμά σου, ὡς εὐώδη θυσίαν τῷ Κυρίῳ, προσενήνοχας πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν Ἀθλοφόρον τοῦ Χριστοῦ, Θεόκλητον τὸν ἔνδοξον, δεῦτε πάντες ἐν ὕννοις τιμήσωμεν. Οὗτος γὰρ ἀποσκιρτήσας τῆς πλάνης τῶν εἰδώλων, τῷ Χριστῷ προσωκοιώθη, καὶ διὰ τοῦ μαρτυρίου, τὸν στέφανον τῆς νίκης παρ’ Αὐτοῦ ἀπείληφε. Νῦν δὲ τῷ ἀπροσίτῳ φωτὶ τῆς Τρισηλίου Θεότητος ἐλλαμπόμενος, καὶ τοὺς χοροὺς τῶν Μαρτύρων συναυλιζόμενος, πρεσβεύει ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν Μαρτύρων τὸ κλέος ἀνευφημήσωμεν, ὡς ἀνατρέψαντα πάσας τὰς μεθοδείας ἐχθροῦ, καὶ κηρύξαντα Χριστὸν καὶ μαρτυρήσαντα, τὸν Θεόκλητον ὁμοῦ, τὸν πρεσβεύοντα ᾀεί, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, τῶν ἀνυμνούντων προφρόνως, τὴν ἱερὰν αὐτοῦ πανήγυριν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Τὰς βίβλους τῷ πυρί, τῆς μαγείας θεόφρον, παρέδωκας σοφῶς, ὦ Θεόκλητε Μάρτυς, καὶ πόθῳ προσέδραμες, πρὸς Χριστὸν παναοίδιμε· Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν σὴν ἄθλησιν, καὶ δοξαζόντων ἐκ πόθου, τὸν σὲ στεφανώσαντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατετρώθησαν δεινῶς, ἅμα ὁ Νέρων καὶ σατάν, ὅταν εἶδόν σε τὸν πρίν, ὄντα ὑπήκοον αὐτῶν, ἀπαρνηθέντα αὐτοὺς καὶ ὑπαχθέντα, Χριστῷ τῷ Βασιλέᾳ καὶ σαρκωθέντι Θεῷ, καὶ πίστιν Αὐτοῦ ἐνστερνισάμενον· χορὸς Μαρτύρων δ’ ἔχαιρε θεόφρον, καὶ τὸν Χριστὸν ἐμεγάλυνεν· σὺ δὲ ἐβόας· Θεῷ ἡ δόξα καὶ τὸ κράτος Θεόκλητε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῆς ψυχῆς τὸν ἔρωτα, ἐκ τῶν γηΐνων, αὐθωρεῖ ἀνήγαγες, πρὸς τὸν Σωτῆρα Ἰησοῦν· δι’ Ὃν τὸ ζῆν ἀπεστέρησας, τμηθεὶς τὴν κάραν, προθύμως Θεόκλητε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Τὴν ψυχήν μου Δέσποινα, νῦν ποντουμένην, ἐκ μυρίων θλίψεων, καὶ πειρασμῶν πολυειδῶν, καθικετεύω διάσωσον, καὶ πρὸς λιμένα, γαλήνης ἐξόρμησον.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος α΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὁ Θεάνθρωπος Ἰησοῦς πρὸς τοὺς Φαρισαίους ἔφη· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὅθεν, καὶ τὸν θεῖον Θεόκλητον, πρὸς τὴν Αὐτοῦ πίστιν καὶ ὁμολογίαν ἐκάλεσε. Μαρτυρήσας δὲ ὑπὲρ Αὐτοῦ, ἀνῆλθε στεφηφόρος ἐν οὐρανῷ, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Θεοκλήτου ἄθλους, πόθῳ ὑμνῶ. Ἰωαν. ἱερ. μ. Δ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεὲ τρισυπόστατε καὶ Κυβερνήτα τοῦ σύμπαντος, σοφίαν μοι δώρησαι, ἡ τῆς σοφίας πηγή, καὶ ἱκάνωσον, ἀξίως ἀνυμνήσαι, τὸν ἔνδοξον Μάρτυρα, μέγαν Θεόκλητον.
χάρησαν Ἄγγελοι καὶ τῶν Μαρτύρων οἱ σύλλογοι, Θεόκλητε ἔνδοξε, ὅτε κατεῖδόν σε, ἀρνησάμενον, τὴν πλάνην τῶν εἰδώλων, Χριστῷ δὲ προστρέξαντα, διὰ τῆς πίστεως.
Μάρτυς Θεόκλητος ἐν τῷ σταδίῳ ἱστάμενος, τῷ Νέρωνι ἔκραζε· Χριστὸν τὸν μόνον Θεόν, προσκυνῶ θερμῶς, καὶ χαίρων θυσιάζω, ζωήν μου τὴν πρόσκαιρον, Τούτου γε ἕνεκεν.
Θεοτοκίον.
Κυρίαν καὶ Δέσποινα καὶ Βασιλίδα κηρύττομεν, ἀφράστως κυήσασα, τὸν Βασιλέα Χριστόν, τὸν τοῦ σύμπαντος, Δημιουργὸν καὶ Κτίστην· ᾯ πάντοτε πρέσβευε, σῶσαι οὓς ἔπλασεν.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Λαὸς ὁ χριστώνυμος ηὐφράνθη, ἡνίκα σε εἶδεν ἐν χαρᾷ, τὸ Βάπτισμα αἰτούμενον, ὅπερ λαβὼν Θεόκλητε, ὅλως ἁγνὼς ἐξήρχεσι, τῆς κολυμβήθρας μακάριε.
μέρας φωτὸς καὶ τοῦ Κυρίου, σὺ γέγονας ἔνδοξε υἱός, μετὰ τὸ θεῖον Βάπτισμα, διὸ πρὸς τὸ μαρτύριον, γενναίως προσεχώρησας,, Χριστὸν δοξάσας Θεόκλητε.
Τὴν χάριν πλουτήσας τοῦ Κυρίου, τῆς γῆς ὑπερεῖδες τὰ τερπνά, καὶ ἔδραμες Θεόκλητε, ὥσπερ διψῶσα ἔλαφος, ὁδὸν τοῦ μαρτυρίου σου, ὑπὸ Κυρίου ῥωννύμενος.
Θεοτοκίον.
μέγας Προφήτης Ἡσαΐας, προέφη ὡς Κόρη καὶ ἁγνή, Θεὸν ἀφθόρως τέξεται, Οὗ ἡ ἀρχὴ ἐπώμιος· ὃν Θεοτόκε πρέσβευε, ὡς Μήτηρ τούτου ὑπάρχουσα.




Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν σεπτὴν πανήγυριν, τοῦ Θεοκλήτου, συνελθόντες σήμερον, συνεορτάσωμεν φαιδρῶς, δοξολογοῦντες τὸν Κύριον, τὸν ἐλεοῦντα, τοὺς Τοῦτον δοξάζοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὺ μὲν ὅλην ἄμωμος, ἁγνὴ ὑπάρχεις, ἐγὼ δὲ ὅλως ἄναγνος, ἐκ ἀκαθάρτων λογισμῶν, παρακαλῶ Σε ἐκλύτρωσαι, ἐξ ἔργων λόγων, καὶ πάσης με θλίψεως.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
πεξέφυγες θεόφρον, διαβόλου τὰ θήρατρα, καὶ τὰς τούτου βίβλους, πάσας τῷ πυρὶ παραδέδωκας, καὶ ὡς σοφὸς ἠρετίσω, τὰ οὐράνια, παραδώσας τε ὅλον, σαὐτὸν εἰς τὴν ἄθλησιν.
παντα δεσμὸν οἰκείων, ἀπεβάλου Θεόκλητε, καὶ Χριστῷ προθύμως, σπεύσας ἐκολλήθης πανόλβιε, καὶ μαρτυρῶν ὑπὲρ Τούτου, ἀνεκραύγαζες· Δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θέλων ἅπαντας σωθῆναι, ὁ Χριστός σε ἀφήρπασεν, ἐκ βυθοῦ κακίας, καὶ πρὸς θεῖον δρόμον ὡδήγησε, πρεγνωκὼς τὴν ἀρίστην σου προαίρεσι, σὺ δ’ ἐκραύγαζες· Δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θεοτοκίον.
Λύτρωσαι με τῶν ποικίλων, πειρασμῶν Θεονύμφευτε, ἡ τὸ γένος ἅπαν, ἐκ φθορᾶς ἐκλυτρώσασα, τῷ ὑπὲρ φύσιν τόκῳ, πανακήρατε, ἵνα κράζω Σοι· Χαῖρε Παρθένε Θεόνυμφε.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μάρτυς Θεόκλητος, ἀνευφημείσθω σήμερον, ὅτι ὑπερήθλησε νομίμως, ἀπολακτίσας τὴν τῶν εἰδώλων πληθύν, ἐκδέδωκεν ὅλον ἑαυτόν, τῷ Χριστῷ ὡς ἄμωμον, ἱερεῖον καὶ σφάγιον.
Υἱοὺς Θεοῦ γέγονας, σφαγιασθεὶς Θεόκλητε, ὑπὸ τῶν τυράννων ἐν σταδίῳ· ὅθεν ὡς Μάρτυς, ἐν παῤῥησίᾳ πολλῇ, ἱκέτευε πάντοτε Χριστόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην δωρήσασθαι.
Σοφίας τῆς ἄνωθεν, μετὰ τὸ θεῖον Βάπτισμα, ἔμπλεως Θεόκλητε ἐγένου· ὅθεν τὰ πάντα, περιφρονήσας καλῶς, ἠγάπησας μόνον τὸν Χριστόν, Ὃνπερ καθικέτευε, ὑπὲρ πάντων πανεύφημε.
Θεοτοκίον.
Παρθένων ἀγλάϊσμα, καὶ Ἀποστόλων κήρυγμα, πάντων τῶν Μαρτύρων Κόρη δόξα· αὖθις Ὁσίων παρηγορία σενή, ἐγκώμιον τῶν Ἱεραρχῶν, Σὺ εἶ Μητροπάρθενε, καὶ ἡμῶν ᾄσμα ἥδιστον.





ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
πῦρ τὸ θεῖον δεξάμενος, αὐτοῦ ἐν τῇ καρδίᾳ Θεόκλητος, πάντας συνήγαγεν, ᾆσαι αὐτοῦ τὰ παλαίσματα, καὶ ἑορτᾶσαι τούτου λαμπρῶς τὴν ἄθλησιν.
Θεὸν ὁμοῦ τε καὶ ἄνθρωπον, τὸν Κύριον τρανῶς ὁμολόγησας, καὶ ἐξουθένωσας, πᾶσαν εἰδώλων ἀσέβειαν· ὅεθν καὶ μαρτυρίου τέλους τετύχηκας.
ς πρὸ τοῦ Κτίστου ἱστάμενος, καὶ θείου φωτισμοῦ ἐμφορούμενος, Μάρτυς Θεόκλητε, τοὺς ὑμνητάς σου πρεσβείαις σου, τοῦ σκοτασμοῦ καὶ ζάλης, παθῶς ἐκλύτρωσαι.
 Θεοτοκίον.
μνῶν Παρθένε τὸν Τόκον Σου, τὸ χαῖρέ Σοι κραυγάζω γηθόμενος, τῇ Θεομήτορι, Σὺ γὰρ τῆς λύπης ἀπήλλαξας, τὸ τῶν ἀνθρώπων γένος, Θεὸν γεννήσασα.

Κοντάκιον. Ἦχος γ΄. Ἠ Παρθένος σήμερον.
Καθαρθεὶς Θεόκλητε, ψυχὴν καὶ νοῦν καὶ καρδίαν, διὰ τοῦ Βαπτίσματος, σταυρὸν ἐπ’ ὤμων ἄρας, ᾔσχυνας, τοῦ διαβόλου τὰς μεθοδείας, ἤθλησας, διὰ Χριστὸν τὸν Σωτῆρα· Ὃνπερ Μάρτυς μὴ ἐλλίπῃς, πρεσβεύειν σῶσαι τοὺς ἀνυμνοῦντάς σε.
Ὁ Οἶκος.
Τοὺς Ἁγίους ἰδὼν ἀβλαβεῖς τηρηθέντας ἐκ τῆς πόσεως τῶν δηλητηριωδῶν φαρμάκων, τῶν ὑπὸ σοῦ κατασκευασθέντων, ὡς νουνεχὴς ἔγνως τοῦ Χριστοῦ τὴν δύναμιν· ὅθεν, τῷ πυρὶ παραδοὺς τὰς βίβλους τὰς μαγικάς, καὶ ἀρνηθεὶς τὰ εἴδωλα, προσῆλθες τῷ Χριστῷ διὰ τοῦ θείου Βαπτίσματος, καὶ διὰ τοῦ μαρτυρίου, ὅπερ δι’ Αὐτὸν γενναίως ὑπήνεγκας. Διὸ ὡς Μάρτυς μὴ ἐλλίπης, πρεσβεύειν ὑπὲρ τῶν ἀνυμνούντων σε.















Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Μάρτυς Θεόκλητος ὁ φαρμακός, ξίφει τελειοῦται.
Κληθεὶς ὁ Θεόκλητος πρὸς θείαν γνῶσιν,
Τὸν καλέσαντα ὡς ἀθλητὴς δοξαζει.
Λαμπάδιον πρίν, μαγείας δοῦλον ὄντα,
ὡς Μάρτυν Χριστέ, Θεόκλητον Σὸν δέξαι.
Θεοκλήτου εἰκάδι ἔκτῃ, αὐχένα χαλκὸς ἔτεμεν,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πορφυρίου, ἐπισκόπου Γάζης.
Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ
Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, τῶν πέντε ἀδελφῶν της· Ἀνατολῆς, Φωτώς, Φωτίδος, Παρασκευῆς καὶ Κυριακῆ, καὶ τῶν δύο ὑιῶν της· Φωτεινοῦ καὶ Ἰωσῆ.  
Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ,
Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε.
Ἀνατολὴν εὕρηκε τὴν νοουμένην,
Ἀνατολὴ τμηθεῖσα γενναιοφρόνως.
Φερνὴν ταλάντων μυρίων ἀνταξίαν,
Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ
Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι,
Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.
Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα,
Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.
Ἐκ Κυριακῆς οὐδὲ τοῦ ξίφους φόβος,
Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.
Τὶς οὗτος ἀτμὸς ἐκ ζεόντων αἱμάτων;
Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.
Τομεὺς τραχήλων ἐξεγύμνου τὸ ξίφος,
Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεβαστιανὸς ὁ δούξ, ξίφει τελειοῦται.
Σεβαστιανῷ τοῦτον εἴπω τὸν λόγον.
Σεβάζομαί σε, τὴν κάραν τετμημένον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βίκτωρ, ξίφει τελειοῦται.
Bίκτωρ ἐπ’ ὤμοις τὴν κεφαλὴν οὐκ ἔχων,
Kεῖται πρὸ τῆς γῆς ἐκταθεὶς μέγας μέγα.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Χριστόδουλος, ξίφει τελειοῦται.
Kλῆσις διδάσκει τίς συ, καὶ δοῦλος τίνος,
Σπάθη δὲ Xριστόδουλε, ποῖόν σοι τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικολάου τοῦ Κατοπινοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Καλφάς, ἐν Γαλατᾷ, ἐν ἔτει 1575, ξίφει τελειοῦται.
Πληγὰς ἀριθμεῖν μὴ Ἰωάννη θέλε,
Σκηνάς δε μᾶλλον, ἃς ἔχει ἔνδον πόλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεβαστιανοῦ τοῦ Ποσεσόνε, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Σίλβεστρος ὁ Ὀλσχένσκι ὁ Ῥώσσος, ἐν εἱρκτῇ, ὑπὸ τῶν ἀθέων κομμουνιστῶν, ἐν ἔτει 1920, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ Ὁμολογητῆς, Μάρκος ὁ Κάλτσιου ὁ Ῥουμάνος, ἐν ἔτει 1999, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μεγαλέμπορος ἐδείχθης παναοίδιμε, τὰ διαμένοντα, ἀντὶ τῶν ὦδε τερπνῶν, ἀμείψας σοφώτατα· ὅθεν καὶ ἔψαλλες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νίκης ἔνδοξον κατὰ τοῦ πολεμήτορος, Μάρτυς Θεόκλητε, ἐδρέψω σὺ γὰρ Χριστόν, Θεὸν ὡμολόγησας, ᾯ καὶ ἐκραύγαζες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ς θυμίαμα εὐώδες ὦ Θεόκλητε, Χριστῷ προσέφερες, αἷμα τὸ σὸν ἈΘλητά, διὸ καὶ γηθόμενος, πόθῳ ἀνεκραύγαζες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
να πάντοτε ὑμνῶ τὰ μεγάλεῖά Σου, Μαρία ἄχραντε,μὲ καθαρὰν τὴν ψυχήν, τὸν νοῦν μου ἐξάγνισον, καὶ τὴν διάνοιαν ὑπερύμνητε· εὐλογημένη Δέσποινα, τῶν πιστῶν ἡ σωτηρία.






ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
ς Μάρτυς Θεόκλητε Κυρίου, καὶ κήρυξ τῆς παντουργοῦ Τριάδος ἔνδοξε, πᾶσι τοῖς τιμῶσί σου, νυν τὴν θείαν ἄθλησιν, ἁμαρτημάτων ἄφεσιν, δοθῆναι αἴτησαι· τὸν Κύριον, ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
παντα Θεόκλητε τὰ βέλη, ἐχθροῦ τὰ πεπηρωμένα ὑπεξέφυγες, ὥσπερ  θεοφώτιστος, καὶ λαμπρῶς κατήσχυνας, τοὺς ὑπηρέτας αὐτοῦ καὶ ἔψαλες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νέμεις πρὸς Χριστοῦ ταῖς σαῖς πρεσβείαις, τοὺς πόθῳ τὸ ἱερόν σου νῦν μαρτύριον, ὕμνοις τε γεραίρουσιν, ἄφεσιν Θεόκλητε, ἁμαρτημάτων ἔνδοξε, προφρόνως ψάλλουσι· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
αμα ψυχῆς μου καὶ τοῦ νοός μου, ὑπάρχει ἡ κλῆσίς Σου πανάχραντε, μόλις γὰρ Σὸν ὄνομα, ἐπικαλοῦμαι ἅπασαι, ἐκ θλίψεις ἐκδιώκοντα, καὶ λογισμῶν ἡ πληθύ· πανύμνητε, εὐλογημένη Μαρία, ὅθεν Σε ὑμνοῦμεν, ὡς τοῦ Θεοῦ Μητέραν.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
σπευσας Χριστῷ, πρόσειξαι Θεόκλητε, θυσίαν ἄμωμον, αἷμά σου τὸ τίμιον, ἀντὶ τῆς χάριτος, ἣν Σοῖ δέδωκε· δι’ ἧς Αὐτὸν ἐγνώρισας, Θεὸν καὶ ἄνθρωπον· ὅθεν Μάρτυς, πάντοτε ἱκέτευε, ὑπὲρ πάντων ἡμῶν τῶν ὑμνούντων σε.
εῖ τὰ ἐπὶ γῆς, ὡς ῥοῦς ὁ ποτάμιος, σὺ δὲ ἠγάπησας, μόνον τὰ οὐράνια, ἅπερ ἀπέλαβες νῦν Θεόκλητε, παρεστηκὼς τῷ βήματι τοῦ παντοκράτορος, μετ’ Ἀγγέλων, καὶ Μαρτύρων Τάγμασι, δι’ ἡμᾶς τὸν Θεὸν ἱλεούμενος.
Μέμνησο ἀεί, τῶν πόθῳ τιμώντων σε, καὶ τὰ ἐφύμνια, ἅπερ κατὰ δύναμιν, προσάγομέν σοι, ὁμοῦ συνάδοντες, πρόσδεξαι Μάρτυς ἔνδοξε, καὶ διαφύλαττε, ἐκ κινδύνων, πειρασμῶν καὶ θλίψεων, ὡς πλουτῶν παῤῥησίαν πρὸς Κύριον.
Θεοτοκίον.
Δέχου τὰς ἡμῶν, πρεσβείαις πανάχραντε, καὶ ἐξιλέωσαι, τὸν Υἱόν Σου πάναγνε, καὶ γὰρ οἱ πάντες ἐξαμαρτάνωμεν, μυριοτρόπως πάντοτε, καὶ παροργίζωμεν· τούτου θείαν ὄντως ἀγαθότητα· Σὺ γὰρ πάντων ἡμῶν εἶ μεσίτρια.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθλήσας ἀνδρικώτατα, τὸν Νέρωνα κατήσχυνας, καὶ τὸν διάβολον ἅμα, τὸν εὑρετὴν τῆς κακίας, καὶ στέφανον ἀπείληφας, παρὰ Χριστοῦ τὸν ἄφθαρτον, Θεόκλητε μακάριε, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου.
Θεοτοκίον.
Μαρία Μήτηρ τοῦ Χριστοῦ, δοχεῖον τοῦ Πνεύματος, Πατρὸς ἀνάρχου θύγατερ, Βασίλισσα τῶν Ἀγγέλων, Ἁγίων Πάντων τὸ τερπνόν, καὶ θεῖον ἀγαλλίαμα, ἡμῶν δὲ καύχημα πέλεις, καὶ προστασία καὶ σκέπη, καὶ πρὸς Θεὸν μεσιτεία.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, τὸν πρώην ὄντα ἐχθροῦ, ὑπηρέτην καὶ εἴλωτα, ὁ Χριστὸς ἐφώτισε, καὶ σοφῶς προσεκάλεσε, διὰ θαυμάτων, πρὸς τὴν Ὀρθοδόξον, πίστιν ἀσμένως ἥν, καὶ προσεδέξατοντο καὶ ὡμολόγησεν, εὐθαρσῶς ἐνώπιον τῶν ἀσεβῶν, ὁ κλεινὸς Θεόκλητος, ὅν μακαρίσωμεν. (Δίς)

Μάρτυς τοῦ Χριστοῦ ἀοίδιμε, μετὰ Ἀγγέλων συνών, καὶ Μαρτύρων τοῖς Τάγμασιν, ἀεὶ αὐλιζόμενος, καὶ φωτὶ ἐλλαμπόμενος, τῷ ἀπροσίτῳ καὶ ἀγαλλόμενος, τοὺς τὴν σὴν μνήμην πανηγυρίζοντας, ῥῦσαι πρεσβείαις σου, ἐκ παντοίων θλίψεων καὶ πειρασμῶν, ἔχεις παῤῥησίαν γάρ, πρὸς τὸν Φιλάνθρωπον.

Ἄθλα τὰ σὰ προσενήνοχας, καὶ τοὺς δεινοὺς αἰκισμούς, καὶ θερμὴν αὐταπάρνησιν, καὶ σὸν αἷμα ἔνδοξε, τῷ Χριστῷ προθυμώτατα· Οὗτος δὲ αὖθις, τὴν ἐπουράνιον, σοὶ Βασιλείαν ἀντεδωρήσατο, καὶ ἐστεφάνωσεν, ἠθληκότι ἄριστα· ᾯ ἐσαεί, πρέσβευε ὑπὲρ ἡμῶν, θερμῶς Θεόκλητε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε, τῶν πιστῶν ἡ ὁμήρυρις, τὴν ἐτήσιον μνήμην τοῦ Ἀθλοφόρου Μάρτυρος Θεοκλήτου πανηγυρίσωμεν, γεραίροντες αὐτόν. οὗτος γὰρ θεόθεν ἐμπνευσθείς, ἠρνήσατο τὰ εἴδωλα, καὶ τὰς μαγικὰς βίβλους τῷ πυρὶ παρέδωκεν· ὑπερφιλήσας δὲ τὸν Χριστόν, καὶ μαρτυρήσας ὑπὲρ Αὐτοῦ, ὑπὸ τοῦ Νέρωνος τὴν κεφαλὴν ἐτμήθη· καὶ ἤδη στεφηφόρος παρίσταται ἐν οὐρανῷ, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.







Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου