Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 17. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ ΜΕΤΣΟΒΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΥ ΙΖ΄!!
ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΕΤΣΟΒΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Νικολάου Κύρκου, Βενετία, 1771· ἐκ τῆς Ἀνέμης)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς, καὶ γ’ τοῦ Ἁγίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέος, ἀθλητὴς πνευματικήν, σήμερον ἑστίασιν πᾶσιν, ἡμῖν προτίθησι· δεῦτε φιλομάρτυρες εὐωχηθῶμεν φαιδρῶς, καὶ λαμπρῶς ἑορτάσομεν, ἐν ὕμνοις τιμῶντες, τούτου τὴν πανσέβαστον, ἄθλησιν χαίροντες, ὄντως δι’ αὐτῆς γὰρ καθεῖλεν, ὄφιν τὸν ἀρχέκακον· ὅθεν, καὶ χοροῖς Μαρτύρων συνηρίθμηται.

Δεῦτε, ὁ χριστώνυμος λαός, σήμερον κροτήσωμεν ἅμα, φαιδρὰν πανήγυριν, καὶ τὸν Νεομάρτυρα Χριστοῦ Νικόλαον, εὐφημήσωμεν, οὗτος γάρ, τυράννων τὸ θράσος, θάρσος πρὸς τὸν Κύριον ἔχων κατέβαλεν· ὅθεν, στεφηφόρος συγχαίρει, μετὰ τῶν αὐτοῦ συμμαρτύρων, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δεῦτε, φιλεόρτων ὁ χορός, ἄνθεσι τῶν λόγων ποικίλων, στέφανον πλέξαντες, τὸν γενναῖον Μάρτυρα Χριστοῦ Νικόλαον, ἀναδήσωμεν κράζοντες· χαίροις Νεομάρτυς, χαίροις θεοτίμητε, χαίροις ἐχθροῦ νικητά, χαίροις χριστωνύμων ἡ νίκη, χαίροις τῆς πατρίδος σου κλέος, χαίροις Ἀθλητὰ Χριστοῦ πανεύφημε.

Δόξα. Ἦχος πλ. β΄.
Πάλιν Ἀθλητὴς Χριστοῦ, πάλιν πανήγυρις, πάλιν ὁ ἐχθρὸς τροποῦται, πάλιν ἐπινίκια ᾄσματα. Σήμερον αἱ οὐράνιαι Τάξεις τῶν Ἀγγέλων, καὶ ὁ νικηφόρος τῶν Μαρτύρων χορός, φαιδρῶς προχεθέντες, τὸν προσερχόμενον αὐτοῖς στεφανηφόρον ὑποδέχονται, καὶ τούτῳ συγκροτοῦσι τοῦ Κυρίου ἡμῶν Χριστοῦ ὕμνον θεοπρεπῆ. Δεῦτε οὖν καὶ ἡμεῖς πνευματικῶς πανηγυρίζοντες ὦ φιλέορτοι, τὸν Νεομάρτυρα ἐπαινέσωμεν λέγοντες· χαίροις, ἐχθροῦ θριαμβευτά, χαίροις τῶν πρὸ σοῦ Μαρτύρων, ἐπισφραγὶς καὶ βεβαίωσις, καὶ τῶν μετὰ σὲ ὑπογραμμὲ ἔμπφρακτε· χαίροις, ὁ τοῦ μαρτυρίου πιὼν τὸ ποτήριον, καὶ μὴ διψήσων εἰς τὸν αἰῶνα· μὴ ἀποστῇς ἀείποτε, τῇ μαρτυρικῇ σου χρώμενος παῤῥησίᾳ, τοῦ ἐξαιτεῖν παρὰ Χριστοῦ τὰ συμφέροντα, ταῖς ψυχαῖς ἡμῶν Νεομάρτυς Νικόλαε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Νεὸν σὲ συμμάρτυρα οἱ Μάρτυρες, νέον καὶ ἡμεῖς πρεσβευτὴν πρὸς Χριστὸν κεκτήμεθα· δι’ οὗ παντὸς κινδύνου ῥυόμεθα, τιμῶντες τὴν λαμπράν ου ἄθλησιν· διὸ καὶ κράζομέν σοι ἐκ βάθους καρδίας· ὥσπερ ἐν πυρί, τῶν θεοστυγῶν τυράννων τὸ θράσος κατέφλεξας, καὶ τὸ ἄσεμνον σέβας, οὕτω καὶ τῶν ἁμαρτιῶν ἡμῶν τὰς ὕλας ἐμπύρισον, τῷ πυρὶ τῆς θείας σου πρεσβείας Νικόλαε.

Ὁ αὐτός.
Ἄλλος σὺ Ἄβελ ἐδείχθης Μάρτυς Νικόλαε, ὅτι εὐπρόσδεκτον θυσίαν τὸ σῶμά σου, διὰ πυρὸς τῷ Θεῷ περιχαρῶς προσενήνοχας· ἀλλ’ ἐκεῖνος μὲν ἐκ τῶν καρπῶν τῆς γῆς, σὺ δὲ ὅλον σεαυτὸν τῷ πυρὶ ὑπὲρ Χριστοῦ ἐνέβαλες· ὅθεν ὡς θυμίαμα εὔοσμον, τὴν ἱλαράν σου θυσίαν ὀσφρανθεὶς ὁ Κύριος, πρὸς ἑαυτὸν τὴν γενναιόφρονά σου ψυχὴν μετήνεγκε, τῇ δρόσῳ τοῦ Παραδείσου αἰωνίως δροσίζεσθαι.

Ὁ αὐτός.
Ὅτε, ἐθεάσατό σε ὁ ἐχθρὸς ὁ παμπόνηρος, πρὸς τὸ στάδιον τρέχοντα τοῦ Χριστοῦ καὶ ἐξαλλόμενον, καὶ πρὸς τὸν ἀγῶνα ἀποδυόμενον, καὶ ἄσμενον ἀθλοῦντα, ἐξεπλάγη, πῶς ὅθεν αὐτὸς οὐκ ἤλπιζεν, ἡττηθεὶς πέπτωκε, καὶ καιρίαν τέτρωται· διὸ καὶ κατῃσχυμμένος ὑπέστρεψε, σὺ δὲ μετ’ Ἀγγέλων τὴν εὔθαρσόν σου ψυχὴν δορυφορούντων, πρὸς τὸν ἀγωνοθέτην στεφανώσαντα, ἀνῆλθες Κύριον, Μάρτυς ἀοίδιμε Νικόλαε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε τῆς Ἐκκλησίας ἅπαν τὸ πλήρωμα, τὸν ἀντινοβόλον χρυσόν, τὸν ἐν πυρὶ δοκιμασθέντα, καὶ ἀκίβδηλον φανέντα, τῆς εὐσεβείας ἐραστήν, στεῤῥὸν Νικόλαον, πάντες τιμήσωμεν λέγοντες· χαίροις, οὐρανοπολῖτα γιγαντιαῖε τὴν ψυχὴν καὶ ἀδαμάντινε, ὡς παρεστὼς τῇ μακαρίᾳ Τριάδι, μὴ ἀποστῇς τοῦ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.











Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, ὁ θαρσαλέως τῶν τυράννων ἐνώπιον, κηρύξας αὐτὸν τῶν ὅλων, Δημιουργὸν ἀληθῆ, καὶ τῆς ἀσεβείας ἀσεμνότατα, ἐλέγξας τὰ δόγματα, καὶ πιστοῖς πᾶσι καύχημα, ἐγείρας μέγα, καὶ πατρίδι σου εὔκλειαν, μνηστευσάμενος, τοῖς σοῖς ἄθλοις μεγάλαθλε· χαίροις τῶν συμμαρτύρων σου, ὦ μίσθιε ἔνδοξε, ὁ καθαρῶς ἐποπτεύων, Τριάδα τὴν ὁμοούσιον, ἣν μὴ διαλίπῃς, ἱκετεύων ἡμᾶς σῶσαι, τοὺς ἀνυμνοῦντάς σε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, ἡ μυστικὴ τῆς εὐσεβείας κυπάρισσος, ἡ πάσαις ταῖς σφοδροτάταις, ἀνέμων λάβρων πνοαῖς, τῶν ἐξ ἀσεβείας δεινοῦ κλύδωνος, ἀκλόνητος μείνασα, ἣν καὶ πῦρ οὐκ ἐπτόησε, δροσιζομένην, δρόσῳ τῆς θείας χάριτος, εὐσεβείας τε, ῥείθροις οὖσαν κατάῤῥυτον· ὅθεν σε μεταφύτευσε, Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς οὐρανίους λειμῶνας, ἔνθα τὰ ἄνθη τὰ εὔοσμα· Ὃν μὴ διαλίπῃς, ἱκετεύων
ἡμᾶς πάντας, συναυλισθῆναί σοι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, συστρατιῶτα κλεινέ, τοῦ Γεωργίου Δημητρίου τε πάντων τε, Μαρτύρων τῶν πανενδόξων, ὁ Στρατηγοῦ στρατευθείς, ἀξίως τοῦ πάντων βασιλεύοντος, ἐχθροῦ τε τὴν δύναμιν, καθελὼν ἀνδρικώτατα, κατὰ τυράννων, δυσσεβῶν ἀνδρισάμενος, ὀξυτάτῳ τε, ὅπλῳ τῆς καρτερίας σου, τούτος ἀναστρεψάμενος, σαλπίσας τε ἅπασι, χριστιανῶν πάντως νίκη, καὶ στέφος τὸ ἀμαράντινον, τοῖς ἠγωνισμένοις, κατ’ ἐχθροῦ τοῦ ἀντιχρίστου, ὑπὲρ τῆς πίστεως.

Δόξα. Ἦχος πλ. α΄.
Ὅτε σὲ οἱ θηριώδεις τύραννοι, τὸν Χριστὸν προὔτρεπον ἐξομώσασθαι, Ἀθλοφόρε Νικόλαε, τότε σου μᾶλλον τὸν φλογώδη καὶ διάπυρον πόθον, τοῦ μαρτυρίου ἀνῆπτον· ὅθεν καὶ πυρὰν ἐγειρομένην οὐκ ἔπτηξας, ἀλλ’ ὥσπερ λέων εὐτολμώτατα, χαίρων εἰσεπήδησας, μὴ δοὺς εἰς σάλον τοὺς πόδας σου, ἀλλὰ γηθόμενος ἔλεγες· οὐδὲν ἀπὸ σοῦ χωρίσει με Κύριε, καυθήτω μου τὸ σῶμα, ὅπως ἀναψύξῃ ἡ ψυχή μου, ῥυήτω ἄνθρωπος ὁ φθειρόμενος, ἵνα ζῇ ὁ ἀθάνατος· διὸ εἰ καὶ ἐν ὀφθαλμοῖς ἀφρόνων ἔδοξας τεθνᾶναι, ἀλλὰ ζῇς αἰωνίως, Ἀβραὰμ ἐν κόλποις ἀναπαυόμενος, καὶ ῥανίδας ἀφθόνους ἐλέους παρὰ τοῦ πλουσιοδώρου Θεοῦ ἐπιστάζων ἡμῖν τῇ μεσιτείᾳ σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Πατρὶς χόρευε λαμπροφοροῦσα, νεομάρτυρος τοῦ Νικολάου, καὶ γὰρ οἰκεῖον αὐτόν, ἔχεις νῦν προστάτην σου, τὴν Οὐρανῶν γὰρ βασιλείαν τὴν ἄληκτον, τῶν οἰκείων ἄθλων ἐξωνησάμενος, δυσωπεῖ ἀεὶ Χριστὸν τὸν Θεὸν δωρήσασθαι, τὴν εἰρήνην σοι καὶ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν νέον ἀθλητήν, εὐφημοῦμέν σε πάντες, τὸν μέσον ἀσεβῶν, παραστάντα ἀφόβως, καὶ Χριστὸν κηρύξαντα, Θεοῦ Λόγον τρανώτατα, καὶ αἰσχύναντα, τὸν πτερνιστὴν πρωτοπλάστου, τοῖς ἀγῶσί σου, καὶ μέγα κλέος τοῖς πᾶσι, πιστοῖς παρασχόμενον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐν τῷ πυρὶ σὺ χωνευθεὶς Ἀθλοφόρε, πῦρ νοητὸν ὡς ἀληθῶς ἀνεδείχθης, ᾧ Νεομάρτυς τὸν Χριστὸν Νικόλαε, ἀσεβῶν ἐκκαῦσαν μέν, φρυγανώδη θρησκείαν, τῶν πιστῶν φωτίσαν δέ, ἱερὰν Ἐκκλησίαν· διὸ χαρμονικῶς σοῦ ἑορτήν, τὴν φωτοβόλον πάντες γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Πυρπολούμενος, ἔρωτι θείῳ, τὴν πυρπόλησιν, οὐκ ἐπτοήθης, τοῦ πυρὸς τοῦ παμφάγου Νικόλαε, ἀλλ’ εὐθαρσῶς ὦ γεννάδα ὑπήνεγκας, Χριστοῦ παρουσίαν κηρύττων τὴν ἔνσαρκον· ὅθεν ἔτυχες, τῆς παρ’ αὐτῷ ἀναψύξεως, ἱκετεύεις τε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, ἐπὶ τὴν σεπτὴν ἄθλησιν τοῦ Νεομάρτυρος, ὅτι τὸν Χριστὸν ἐκήρυξεν ἐν μέσῳ τῶν βαρβάρων, καὶ ὑπ’ αὐτῶν πυρὶ καταφλέγεται, καὶ στέφανον μαρτυρίου λαμβάνει, παρὰ τοῦ ἀθλοθέτου Χριστοῦ τοῦ Θεοῦ, Ὃν ἱκέτευε Μάρτυς Νικόλαε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.






Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Ὕμνον Ἀθλητῇ τῷ νέῳ, φέρω νέον. Ἐν δὲ τοῖς Θεοτοκίοις: Νικολάου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὑμνῆσαι οὐκ ἔνεστι, σὲ κατ’ ἀξίαν Νικόλαε, τῇ πάνει τῶν λόγων μου, τῶν ἐπαξίων σου· ὅθεν δίδου μοι, σὺ χάριν οὐρανόθεν, ἁρμόδιον ὅπως σου, πλέξω ἐγκώμιον.
Μαρτύρων ἀθλοῦντά σε, χοροὶ θεώμενοι ἔχαιρον, καὶ Ἄγγελοι ἔπλεκον, στέφος πολύχρουν σοι, καὶ ἀμάραντον, ἐκ τῶν τοῦ Παραδείσου, ἀνθέων καλλίνικον, σὲ περιμένοντες
Νεόφωτος πέφηνας, τῇ Ἐκκλησίᾳ πανένδοξε, ἀστὴρ αὐγαζόμενος, Ἡλίου τοῦ νοητοῦ, τοῦ Θεοῦ ἡμῶν, Χριστοῦ ἀνταγλαΐαις, ψυχῶν τῶν τιμώντων σε, φωτίζων ὄμματα.
Θεοτοκίον.
Νυστάξαντα Δέσποινα, τὸν λογισμόν μου διέγειρον, τῇ μέθῃ βαρύνοντα, ἁμαρτιῶν μου σεμνή, καὶ ὁδήγησον, πρὸς τρίβον μετανοίας, ὁ Νυμφίος ὅπως ἄν, εὕροι με νήφοντα.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Οὐδόλως ἐκίνησαν τὴν φρένα, τὴν σὴν ἐρεισθεῖσαν τῷ Χριστῷ, τὰ τῶν ἐθχρῶν προσκρούσματα, σφοδρῶς σοι προσρηγνύμενα, ἀλλ’ ἔστης ἀντωθούμενος, ἐμοὶ βοῶν ὁ Χριστὸς Θεός.
Νεότης ἐῤῥέτω ἀνεβόας, καὶ πλοῦτος καὶ δόξαι καὶ τιμαί, τὰ παρ’ ὑμῖν ὦ τύραννοι, καὶ σὺν αὐτοῖς ἀπόλοισθε, ἐμοὶ Χριστὸς ὁ Κύριος, ἔσεται ταῦτα καὶ ἅπαντα.
Ἀνέτειλεν ἄρτι ἀνθηφόρον, τὸ ἔαρ κομπάζει τε ἡ γῆ, τερπνοῖς κοσμῶσα ἄνθεσι, καὶ τοῦ Χριστοῦ δὲ γάννυται, στεφανουμένη ἄθλοις σου, ἡ Ἐκκλησία Νικόλαε.
Θεοτοκίον.
Ἰδοὺ ὁ χειμὼν τῆς ἁμαρτίας, ταράττει με Δέσποινα ἁγνή, καὶ κλυδωνίζει σπεῦσον οὖν, καὶ πρὸς τὸ ὄντως ἔαρ με, τῆς εὐσπλαγχνίας τάχιστα, τῆς τοῦ Υἱοῦ Σου μετάγαγε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξατμίσασα σῶμά σου το σεπτόν, καὶ ξηράνασα ὅλως τῆς φυσικῆς, ὑγρότητος πρόξενος, ποταμὸς ἀναβλύζειν σε, τῶν θαυμάτων ὄντως, ἡ δύναμις τοῦ πυρός, γέγονε τῇ δρόσῳ τε, Παραδείσου δροσίζεσθαι· ἔνθα τοῖς πυρίνοις, συναυλίζῃ Ἀγγέλοις, πυρὶ τῆς θεότητος, τῷ φωσφόρῳ λαμπόμενος, Νεομάρτυς Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.


ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Θάμβος μέγιστον τυράννοις, δυσσεβέσιν ἐνέβαλες, τοῖς πιστοῖς δὲ θάῤῥος, τὸ τοῦ μαρτυρίου Νικόλαε, αὐτομολήσας εὐθύμως προς τὸν θάνατον, ὑπὲρ πίστεως, τῆς εἰς Χριστὸν γενναιότατε.
Λαὸν ἄνομον βαρβάρων, σωρηδὸν καθορμήσαντα, ὡς λυσσώδεις κύνες, σὲ κατασπαράξαι οὐκ ἔπτηξας, ἀλλ’ ἐτροπώσω τῷ ξίφει τῆς ἀνδρείας σου, λογισάμενος, τὴν τούτων λύτταν ἀθύρματα.
Ἠλλοιώθη σου οὐδόλως, παρεστῶτος πρὸ βήματος, πιλατείου μάκαρ, τοῦ φαιδροῦ προσώπου ἡ πρόσοψις, ἀλλὰ σημαίνων νοός σου τὸ ἀτάραχον, δικαζόμενος, διὰ Χριστον ἔστης ᾄσμενος.
Θεοτοκίον.
Καθαρώτατον Παρθένε, εὐπρεπές τε κατάλυμα, ἐν ᾧ ξενοτρόπως, ὁ τῶν πάντων Ἄναξ κατέλυσεν, ἁμαρτιῶν γεγονότα με κατάλυμα, τοῦ ἐλέους Σου, σπεῦσον τοῖς ῥεῖθροις ἀπόπλυνον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τὸν σπόρον ἐνεκρυπτες, μυχοῖς τοῖς τῆς καρδίας σου, τὸν τῆς εὐσεβείας τῆς εὐκάρπου, ἀρούρας δίκην κᾂν ἀσεβείας χειμών, ἐκλόνει σε· ὅθεν εὐθαλῶς, θάλψας στάχυν εὔκαιρον, ἐξανῆκες πολύχουν τε.
Ἡ χρόνιος κάθειρξις, καὶ τῶν δεινῶν παρέκτασις, οὐκ ἠμαύρωσέ σου λαμπηδόνα, τὴν τοῦ γενναίου φρονήματος ἀλλ’ ἔστιλψε, μᾶλλον πρὸς τὴν πίστιν τοῦ Χριστοῦ, μάκαρ ὥσπερ ἄργυρος, ἐπὶ πλέον τριβόμενος.
Τὸ ὄμμα ἀνέτεινας, καθάπαξ πρὸς οὐράνια, τὸ τῆς σῆς ψυχῆς ὅθεν παρεῖδες, τὴν τοῖς ποσί σου, προσανημμένην πυράν, ᾗ καὶ ἐπιβὰς πρὸς οὐρανόν, ταύτην σε μετάγουσαν, εὗρες πάγιον κλίμακα.
Θεοτοκίον.
Οἱ χείμαῤῥοι Δέσποινα, οἱ τῶν παθῶν κατέβησαν, τῆς σαρκὸς καὶ νῦν ὑπεραρθῆναι, τῆς κεφαλῆς μου ἐγγὺς ἐγένοντο, ὥστε κατακλύσαι με ἁγνή, οἴκτειρόν με δέομαι, καὶ αὐτοὺς ἀποξήρανον.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὡραία ὄντως καὶ πάμφωτος, πανήγυρις ἀνέτειλε σήμερον, τοῦ Νεομάρτυρος, πιστοὶ ἐνθέως χορεύσωμεν, τὸν βραβευτὴν τὸν τούτου, Χριστὸν δοξάζοντες.
Νυμφῶνος ἄξιον ἔνδυμα, τοῦ οὐρανίου μάκαρ ἐξύφανας, στεῤῥοῖς ἀγῶσί σου· διὸ εἰσῆλθες γηθόσυνος, εἰς τὴν χαρὰν Κυρίου, εὐφρανθησόμενος.
Εὐφραίνῃ μάκαρ τοῖς κάλλεσι, πολεύων Παραδείσου καὶ ἄνθεσι, τούτου στεφόμενος· ὧν καὶ ἡμᾶς καταξίωσον, τοὺς ὑμνητὰς σῶν ἄθλων, τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Λαμπάδα πάγχρυσον ἔγνωμεν, τὸ πῦρ σὲ δεξαμένην θεότητος, ἀφλέκτως πάναγνε, καὶ τοὺς ἐν σκότει φωτίσασαν, τῆς ἁμαρτίας· ὅθεν, πίστει τιμῶμέν Σε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἱεροῦ λειμῶνος σὺ τῆς Ἐκκλησίας, τοῦ Χριστοῦ ἐβλάστησας, νεοθαλὴς ὄντως βλαστός, κομῶν καρπῷ θείας χάριτος, πιστοὺς γλυκάζοντι Μάρτυς Νικόλαε.
Ὀ Οἶκος.
Ἐπείπερ καὶ σὺ τοῦ τῶν πάλαι Μαρτύρων, οὐκ ἀπελείφθης χοροῦ, ἀλλ’ ἀξίως τῶν ἄθλων σου, ἐκείνοις συγκατηρίθμησαι, ἔδει καὶ τῶν ἐκείνους ἐγκωμιασάντων παρεῖναί τινα, ὥστε καὶ τῶν σῶν ἄθλων ἐπάξιον προσφωνῆσαι ἐγκώμιον, ἅτε δὴ μαρτυρικοὺς ἀγῶνας ἐξάραι δυνάμενον. Νῦν δ’ ἐγὼ τί μὲν ἂν εἴποιμι; Τί δὲ καὶ φθέγξωμαι; ἐντεῦθεν μὲν τῆς ἀμαθείας, ἐντεῦθεν δὲ τῆς ἁμαρτίας τῷ δεσμῷ συνεχόμενός τε καὶ καθελκόμενος; ἀλλ’ ἵνα μὴ καθάπαξ τῆς σῆς ἀξίας ἀπολειφθῇ μου ὁ λόγος, αὐτός μοι τὴν χάριν οὐρανόθεν ἐπίχεον, καὶ τὸ τραχύ μου τῆς γλώττης τῷ τοῦ Χριστοῦ ἀμβροσίῳ νέκταρι καταλίπανόν τε καὶ ἥδυνον, τῷ τοὺς πιστοὺς, γλυκάζοντι Μάρτυς Νικόλαε.













Συναξάριον
Τῇ ΙΖ´ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐκ Μετσόβου, ἐν Τρικάλοις μαρτυρήσας ἐν ἔτει 1617, πυρὶ τελειοῦται.
Ἵν’ ἐκφύγης πῦρ τῆς γεέννης παμμάκαρ,
Tὸ πῦρ ὑπέστης Nικόλαε εὐθύφρον.
Ἑβδομάτῃ δεκάτῃ βῆ Νικόλεως ἐς Ὄλυμπον.
Οὗτος, εἶχε πατρίδα τὸ Μέτσοβον τῆς Ἠπείρου· γεννηθεὶς δὲ ἀπὸ φιλοθέους καὶ εὐσεβεῖς γεννήτορας, ὤντας ἀκόμη νέος ἀνεχώρησεν εἰς Τρίκαλα, διὰ νὰ ἦτον πτωχοὶ οἱ γονεῖς αὐτοῦ, καὶ ἐκεῖ συνεφώνησε μὲ ἕνα ἀρτοποιόν, δουλεύοντας ἐπὶ ῥητῷ μισθῷ. Μετὰ δὲ χρόνον πολύν, ἀπατηθεὶς ἀπὸ τὰ λόγια καὶ ὑποσχέσεις τῶν ἐκεῖ Ἀγαρηνῶν, ὡς ἔτι τὰ τῶν παίδων φρονῶν, καὶ συκοφαντηθεὶς ὑπ’ αὐτῶν, καὶ δειλιῶν τὰς βασάνους, ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν. Εἰς ἑαυτὸν δὲ ἐλθών, ἔφυγε, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἐκεῖ διέτριβε χριστιανίζων. Ὕστερον δὲ ἀπὸ πολὺν καιρόν, φορτώνοντας τὸ ἄλογόν του δᾳδίον, ὑπῆγεν εἰς Τρίκαλα μέ τινας ἐγχωρίους διὰ νὰ τὸ πωλήσῃ. Ἐκεῖ ἐγνώρισεν αὐτὸν κάποιος κουρεὺς ὅπου ἐγειτόνευε μὲ τὸν προειρημένον ἀρτοποιόν, καὶ πιάσας αὐτὸν ἀπὸ τὸ περιτραχήλιον, ἔσυρεν αὐτόν, καὶ ὠνείδιζεν, ὡς πάλιν τὰ τῶν Χριστιανῶν φρονοῦντα. Φοβηθεὶς δὲ ὁ Νικόλαος, ἔδωκεν αὐτῷ τὸ φορτίον τοῦ δᾳδίου, παρακαλῶντάς τον νὰ μὴν τὸν φανερώσῃ. Ἐκεῖνος δὲ τοῦ ἔλεγε, ὅτι ἐὰν ἤθελε τοῦ φέρῃ κατ’ ἔτος ἕως ὅπου ζῇ ἀπὸ ἕνα φορτίον δᾳδίον, δὲν θέλει τὸν φανερώσῃ. Καὶ ἔταξεν ὡς ἐκεῖνος ἐζήτησε, καὶ κατ’ ἔτος ἔκαμνε κατὰ τὴν ὑπόσχεσίν του.
 Ὀψέποτε δὲ μεταμεληθεὶς ὁ Νικόλαος ἐπὶ τῇ ὑποσχέσει, ἀποφάσιε νὰ μὴν δώσῃ πλέον τὸ ὑποσχεθέν, ἀλλὰ μάλιστα νὰ ἀποθάνῃ, καὶ νὰ θεραπεύσῃ τὴν εἰς Χριστὸν γενομένην ἄρνησιν, καὶ ἀνέφερε τοῦτο εἰς τὸν πνευματικόν του πατέρα. Ἐκεῖνος δέ, ἀνέκοπτεν αὐτόν, καὶ ἐνουθέτει νὰ ἀφεθῇ ἀπὸ τὸν τοιοῦτον σκοπόν, μήποτε ἀπαγορεύσας εἰς τὰς βασάνους, ἤθελε νὰ περιπέσῃ πάλιν εἰς δευτέραν ἄρνησιν, καὶ ἔλεγεν αὐτῷ, ὅτι τὸ μὲν πνεῦμα πρόθυμο, ἡ δὲ σὰρξ ἀσθενής. Ἀλλ’ αὐτὸς ἔστεκε στερεὸς εἰς τὴν γνώμην του καὶ ἔλεγεν, ὅτι ἔχει βεβαίας τὰς ἐλπίδας του εἰς τὸν Κύριον, πῶς θέλει μείνει ἀκλόνητος εἰς πᾶσαν τιμωρίαν, καὶ θέλει θριαμβεύσει ἐναντίον τοῦ ἐχθροῦ. Βλέποντας ὁ πνευματικός του πατὴρ τὴν προθυμίαν του, στηρίξας αὐτὸν εὐχαῖς, ἀπέλυσεν αὐτόν.
Μὲ τοιαύτη λοιπὸν σταθερὰν γνώμην ἀπεδήμησε, καὶ ἦλθεν εἰς Τρίκαλα· καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ κουρεὺς ἀπέπνιγεν αὐτὸν λέγων: Ποῦ σοῦ τὸ ὑποσχεθὲν ἀσεβέστατε; Ὁ δὲ ἀπεκρίνατο: Οὐδέν σοι ὀφείλω. Τότε θυμωθεὶς ὁ κουρεὺς ἀνέκραξε, καὶ δραμόντες οἱ ἀσεβεῖς ἐκράτησαν αὐτόν, καὶ πολλὰς πληγὰς αὐτῷ ἐπιθέντες, ἔσυρον εἰς τὸ δικαστήριον. Παρέστησε δὲ μάρτυρας ὁ κουρεὺς ἐκ τῶν ὁμοφύλων, οἵ τινες ὡμολόγουν ὅτι ἠρνήθη τὴν Χριστιανῶν πίστιν. Καὶ ἐρωτηθεὶς ἀπεκρίνετο: Χριστιανὸν ἀποκαλῶν ἑαυτὸν ἐνώπιον πάντων· καὶ ἐπειδὴ οὔτε μὲ κολακείας, οὔτε μὲ ἀπειλὰς ἐπείθετο νὰ ἀρνηθῇ τὴν πίστιν, ὕστερον ἀπὸ πολλὰς πληγὰς καὶ ῥαπίσματα ἠσφηλίσθη εἰς σκοτεινὴν φυλακήν, παλαίοντας ἐκεῖ πολλᾶς ἡμέρας μὲ δίψαν καὶ πείναν, καὶ ὑπομένοντας ἀνδρειοφρόνως μάστιγας καὶ διαφόρους παιδείας.
Ὡς δὲ ἐμενεν ἀκλόνητος εἰς πάντα, ἐξάγουσιν αὐτὸν ἀπὸ τὴν φυλακήν, καὶ παρασταίνουσιν αὐτὸν ἐκ δευτέρου εἰς τὸ ἄνομον κριτήριον. Καὶ πάλιν ἀνακηρύττει μεγαλοφώνως τὸν Χριστὸν Θεὸν ἀληθινόν. Βλέποντας λοιπὸν ὁ κριτὴς τὸ ἀμετάτρεπτον τῆς γνώμης αὐτοῦ, ἐπρόσταξε νὰ ἀναφθῇ πυρὰ μεγάλη κατὰ τὸ μέσον τῆς ἀγορᾶς, καὶ νὰ ῥιφθῇ εἰς αὐτήν. Καὶ φέρουσιν αὐτὸν εἰς τὸν τόπον τῆς καταδίκης, καὶ ῥιπτουσιν αὐτὸν εἰς τὴν πυρκαϊάν, καὶ ἐκεῖ χαίρων καὶ δοξολογῶν τὸν Θεόν, παρέδωκε τὸ πνεῦμα αὐτοῦ.
Κεραμεὺ δέ τις ἀπὸ εὐλαβείας κινούμενος, ἦλθε κατὰ τὸν τόπον ἐκεῖνον ἐν καιρῷ νυκτός, μήπως ἔθελεν εὕρῃ μέρος τὶ τοῦ λειψάνου. Καὶ ὡς εἶδε τιμὰς τῶν ἐναντίων ἀγρυπνοῦντας καὶ φυλάσσοντας, ἕως ὅπου νὰ ἤθελεν ἀποτεφρωθῇ τελείως τὸ μαρτυρικὸν σῶμα, ἔδωκεν εἰς αὐτοὺς ἱκανὰ ἀργύρια, καὶ ἔλαβε τὴν κάραν τοῦ Ἁγίου ὅπου ἦτον ὀλίγον τὶ βλαμμένη κατὰ τὰ μετάφρενα ἀπὸ τὴν φωτίαν. Καὶ ἐρχόμενος εἰς τὴν οἰκίαν του, ἔκρυψεν αὐτὴν εἰς τὸν τοῖχον διὰ τὸν φόβον τῶν ἀπίστων, ἄνευ εἰδήσεως τινὸς τῶν ἐκ τῆς οίκίας. Μετὰ δὲ χρόνον τινά, συνέβη νὰ ἀποθάνῃ ὁ κεραμεύς, καὶ ἔμεινεν ἀγνώριστος ἡ τιμία κάρα. Κάποιος δὲ Μέλανδρος ἠγόρασε τὴν οἰκίαν αὐτὴν τοῦ κεραμέως, καὶ κατὰ τὴν ἑσπέραν ὅπου ἐτελείωσε τὸ μαρτύριον ὁ Ἅγιος, εἶδε φῶς, ὅπου ἔλαμπεν εἰς τὸν τοῖχον, καὶ θαυμάζων καθ’ ἑαυτὸν περὶ τούτου, ἐχρηματίσθη εἰς τὸν ὕπνον του, ὅτι ἐκεῖ κρύπτεται ἡ κεφαλὴ τοῦ Μάρτυρος· ὅθεν, διορύξας τὸν τοῖχον, καὶ εὑρὼν αὐτήν, ἔκρινεν ἀνάξιον τὸν ἑαυτόν του νὰ κρατῇ σιμά του τοιοῦτον θησαυρόν. Καὶ ἐλθὼν εἰς τὸ Μοναστήριον τοῦ Βαρλαὰμ τῶν Μετεώρων, ὅπου εἶχε καὶ ἀδελφὸν τὸν μοναδικὸν βίον μετερχόμενον, ἀφιέρωσεν αὐτὴν ἐκεῖ, καὶ ἔγραψε τὸ ὄνομά του καὶ τῶν γονέων αὐτοῦ εἰς τὴν Πρόθεσιν διὰ νὰ μνημονεύονται.
Ἐκεῖ λοιπὸν εὑρίσκεται ἀποτεθησαυρισμένη μέχρι τῆς σήμερον αὕτη ἡ τιμία κάρα, θαυματουργοῦσα καθ’ ἑκάστην θαύματα ὑπὲρ ἔννοιαν. Μὲ μόνην τὴν παρουσίαν της, ἐλευθέρωσε τὰ Τρίκαλα ὅπου ἐβασανίζοντο ἀπὸ θανατικόν. Ὁμοίως καὶ κάποιον χωρίον ὅπου ὀνομάζεται Ντισκάτα, ὅπου ἔπασχε τὸ ἴδιον, καὶ τοὺς Καλαῤῥύτας ὅπου ἔπασχον ἀπὸ λοιμικὴν ἀῤῥώστιαν. Κατ’ ἐξοχὴν δὲ εἶναι διωκτικὴ καὶ ἀπωλεστικὴ τῶν ἀκρίδων, φυλάττουσα ἀβλαβεῖς τοὺς καρπούς, ὥστε νὰ μένουν ἐκστατικοὶ καὶ αὐτοὶ οἱ ἀσεβεῖς. Ὅθεν, τὰ περίχωρα τῶν Τρικάλων ἔχουσιν αὐτὴν φυλακτήριον· διότι ὡς φερθῇ ἐκεῖ αὕτη ἡ ἁγία κάρα, ἄλλη μὲν ἀκρὶς φθείρεται, ἄλλη δὲ φεύγει, καὶ ἐξορίζεται. Καὶ τοῦτον δὲν γίνεται μίαν φορὰ ἢ δύο, ἀλλὰ πολλάκις μέχρι τῆς σήμερον. Καὶ ἄλλα πολλὰ θαύματα γίνονται καθ’ ἑκάστην, ἰατρεύουσα πάθη ἀνίατα ὅπου ἤθελε προσκαλεσθῇ. Εὑρίσκονται δὲ καὶ ἄλλα τινὰ μόρια ἀπὸ τὸ μαρτυρικὸν αὐτοῦ λείψανον κατὰ διαφόρους τόπους, εἰς δὲ τὰ Ἰωάννινα εὑρίσκεται τὸ ἤμισυ τῆς παλάμης τῆς χειρὸς αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.
Ἔθνη διδάξας Ἀνδρόνικος μυρία,
Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.
Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ,
Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,
 Οὗτος ὁ τοῦ Κυρίου Ἀπόστολος, πᾶσαν τὴν οικουμένην ὡς ὑπόπτερός τις διαδραμών, πᾶσαν πλάνην ἐκ βάθρων ἀνέσπασε, τον Χριστον κηρύττων, συνεπομένην ἔχων καὶ τὴν ὑπερθαύμαστον Ιουνίαν, τῷ κόσμῳ ἤδη νεκρωθεῖσαν, καὶ Χριστῷ μόνῳ ζῶσαν. Ὅθεν πολλοὺς πρὸς θεογνωσίας ελκύσαντες, εἰδωλικοὺς μὲν οἴκους κατέστρεφον, ἐκκλησίας δὲ θείας πανταχοῦ οἰκοδομήσαντες, και πνεύματα ἀκαθαρτα ἐξ ἀνθρώπων ἀποδιώξαντες, καὶ πάθη ανίατα θεραπεύσαντες, τὸ κοινὸν χρέος ὡς ἄνθρωποι ὄντες, τῇ φύσει ἀποτιννύασιν. Τούτων καὶ ὁ μέγας Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ μέμνηται: Ἀσπάσασθε, λέγων, Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου, οἳ και πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.
Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη
Ὁ εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμήρ, καὶ Παμφυλών.
Φυγὼν Σολόχων τοῦ σατανᾶ τοὺς λόχους,
ἄτρωτος ἤκει πρὸς τὸν ὕψιστον Λόγον.
Οὗτοι στρατιώτες εἰσι, ἐξ Αιγύπτου, ἐν ἔτει 289, ἡρνήθησαν ὅπως θυσιάσουν στὰ εἴδωλα, κηρύττοντες ἑαυτοὺς χριστιανούς. Ὅθεν διὰ τοῦτο, τόσον πολλὰ ἐδάρησαν καὶ ἐτιμωρήθησαν οἱ ἀοίδιμοι, ὥστε ἐπρίσθησαν αἱ πλάται των, καὶ τὸ πρίσμα ἐφούσκωσε καὶ ἀνέβη ἄνω τῆς κεφαλῆς των. Ὅθεν ἐν τῷ μεταξὺ τοῦ δαρμοῦ αὐτοῦ, παρέδωκαν τὰς ψυχάς των ὁ Παμφαμήρ, καὶ ὁ Παμφυλών, ὁ δὲ Ἅγιος Σολοχών, ὀλίγον ἐνδυναμωθείς, ἐπεκαλείτο παῤῥησίᾳ τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ ἐκατηγόρει τὸν ἀρχιστράτηγον Καμπανόν, διὰ τὴν ἀγνωσία του. Ἐκ τοῦτου λοιπόν, ὁ Καμπανὸς θυμωθείς, ἐπρόσταξε νὰ ἀνοίξωσι μὲ τὴν σπάθην τὸ στόμα τοῦ Μάρτυρος καὶ χύσωσιν ἐντὸς αὐτου κρασίον τὸ ὁποῖον εἶχε προσφερθῇ ὡς θυσία εἰς τοὺς Θεούς, ὁ δὲ Ἅγιος ἐδάγκασε μὲ τοὺς ὁδόντας του τὴν σπάθην καὶ ἔκοψε μέρος ἀπὸ αὐτό. Κόψας δὲ καὶ τὰ δεσμὰ τὰ ὁποῖα ἐφόρει, ἐστάθη ἔμπροσθεν τοῦ Καμπανοῦ, μεγαλύνων τὴν Θεότητα τοῦ Θεοῦ. Τότε ἤκουσε καὶ μίαν φωνήν, ἐλθοῦσαν ἐξ οὐρανοῦ, ἡ ὁποία παρεκίνει καὶ ἐδυνάμωνεν αὐτὸν εἰς τὸ μαρτύριον.
Μετὰ ταῦτα, ἐσκόρπισαν κεραμίδια τραχέα εἰς τὸν τόπον τοῦ σταδίου, και ἔπειτα δέσαντες τὸν Ἅγιον ἀπὸ τοὺς πόδας, ἔσυραν αὐτὸν ἐπάνω εἰς τὰ τραχέα ἐκεῖνα καὶ σκληρὰ κεραμίδια, ἀπὸ τὰ ὁποῖα κατατριβόμεναι αἱ πληγαὶ τοῦ Ἁγίου, ἐπροξένουν εἰς αὐτὸν δριμυτάτους πόνους. Ὕστερον τὸν ἔδεσαν ἀπὸ τὴν δεξιὰν χεῖρα καὶ ἐκρέμασαν αὐτὸν  ἀπὸ μίαν δοκὸν τῆς οἰκίας, ἀπὸ δὲ τὸν ἀριστερόν του πόδα ἐκρέμασαν μίαν βαρεῖαν πέτραν, βασανιζόμενος ἀπὸ τὴν ἕκτην ὥραν ἕως τὴν δεκάτην. Ὕστερον δὲ ἔκοψαν τὸ σχοινίον μὲ δρέπανον καὶ πεσὼν ὁ Ἅγιος κάτω, εστάθη ὄρθιος εἰς τους πόδα του. Ὅτε δὲ ἐνύκτωσεν, ὁ Καμπανός, λαβὼν ἕν καλάμιον μὲ τὸν ὁποῖον ἔγραφεν, ἐνέπηξεν αὐτὸ εἰς τὸ ὠτίο τοῦ Ἁγίου, καὶ σπρώξας με βίαν, διεπέρασεν αυτὸ ἕως εἰς τὸ ἐνδότερον μέρος τῆς κεφαλῆς του. Ἐγκαταλείψας ἐκεῖ τὸν Ἅγιον, οἱ παρευρεθέντες χριστιανοί, πῆραν τὸν Ἅγιον πάνω εἰς τὸ ξυλοκρέββατον, ἐπειδὴ παρελύθησαν ὅλα τὰ μέλη του καὶ οὕτως ἦλθεν εἰς τὴν οἰκίαν μίας χήρας. Ἐκεὶ ὁ Ἅγιος φαγὼν ὀλίγον ψωμίον εὐχήθη τοὺς παρεστῶτας χριστιανούς, και ἔπειτα παρέδωσε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ Μυροβλύτου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Θεόφανες μάκαρ ποθῶν σὸν Νυμφίον,
Του κόσμου κατέλιπες κενὴν τὴν δόξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, πρεσβυτέρου τῆς Ἀντιόχειας, μαρτυρήσαντος κατὰ τοὺς χρόνους τοῦ Ἰουλιανοῦ τοῦ Παραβάτου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁλώσεως καὶ πυρπολήσεως τῆς Ἱερουσαλὴμ ἐκ τῶν Περσῶν ἐν ἔτει 614 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Νεκταρίου καὶ Θεοφάνους τῶν αὐταδέλφων τῶν κτιτόρων τῆς Ἱερᾶς Μονῆς τοῦ Βαρλαὰμ τῶν Μετεώρων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαϊδούλφου τοῦ Ἄγγλου.










Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐξ Ἰωαννίνων, ἐν Σόφιᾳ τῆς Βουλγαρίας, ἐν ἔτει 1555, λιθοβοληθεὶς τελειοῦται.
Τῷ του Πνεύματος φωτὶ καταυγασθεὶς ὁ Νικόλαος,
τοῦ φθηρομένου πυρὸς τὴν καῦσιν κατεφρόνησεν.
Ὁ νέος ἐν τοῖς Ἁγίοις Μάρτυσι Νικόλαος, ὁ τῆς νίκης ἐπώνυμος, ἐγεννήθη ἐν Ἰωαννίνοις τὸ ἔτος 1510, ὡς ἀπάντησις τῆς προσευχῆς τῶν ἀτέκνων γονέων τοῦ. Διδαχθεὶς εἰς τὴν πατρίδαν τοῦ πλὴν τῆς εὐσεβείας καὶ τὴν τέχνην τοῦ ὑποδηματοποιοῦ, νέος εἰς τὴν ἡλικίαν ᾖλθεν εἰς Σοφίαν τῆς Βουλγαρίας, ὅπου ἐνημφεύθη καὶ ἔζη χριστιανικώς, ἐργαζόμενος μὲν τὴν τέχνην τοῦ διὰ τὴν συντήρησιν τοῦ σώματος καὶ τὴν εὐποιΐαν πρὸς τοὺς ἐνδεεῖς, θεραπεύων ὅμως καὶ τὰς Εὐαγγελικὰς ἀρετάς, διὰ τὴν ἐν Χριστῷ σωτηρίαν τῆς ἀθανάτου αὐτοῦ ψυχῆς.  Οὕτω πολιτευόμενος ἐφθονήθη ὑπό τινος Ὀθωμανοὺ καὶ φεύγων τὸν πειρασμὸν ᾖλθεν εἰς Βλαχίαν, ὅπου εὗρεν ἐργασίαν εἰς τὴν Αὐλὴν τοῦ ἐκεῖσε Ἡγεμόνος Τσομπάν, πλησίον τοῦ ὁποίου διεκρίθη καὶ ὡς στρατιωτικός. Εἰς Σοφίαν ἐπανῆλθε ἐν ἔτει 1554, ἵνα ἄρει γεναιοφρόνως τὸν πειρασμὸν τοῦ θανάτου τῶν δύο τέκνων τοῦ καὶ ἀναφωνήσει ὡς ἄλλος Ἰώβ, «ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα τοῦ Κυρίου εὐλογημένον». Ἐν τέλει, φθόνῳ κινηθέντες οἱ Ὀθωμανοί, διὰ τῆς χρήσεως φίλτρου τινὸς ἔφεραν αὐτὸν εἰς ὕπνον καὶ περιέτεμον αὐτὸν ἀκουσίως. Ἐλθὼν ὅμως εἰς ἑαυτὸν ὁ Νικόλαος, ἐνεκλείσθη θρήνων εἰς τὸν οἶκον τοῦ, μέχρις ὅτου πιεζόμενος ὑπὸ τῶν Ὀθωμανῶν ἵνα συμπροσευχηθὴ μετ᾿ αὐτῶν ἐν τῷ Ἰσλαμικῶ Τεμένει, ὁμολόγησε ἐνώπιον τοῦ Κριτοῦ τὴν Χριστιανικὴν αὐτοῦ πίστιν καὶ βασανιζόμενος καὶ μὴ ὑποκύπτων, ἐλιθοβολήθη ὑπὸ τοῦ Μουσουλμανικοὺ ὄχλου, ἡμιθανὴς δὲ παρεδόθη εἰς τὸ πῦρ καὶ κατεκαύθη, τῇ 17ῃ Μαΐου σωτηρίου ἔτους 1555. Ἧτο τότε ὁ Ἅγιος 45 ἐτῶν.
Τὸ μαρτύριον αὐτοῦ, ἐν παντὶ ἄγνωστον τοῖς Ἕλλησι, κατεγράφη ὑπὸ Ματθαίου τοῦ Γραμματικοῦ, Διακόνου καὶ Λαμπαδαρίου τῆς ἐν Σοφία Μητροπόλεως, τοῦ χειρογράφου φυλασσομένου εἰς τὸν ἐν Σοφία πρὸς τιμὴν τοῦ ναόν, ἔνθα ἀποθησαύρισται ἀποτμῆμα τῶν χαριτοβρύτων αὐτοῦ Λειψάνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλεαζάρου ἐν Ὄλονετς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὀσίου Ἰωνᾶ τῆς Ὀδησσοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς Μετακομιδῆ τῶν λειψάνων τοῦ Ὁσίου Ἀδριανοῦ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὡς δροσούμενοι τῶν παίδων οἱ τρεῖς ἔαλλον, ἐν τῇ καμίνῳ ποτέ, φλογὸς εἰς μέσον ἑστώς, τῇ δρόσῳ τοῦ πνεύματος ψυχὴν δροσούμενος, σὺ ὑπέψαλλες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Φῶς ἐμήνυσε πιστοῖς ἡμῖν τὴν κάραν σου, οὖσαν κατάκρυπτον, καὶ γὰρ οὐκ ἔδει σου φῶς, οἰκοῦντος ἀνέσπερον, τάτην ἐνδόμυχον, εἶναι πάντας τε, ὧν ἔτυχον ἰάσεων, παρ’ αὐτῆς ὑστερηθῆναι.
Ἐκ τοῦ τοίχου νῦν ἀνέθορεν ἡ κάρα σου, ὡς τοῦ Προδρόμου ποτέ, ἐκ τῶν λαγόνων τῆς γῆς, ὡς ῥόδον ἡδύπνοον πιστοὺς μυρίζουσα, θαυματόβρυτος, πηγή τε καὶ ἀκένωτος, θησαυρὸς θείων χαρίτων.
Θεοτοκίον.
Ἀειπάρθενε ἐκ σκότει με βαδίζοντα, ἁμαρτιῶν καὶ τυφλόν, περιπλανώμενον Σύ, ἡ τέξασα Ἥλιον τὸν ὑπὲρ ἥλιον, τὸν Θεὸν ἡμῶν, δᾳδούχησον καὶ δεῖξόν μοι, τὴν ὁδὸν τῆς μετανοίας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ῥέοντα καὶ ἄστατα ὁ Μάρτυς, ὁ νέος καταλιμπάνων δι’ ἀθλήσεως, Σῶτερ ὑμνολόγει σε, καὶ ἐδοξολόγει σε, τῇ μνήμῃ δ’ αὐτοῦ ψάλλειν σοι πάντας ἐκίνησε, τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὥρα ἡ τοῦ ἔαρος ἐπέστη, λειμῶνα τοῦ κατοικοῦντος τὸν οὐράνιον, Νικολάου Μάρτυρος, ἡ μνήμη νῦν συμπάρεστι, τὴν Ἐκκλησίαν ἅπασαν, Χριστοῦ φαιδρύνουσα, κροτήσωμεν, φιλέορτοι πάντες, ᾄσματα Κυρίῳ, τιμῶντι τοὺς Ἁγίους.
Νάμα ζωηρὸν καὶ νεκταρῶδες, τὴν γλῶσσάν σου καταψύχει ἣν ἐξήρανεν, ἐν τῷ μαρτυρίῳ σου, τὸ πῦρ τὸ ἀκάματον, καὶ ἐν Ἀγγέλων ᾄσμασι τέρψει χορεύουσιν, οἱ πόδες σου, οἱ ὑπὲρ ἀγάπης, ἀπανθρακωθέντες, Μάρτυς τοῦ σοῦ Σωτῆρος.
Θεοτοκίον.
Ὄρος ἀλατόμητον ὦ Κόρη, ἐξ οὗ ὁ πολύτιμος λίθος ἐκτέτμηται, δίσκος ὁ δεξάμενος, δικαιοσύνης Ἥλιον, νεφέλη ὑετόῤῥυτος ἡ καταρδεύσασα, τὴν βρότειον κατάξηρον φύσιν, τάξον τοῦ Υἱοῦ Σου, ἐν δεξιῷ χορῷ με.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἔλεος ἐμοί, πρεσβείαις Νικόλαε ταῖς σαῖς κατάπεμψον, ἀμετρήτως πταίσαντι, ἀβύσσῳ πάντως ὡς παριστάμενος, ἐλέους ὡς γηθόσυνος πανηγυρίζω σου, ἐν τῇ μνήμῃ, καὶ χαρμοσυνώτατα, προσφωνήσω τὰ σὰ κατορθώματα.
Ὅλον ἐν κακοῖς, ἐμὲ ἰλυπώμενον ἄνωθεν ἔπιδε, οἴκτῳ τε φερόμενος, χεῖρά μοι ὄρεξον ἀναστάσεως, καὶ εὐσπλαγχνίας ῥῖψόν με Χριστοῦ τοῖς ῥεύμασι, καὶ νυμφῶνος, ἀξιον ἀπέργασαι, οὐρανίου εὐχαῖς ταῖς σαῖς δέομαι.
Νίκην κατ’ ἐχθροῦ, τῆς νίκης φερώνυμε, πιστοῦ λαοῦ κᾀμοί, δώρησαι καὶ τῶν παθῶν, τῶν ψυχοφθόρων καὶ τῶν κινδύνων με, ἐξάρπασον προσοίσαντα σοὶ τὸ ἐγκώμιον, τὸ βραχὺ μέν, τοῦτο ἀλλὰ πρόθυμον, καὶ θερμοῦ τοῦ πρὸς σὲ πόθου ἔμπλεων.
Θεοτοκίον.
Ὕμνον προσεχῆ, τοῖς Σοῖς προτερήμασι, πῶς τι προσάξειε; Νοῦν γὰρ ὑπὲρ ἅπαντα, ἐκτελεσθέντα καὶ ὑπερκόσμιον, πῶς βρότειον ἐκγώμιον ἐμπεριλήψεται; ἀλ’ ἀνάσχου, τούτου καὶ Υἱῷ Σου γάρ, φίλον ὅ,τι ἐστὶ κατὰ δύναμιν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν Μάρτυρα τὸν νέον, Χριστοῦ τὸν θεῖον ὁπλίτην, τῆς εὐσεβείας τὸ θῦμα, τὸν ἐραστὴν ἀληθείας, ὑμνήσωμεν συνελθόντες, φιλομαρτύρων τὸ στῖφος.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν τῆς ἀνδρείας ἐσθῆτα περιβαλλόμενος, χειμῶνα τῶν βασάνων, ἀπτοήτως διῆλθες, καὶ ἔφθασας τὸ ἔαρ τὸ νοητόν, καὶ λειμῶνα οὐράνιον, καὶ σὺν Ἀγγέλοις παλεύεις Μάρτυς Χριστόν, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς. (Δίς)

Τῶν οὐρανίων ἁψῖδων Μαρτύρων Τάγματα, προκύψαντα λαμπρῶς σε, περιέμενον νέον, συμμάρτυρα καὶ ὕμνον θεοτερπῆ, τῷ Κυρίῳ ἀνέμελπον, εὐλογητὸς εἶ βοῶντες Παμβασιλεῦ, ὁ δοξάζων τοὺς Ἁγίους Σου.

Ἡμῖν ἐξ ὑψους την χάριν Μάρτυς τὴν ἔνθεον, κατάπεμψον τιμῶσι, σοῦ τὴν μνήμην καὶ νίκην, κατὰ τῶν ἀοράτων καὶ ὁρατῶν, δυσμενῶν καὶ περίεπε, τῆς σῆς πατρίδος τὴν πίστιν ταῖς πρὸς Χριστόν, εὐπροσδέκτοις σου δεήσεσι.



Δόξα. Ἦχος πλ. δ΄.
Ἀποβαλὼν δι’ ἀθλήσεως, τῆς σαρκὸς τὸ ἄχθος, ὡς ἀετὸς ὑψιπέτης εἰς οὐρανὸν ἀνελήλυθας, Ἀθλοφόρε Νικόλαε, καὶ παραστὰς τῷ Χριστῷ, προπομπῇ τῶν Μαρτύρων καὶ τῶν θείων Ἀγγέλων ἐστεφάνωσαι, ὡς ἀριστεὺς καλλίνικος, παρὰ τοῦ στεφανοδότου Χριστοῦ, εὖ δοῦλε ἀγαθέ σοι φήσαντος· ὡς παῤῥησίαν τοίνυν ἔχων πρὸς Αὐτόν, μὴ διαλίπῃς πρεσβεύων, λυτροῦσθαι κινδύνων τοὺς τιμῶντάς σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου