Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 21. ΑΓΙΟΣ ΕΥΣΤΑΘΙΟΣ ΑΝΤΙΟΧΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΥ 21.
ΕΥΣΤΑΘΙΟΥ ΑΝΤΙΟΧΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ(ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱεράρχου γ΄. Ἦχος πλ. Δ΄. Τί ὑμᾶς καλέσωμεν.
Ἔχων πολιτείαν οὐράνιον, ἐκ Θεοῦ ἱερουργεῖν, προεχειρίσθης ἀληθῶς, καὶ προσήγαγες αὐτῷ, λατρείαν, γνώμῃ καθαρᾷ, κινδύνους, ὑπομείνας παμμακάριστε, καὶ πόνους, διὰ κήρυγμα τὸ ἔνθεον, καὶ τὴν βεβαίαν ἀλήθειαν, ἥν τοῖς σοῖς λόγοις ἐτράνωσας, τοὺς ἄφρονας στηλιτεύων ἐμφανέστατα.

Λόγων ἱερῶν σου τοῖς ῥεύμασι, ἐνεπύρισας σαφῶς, ὕλην Ἀρείου δυσσεβοῦς, βλασφημοῦντες τῷ Πατρί, μὴ συγχωροῦντος τὸν Υἱόν, τῇ φύσει, ὀνομάζεσθαι ἰσότιμον, κτιστόν δέ, ἱερώτατε Εὐστάθιε, καὶ τὰς καρδίας ἐφώτισας, καὶ ἀληθείᾳ ἐκράτυνας, τῶν πίστει σου ἐκτελούντων τὰ μνημόσυνα.

Νέμων βακτηρίᾳ τῶν λόγων σου, ἱερώτατε ποιμήν, ποίμνην Θεοῦ τὴν λογικήν, διετήρησας αὐτήν, λύκων παντοίων ἀβλαβῆ· διό σε, ὁ καλὸς ποιμὴν ὡς πρόβατον, εἰσῆξεν, εις τὴν μάνδραν τὴν οὐράνιον, ἔνθα Πατέρων οἱ ἄριστοι, καὶ τῶν Δικαίων τὰ πνεύματα, Εὐστάθιε, θεοφόρε παμμακάριστε.

Καὶ τοῦ Ὁσίου Τιμοθέου γ΄. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Πάτερ θεόφρον Τιμόθεε, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῶν παθῶν σκιρτήματα, παντελῶς ἐξηφάνισας, καὶ ἀπαθείας χάριν δεξάμενος, δοχεῖον ὤφθης τοῦ θείου Πνεύματος· ὅθεν τὰ πνεύματα, ἀπελαύνεις πάντοτε τὰ πονηρά, ζῶν καὶ μετὰ θάνατον, θεομακάριστε.

Πάτερ θεόφρον Τιμόθεε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω τὸ ἐν τοῖς πόνοις στερρόν, Δαυῒδ τὸ πρᾷον ἀνατεινόμενος, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν.

Πάτερ ἱερὲ Τιμόθεε, τῆς σωφροσύνης εἰκών, ἐγκρατείας ὑπόδειγμα, εὐσεβείας, ἴνδαλμα, καὶ πηγὴ κατανύξεως, ὀρθοδοξίας ἔρεισμα ἄσειστον, τῶν ἰαμάτων ῥεῖθρον ἀέναον, ἥλιος ἄδυτος, τέκνον θείας χάριτος, καὶ Μοναστῶν, ὤφθης ἐγκαλλώπισμα, σεβασμιώτατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὅλος ὁ βίος μου ἄσωτος, ἡ δὲ ψυχὴ ἀσελγής, καὶ τὸ σῶμα παμμίαρον, καὶ ὁ νοῦς ἀκάθαρτος, καὶ τὰ ἔργα παμβέβηλα, καὶ ὅλος ὄντως εἰμὶ ὑπεύθυνος, τῆς καταδίκης καὶ κατακρίσεως, ποῦ νῦν πορεύσομαι, καὶ πρὸς τίνα φεύξομαι, εἰμὴ πρὸς σὲ; Δέσποινα σπλαγχνίσθητι καὶ δεῦρο σῶσόν με.
Ἢ Σταυροθεοτοκίον
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ ὡς ἑώρακεν, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν, ἔκλαιε λέγουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσε;































ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼντοῦ Ἱεράρχου. Ποίημα Γερμανοῦ.
ᾨδὴ α΄. Ἦχος βαρύς. Εἱρμός. Τῷ συνεργήσαντι Θεῷ.
Τὴν τῶν Πατέρων κορυφήν, ὡς τοῦ Λόγου τὴν χάριν ἀναδησάμενος, τὸν μέγαν Εὐστάθιον, ᾠδαῖς ἀνευφημήσωμεν.
Πρόμαχος πίστεως φανείς, τῇ Χριστοῦ Ἐκκλησίαν ἀπολιόρκητον, πολέμιον αἱρέσεων, διεφύλαξας Ὅσιε.
Στόμα τοῦ Λόγου γεγονώς, ἐξηρεύξω δογμάτων πέλαγος Ὅσιε, ἐν ᾧ κατεπόντισας, Ἀρείου τὴν ἀσέβειαν.
Θεοτοκίον
Ἡ διὰ λόγου ἐν σαρκί, ὑπὲρ λόγον τεκοῦσα, τὸν Ἀρχηγὸν τῆς ζωῆς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ γ'. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ.
Σὺ τὴν ῥομφαίαν σπασάμενος τῆς ἀληθείας, ἐδείχθης εὐσεβείας ἀρχιστράτηγος, τοὺς ἐναντίους τῆς πίστεως ἐκκεντήσας Εὐστάθιε.
Σὺ φιλοπόνως γεωργήσας τὴν Ἐκκλησίαν, δρεπάνῃ τῶν δογμάτων σου μακάριε, πρόῤῥιζα πάντα ἔτεμες ἐν αὐτῇ τὰ ζιζάνια.
Πρωτεύων τοῦ συλλόγου τῆς ἀληθείας, τὸν ὄντως ἀρχηγὸν τοῦ ψεύδους Ἄρειον, θεομάκαρ ἐπάταξας, λιθασμῷ τῶν δογμάτων σου.
 Θεοτοκίον
Ἐτέχθης ἐκ Παρθένου ἀνερμηνεύτως, ἐφάνης ὡς ηὐδόκησας Σωτὴρ ἡμῶν, καὶ τὸν κόσμον ἀνεκαίνισας Κύριε.

ᾨδὴ δ’. Ἐκάλυψεν οὐρανούς.
Τῆς πίστεως συγκρατῶν τὰ τρόπαια, ἐν τοῖς βέλεσι τῶν λόγων, τὸν ἀσεβῆ θεοφρόνως, ἀνεῖλες Πάτερ Ἄρειον.
Τῶν λόγων σου ἡ λαμπάς, ὡς ἀστραπὴ ἐξελθοῦσα, τὴν Ἀρείου κακοδοξίαν συμφλέγει, Εὐστάθιε πάνσοφε.
Τοὺς χάρακας ὑποθεὶς τῶν λόγων σου, ἀνέδησας θεοπλόκως, ὡς ἀμπελῶνα Κυρίου, τὴν Ἐκκλησίαν Ὅσιε.
Θεοτοκίον
Ἐκύησας ἐν σαρκὶ Παρθένε Ἁγνή, τὸν πρὸ Σοῦ Ἄναρχον Λόγον, καὶ μετὰ Σὲ ὑπὲρ λόγον, ἐκ Σοῦ ἐνανθρωπήσαντα.








ᾨδὴ ε'. Ὀρθίζει τὸ πνεῦμά μου.
Τὸν ζόφον μειώσας τῶν αἱρέσεων, ἐξανέτειλας εἰς τὰ πέρατα πάντα ἀκτῖνας τῶν δογμάτων σου, Εὐστάθιε μακάριε.
Τοῖς ὅπλοις φραξάμενος Εὐστάθιε, τῶν δογμάτων σου, τὰς ἐπανισταμένας κατὰ τῆς πίστεως, αἱρέσεις ἐκτρεπόμεθα.
Θεοτοκίον
Παρθένε μὴ παύσῃ ἱκετεύουσα, Θεὸν τὸν ἐκ Σοῦ γεννηθέντα ἐν σαρκί, λυτρώσασθαι τοὺς δούλους Σου, ἐκ πάσης περιστάσεως.

ᾨδὴ ς' Ὁ Ἰωνᾶς ἐν κοιλίᾳ ᾍδου ἐβόα.
Τῶν λόγων σου θεοπνεύστων τῇ αὔρᾳ, κατέναυσας ζάλην αἱρετιζόντων, εἰς ὅρμον εὐσεβείας, τὴν Ἐκκλησίαν ἰθύνων παμμακάριστε.
Ἀπέῤῥιψας εἰς δογμάτων σου βάθη, τὴν Ἀρείου Φαραόφρονα μάχην, ἀναβάτας τριστάτας, τοὺς ἀμφ’ αὐτὸν ὑπασπιστάς, ἀποπνίξας Ὅσιε.
Ἐν ἀρετῇ ἀπροσίτῳ ὑπάρχων Εὐστάθιος, περιδέξιον ὤφθη διὰ λόγου καὶ βίου, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἐγκαλλώπισμα.
 Θεοτοκίον
Ὅν ἔτεκες Θεοτόκε ἀνερμηνεύτως, Θεὸν ἡμῶν δυσωποῦσα μὴ παύσῃ, ῥυσθῆναι ἐκ κινδύνων, τοὺς ὑμνοῦντάς Σε Ἁγνὴ Ἀειπάρθενε.

Κοντάκιον Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ πολύφωτος ἐκ τῆς Ἑῴας, ἀναλάμψας ηὔγασας, ἐν ταῖς καρδίαις τῶν πιστῶν, τὰς ἀρετὰς τῶν θαυμάτων σου, θαυματοφόρε θεόφρον Τιμόθεε.


















Συναξάριον
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Τιμοθέου τοῦ ἐν Συμβόλοις.
Καὶ ζῶντα Τιμόθεε καὶ τεθνηκότα,
Τιμᾷ Θεὸς ζώντων σε καὶ τεθνηκότων.
Εἰκάδι Τιμόθεον πρώτῃ κατὰ σῆμα κάλυψεν.
Οὗτος ὁ μακάριος, ἐξ ἁπαλῶν τῶν ὀνύχων τὸν μονήρη βίον ὑποδύς, δι’ ἐγκρατείας πολλῆς καὶ συντόνου δεήσεως, τῶν παθῶν τὰ σκιρτήματα ἐξαφανίσας, καὶ ἀπαθὴς γενόμενος, δοχεῖον ὤφθη τοῦ Ἁγίου Πνεύματος, παρθένος ἕως τέλους καὶ ψυχῇ καὶ σώματι διαμείνας. Γυναῖκα οὐδέποτε εἰς ὄψιν ἐλθεῖν ἠθέλησεν. Ἐν ὄρεσι διαιτώμενος, καὶ ἐν ἐρήμοις αὐλιζόμενος, τῶν δακρύων τῇ δρόσῳ τὴν ψυχὴν αὐτοῦ ἤρδευεν. Ὅθεν καὶ χαρίσματα ἰαμάτων ἔλαβε· δαίμονας γὰρ ἐξ ἀνθρώπων ἀπήλασε, καὶ πᾶσαν ἄλλην νόσον ἐθεράπευσεν. Οὕτω βεβιωκώς, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον, καὶ πρὸς Κύριον ἐκδημεῖ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐσταθίου, Πατριάρχου Ἀντιοχείας τῆς μεγάλης.
Ἦν Εὐστάθιοςμέχρις ἧν ζῶν καὶ πνέων,
Θεοῦ κατ’ ἐχθρῶν εὐσταθὲς μάλα πνέων.
Εἰκάδι Εὐστάθιον πρώτῳ κατὰ σῆμα κάλυψε.
Οὗτος ἦν ἐπὶ Κωνσταντίνου τοῦ πρώτου ἐν βασιλεῦσι χριστιανοῦ, ὅστις, τῆς ὀρθοδοξίας τὰς ἀκτῖνας δεχόμενος, πάντας τοὺς ἐπὶ λόγῳ σοφίας ἀπανταχοῦ τῆς οἰκουμένης ἐπισυνάξειν ἐκπέμπει, ὧν εἷς ἦν και οὗτος ὁ Ἅγιος, ὅς καὶ παρῆν ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ Συνόδῳ τῶν τρακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων, τὸ δόγμα μὲν τῆς εὐσεβείας κρατύνων, ἐξελέγχων δὲ καὶ ἀνατρέπων τοὺς τῆς θείας φύσεως τὴν τομὴν ἐπεισάγοντας, καὶ τὸν Υἱὸν κτίσμα λέγοντας, καὶ τῆς Πατρικῆς τιμῆς ἀλλοτριοῦντας.
Διὰ οὖν τὴν ἔνθεον αὐτοῦ παῤῥησίαν, καὶ τὸν ὑπὲρ τῆς ὀρθοδόξου πίστεως ζῆλον, φθόνον ὠδίνησαν κατ’ αὐτοῦ Εὐσέβιος ὁ Νικομηδείας, Θεόγνις ὁ Νικαιας, καὶ Εὐσέβιος ὁ Καισάρείας, καὶ οἱ λοιποί, ὅσοι τῆς ἀρειανικῆς βλασφημίας, ἤ μᾶλλον εἰπεῖν, ἀθεΐας ἐτύγχανον κοινωνοί· καὶ ἐν σχήματι τῆς κατὰ πάροδον ἐπισκέψεως (καὶ γὰρ τὴν ἐπὶ τὰ Ἱεροσόλυμα πορείαν ἐπλάσαντο) ἐν Ἀντιοχείᾳ παραγενόμενοι, τὴν τοῦ Ἁγίου καταψηφισάμενοι καθαίρεσιν. Ὅτι δή, φασί, γύναιον ἑταιρικόν, (ὑπ’ αὐτῶν ἐπὶ μεγάλοις δώροις καταπεισθέν) ἀρτιγενὲς παιδίον ἐπιφερόμενον, προσῆλθεν αὐτοῖς, ἐκ συνουσίας τοῦ Εὐσταθίου συνειληφέναι λέγον, καὶ τετοκέναι τὸ ἐπιφερόνον βρέφος. Καὶ γὰρ ἦσαν τοῦ τοιούτου δράματος αὐτουργοί· οἵ τινες ὅρκῳ μόνῳ τὴν κατηγορίαν βεβαιῶσαι τὸ γύναιον ἀπαιτήσαντες, εὐθέως τοῦ Ἁγίου τὴν καθαίρεσιν καταψηφίζονται, καὶ τὸν βασιλέα πείθουσιν ἐξορίαν ἀποφήνασθαι κατ’ αὐτοῦ· καὶ ἐπέμφθη διὰ τῆς Θράκης εἰς Φιλίππους πόλιν Μακεδονίας, ἔνθα καὶ τὸν βίον κατέλυσεν.
Ἑκατὸν δὲ χρόνων διαγενομένων, κατὰ τοὺς χρόνους τῆς βασιλείας Ζήνωνος, ἀνήχθη τὸ Ἅγιον αὐτοῦ λείψανον, καὶ παρεπέμφθη εἰς Ἀντιόχειαν, παντὸς τοῦ πλήθους προχυθέντος τοῦ ἄστεος ἀπὸ μιλίων δεκαοχτώ· καὶ μεθ’ ὕμνων και φώτων καὶ θυμιαμάτων δεξαμένων αὐτό. Τοῦτον καὶ ὁ τίμιος Χρυσόστομος ἐγκωμίοις ἐτίμησε.
Λέγεται δὲ ὅτι τὸ συκοφαντῆσαν τὸν Ἅγιον Εὐστάθιον γύναιον, νόσῳ χαλεπῇ περιπεσόν, τὴν κατ’ αὐτοῦ πᾶσαν ἐξαγορεῦσαι ἐπιβουλήν, καὶ τῶν ὑποθεμένων ἕκαστον ἐξαγγεῖλαι, καὶ ὅτι ἐπὶ χρήμασιν ὑπ’ αὐτῶν ἐξαπατηθεῖσα, καὶ πεισθεῖσα, τὴν κατηγορίαν ἐξήνεγκε. Τὸν μέντοι ὅρκον παραλογίσασθαι, καὶ μὴ παντελῶς διαψεύσασθαι, ὑπό τινος γὰρ Εὐσταθίου χαλκέως, συμφθαρέντος αὐτῇ γεννηθῆναι ἔφη τὸ βρέφος.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἡμῶν Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος.
Ὁ Γεώργιος, καὶ λιπὼν τὸ σαρκίον,
Πολλοῖς γεωργεῖ ψυχικὴν σωτηρίαν.
Οὗτος εὐσεβῶν ἔφυ γονέων, Θεοδώρου καὶ Μεγεθοῦς προσαγορευομένων, τὴν Κρώμνην δὲ πατρίδα κεκτημένων, οἵ τὸν βίον ἐν ἀπαιδίᾳ διανύοντες, εὐχῇ καὶ νηστείᾳ τὸ Θεῖον ἐλιτάνευον, δοθῆναι αὐτοῖς τέκνον, ὅ καὶ γέγονεν. Διὰ γὰρ θείας φωνῆς, τήν τε σύλληψιν καὶ τὴν κλῆσιν, καὶ τὸ τῆς ἱερωσύνης χάρισμα τοῦ μέλλοντος ἐξ αὐτῶν τεχθῆναι, προς βαθὺ γῆρας ἐλάσαντες, ἐμυήθησαν. Τεχθέντος δὲ αὐτοῦ, καὶ τὰ τῆς νεότητος ἡδέα ἀπωθουμένου, καὶ τῶν μενόντων ἀντιποιουμένου, καὶ τῶν μαθημάτων, τῶν τε θείων, τῶν τε ἀνθρωπίνων μηδόλως κατολιγωροῦντος, θεωροῦντες οἱ γονεῖς αὐτοῦ τὸν καλὸν δρόμον τοῦ παιδός, ἐδόξαζον τὸν Θεόν.
Ἱκανῶς οὖν παιδευθείς, καὶ τῆς πατρῖδος ἀπαναστάς, καταλαμβάνει τὸ ὄρος τῆς Συρικῆς, καὶ εὑρῶν γέροντα ἐκεῖσε τίμιον, παῤ αὐτοῦ λαμβάνει τὸ Ἀγγελικὸν σχῆμα. Καὶ τὸν βίον ἐκείνου λιπόντος, τὴν Βόνισσαν καταλαμβάνει, πάσῃ σκληραγωγίᾳ καὶ ἀσκήσει ἑαυτὸν καθυποβάλων. Ἐπεὶ δὲ ὁ τῆς Ἐκκλησίας Ἀμαστρίδος Πρόεδρος ἀπεβίω, καὶ μὴ βουλόμενος, ἀνάγεται οὗτος ὁ Ἅγιος εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον, ὡς λύχνος ἐπὶ τὴν λυχνίαν, ψήφῳ θείᾳ καὶ συμφωνίᾳ ἱερέων.
Ἀπαράντος δὲ αὐτοῦ τῆς Βασιλευούσης, καὶ τὸν αὐτοῦ θρόνον καταλαβόντος, ὁμοῦ πάντα ἐτελεῖτο καὶ ἐσπουδάζοντο, διατάξεις ἱεραί, εὐκοσμία τοῦ Βήματος, κατάστασις τοῦ ἱερατικοῦ συστήματος, ὀρφανῶν καὶ χηρῶν προστασία καὶ πτωχοτροφία, χρεῶν ἀποκοπαί, δὲ και θεοσημεῖαι, καὶ τεράστια παντοῖα τελούμενα δι’ αὐτοῦ. Οὕτω καλῶς τὸν βίον περάνας, τῶν τῇδε μετέστη, ἐν εἰρήνῃ το πνεύμα τῷ Θεῷ ἀποδούς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἀπὸ Σχολαστικῶν.
Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης,
Καὶ τῶν μακρῶν σου νῦν σχολὴν ἄγεις πόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ζαχαρίου, Πατριάρχου Ἱεροσολύμων.
Μακάριος εἶ καὶ θανὼν Ζαχαρία,
Ζαχαρία πρόεδρε γῆς μακαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Ἀνδρέου καὶ Ἀνατολίου, μαθητῶν τοῦ Μεγάλου Εὐθυμίου.
Εὐθυμίῳ, δυὰς τῶν Πατέρων προσῆλθε,
Καὶ ἐξ’ αὐτοῦ τῶν Ἀγγέλων ἔλαβαν σχῆμα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ'. Τοὺς ἐν καμίνῳ.
 Τῶν αἱρετιζόντων τὸν πόλεμον, ἐν ὁπλομαχίᾳ τοῦ Πνεύματος, σοφὲ τροπωσάμενον, ἐν βραβείοις ἀφθάρτοις Χριστός σε κατέστεψε.
Μάχαιρα ὀξεῖα τοῦ στόματός σου, κατὰ ἀσεβῶν Πάτερ δέδεικται, ὑπὸ χεῖρα τοῦ λόγου σκεπομένη, ὡς τούτων τὸν πόλεμον θραύσαντος.
Τῶν δογμάτων σου πτύῳ ἀπέῤῥιψας, τὴν Ἀρείου πλάνην ὡς ἄχυρον, εἰς τὰς ἐμψύχους Πάτερ ἀποθήκας, συνάγων τὸν σῖτον τῆς πίστεως.
Θεοτοκίον
Τὴν Θεοτόκον πάντες τιμήσωμεν, ὅτι τὸν Σωτῆρα ἐκύησεν, ἐν πίστει κραυγάζοντες· Χαῖρε Μήτηρ καὶ δούλη, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

ᾨδὴ η'. Τὸν μόνον ἄναρχον.
Ῥάβδῳ σοφίας σου, τῆς γραφῆς διασχίσας τὸ θεῖον πέλαγος, Χριστοῦ Ἱεράρχα, διεβίβασας πρὸς γῆν Ορθοδοξίας, τὸν νέον Ἱσραήλ, τοὺς ἀρειομανίτας, ὡς Αἰγυπτίους πνίξας.
Ἐξ οὐρανίου σὺ καταβὰς θεωρίας, ἐπὶ τὸν πύργον τῆς Χαλάνης Ἀρείου, συνέχεας γλώσσας αἱρετιζούσας, Εὐστάθιε σοφέ, ὁμόφωνον τὴν πίστιν, κηρύττων εἰς αἰώνας.
Ὁμολογίᾳ σου Πάτερ ὑπὲρ τῆς ἀληθείας, εἰς τὰ πρὸς δύσιν τὴν ζωὴν καταλήξας, ἀνέτειλας πάλιν εἰς τὰ Ἑῶα, τῇ ποίμνῃ σου σοφέ, ἀκτῖνας εὐσεβείας ἐκλάμπων εἰς αἰῶνας.
Θεοτοκίον
Τὸν πλαστουργήσαντα τὸν Ἀδὰμ κατ’ εἰκόνα, καὶ ἐκ φυράματος αὐτοῦ προελθόντα, καὶ σώσαντα τῶν ἀνθρώπων τὸ γένος, ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Τὴν ὑπὲρ φύσιν Μητέρα.
Τὸν ἐν τῷ γράμματι βότρυν, δογματικῶς ἀποθλίψας, ἐπότισας τοὺς πιστούς, οἶνον Πάτερ τῆς ἀληθείας Χριστοῦ, καρδίας τὸν εὐφραίνοντα.
Ῥομφαίαν δίστομον φέρων, τὴν θεολόγον σου γλῶτταν, ἀνεῖλες τὴν πονηρὰν Ἀρείου λύσσαν, ἀθῶον καὶ ψυχικὸν αἷμα Ὅσιε ἐκχέουσαν.
Κλητὴν ἁγίαν ἡμέραν, τὴν παναγίαν σου μνήμην, τελοῦντες πνευματικῶς σὲ δυσωποῦμεν· ἱκέτευε ἐκτενῶς Ἱεράρχα, τοῦ σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Τὴν ἐν γαστρὶ συλλαβοῦσαν, τὸν ἀπερίγραπτον Λόγον, καὶ πύλην θείας ζωῆς ἡμῖν φανεῖσαν, τὴν ἄχραντον ἀληθῶς, Θεοτόκον μεγαλύνομεν.
 ***
 

Ἕτερος Κανών.

ᾨδὴ α’. Ἦχος βαρύς. Τῷ συνεργήσαντι Θεῷ.

Τὴν τῶν Πατέρων κορυφήν, ὡς τοῦ Λόγου τὴν χάριν ἀναδησάμενον, τὸν μέγαν Εὐστάθιον, ᾠδαῖς ἀνευφημήσωμεν.

Πρόμαχος πίστεως φανείς, τὴν Χριστοῦ Ἐκκλησίαν ἀπολιόρκητον, πολέμου αἱρέσεως, διεφύλαξας Ὅσιε.

Στόμα τοῦ Λόγου γεγονώς, ἐξηρεύξω δογμάτων πέλαγος Ὅσιε, ἐν ᾧ κατεπόντισας, Ἀρείου τὴν ἀσέβειαν.

Ἐπιτελοῦντες ἐν ᾠδαῖς, τὴν ἁγίαν σου μνήμην σήμερον Ὅσιε, πιστῶς εὐφραινόμεθα, δοξάζοντες Χριστὸν τὸν Θεόν.

Θεοτοκίον.

Ἡ διὰ λόγου ἐν σαρκί, ὑπὲρ λόγον τεκοῦσα τὸν ἀρχηγὸν τῆς ζωῆς, Παρθένε ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ β΄. Πρόσεχε, οὐρανέ· φθέγξομαι.

Τῷ ῥεύματι, τῆς εὐλάλου σου γλώττης, Πάτερ ἀπέκλισας ἐκ βορβορώδους, τὴν Ἐκκλησίαν δυσσεβείας, καὶ ἀπέδειξας ἄσπιλον.

Ἐξώρισας, ἀπὸ τῆς Ἐκκλησίας, τὴν χριστεπίβουλον Ἀρείου λύσσαν, ὑπὲρ τῆς ἀληθείας Πάτερ, ἀποσκορακιζόμενος.

Τὴν ὕπαρξιν, ἐκ Πατρὸς ἀϊδίως, τρανῶν τοῦ μονογενοῦς τῶν ἑκατέρων, προσώπων μίαν φύσιν, Πάτερ ἐκήρυττες.

Ἐστήριξας, τὴν Χριστοῦ Ἐκκλησίαν,  ὅρῳ τῆς πίστεως τὸ τῆςΤριάδος, ἱεροφάντορ, διαγράψας μυστήριον.

Θεοτοκίον.

Πεπλήρωνται, ἐπὶ Σοὶ Θεοτόκε, τῶν Προφητῶν αἱ φωναί· ἐκ Σοῦ γὰρ  Λόγος, Πατρὸς ἀνάρχου, ἐν σαρκὶ ἐπεδήμησεν.

 

ᾨδὴ γ΄. Ἐστερεώθη ἡ καρδία μου.

Ῥομφαίαν Πάτερ, σὺ σπασάμενος ἀληθείας, ἐδείχθης, εὐσεβείας ἀρχιστράτηγος, ὑπεναντίους τῆς πίστεως, ἐκκέντησας Εὐστάθιε.

Ἐνθέως, γεωργήσας τὴν Ἐκκλησίαν, δρεπάνῳ, τῶν δογμάτων σου μακάριε, τοὺς ἐν αὐτῇ τῶν αἱρέσεων, ἀπεξέτεμες σκόλοπας.

Πρωτεύων, τοῦ συλλόγου τῆς  ἀληθείας, τὸν ὄντως, ἀρχηγὸν τοῦ ψεύδους Ἄρειον, θεομάκαρ ἐπάταξας, λιθασμῷ τῶν δογμάτων σου.

Θεοτοκίον.

Ἐτέχθης, ἐκ Παρθένου ἀνερμηνεύτως, ἐφάνης, ὡς εὐδόκησας Σωτὴρ ἡμῶν,  καὶ τὸν κόσμον ἐφώτισας, πολυέλεε Κύριε.

 

Κοντάκιον. Ἦχος πλ. α΄. Χορὸς ἀγγελικός.

Ὁμότιμον Πατρί, δογματίζων τὸν Λόγον, Πατέρων φωταυγής, κορυφαῖος ἐγένου, καὶ Ἄρειον ἐβύθισας, ἀληθῶς τὸν φρενόπληκτον, καὶ ἐφώτισας τῶν εὐσεβῶν διανοίας· ὅθεν σήμερον χαρμονικῶς σε τιμῶμεν, Εὐστάθιε ἔνδοξε.

ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανὸς Χριστὲ ὁ Θεός.

Τῆς γνώσεως τοῦ Χριστοῦ τὸν ἄνθρακα, ἐν τοῖς χείλεσί σου φέρων, ἐμπυρισμὸν ἀσεβείας, εἰργάσω παμμακάριστε.

Τῆς πίστεως συγκροτῶν τὰ τρόπαια, ἐν τοῖς βέλεσι τῶν λόγων, τὸν ἀσεβῆ θεοφρόνως, καθεῖλες Πάτερ Ἄρειον.

Τῶν φθόγγων σου ἡ λαμπὰς ὡσεὶ ἀστραπή, ἐξελθοῦσα τοῦ Ἀρείου, θεομανίαν ἀνεῖλεν, Εὐστάθιε θεόσοφε.

Τοὺς χάρακας ὑποθεὶς τῶν λόγων σου, ἀνεδήσω θεοπλόκως, ὡς ἀμπελῶνα Κυρίου, τὴν Ἐκκλησίαν Ὅσιε.

Θεοτοκίον.

Ἱκέτευε τὸν ἐκ Σοῦ τεχθέντα Θεόν, Παναγία Θεοτόκε, ἐκ τῶν κινδύνων ῥυσθῆναι, ἡμᾶς τοὺς ἀνυμνοῦντάς Σε.

Θεοτοκίον.

Ἐκύησας ἐν σαρκὶ Παρθένε ἁγνή, τὸν πρὸ Σοῦ ἄναρχον Λόγον, καὶ μετὰ Σὲ ὑπὲρ λόγον, ἐκ Σοῦ ἐνανθρωπήσαντα.

 

ᾨδὴ ε΄. Ὀρθρίζει τὸ πνεῦμά μου.

Ἱστῶντες χοροστασίας πνευματικάς, ἑορτάσωμεν ὡς ἐτήσιον χρέος, τοῦ Ἱεράρχου σήμερον, τὸ ἱερὸν μνημόσυνον.

Τὸν ζόφον μειώσας τῶν αἱρέσεων, ἐξανέτειλας εἰς τὰ πέρατα πάντα, ἀκτῖνας τῶ θαυμάτων σου, Εὐστάθιε μακάριε.

Τοῖς ὅπλοις φραττόμενοι Εὐστάθιε, τῶν δογμάτων σου τὰς ἐπανισταμένας, κατὰ τῆς θείας πίστεως, αἱρέσεις ἐκτρεπόμεθα.

Θεοτοκίον.

Τὸν Λόγον συνέλαβες ἐν μήτρᾳ Σου, Παρθένε ἁγνή· διὸ πάντες εὐσεβῶς, δοξάζομέν Σε πάναγνε, ὡς τεῖχος τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον.

Παρθένε μὴ παύσῃ ἱκετεύουσα Θεόν, τὸν ἐκ Σοῦ σαρκωθέντα ἐν γαστρί, λυτρώσασθαι τοὺς δούλους Σου, ἐκ πάσης περιστάσεως.

 

ᾨδὴ στ΄. Ὁ Ἰωνᾶς, ἐκ κοιλίας ᾍδου.

Τῶν λόγων σου, θεοπνεύστῳ γαλήνῃ, κατέπαυσας ζάλην αἱρετιζόντων, εἰς ὅρμον εὐσεβείας, τὴν Ἐκκλησίαν καθορμῶν παμμακάριστε.

Ἀπέῤῥιψας, εἰς δογμάτων σου βάθη, τὴν Ἀρείου φαραώφρονα μάχην, ἀναβάτας τριστάτας, τοὺς ὑπ’ αὐτὸν ὑπασπιστὰς ἀποπνίξας σοφέ.

Ἐν ἀρετῇ, ἀπροσίτῳ ὑπάρχων, ὁ Ὅσιος περιδέξιος ὤφθη, διὰ λόγου καὶ βίου, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἐγκαλλώπισμα.

Θεοτοκίον.

Ὃν ἔτεκες, Θεοτόκε ἀνερμηνεύτως, Θεὸν ἡμῶν δυσωποῦσα μὴ παύσῃ, ῥυσθῆναι ἐκ κινδύνων, τοὺς ὑμνοῦντάς Σε ἁγνὴ ἀειπάρθενε.

 

 

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ Παῖδας.

Τῶν αἱρετιζόντων μακάριε, ἐν ὁπλομαχίᾳ τοῦ πνεύματος, ἐκτρέψας τὸ σύστημα, ἀνεπλέξω τῆς νίκης, τὸν ἔνθεον στέφανον.

Σαλπίζων τῇ τῶν λόγων σου σάλπιγγγι, στῖφος ἀσεβῶν καταπτοεῖς, τοὺς δὲ Χριστοῦ μαθητάς, συνεγείρεις παλαίειν, λογικῶς Εὐστάθιε.

Μάχαιρα ὀξεῖα ὁ λόγος σου, κατὰ ἀσεβῶν Πάτερ σοφέ, ἐκτέθειται ὡς χειρός, τοῦ Λόγου καὶ τὸν τούτων, πόλεμον θραύεις.

Τῷ τῶν δογμάτων πτύῳ ἀπέῤῥιψας, τοῦ Ἀρείου πλάνην ὡς ἄχυρον, εἰς τὰς ἐμψύχους Πάτερ ἀποθήκας, συνάγων τὸν σῖτον τῆς πίστεως.

Θεοτοκίον.

Τὴν Θεοτόκον πάντες τιμήσωμεν, ὅτι τὸν Σωτῆρα τοῦ παντός, κυήσασα πάντας, ἐνίσχυσε κραυγάζειν· χαῖρε μόνη Δέσποινα.

Θεοτοκίον.

Τὴν τοῦ Θεοῦ Μητέρα τὴν ἄχραντον, Παρθένον μετὰ τόκον ὑμνήσωμεν, ἐν πίστει κραυγάζοντες· Θεοτόκε, δυσώπει τοῦ σωθῆναι τοὺς δούλος Σου.

 

ᾨδὴ η΄. Τὸν μόνον ἄναρχον.

Ῥάβδῳ σοφίας σου, τῆς Γραφῆς διασχίσας, τὸ θεῖον πέλαγος Χριστοῦ Ἱεράρχα, διεβίβασας, πρὸς γῆν Ὀρθοδοξίας, τὸν νέον Ἰσραήλ, τοὺς Ἀρειομανίτας, ὡς Αἰγυπτίους πνίξας.

Ἐξ οὐρανίου σου, καταβὰς θεωρίς, ἐπὶ τὸν πύργον τῆς λαλάνης Ἀρείου, συνέχεας, γλώσσας αἱρετιζόντων, Εὐστάθιε σοφέ, ὁμόφρονα δὲ πίστιν, κηρύττειν εἰς αἰῶνας.

Ὁμολογίᾳ σου, ὑπὲρ τῆς ἀληθείας, εἰς τὰ πρὸς Δύσιν τὴν ζωὴν καταλλάξας, ἀνέτειλας, πάλιν εἰς τὰ ἑῷα, τῇ ποίμνῃ σου σοφέ, ἀκτῖνας εὐσεβείας, ἐκλάμπων εἰς αἰῶνας.

Θεοτοκίον.

Τὸν μόνον ἄναρχον, προαιώνιον Λόγον, τὸν ἐκ Παρθένου τεχθέντα ἀσπόρως, καὶ σώσαντα, τῶν ἀνθρώπων τὸ γένος, ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸ κέρας ὕψωσον, τοῦ λαοῦ Σου οἰκτίρμων, τῶν ἀπειθούντων τε τυράννων τὸ θράσος, κατάβαλε, διὰ τῆς Θεοτόκου, τὰς νίκας βασιλεῖ, διδοὺς τῷ φιλοχρίστῳ, Χριστὲ ὡς εὐεργέτης.

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Τὴν ὑπὲρ φύσιν Μητέρα.

Τὸν ἐν τῷ γράμματι βότρυν, δογματικῶς ἀποθλίψας, ἐπότισας τοὺς πιστούς, τὸν οἶνον Πάτερ τῆς ἀληθείας Χριστοῦ, τὰς καρδίας τὸν εὐφραίνοντα.

Ῥομφαίαν δίστομον φέρων, τὴν θεολόγον σου γλῶτταν, ἀνεῖλες τὴν πονηράν, Ἀρείου δόξαν ἀθῶον καὶ ψυχικόν, αἷμα Ὅσιε ἐκχέουσαν.

Κλητὴν ἁγίαν ἡμέραν, τὴν παναγίαν σου μνήμην, τελοῦντες πνευματικῶς, σὲ δυσωποῦμεν ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Ἐν κροσσωτοῖς Θεομῆτορ, κεχρυσωμένοις ἐδέιχθης, ὑπὸ Προφήτου Δαυΐδ, πεποικιλμένη καὶ πύλη ὡς ἀληθῶς, σωτηρίας ἀνεδείχθης ἡμῖν.

Θεοτοκίον.

Ἡ ἐν γαστρὶ συλλαβοῦσα, τὸ ἀπερίληπτον Λόγον, καὶ τοῦτον ἄνευ σπορᾶς, ἡμῖν τεκοῦσα ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου