ΑΠΡΙΛΙΟΣ ΙΔ΄!!
ΘΩΜΑΪΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος πλ. δ΄.
Αἱ ἀγγελικαί.
Σώφρονα
ζωήν, ἐν εὐθύτητι καρδίας, ἔχουσα σεμνή, ὡς θεράπαινα Κυρίου, ἐτύθης θεοφρόνως
Θωμαΐς ἀξιάγαστε, ὑπὲρ τῆς ἀμέμπτου σωφροσύνης, καὶ τῶν Μαρτύρων ταῖς χορείαις,
λαμπρῶς ἠρίθμησαι, μεθ’ ὧν ἱκέτευε ἀεί, ὑπὲρ τῶν τιμώντων σε.
Γνοῦσα
τοῦ ἐχθροῦ, τοῦ δυσώδους τὴν μανίαν, ἔστης ἀνδρικῶς, ἐν τῇ στάσει τῇ ἁγίᾳ, καὶ
ῥείθροις τῶν τιμίων καὶ ἁγίων αἱμάτων σου, τοῦτον κατεπόντισας Ἁγία· οὗ τῆς
ἀπάτης ἀνωτέρους, ἡμᾶς φύλαττε, ταῖς πρὸς Χριστὸν ὦ Θωμαΐς, θερμαῖς ἱκεσίαις
σου.
Γέροντος
σεμνή, τὴν φαυλότητα φυγοῦσα, ὅλῳ τῷ νοΐ, ἀτενίζουσα Κυρίῳ, ὑπήνεγκας ἀνδρείας
τὴν σφαγὴν καὶ τὸν θάνατον, καὶ Χριστῷ παρέστης μετὰ δόξης, οὗ τὰς ἐλλάμψεις
καθορῶσα, ἀεὶ πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς, Θωμαΐς τιμώντων σε.
Ῥῦσαι
λογισμῶν, ῥυπαρῶν καὶ ἀκαθάρτων, τοὺς εἰλικρινῶς, προσιόντας σοι Ἁγία, καὶ
δίωκε λιταῖς σου τὸν παμβέβηλον δράκοντα, ἀφ’ ἡμῶν θερμῶς σε δυσωποῦμεν, ἐν
καθαρότητι τηροῦσα, ἡμῶν πάντοτε, καὶ τὴν καρδίαν καὶ τὸν νοῦν, Θωμΐς δεόμεθα.
Δόξα.
Ἦχος α΄.
Μαρτυρικῶν
ἐπάθλων ἠξίωσαι, ὑπὲρ τῆς σωφροσύνης σφαγιασθεῖσα, στεῤῥοτάτῃ ψυχῇ, Θωμαΐς
ἀξιάγαστε· ἀκολάστῳ γὰρ γέροντι, ἀντιστᾶσα ἐμφρόνως, νικηφόρος ἀνέδραμες, πρὸς
οὐρανίους θαλάμους· ἐν οἷς περιχορεύουσα, ῥύου ἡμᾶς τῶν τοῦ δυσώδους ἐχθροῦ
προσβολῶν, καὶ πρέσβευε Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Θῦμα
θεοπρεπές, προσήχθης τῷ Κυρίῳ, ὑπὲρ τῆς σωφροσύνης, σεμνὴ σφαγιασθεῖσα, καὶ
θείας δόξης ἔτυχες.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Χαίροις
ὦ Θωμαΐς, ἰσότιμε Μαρτύρων, καὶ σύσκηνε Ἀγγέλων, μεθ’ ὧν ἀεὶ δυσώπει, ὑπὲρ τῶν
εὐφημούντων σε.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.
Πόῤῥω
τοῦ δυσμενοῦς, τὰς πονηρὰς ἐννοίας, δίωκε μακαρία, καὶ καθαρὸν τὸν νοῦν μου,
συντήρει τῇ σῇ χάριτι.
Δόξα.
Τριαδικόν.
Δόξαν
τὴν ὑπὲρ νοῦν, Τριάδος τῆς Ἁγίας, ὦ Θωμαΐς ὁρῶσα, δίδου μοι ταῖς λιταῖς σου,
οὐράνια νοήματα.
Καὶ
νυν. Θεοτοκίον.
Μήτηρ
ὡς ἀληθῶς, ἐδείχθης τοῦ Σωτῆρος, καὶ ἔμεινας παρθένος, ἁγνὴ ὡς πρὸ τοῦ τόκου· ὢ
δόξης Σου πανάχραντε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως
Στήλη
ἔμψυχος, τῆς σωφροσύνης, καὶ ὑπόδειγμα, καθαροῦ βίου, ἀνεδείχθης Θωμαΐς
ἀξιάγαστε, το γὰρ σὸν αἷμα προθύμως ἐξέχεας, ὑπὲρ αγνείας αἰσχύνας τὸν
δράκοντα· διὸ πρέσβευε Χριστὸν τὸν Θεὸν πανεύφημε, δωρήσασθαι τὸ μεγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακὸς καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς καὶ γ’ τῆς Ἁγίας. Ἦχος β΄. Ὅτε ἐκ
τοῦ ξύλου.
Δεῦτε
καθαρθῶμεν ἀδελφοί, καὶ τῆς καθαρᾶς Θωμαΐδος, τὴν ἱερὰν καὶ σεπτήν, μνήμην
ἐκτελέσωμεν, χαρμονικῶς ἐν ᾠδαῖς, σωφροσύνης γὰρ ἕνεκα, βιαίῳ θανάτῳ, ἑαυτὴν
ἐξέδωκεν, διὰ τὴν πάντων ζωήν· ὅθεν, καὶ στεφάνῳ τῆς νίκης, ὁ Δεσπότης ἔστεψεν
ἧς περ, κάραν τὴν ἁγίαν ἀσπασώμεθα.
Δεῦτε
μοναζόντων ὁ χορός, τῆς τοῦ ἱεροῦ καὶ Ἁγίου, Διονυσίου Μονῆς, κάραν ἀσπασώμεθα
τὴν χαριτόβρυτον, Θωμαΐδος κραυγάζοντες· ἱκέτευε Μάρτυς, τὸν τῶν ὅλων Κύριον,
ῥῦσαι αἰσχρῶν λογισμῶν, πάντας, τοὺς πιστῶς σε τιμῶντας, καὶ ἐπιτελοῦντάς σου
πόθῳ, μνήμην τὴν σεπτὴν ἀξιοθαύμαστε.
Ὅτε
σου ὁ βάσκανος ἐχθρός, ἔσπευσε δολίως συλῆσαι, τὴν σωφροσύνην ἁγνή, τότε
εὐτολμότατα, ἀντεπολέμησας, ἐν γενναίῳ φρονήματι, καὶ θανατωθεῖσα, σωφροσύνης
ἔνεκα, τὸ στέφος εἴληφας, ὄντως, τὸ ἀμάραντον ὅθεν, σοῦ τὴν κάραν πλουτοῦντες,
εὐλαβῶς αὐτὴν κατασπαζόμεθα.
Δόξα.
Ἦχος α΄.
Οὐράνια
σκηνώματα, καὶ ὑπερκόσμιαι χορεῖαι, τὸ πνεῦμά σου χαρμοσύνως ὑπεδέξαντο, Θωμαΐς
ἀξιάγαστε, ὡς γὰρ ἁγνὴ περιστερά, σωφροσύνης πτέρυξιν,
ἑκατέρωθεν πτερωθεῖσα, τῇ φασγάνου τομῇ, ἀνέπτης γηθομένη, πρὸς καλιὰς οῤανίους, τὸ σῶμά σου καθαρὸν φυλάξασα, ἀκολασίας ἀσυνέτου γέροντος, σωφροσύνης ἄγαλμα φανεῖσα ἔμψυχον, Ἀλεξάνδρειαν ἐξέπληξας, τῷ καρτερῷ τῆς ἀνδρείας σου, τὸν πεπαλαιωμένον τῇ κακίᾳ αἰσχύνασα· διὸ καὶ οὐρανῶν Βασιλείας ἠξίωσαι, ἐν ᾗ χοροβατοῦσα μέμνησο ἡμῶν τῶν τιμώντων σε, παθῶν τῆς ἀτιμίας, ῥυσθῆναι εὐπροσδέκτοις πρεσβείαις σου.
ἑκατέρωθεν πτερωθεῖσα, τῇ φασγάνου τομῇ, ἀνέπτης γηθομένη, πρὸς καλιὰς οῤανίους, τὸ σῶμά σου καθαρὸν φυλάξασα, ἀκολασίας ἀσυνέτου γέροντος, σωφροσύνης ἄγαλμα φανεῖσα ἔμψυχον, Ἀλεξάνδρειαν ἐξέπληξας, τῷ καρτερῷ τῆς ἀνδρείας σου, τὸν πεπαλαιωμένον τῇ κακίᾳ αἰσχύνασα· διὸ καὶ οὐρανῶν Βασιλείας ἠξίωσαι, ἐν ᾗ χοροβατοῦσα μέμνησο ἡμῶν τῶν τιμώντων σε, παθῶν τῆς ἀτιμίας, ῥυσθῆναι εὐπροσδέκτοις πρεσβείαις σου.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ
φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς
ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ
αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς
γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ
γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ
ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς
ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ
δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος
γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ
καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Τὴν
ὁδὸν τῆς ἀληθείας, εὐσεβῶς βαδίζουσα, τοῦ ἐχθροῦ τὰ σκῶλα διέδραμες, θεολήπτῳ
ψυχῇ, Θωμαΐς μακαρία· χείλεσι γάρ σοι προσβαλών, ἀσυνέτου γέροντος, ὑπὸ σοῦ εἰς
τέλος ἀπεκρούσθη καὶ πέπτωκεν ὁ ἀρχαῖος δράκων· σὺ δὲ μαρτυρικοῖς φοινιχθεῖσα
αἵμασι, τῆς ἀθανάτου ζωῆς τὸ διάδημα, ἐκ χειρὸς ἐδέξω τοῦ Κυρίου σου· ᾧ ἐν δόξῃ
παρεστῶσα, πρέσβευε δεόμεθα, καλλιμάρτυς ἔνδοξε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
β΄.
Δεῦτε
μοναζόντων τὸ στίφος, εἰς ἓν συνελθόντες, ᾀσμάτων ἄνθεσι τερπνοῖς τὴν τῆς
σωφροσύνης στήλην, Θωμαΐδα τὴν πάνσεμνον, μελῳδικῶς εὐφημήσωμεν· αὕτη γὰρ
ἑαυτὴν εἰς θάνατον δέδωκεν, ὑπὲρ ἁγνείας σώματος, καὶ τὸ τῆς νίκης βραβεῖον
λαβοῦσα, ἐν οὐρανοῖς σὺν Ἀγγέλοις ἀγάλλεται, αἰτοῦσα τοῖς τιμῶσιν αὐτὴν
ἁγιασμόν, σωφροσύνην καὶ μέγα ἔλεος.
Ἦχος
γ΄.
Σὲ
τὴν ἄσπιλον ἀμνάδα, Θωμαΐδα τὴν πάνσεμνον, εὐφημοῦντες βοῶμέν σοι ἐννοιῶν
ἀκαθάρτων εὐχαῖς σου ἀπάλλαξον, ὡς τὴν χάριν ταύτην πλουτήσασα, παρὰ Χριστοῦ
τοῦ σὲ δοξάσαντος.
Ἦχος
δ΄.
Τῶ
θείῳ φόβῳ φραττομένη, τὰ κατὰ σοῦ βέλη τοῦ πονηροῦ, σοφῶς ἀπεκρούσε, Θωμαΐς
ἀξιάγαστε· καὶ τὸ θεῖόν σου σκῆνος, μαρτυρικῇ λαμπρυνθὲν χάριτι, χερσὶν ὁσίαις
κεκόμισται, καὶ θήκαις ἁγίαις κατετέθη, ἀναβλύζον μυστικῶς ἀπαλλαγὴν ἐκτόπων
ἐννοιῶν, καὶ ῥυόμενον σαρκικῶν πυρώσεων, τοὺς τὴν σὴν ἐκζητοῦντας ἀντίληψιν.
Δόξα.
Ἦχος πλ. α΄.
Πόθῳ
θείῳ τρωθεῖσα τὴν ψυχήν, Θωμαΐς ἀξιΰμνητε, ἐν σεμνότητι βίου σεαυτὴν ἐτήρησας,
καὶ τὰ τοῦ πλάνου θήρατρα ἐξέφυγες, τὸ ἀναιδὲς γερόντιον ἀποβαλοῦσα, τὴν σφαγὴν
ἐκαρτέρησας, καὶ πορφύραν ἐρυθρὰν τοῦ αἵματος ἐνδυσαμένη, στεφανηφόρος εἰς
οὐρανοὺς ἀνέδραμες, τῇ λαμπρότητι τῆς ἁγνείας φαιδρυνομένη, ἧς καὶ ἡμᾶς μιμητὰς
γενέσθαι ἱκέτευε, δυσωποῦμέν σε, τοὺς ἐτησίως τελοῦντας τὴν ἁγίαν καὶ σεβάσμιον
μνήμην σου.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, πῶς τὸν τὴν Εὔαν τὸ πρίν, ἐν Ἐδὲμ ἀπατήσαντα, ὄφιν
σκολιώτατον, Θωμαΐς ἡ πανεύφημος, ὥσπερ στρουθίον οἰκτρὸν κατέβαλλες, τὰς
πανουργίας αὐτοῦ νικήσασα, καὶ καταισχύνασα τούτου μηχανήματα, καὶ πρὸς Χριστοῦ
στέφανον ἀπείληφεν, ὄντως ἀμάραντον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Μάρτυς
Θωμαΐς πανθαύμαστε, σὺ τὸν τῶν ὅλων Θεόν, Ἰησοῦν τὸν θεάνθρωπον, ὁλικῶς
ποθήσασα, ἡδονῶν κατεφρόνησας, καὶ σωφροσύνης κάλλος ἐτήρησας, σφαγὴν ὑπέμεινας
ἀνδρικώτατα· ὦ καρτερίας σου καὶ τῆς σωφροσύνης σου ὡςἀληθῶς, δι’ ὧν τὴν
οὐράνιον εὗρες ἀπόλαυσιν.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.
Πόθῳ,
συνελθόντες σήμερον, σοῦ τὴν φαιδρὰν ἑορτήν, Θωμαΐς ἑορτάζομεν, τὰ τῆς
ἀριστείας σου, συγκροτοῦντες τεράστια, καὶ εὐφημοῦντες τὰ σὰ παλαίσματα,
ὑπερθαυμάζοντες σωφροσύνην σου, κάλλος ἀμήχανον· ὅθεν δυσωποῦμέν σε ὑπὲρ ἡμῶν,
πρέσβευε δεόμεθα τῶν εὐφημούντων σε.
Δόξα.
Ἦχος δ΄.
Σήμερον
συγκαλεῖται ἡμᾶς, Θωμαΐς ἡ ἀοίδιμος, πρὸς ἑστίασιν πνευματικήν, δεῦτε οὖν
φιλέορτοι πάντες, πνευματικῶς εὐφρανθῶμεν καθαρθέντες τῷ νοΐ, φαιδραῖς στολαῖς
τῆς ἁγνείας ἀγλαϊζόμενοι, αὕτη γὰρ ὑπὲρ σωφροσύνης τὸ αἷμα ἐξέχεε, σωφροσύνης
ὑπόδειγμα ἡμῖν παρασχοῦσα καὶ τὴν τιμίαν αὐτῆς κάραν προτιθεμένη, εἰς ἁγιασμὸν
τοῖς εὐλαβῶς, αὐτὴν ἀσπαζομένης, πρεσβεύουσα δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως
Στήλη
ἔμψυχος, τῆς σωφροσύνης, καὶ ὑπόδειγμα, καθαροῦ βίου, ἀνεδείχθης Θωμαΐς
ἀξιάγαστε, το γὰρ σὸν αἷμα προθύμως ἐξέχεας, ὑπὲρ αγνείας αἰσχύνας τὸν
δράκοντα· διὸ πρέσβευε Χριστὸν τὸν Θεὸν πανεύφημε, δωρήσασθαι τὸ μεγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει
πάντα νοῦν, τῆς σῆς ἀνδρείας τὸ στεῤῥόν, καλλιμάρτυς τοῦ Χριστοῦ, καὶ στεφηφόρε
Θωμαΐς, γενναιοφρόνως κατήσχυνας τοῦ βελίαρ, τελέσασα καλῶς τὸ θεῖον στάδιον·
διὸ πιστῶς τελοῦμέν σου τὴν μνήμην τὴν ἱερὰν ἀξιάγαστε, Χριστον δυσώπει, ὑπὲρ
τῶν πόθῳ εὐφημούντων τὰ ἄθλα σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τιμῶμεν
τὴν σεπτήν, καὶ ἁγίαν σου μνήμην, σεμνὴ περιστερά, Θωμαΐς στεφηφόρε, τὸ αἷμα
γὰρ ἐξέχεας, ὐπὲρ τῆς σωφροσύνης σου· ὅθεν ἔλαβες, παρὰ Κυρίου τὴν χάριν,
σαρκικῶν παθῶν, τὴν δυσωδίαν ἐλεύνεις, τῶν πίστει τιμώντων σε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐν
ῶ φόβῳ Κυρίου πίστει θερμῇ, τὴν ζωήν σου ῤυθμίζουσα νουνεχῶς, καρπὸν
ὡριμώτατον, τῷ Δεσπότῃ προσήγαγες, κατάκαρπος ὡς φοίνιξ, τὸ ἅγιον τέλος σου,
ὑπὲρ τοῦ θείου νόμου, σφαγεῖσα θεόληπτε· ὅθεν καὶ Μαρτύρων, δεξαμένη τὸ γέρας,
ὁρᾶς τὴν λαμπρότητα, καὶ τὸ κάλλος τὸ ἄφραστον, Θωμαΐς τοῦ Νυμφίου σου,
πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.
Εὐαγγέλιον, τῶν δέκα Παρθένων.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός..
Τοῦ
παλαμναίου ἐχθροῦ, τὴν βουλὴν ἀκυρώσσασα, χερσὶν ἀφρόνως γεροντίου ἐτύθης, καὶ
ὡς θυσία ἄμωμος Χριστῷ προσηνέχθης, Θωμαΐς ἀξιάγαστε· χαίρουσα γὰρ ἐδέξω τὸν
θάνατον καὶ πρὸς ζωὴν ἀθάνατον, μεταβέβηκας πάνσεμνε· ὅθεν ῥῦσαι ἡμᾶς, ἐκ
θανάτου τοῦ τῆς ἁμαρτίας, καὶ τὴν ζωὴν ἡμῶν κατεύθυνον, τῷ φόβῳ τοῦ Κυρίου, ὡς
ἂν τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν.
Εἶτα, οἱ Κανόνες· τῆς ἑορτῆς, καὶ τῆς Ἁγίας οὗ ἡ Ἀκροστιχίς: Ὁσιομάρτυς
Θωμαΐς, σύ με σκέπε, τὸν Ἰάκωβον.
ᾨδὴ
α’. Ἦχος β΄. Δεῦτε λαοί.
Ὁ
πόθος μὲν ἄπλετος, πέλει μοι σεμνὴ Θωμαΐς, πρὸς ὕμνους σοὺς οὐκ ἔχει δὲ τὴν
ἰσχὺν δύσδρομον, ἀλλὰ καὶ σὺ ταῖς εὐχαῖς σου, ταύτην νῦν παράσχου, πλουσίως
ἄνωθεν.
Σῶμα
ψυχήν, νοῦν καὶ καρδίαν πρὸς Χριστὸν Θωμαΐς, ἔχουσα ὑπερήθλησας καὶ οὐ
προδέδωκας, σωφροσύνης τὸ κάλλος, γηραιῷ ἀκολάστῳ· διὸ τιμῶμέν σε.
Ἰὸν
ποτὲ τοῦ ἰοβόλου δράκοντος Εὔα τὸ πρίν, ἐδέξατο καὶ τέθνηκεν, ἀλλὰ σὺ πάνσεμνε,
τὴν ζωὴν ἐκληρώσω θανοῦσα ὑπὲρ κάλλους, τῆς σωφροσύνης.
Θεοτοκίον.
Ὁ
πόλον μέν, θρόνον καὶ γῆν ὑποπόδιον, ἔχων ἐν Σοὶ κεχώρισται Θεογεννήτρια, καὶ
τῆς γῆς καὶ τοῦ πόλου, Σὲ μόνην πλατυτέραν ἀῤῥήτως ἔδειξε.
ᾨδὴ
γ΄. Τῆς πίστεως ἐν πέτρᾳ.
Μοναῖς
ταῖς τοῦ Κυρίου Θωμαΐς Μάρτυς, ἐσκήνωσας τηρήσασα σωφροσύνην, καὶ στέφος
ἀμαράντινον κορυφῆς σου, σεμνὴ εἰσδέδεξαι, ὑπεραθλήσασα· ὅθεν τὴν σεβάσμιον
τελοῦμεν μνήμην σου.
Ἁγνείας
ὡραιότησι λαμπομένη, ἀΰλοις φωταυγίαις φαιδρυνομένη, ἀντέστης μέχρις αἵματος τῷ
βεβήλῳ, Θωμαΐς πάνσεμνε, Χριστῷ κραυγάζουσα· ὡς οὐκ ἔστιν ἅγιος, πλήν Σου
Κύριε.
Ῥημάτων
ἀκολάστων ἐνωτισθεῖσα, τοῦ γέροντος σωφρόνως ἀπεβδελύξω, καὶ ὅλον σου τὸν πόθον
πρὸς τὸν Δεσπότην, Θωμαΐς ἔτεινας, ᾧ καὶ ἐκραύγαζες· ὑπὲρ Σοῦ νῦν Κύριε
σφαγιάζομαι.
Θεοτοκίον.
Τίς
δύναται λαλήσαι τὰς δυναστείας, ἢ τίς ἐξιχνιάσει τὰ μεγαλεῖα; ἃ πάναγνε
εἰργάσατο ὁ Δεσπότης, ἐν Σοὶ μητράναδρε καὶ μητροπάρθενε, φρικτῶς γὰρ Μητρόθεον
ἀναδείξας Σε.
Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀσθενείᾳ
τῆς σαρκός, τὸν θρασυνόμενον ἐχθρόν, κατεπολέμησας σεμνή, καὶ τὴν τοῦ Πνεύματος
ἰσχύν, τῇ διαθέσει οὐκ ἔπεσθαι τῶν σωμάτων, ἐγνώρισας σαφῶς, σὺ Θωμαΐς τοῦ
Χριστοῦ, τὸν λόγον ἀληθῆ, τοῖς ἔργοις ἔδειξας, ἡ δύναμίς μου λέγοντος, ἐν
ἀσθενείᾳ τελειοῦται ὡς γέγραπται, ὁ ἐνισχύων, τοὺς Σοὺς Ἁγίους, φιλάνθρωπε
Κύριε δόξα Σοι.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ὑπέμεινας
τὴν σφαγὴν σωφροσύνης σου ἕνεκα, Μάρτυς ἐθελούσιος σὺ γινόμενος πανεύφημε, Θωμαΐς
ἀήττητε· ὅθεν τιμῶμέν σου μνήμην τὴν πανεύσημον, ἀξιάγαστε.
Συνέχομαι,
τρικυμίᾳ παθῶν καὶ ταράττομαι, ζάλη λογισμῶν πονηρῶν, Θωμαΐς τῆς αἰσχρότητος·
διὸ πρὸς σὲ πανένδοξε, πίστει κατέφυγον, λύτρωσιν αἰτούμενος εὑρεῖν ἀκήρατε,
ταῖς εὐχαῖς σου ὡς χάριν πλουτήσασα.
Θεράπευσον,
τῶν παθῶν μου τὸ ἄλγος πανεύφημε, Μάρτυς Θωμαΐς σεμνή, ἐκδυσωπῶ σε ὡς ἔχουσα,
χάριν διώκειν πύρωσιν, τὴν τῆς αἰσχρότητος καὶ σωφρόνως, με ζῆν ἐνδυνάμωσον.
Θεοτοκίον.
Ὡς
λιμένα σωτηρίας καὶ ὅρμον γαλήνιον, καταφυγῆς ἄχραντε, καὶ σκέπην πάντες
κεκτήμεθα, Σὺ γὰρ ταῖς πρεσβείαις Σου, ἐκ πάσης θλίψεως, σώζεις τοὺς εἰς Σὲ
καταφεύγοντας.
ᾨδὴ
ε΄. Ὁ φωτισμός.
Μῦρον
σφαγῆς, Θωμαΐς σεμνοτάτη καθυποστᾶσα, μετέβης εἰς τόπον ἔνθα ἀπέδρα ὀδύνη πᾶσα,
στεναγμός τε καὶ λύπη καὶ σταλαγμοὶ δακρύων πάνσεμνε, ἔνθα ἡ χαρὰ ἠ ἀνέκφραστος
πέφυκε.
Ἅπαντες
νῦν, Θωμαΐς τὴν σὴν μνήμην ἐπιτελοῦμεν, σέβοντες τὴν κάραν τὴν τμηθεῖσαν, ὑπὲρ
ἁγνείας σωφροσύνης τε Μάρτυς, ἱκετεύοντες ῥύειν πάνσεμνε, ῥύπου τῶν παθῶν, τῆς
αἰσχύνης πρεσβείαις σου.
Ἵνα
τῆς πρὶν, παραβάσεως Εὔας τοὺς δερματίνους τῆς φθορᾶς χιτῶνας, ἀπεκδυθείσῃ
σεμνὴ τὸ σῶμα, τῇ σφαγῇ τῇ τοῦ ξίφους, σωφροσύνης ἕνεκα δέδωκας, θανοῦσα δὲ
τούτου τὴν φθορὰν ἀπεσόβησας.
Θεοτοκίον.
Σὺ
ἐκ πολλῶν, συμπτωμάτων Παρθένε, καὶ πολυτρόπων παθῶν ἐλευθέρωσον, τῶν τοῦ βίου,
Σῇ τῇ γαλήνῃ τῇ βεβαίᾳ τοῦ κόσμου, οἱ Σοὶ δοῦλοι κράζομεν· Δέσποινα, κόπασον
τὸν σάλον, ταῖς Σαῖς παρακλήσεσι.
ᾨδὴ
στ΄. Ἤχου ῥημάτων.
Σὺ
εὐσεβείᾳ πάνσεμνε, καὶ καθαρότητι ζῶσα τὸ πρίν, οὐχ εἵλου τῇ φθορᾷ, ἀλλὰ
θανεῖν, ἠρετίσω Θωμαΐς, σωφροσύνης ἕνεκα.
Ἐν
σοὶ ποθοῦσα τὸν Κύριον, καὶ θελγομένη ἔρωτι αὐτοῦ, καὶ αὐτῷ συνεῖναι σπεύδουσα,
τὸ τῆς σφαγῆς πικρὸν ἔπιες ποτήριον.
Μόνη
προκρίνας ἀοίδιμε, διὰ Χριστὸν σφαγιασθῆναι Θωμαΐς, καὶ στεφηφοροῦσα ἔδραμες,
πρὸς οὐρανίους σκηνάς, νοητῶς χορεύουσα.
Θεοτοκίον.
Ἐλαίου
χρίσει πανάχραντε, τὴν ταπεινὴν ψυχήν μου, ταῖς πολλαῖς ἁμαρτίαις, Σαῖς λιταῖς
ἐπάλειψον, ἡ τεκοῦσα ἀγαθή, ἀγαθὸν καὶ Κύριον.
Κοντάκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
καθαρότητα, σεμνὴ ἐπόθησας, καὶ τὰ ὁρώμενα, φθαρτὰ κατέλιπες, καὶ ἐβδελύξω
ἡδονάς, καὶ γέροντος ἀναίδειαν, ἀπεσείσω πάνσεμνε, εἰς σφαγὴν ἐκαρτέρησας, ὅθεν
καὶ ἀπέλαβες, μαρτυρίου τὸν στέφανον, διὸ τὴν σὴν πάντιμον κάραν, πανευλαβῶς
ἀσπαζόμεθα.
Ὁ
Οἶκος.
Ἐπὶ
τὴν θαυμαστὴν Ἀλεξάνδρειαν σπεύδοντες, πορευθῶμεν τῷ νοΐ, καὶ ἐκεῖσε κατίδωμεν
θαῦμα μέγα τελεσθὲν καὶ ἐξαίσιον· πῶς εἰς σφαγὴν ἑαυτὴν προὔθηκε Θωμαΐς ἡ
σώφρων, νεᾶνις σύζυγος ἁπαλή, τὸν πεπαλαιωμένον κακίᾳ αἰσχύνασα· ὅθεν, ἀπὸ
ψυχῆς δάκρυα ἐκχέοντες, πρὸς αὐτὴν ἐκβοήσωμεν· παθῶν κηλίδας ἀπόσμηξον, τοὺς
τὴν σὴν πάντιμον κάραν, πανευλαβῶς ἀσπαζόμεθα.
Συναξάριον.
Τῇ
ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θωμαΐδος
Αἰῶνος
ἦρας τοῦδε τὴν Θωμαΐδα,
τὸ τῆς Γραφῆς, μέλλοντος αἰῶνος Πάτερ.
τὸ τῆς Γραφῆς, μέλλοντος αἰῶνος Πάτερ.
Τῇ
δεκάτῃ τετάρτῃ Θωμαΐς γῆθεν εἰς πόλον ἤρθη.
Ἡ
Ἁγία αὕτη Θωμαΐς, ἐγεννήθη ἐν Ἀλεξανδρείᾳ, καὶ ὑπὸ τῶν γεννητόρων αὐτῆς καλῶς
ἀνατραφεῖσα, καὶ παιδευθεῖσα, συνεζεύχθη ἀνδρί, καὶ ἐν τῇ τοῦ ἀνδρὸς οἰκίᾳ
εὐνοϊκῶς διακειμένη, καὶ τὰ καθ’ ἑαυτὴν τὴν σωφρόνως καὶ κοσμίως διάγουσα. Ἐπεὶ
δὲ συνδιῆγε σὺν τῷ ὁμοζύγῳ, καὶ ὁ κατὰ σάρκα πατὴρ τοῦ νεανίσκου, ὁ καὶ τὴν
κόρην νύμφην ἐπαγόμενος, τοῦ υἱοῦ αὐτοῦ μὴ εὑρεθέντος ἐν τῇ οἰκίᾳ, ὁ τῶν ψυχῶν
ὁλοθρευτὴς διάβολος, αἰσχροὺς λογισμοὺς ἐνέβαλε τῷ γέροντι κατὰ τῆς νύμφης
αὐτοῦ. Καὶ ἐβουλεύσαντο συμμιγῆναι τῇ κόρῃ, πάντα τρόπον μηχανώμενος εἰς
ἐκπλήρωσιν τοῦ οἰκείου σκοποῦ. Ἡ μακαρία Θωμαΐς, πολλὰ νουθετοῦσα καὶ
παρακαλοῦσα τὸν γέροντα. Πυρωθεὶς οὗτος, μᾶλλον δὲ ἀπὸ τοῦ δαίμονος σκοτισθείς,
τὴν σπάθην λαβὼν τοῦ υἱοῦ αὐτοῦ καὶ πλήξας τὴν κόρην καιρίως ἐδιχοτόμησεν
αὐτήν. Καὶ ἡ μὲν παρέθετο τὴν ψυχήν, καὶ Μάρτυς ὑπὲρ σωφροσύνης γέγονεν. Ὁ δὲ
γέρων, παρευθὺς τὰς ὄψεις ἀποβαλών, περιείη τὴν οἰκίαν τυφλός. Παραγενόμενοι δέ
τινες εἰς ἀναζήτησιν τοῦ υἱοῦ αὐτοῦ, εὗρον τὴν κόρην νεκρὰν κειμένην ἐπὶ τῆς
γῆς. Ὡς οὖν εἶδον ταῦτα, καὶ τὸν γέροντα ἔνθεν κᾀκεῖθεν περιφερόμενον καὶ
πλανώμενον, ἐπυνθάνοντο, τί τὸ ὁρώμενον. Τοῦ δὲ τὴν ἀλήθειαν ἀνακαλύψαντος, καὶ
αὐτόχειρα τοῦ φόνου ἑαυτὸν ἐλέγχοντος, καὶ προσθεμένου καὶ δυσωποῦντος ἀπαχθῆναι
παρ’ αὐτῶν πρὸς τὸν ἄρχοντα, καὶ τὴν κατ’ αὐτοῦ ἀπόφασιν δέξασθαι, πεισθέντες
οὗτοι, παρέστησαν αὐτῷ τῷ ἄρχοντι. Τῆς δὲ ἀληθείας διαγνωσθείσης, τῇ προστάξει
τούτου, ἀπετμήθη ὁ γέρων τὴν κεφαλήν.
Μαθὼν
δὲ ταῦτα ὁ Ἀββᾶς Δανιὴλ ὁ τῆς Σκήτεως, ἀνήγαγεν εἰς τὴν Σκήτην τὴν Θωμαΐδα, καὶ
κατέθετο αὐτὴν ἐν τῷ αὐτοῦ κοιμητηρίῳ, ὡς ὑπὲρ σωφροσύνης δι’ αἵματος
ἀθλήσασαν.
Καί
τις τῶν ἐν τῇ Σκήτει ἔρωτι πορνείας βληθείς, προσῆλθε τῷ τάφῳ τῆς μακαρίας, καὶ
χρίσας ἑαυτὸν ἐλαίῳ ἐκ τῆς φωταγωγοῦ, λαβὼν δὲ καθ’ ὕπνους εὐλογίαν ἀπὸ τῆς
κόρης ἀναφανείσης αὐτῷ, ἔξυπνος γεγονώς, ἀπηλλάγη τοῦ πάθους.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἀποστόλων
ἐκ τῶν ἑβδομήκοντα· Ἀριστάρχου, Πούδη καὶ Τροφίμου.
Τιμῶ
τὸν Ἀρίσταρχον ὡς ἀριστέα,
καλῶς ἀριστεύσαντα μέχρι καὶ ξίφους.
Ποῦ δὴ μετέστης, ὡς ἀπετμήθης, Πούδη;
ποῦ δὴ μετέστην, ἢ πρὸς ἄφθαρτον κλέος;
Τρυφὴν Τρόφιμος οὐρανοῦ ποθῶν ἄκρως,
τροφὴ προσῆκται τῷ τεθηγμένῳ ξίφει.
καλῶς ἀριστεύσαντα μέχρι καὶ ξίφους.
Ποῦ δὴ μετέστης, ὡς ἀπετμήθης, Πούδη;
ποῦ δὴ μετέστην, ἢ πρὸς ἄφθαρτον κλέος;
Τρυφὴν Τρόφιμος οὐρανοῦ ποθῶν ἄκρως,
τροφὴ προσῆκται τῷ τεθηγμένῳ ξίφει.
Οὗτοι,
ἐκ τῶν Ἑβδομήκοντα Ἀποστόλων ὑπάρχοντες, ἠκολούθησαν τῷ μεγάλῳ Ἀποστόλῳ Παύλῳ,
κηρύττοντες καὶ συγκακοπαθοῦντες τῷ διδασκάλῳ, ἐν πᾶσι τοῖς διωγμοῖς αὐτοῦ.
Μετὰ δὲ τὸν ἐκείνου θάνατον, καὶ αὐτοὶ τὰς κεφαλὰς ἐτμήθησαν.
Τῇ
αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Ἀρδαλίων ὁ Μῖμος, πυρὶ τελειοῦται.
Νῦν
Μῖμος ὄντως Ἀρδαλίων ἢ πάλαι.
Μιμούμενος γὰρ Μάρτυρας, τὸ πῦρ στέγει.
Μιμούμενος γὰρ Μάρτυρας, τὸ πῦρ στέγει.
Οὗτος
ἦν κατὰ τοὺς χρόνους Μαξιμιανοῦ τοῦ βασιλέως, ἐν τοῖς θεάτροις μιμούμενος, καὶ
τὰ ἑτέρων ὑποκρινόμενος πάθη καὶ δράματα. Καί ποτε δόξαν αὐτῷ τὴν κατὰ τὸ
μαρτύριον ἔνστασιν τῶν Χριστιανῶν ὑποκρίνασθαι, ἀναρτηθεὶς ὡς δῆθεν τοῖς θεοῖς
μὴ προσάγων θυσίαν, ἐξέστη. Ὡς οὖν ἐπ’ αὐτῷ κρότος παρὰ τῶν θεατῶν ἦν, ἐπαινούντων
αὐτοῦ τὴν ὑπόκρισιν, ἅμα καὶ καρτερίαν, ἀνακραγότων μέγα, σιγὴν ἐπιτάξας τῷ
δήμῳ, Χριστιανὸν ἐν ἀληθείᾳ, ἑαυτὸν ἀνεκήρυξεν. Ὅθεν, τοῦ ἄρχοντος πολλὰ
παραινέσαντος αὐτῷ, μεταθέσθαι τὴν γνώμην, καὶ τοῦτο ποιῆσαι μὴ βουληθείς, ἀλλ’
ἐπιμένων τῇ εἰς Χριστὸν πίστει, πυρᾶς ἐξαφθείσης ἐβλήθη ἐν αὐτῇ, καὶ τελειωθεὶς
ἐν αὐτῇ, τὸ τοῦ μαρτυρίου στέφανον ἐδέξατο.
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Ἀντώνιος καὶ Ἰωάννης οἱ αὐτάδελφοι καὶ
Εὐστάθιος, ἐν τῇ Βίλνᾳ τῆς Λιθουανίας, ἐν ἔτει 1347
τελειοῦνται,
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἄγιος Νεομάρτυς
Δημήτριος ο Πελοποννήσιος
, ὁ ἐν Τριπόλῃ μαρτυρήσας ὑπὸ τῶν Ἀγαρήνων, ἐν ἔτει 1803, ξίφει τελειοῦται.
Ἐχθροὺς
βεβήλους αἰσχύνας Χριστομάρτυς,
μετέστης
γῆθεν εἰς οὐράνιον πλάτος.
Τῇ αὐτῇ ἡμέρα, ἡ Σύναξις
τῆς Εἰκόνος τῆς Παναγίας, ἐν Βιλένσκ τῆς Ῥωσίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Εἰκόνος χρυσῆς.
Σὺ
ἐκ Θεοῦ, τιμηθέντα καὶ εἰκόνι χειρὶ διαπλασθέντα, ἐπεγνωκυῖα τὸν ἄνθρωπον, ὦ
Θωμαΐς ἀξιάγαστε, τούτου τὸ ἀξίωμα σῶον διατηροῦσα προδέδωκας, μέχρι θανάτου
σεαυτήν, ὑπὲρ ἁγνείας σεμνή.
Κατέπαυσας
σεμνή, εἰς τόπον ἔνθα ἡ ἀνέκφραστος πέλει, ἡδονὴ καὶ ἀπέραντος, ἑκατέρωθεν
καθυποστᾶσα πικρίαν παθῶν, ἐξ ἀοράτων ἐχθρῶν ὁρωμένων τε, καὶ καταφθᾶσα τῶν
καθορώντων Χριστοῦ, κάλλους ἀμήχανον.
Ἐμφρόνως
σαρκός, κατεφρόνησας σεμνὴ ὡς φθειρομένης, ἐπιμελῶς δὲ καθαρότητος, σὺ Θωμαΐς
διετήρησας, κάλλος καὶ θανεῖν ᾑρετίσω· ὅθεν σὸν πνεῦμα κατέταξε, μετὰ πνευμάτων
ἱερῶν, ὁ τῶν ἁπάντων Θεός.
Θεοτοκίον.
Πῶς
Μήτηρ Θεοῦ, τὰς αἰνέσεις Σου ἀκουστὰς ποιήσει; ἢ διηγήσεται τὰ θαυμάσια, Σοῦ τὰ
μεγάλα καὶ ἔνδοξα, καὶ ὑπὲρ κατάληψιν ὄντα, οἷς καὶ νόες ἐκπλήττονται· διό Σε
νῦν ὡς ἐφικτόν, δοξολογοῦμεν πιστῶς.
ᾨδὴ
η΄. Τὸν ἐν καμίνῳ.
Εὐθὺς
ὁ νοῦς σου πρὸς Θεόν, ἐκτεινόμενος Θωμαΐς ἀνενδότως, ταῖς ἀΰλοις ἀκτῖσι
πεφώτισται καὶ ὀρθῶς, βαδίζειν σε ὄντως εὐώδωσεν, ἐν ὁδοῖς Κυρίου ἀμώμοις καὶ
εὐθείαις.
Καλῶς
παρὰ Θεοῦ, ἐστεφάνωσαι ἀοίδιμε στεφάνοις, ὡς νικήσασα πάθη, τὰ τῆς σαρκὸς
Θωμαΐς, καὶ λόγῳ καὶ ἔργῳ πανεύφημε, αἰσχύνασα πᾶσαν, ἐχθροῦ μηχανουργίαν.
Ἀπὸ
σαρκὸς τῶν ἡδονῶν, τὴν καλὴν ἐν Μάρτυσι καὶ ὡραίαν, ἱκετεύων Θωμαΐδα πανεύφημε,
ῥῦσαι κᾀμὲ τὸν προσφεύγοντα τῇ προστασίᾳ σου, ἵνα εὐχαρίστως σωθῶ ὁ ταλαίπωρος.
Θεοτοκίον.
Σὺ
ἐκ πασῶν τῶν γενεῶν, τὴν καλὴν ἐν γυναιξί Σε καὶ ὡραίαν, παρὰ πάντας ἀνθρώπους,
γεννήτριαν ἑαυτοῦ γενέσθαι, μόνην ἐξελέξατο· ὅθεν γενεαί Σε, μακαριοῦμεν πᾶσαι.
ᾨδὴ
θ΄. Ἡ τὸν πρὸ ἡλίου.
Ἀληθῶς
τὸν βίον ἀνύσασα, πρὸς μονὰς ἁγίας Θωμαΐς, καλῶς ἔφθασας ὑπὲρ ἁαγνείας σου γὰρ
καλῶς, σωφροσύνης τε ἤθλησας, καὶ εἰς Ἁγίων ἔφθασας, σκηνὰς θεόφρων καὶ
κατέπαυσας.
Ῥυομένη
τοῦ κόσμου, ἡδέα Θωμαΐς πάνσεμνε, καὶ ἡδονὰς σαρκὸς νῦν ὄντως εὔρηκας, τὴν
ἀρχαίαν τῶν ἡδονῶν, πατρίδα τὴν οὐράνιον, ἐν ᾗ περιχορεύουσα, μέμνησο πάντων
τῶν τιμώντων σε.
Ὅπως
εὐχαρίστως Ἁγία, παθῶν με ἐλευθέρωσον σαρκικῶν, ἵνα κᾀγὼ σωφρόνως βιώσας, ἐκ
τῶν τῇδε τοῦ βίου, καὶ τύχω τῆς ἀνέσεως, ὦ Θωμαΐς πανεύφημε, σὺ γὰρ ἐδόθη
χάρις, τοῦ σώζειν τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Νόμου
Σε καὶ τύποι, καὶ ῥήσεις τῶν Προφητῶν καὶ τὰ αἰνίγματα, τὰ πολλὰ Κόρη θείῳ
Πνεύματι, σημανθέντα Σε προφανῶς, Θεοτόκον ἐδήλωσαν, ἡμεῖς δὲ νῦν τὴν ἔκβασιν,
ἐν Σοὶ ὁρῶντες Σὲ δοξάζομεν.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸ
σωφροσύνης ἄγαλμα, καὶ ἁγνείας τὸ κάλλος, Ἀλεξανδρείας καύχημα, καὶ ἀνδρείας
τὸν πύργον, τὴν καλλιμάρτυρα πόθῳ, καὶ σεμνὴν Θωμαΐδα, τιμήσωμεν θεόφρονες,
πρὸς αὐτὴν ἐκβοῶντες· ῥῦσαι ἡμᾶς, πολυπλόκου πάθους ἀκαθαρσίας, καὶ σαρκικῆς
πυρώσεως, εὐπροσδέκτοις λιταῖς σου.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανένδοξε
Μάρτυς τοῦ Χριστοῦ, Θωμαΐς πανθαύμαστε, τῆς σωφροσύνης τὸ ἄγαλμα, ἁγνείας
τέμενος, τὸν Δεσπότην πάντων ὁλικῶς ποθήσασα, ἀκτῖσιν ἐναρέτων σου πράξεων,
αὐτοῦ τετύχηκας, Ὃν δυσώπει ῥῦσαι ἅπαντας, τυραννίδος παθῶν τοὺς τιμῶντάς σε. (Δίς)
Οἱ
ῥύποις ἀτόπων λογισμῶν, καταμολυνόμενοι, καὶ χαλεπῶς πιεζόμενοι, φθόνῳ τοῦ
δράκοντος, τοῦ ἀνθρωποκτόνου, δεῦτε ἀσπασώμεθα τὴν κάραν, Θωμαΐδος τῆς
Μάρτυρος, πίστει δεόμενοι, καὶ τευξόμεθα τὴν κάθαρσιν, τῶν κηλίδων ψυχῆς τε καὶ
σώματος.
Ὢ
κλέους ὢ δόξης ἀληθῶς, ἧπερ κατηξίωσαι, σὺ Θωμαΐς ἀξιάγαστε, ὑπεραθλήσασα,
σωφροσύνης ὅπως, μὴ ἐκπέσῃς πάνσεμνε, ἐχθρὸν καὶ καταβαλοῦσα πολέμιον· διὸ
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Ἐξέλαμψε
σήμερον, ἡ μνήμη τῆς σεμνοτάτης Θωμαΐδος, ὡς ἔαρ εὐφρόσυνον, τὴν Ἐκκλησίαν
κατευφραίνουσα, δεῦτε οὖν φιλέρτοι θερμῶς συνελθόντες, προσείπωμεν λέγοντες·
χαίροις ἀοίδιμε, ἡ τὴν πολυμήχανον τοῦ σατὰν ἡδονικὴν ἀπάτην νικήσασα, καὶ τὴν
σωφροσύνην καλῶς διατηρήσασα, καὶ διὰ σφαγῆς τὸ πάχος τῆς σαρκός σου διαβᾶσα,
ἐν οὐρανοῖς ἀπολαμβάνεις τὰ γέρα τῆς καρτερίας σου, ἀλλὰ πρέσβευε δεόμεθα,
δοθῆναι τοῖς την σεπτήν σου κάραν εὐλαβῶς ἀσπαζομένοις, καὶ τελοῦσι τὴν μνήμην
σου, ἱλασμὸν καὶ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
σωφροσύνης στήλη λαμπρά, Θωμαΐς θεόφρον, καὶ προστάτις καὶ βοηθός, τῶν
πολεμουμένων, ἐννοίαις ἀκαθάρτοις, οὓς φύλαττε ἀτρώτους, βελῶν τοῦ ὄφεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου