ΜΑΙΟΥ ΙΒ.
ΘΕΟΔΟΣΙΟΥ ΟΣΙΟΥ ΚΥΘΗΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
στειρευούσης ἐκ γαστρός, ἤνθησας ὡς εὔκαρπον δένδρον, τῇ ἐπινεύσει Θεοῦ, τότε
ἐκ νεότητος ἐκαρποφόρησας, δωρεῶν τῶν τοῦ Πνεύματος, τοὺς καρποὺς πλουσίως,
Ὅσιε Θεόδωρε, ὡς ἐραστὴς τῶν καλῶν· σὺ γὰρ ἐκ παιδὸς πρὸς τὴν ἄνω, ἴθυνας
πορείαν τοῦ βίου, θείοις ῥυθμιζόμενος προστάγμασιν.
Ὅτε
τῶν ἐν Ῥώμῃ ἱερῶν, ἔτυχες, Θεόδωρε Πάτερ, ἁγιασμάτων πιστῶς, τότε ἐνθεώτατος
ὤφθης τῷ πνεύματι, καὶ ῥωσθεὶς θείᾳ χάριτι, ἁγίων Πατέρων, τὸν βίον ἐζήλωσας,
ἐν ἐγκρατείᾳ πολλῇ· ὅθεν ὡς ἀστὴρ διαλάμπεις, ἐν Μονεμβασίᾳ ὁσίως, ἐναρέτοις
πράξεσι κοσμούμενος.
Ὅτε
ἐπτερώθης τὴν ψυχήν, ἔρωτι ἁγίῳ τελείως, κόσμου τὴν σχέσιν λιπών, τότε
παραγέγονας ὡς ἄλλος ἄγγελος, εἰς Κυθήρων τὴν ἔρημον, τότε νῆσον, Πάτερ, ἔνθα
ὑπερέλαμψας, πόνοις ἀσκήσεως· ὅθεν δωρεαῖς θεοσδότοις, παρὰ τοῦ Χριστοῦ ἐπαξίως,
Ὅσιε Θεόδωρε, δεδόξασαι.
Ὅτε
τὸν ἀγῶνα τὸν καλόν, Πάτερ, διανύσας μετέστης, πρὸς οὐρανίους μονάς, τότε
καταλέλοιπας τὸ θεῖον σκῆνός σου, θησαυρὸν ὡς πολύτιμον, τῇ νήσῳ Κυθήρων, νέμον
τοῖς αἰτοῦσί σε, θεῖα δωρήματα· ὅθεν τὴν ἁγίαν σου Κάραν, ἔχοντες Θεόδωρε
μάκαρ, πᾶσαν ἐξ αὐτῆς χάριν καρπούμεθα.
Δόξα. Ἦχος β´.
Ἀσκητικῶς
πολιτευσάμενος, τὴν κλῆσιν τοῖς ἔργοις ἐκόσμησας, θεοφόρε Θεόδωρε· ὡς δῶρα γὰρ
θεῖα προσήγαγες, τῷ Παντάνακτι Θεῷ, τῶν ἀρετῶν σου τοὺς καμάτους, καθειρωτάτῃ
καρδίᾳ καὶ ζέοντι πνεύματι ὅθεν παρ᾿ Αὐτοῦ ἐδοξάσθης, θεϊκαῖς δωρεαῖς, καὶ
πλουσίοις χαρίσμασι, δι᾿ ὧν πᾶσι παρέχεις, τὰ πρὸς σωτηρίαν αἰτήματα.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄγγελος
ἐν σαρκί, Θεόδωρε, ὡράθης, ἀγγελικῶς βιώσας, καὶ ἰσαγγέλου δόξης, ἰσότιμος
γενόμενος,
Στίχ: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει ἡ σὴ πατρίς, Κορώνη τῇ σῇ δόξῃ, πλέον δὲ ταύτης, Πάτερ, ἡ τῶν Κυθήρων νῆσος, γάννυται τῇ ἀσκήσει σου.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κάρα
σου ἡ σεπτή, τῇ θείᾳ χορηγίᾳ, Θεόδωρε, πηγάζει, τοῖς πίστει προσιοῦσι,
πλουτοποιὰ δωρήματα,
Δόξα. Τριαδικόν.
Σύνθρονε
Παντουργέ, ὁμόδοξε Θεότης, Τριὰς Ὑπεραγία, λιταῖς τοῦ Θεοδώρου, ἐλέησον τὸν
κόσμον σου.
Καὶ νῦν. Θεοτοκίον.
Σάρκα
ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου ὁ Λόγος, λαβὼν ἀναλλοιώτως, διπλοῦς ὤφθη τῷ κόσμῳ,
Παρθένε, ὁ Φιλάνθρωπος.
Νῦν
ἀπολύεις. Τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον δώρημα, Κυθήρων νῆσος, τὴν ἁγίαν σου, κέκτηται Κάραν, θεοφόρε παμμάκαρ Θεόδωρε· καὶ ἐξ αὐτῆς τὰς ἰάσεις λαμβάνουσα, ἀνακηρύττει εὐσήμως τὴν χάριν σου, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος,
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῆς ἑορτῆς γ, καὶ τοῦ Ἁγίου γ΄. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔνδον
ἐν καρδίᾳ σου, τῶν ὑπὲρ νοῦν δωρημάτων, δεξάμενος ἔρωτα, πάντων κατεφρόνησας
ὁσιώτατε, γαμετῆς παίδων τε, καὶ πατρίδος φίλης, τὸν Σταυρὸν τὸν τοῦ Κυρίου δέ,
ἄρας ἐπ’ ὤμων σου, ὄπισθεν Αὐτῷ ἠκολούθησας, ἐν ᾧ ἀγωνισάμενος, δόλιον Σατὰν
κατετρόπωσας· ὅθεν σοι ἐδόθη, Ἀγγέλοις συγχορεύειν εἰς ἀεί, καὶ θεοπτίαις
ἐλλάμπεσθαι, πάνσοφε Θεόδωρε.
Πάτερ
ὁσιώτατε, ἡδυπαθείας σαρκός σου, μαράνας τῷ Πνεύματι, ἀρετῶν μητρόπολις ἀναδέδειξαι·
τὰ ἐν γῇ πάντα γάρ, ὡς οὐδὲν ἡγήσω, τῷ νοΐ ἀναπτερούμενος, πρὸς τὸ ὑπέρτατον,
πάντων ἀγαθῶν καὶ ἀκρότατον· διόπερ ὡς Ἀσώματος, ἐν σώματι ὢν πεπολίτευσαι·
ὅθεν συνελθόντες, τὴν σὴν ἐπιτελοῦμεν ἑορτήν, πρὸς τὸν Σωτῆρα καὶ Κύριον,
πρέσβυς προβαλλόμενοι.
Ἄσαρκος
ὡς Ἄγγελος, ἐπὶ τῆς γῆς θεοῤῥήμων, ἐφάνης τῷ βίῳ σου, καὶ πνεῦμα γενόμενος
προσεπάλαισας, τοῖς δεινοῖς πνεύμασι, καὶ τὴν τούτων δύναμιν, ἀνδρικῶς σὺ
κατεπάτησας· διὸ καὶ εἴληφας, τῶν σῶν πόνων Πάτερ τὰ ἔπαθλα· ἰᾶσθαι τὰ
νοσήματα, καὶ θαυματουργεῖν τὰ παράδοξα· καὶ νῦν σὺν Ἀγγέλοις, τῷ θρόνῳ
παριστάμενος Χριστοῦ, μὴ διαλείπῃς γενόμενος, ὑπὲρ τῶν τιμώντων σε.
Ὅλος
ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως
ἱερώτατε, μοναστὴς ἄριστος, γεγονὼς Θεόδωρε, καὶ δοχεῖον θείου Πνεύματος, καὶ
γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς
οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄῤῥητον κάλλος Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, Ὃν
ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Ἐξέλαμψε σήμερον τῇ τῶν Κυθήρων νήσῳ, ἔαρ σωτήριον, ἡ πανέορτος πανήγυρις τοῦ θεοφόρου Θεοδώρου, πᾶσαν ἁμαρτίας σκοτόμαιναν ἀφ’ ἡμῶν διασκεδάζουσαν· δεῦτε οὖν φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις, καὶ ἡμεῖς αὐτὸν καταστέψωμεν λέγοντες: Χαίροις διακόνων εὐλαβῶν ἐγκαλλώπισμα, ὁ μιμητὴς τοῦ σοῦ διδασκάλου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. χαίροις ὁ καταπαλαίσας τὸν ἀντίπαλον, τῇ τοῦ σώματος τήξει, καὶ διηνεκεῖ πρὸς Θεὸν προσευχῇ. Χαίροις ὁ μετανάστης πατρίδος, καὶ οἰκιστὴς καὶ φύλαξ τῶν Κυθήρων, καὶ οἰκουμένης προστάτης καὶ πρόμαχος, αἴτησαι ὡς παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ Παντάνακτος, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρὸν. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ´, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν.
Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Εἰς τὴν Λιτὴήν. Ἦχος α΄.
Ἀσκητῶν
ὑπερβὰς τὸ φερέπονον, Ὅσιε Πάτερ, ἐν οὐρανοῖς ἀπολαύεις, ὑπερβαλλούσης τιμῆς,
καὶ τῆς κρείττονος αἴγλης ἀναπεπλήρωσαι ὅτι τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύσας
ὁδὸν, νενίκηκας τὸν κόσμον, καὶ Ἀγγέλοις καθωμοιώθης· καὶ νῦν τῆς δόξης
συμμετέχων αὐτῶν, πρέσβευε ὑπὲρ ἡμῶν τὸν μόνον φιλάνθρωπον.
Ἦχος β΄.
Ἡ
τῶν λειψάνων σου θήκη, Πανεύφημε Πάτερ, πηγάζει ἰάματα· καὶ ἡ ἁγία σου ψυχὴ,
Ἀγγέλοις συνυμνοῦσα, ἀξίως ἀγάλλεται, ἔχων οὖν πρὸς Κύριον, Ὅσιε, παῤῥησίαν καὶ
μετὰ τῶν Ἀσωμάτων χορεύων ἐν οὐρανοῖς· Χριστὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τίς
τῷ ἱερῷ σου τεμένει, Θεόδωρε μακάριε, μετὰ πόθου καὶ πίστεως προστρέχων, οὐ
λαμβάνει ταχέως τὰ οἰκεῖα αἰτήματα; Τοῖς δεινοῖς περιπεσὼν νόσοις, καὶ
ἀλλεπαλλήλοις κινδύνοις, προσκαλούμενός σε οὐ σώζεται; Ὄντως θαυμαστὰ τὰ τοῦ
Θεοῦ ἐν σοὶ τερατουργήματα· οὐ μόνον γὰρ τὰ τῆς ψυχῆς ἰατρεύεις παθήματα, τῇ
πρὸς Θεὸν παῤῥησίᾳ σου, ἀλλὰ καὶ τὰ τοῦ σώματος· ἅπαντες γοῦν σωτῆρα σε
προβαλλόμεθα· καὶ κατὰ χρέος, τὴν ἱερὰν σου καὶ σεπτὴν μνήμην ἑορτάζοντες, τὸν
σὲ, ἀνυμνολογοῦμεν, δοξάσαντα Κύριον.
Ἠγάπησας
θεοφόρε, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου ζῶν ὑπὲρ τὰ ὁρώμενα, καὶ
ἔσοπτρον ἀκηλίδωτον Θεοῦ θεῖον ἀνεδείχθης· καὶ ὤν ἀεὶ ἡνωμένος φωτὶ, φῶς
προσελάμβανες· καὶ τρανώτερον τοῦ μακαρίου ἔτυχες τέλους· καὶ πρεσβεύεις ὑπέρ
τῶν ψυχῶν ἡμῶν, Θεόδωρε μακάριε.
Δόξα. Ἦχος β΄.
Τῶν θείων ἐπώνυμον δωρεῶν, δεῦτε λαοὶ ἀξίως εὐφημήσωμεν· οὗτος γὰρ καλῶς διαπρέψας τῷ βίῳ, ἀξίως τῷ Θεῷ εὐηρέστησε· καὶ νῦν ἐν οὐρανοῖς χοροστατεῖ μετ’ Ἀγγέλων, τῷ τρισηλίῳ φωτὶ παριστάμενος· διὸ καὶ ἡμεῖς πρὸς αὐτὸν εἴπωμεν: Χαίροις, ὁ τῶν ὀχληρῶν τοῦ βίου ἐμφρόνως ἀποστὰς, μελέτην βίου τὸν φόβον τῆς κρίσεως ποιούμενος. Χαίροις ὁ γυναικὸς καὶ παίδων καταφρονήσας διὰ Κύριον. Ὅν ἰκέτευε, Ὁσίων δόξα, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὸ ἱερόν σου μνημόσυνον.
Καί
νῦν. Τῆς ἑορτῆς.
Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Ὄντως
ὑψοποιὸν ἀρετὴν, φωτοειδὲς καὶ καθαρὸν περιβόλαιον, χιτῶνα τῆς εὐφροσύνης
περιβληθεὶς νουνεχῶς, ἐν γῇ τῶν πρᾳέων νῦν γηθόμενος, ἐκλάμπεις Θεόδωρε,
θεϊκαῖς ταῖς λαμπρότησι, τὰς παρατάξεις, τῶν Ἀγγέλων θεώμενος, τὸ τρισήλιον,
σέλας περιπολεύοντας, ὅθεν σὲ μακαρίζοντες, ἐν πίστει σοι κράζομεν: Μὴ ἐπιλάθου
σῶν δούλων, διὰ παντὸς προστρεχόντων σοι, τεμένει τῷ θείῳ, τοῦ εὑρεῖν κακῶν τὴν
λύσιν καὶ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Βίον
ἐπὶ τῆς γῆς ἀληθῶς, ἀγγελικὸν, ἐπολιτεύσω μακάριε, φυγὼν γὰρ πᾶσαν τοῦ κόσμου,
δόξαν καὶ πλοῦτον, καλῶς τὴν στενὴν καὶ πλήρη πάσης θλίψεως, ὁδὸν διεβάδισας
τὴν ἐπάξασαν ἄνω σε, πρὸς Βασιλείαν, τοῦ Θεοῦ τὴν οὐράνιον, διὸ τέλειος,
ἀνεδείχθης μακάριε, ὥσπερ ἔφη ὁ Κύριος πρὸς ὅν σὲ κεκτήμεθα, οἱ σῇ
προστρέχοντες σκέπῃ, ἔνθερμον πρέσβυν αἰτούμενοι. Τυχεῖν θείας δόξης, τοὺς ἐν
πίστει ἐκτελοῦντας τὸ σὸν μνημόσυνον.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Νῆσος
ἡ τῶν Κυθήρων, σοφὲ, τὴν ἱερὰν καὶ πανσεβάσμιον μνήμην σου, τιμῶσα
εὐσεβοφρόνως, ἐπαπολαύει τῶν σῶν μεγαλουργημάτων παναοίδιμε· προφθάνεις γὰρ
πάντοτε, τῶν δεινῶν ἐκλυτρούμενος, βαρβαρικῆς τε, ἐπιδρομῆς καὶ κακώσεως,
ἄρδρην ὄλεθρον, ἀπειλούσης τοῖς δούλοις σου· ὅθεν ῥύστην καὶ φύλακα, προστάτην
θερμότατον σὲ ἐν ἀνάγκαις πλουτοῦντες, Θεόδωρε ἱκετεύομεν, Χριστὸν ἐκδυσώπει,
τοῦ δωρήσασθαι, τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Τὸ κατ’ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος εἰς τὸ καθ’ ὁμοίωσιν, ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τὴν φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι· ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων, Θεόδωρε, καθαρῶς ἐποπτεύεις, τὴν Ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Καί νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον δώρημα, Κυθήρων νῆσος, τὴν ἁγίαν σου, κέκτηται κάραν, θεοφόρε παμμάκαρ Θεόδωρε· καὶ ἐξ αὐτῆς τὰς ἰάσεις λαμβάνουσα, ἀνακηρύττει εὐσήμως τὴν χάριν σου, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος,
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ ἐπίγεια πάντα καταλιπὼν, καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συνόμιλος. Τὰ γὰρ παρόντα πάθη, νεκρώσας τοῦ σώματος, τῆς Τριάδος ἐδείχθης, θεράπων μακάριε· ὅθεν καὶ νοσούντων, θεραπεύεις τὰς νόσους, καὶ λόγῳ τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, θεοφόρε Θεόδωρε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετά τὴν β΄ στιχολογίαν, κάθισμα ὅμοιον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβὼν, καὶ Αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ Θεόδωρε· ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας· καὶ ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε μακάριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καί νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ νῆσος Κυθήρων σε ἔχει προστάτην θερμὸν κινδύνων καὶ θλίψεων, ταύτην ῥυόμενον, ὅθεν καὶ συνελθόντες, ἐκβοῶμεν σοι μάκαρ, πρέσβευε τῷ Σωτῆρι, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων τὸ σεπτόν σου Πάτερ μνημόσυνον.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ Ἀναβαθμοὶ· τὸ Α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Κατὰ Ματθαίον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Πάντα μοι παρεδόθη...
Ὁ Ν΄ ψαλμὸς.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καί νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ: Ἐλέησόν με ὁ Θεὸς...
Ὅσιε
Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς
οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας· τῶν
Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων ἐν τῇ
μνήμῃ σου, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Οἱ κανόνες. Τῆς ἑορτῆς εἰς δ΄, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ὑπερφυεῖς τοὺς ἀγῶνας, ἐπὶ τῆς γῆς διὰ πόθον ἔνθεον, ἐνδειξάμενος σοφέ, παῤῥησίαν ἔχων πρὸς Χριστόν, λόγον δίδου μοι, ὑμνεῖν τὰ σὰ τεράστια.
Μέμνησο ταύτης τῆς γαίας, ἐν ᾗ Χριστὸς ἐξιλεωσάμενος, βασιλείας τῆς Αὐτοῦ κληρονόμος γέγονας σοφέ, καὶ προστάτης ἐν δεινοῖς γενοῦ τοῖς δούλοις σου.
Νεῦσον πρὸς ὕμνους τῶν πόθῳ τῷ σῷ ναῷ προσφευγόντων Ἅγιε καὶ κατάπεμψον ἡμῖν, οὐρανόθεν λύσιν τῶν δεινῶν, καὶ πταισμάτων ἱλασμόν, σοφὲ Θεόδωρε.
Θεοτοκίον.
Ὤφθης
ἐλπίς, τῶν περάτων Μῆτερ Θεοῦ τὸν Χριστὸν κυήσασα, σπεῦσον οὖν ῥῦσαι κᾀμὲ
πειρασμοῖς κυκλούμενον δεινοῖς, Σὲ γὰρ ἔχω βοηθὸν ἐν πάσαις θλίψεσι.
Ὁ β’ Κανών.
ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.
Τῷ Βασιλεῖ, παρεστηκὼς τῶν Δυνάμεων, σὺν παῤῥησίᾳ, Ὅσιε μάκαρ Θεόδωρε, τοὺς τὴν θείαν σου μνήμην, τελοῦντας ἐγκλημάτων, αἴτησαι ἄφεσιν.
Ἀποσκοπῶν Πάτερ, τὴν μέλλουσαν εὔκλειαν, τὸν σὸν Σταυρὸν ἀράμενος κατηκολούθησας, τῷ Δεσπότῃ τῶν ὅλων, αὐτοῦ τοῖς θείοις νόμοις μάκαρ ἑπόμενος.
Ἵνα Χριστοῦ τῆς Βασιλείας μακάριε, ἀναδειχθεὶς συμμέτοχος, κόσμου κατέλιπες, τὰ τερπνὰ θεοφόρε προκρίνας τῶν προσκαίρων, τὰ διαμένοντα.
Θεοτοκίον.
Ἀπὸ
πασῶν θλίψεων ῥῦσαι τοὺς δούλους Σου, Θεογεννῆτορ Δέσποινα τοὺς ἀνυμνοῦντάς
Σου, τὸν ἀνέκφραστον τόκον, ἐν Σοὶ γὰρ τὰς ἐλπίδας πάσας ἐθέμεθα.
ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Σαρκὸς νεκρώσας ἡδονάς, ἀπενέκρωσας ὄφιν, τὸν πτερνίσαντα πάλαι τὸν προπάτορα ἡμῶν· διόπερ χάριν λαβών, ἀπελαύνεις πνεύματα ἀκάθαρτα.
Ὁ νοῦ σου νεύσει πρὸς Θεὸν καλλυνόμενος Πάτερ, ὡραιότατος ὤφθη καὶ χαρίσματος παντός, ἀνάπλεος ἀληθῶς, καὶ τῆς θείας μέτοχος λαμπρότητος.
Πάσας ἀπάτας τοῦ ἐχθροῦ, καὶ δεινὰς πανουργίας, παμμακάριστε Πάτερ, ὡς ἐχέφρων ἀληθῶς, κατέπτυσας, καὶ Χριστὸν ἀγαπήσας, τούτῳ ἠκολούθησας.
Θεοτοκίον.
Ὁ
πόθος θέλγει με ὁ Σός, ἀνυμνῆσαί Σε Κόρη Παναγία Παρθένε, ἠ ἐλπὶς τῶν γηγενῶν·
ἀλλ’ οὐ τολμῶ ὁ ἐναγής, ὑπὸ πλήθους Κόρη παραπτώσεων.
Ἕτερος. Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε.
Ἰνδάλματος παθῶν ἐναπεκάθηρας καὶ ὤφθης ναὸς Θεοῦ θεοφόρε, οὗ τῷ ἔρωτι πυρούμενος, τῆς σαρκὸς ἀπεμάρανας τοὺς ἔρωτας.
Προσπάθειαν σαρκὸς ἀπαρνησάμενος, συζύγου Θεόδωρε, καὶ τῶν τέκνων, ἀντ’ αὐτῶν ἐκληρονόμησας, τὴν ζωὴν τὴν αἰώνιον μακάριε.
Ῥώμην καταλαβών, τὰς θείας λάρνακας, θεόφρων προσεκύνησας μετὰ πόθου, τῶν Ἁγίων Ἀποστόλων Χριστοῦ, ὧν τὰ θεῖα ἐφύλαξας προστάγματα.
Θεοτοκίον.
Ὁ πλάσας κατ’ ἀρχάς, Θεὸς τὸν ἄνθρωπον σαρκοῦται ἐκ Σοῦ πανάμωμε Κόρη, Ὃν δυσώπει τὴν καρδίαν μου, μεσιτείαις ζωῶσαι ταῖς Σαῖς πανάμωμε.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰς τοῦ βίου παγίδας ἀποφυγών, ἐλαμπρύνθης τῇ αἴγλῃ τῶν ἀρετῶν, ἄνωθεν δεξάμενος τὴν ἀκτῖνα τοῦ πνεύματος, καὶ διὰ τοῦτο πᾶσαν, ὑπέμεινας κάκωσιν, οἱ γὰρ σοὶ ἀγῶνες, ἐπτόησαν δαίμονας· ὅθεν καὶ νικήσας, τὰς αὐτῶν μεθοδείας, παρέχεις ἰάματα, τοῖς αἰτοῦσί σε Ἅγιε, θεοφόρε Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καταλείψας ἐμφρόνως τὰ ἐπὶ γῆς, καὶ σαυτὸν ἀρνησάμενος νουνεχῶς, τὸ χεῖρον τῷ κρείττονι, ὁλικῶς καθυπέταξας, καὶ δωρεῶν ἀΰλων ἐπλήσθης μακάριε, δοχεῖον τὴν ψυχήν σου τελέσεις τοῦ Πνεύματος· ὅθεν καὶ πᾶσιν ἐφαπλῶν τὴν σὴν χάριν, τὰ θεῖα δωρήματα, διανέμεις τοῖς χρῄζουσι, θεοφόρε Θεόδωρε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Χριστός μου δύναμις Θεὸς καὶ Κύριος.
Ξενίζει ἅπαντας, ὁ ξένος βίος σου, τὸ ἐν πείνῃ καὶ δίψῃ καὶ παγετῷ, ὄντως ἀμετάθετον, τὸ καρτερὸν δὲ τῆς εὐχῆς, κατεπτόησε καὶ δαίμονας.
Ἐδείχθης Ὅσιε, Χριστοῦ παράδεισος, τὰς ἰάσεις παρέχων τοῖς ἐπὶ σοί, πόθῳ καταφεύγουσι, ὥσπερ καρποὺς τὰς ἀρετάς, προβαλλόμενος εἰς μίμησιν.
Νοὸς ὀξύτητι, προβλέπων Ὅσιε τὰ ῥευστὰ τῶν παρόντων, πρὸς οὐρανόν, ἔσχες τὸ πολίτευμα, καὶ πρὸς Χριστὸν ἀποσκοπῶν ἐκαρτέρεις πᾶσαν κάκωσιν.
Θεοτοκίον.
Λιμένα
εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ Σε ἀληθεῖ, Δέσποινα πανάμωμε,
ἐκ διανοίας καθαρᾶς Θεοτόκον καταγγέλλουσιν.
Ἕτερος. Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν.
Σοῦ τοῖς χείλεσιν ἤνεγκας, ἀκαταπαύστως Πάτερ τὸν Δεσπότην, ἐντρυφῶν τοῖς θείοις Αὐτοῦ διδάγμασιν.
Ὑπερήφανον δράκοντα, καταβαλὼν τῇ ταπεινοφροσύνῃ, ἀρετῶν εἰς ὕψος ἔφθασας Ὅσιε.
Χριστοῦ θεῖος διάκονος, ἀναδειχθεὶς Αὐτοῦ τὰς ζωηφόρους ἐντολάς, ἀσαλεύτως Πάτερ ἐφύλαξας.
Θεοτοκίον.
Ἀνυμνοῦμέν
Σε Ἄχραντε, τὴν τὸν Θεὸν ἀῤῥήτως συλλαβοῦσαν, διὰ Σοῦ ποικίλων παθῶν
λυτρούμενοι.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθὲ.
Σταυρὸν ἀράμενος τοῦ Χριστοῦ, ἴχνεσιν Αὐτοῦ ἀκολουθῶν, ἀνεπιστρόφως ἐβάδισας· κάκωσιν παντοίαν καὶ πόνους σώματος, γενναίως ὑπομείνας ὡς καρτερόψυχος.
Θεὸν θεμέλιον ἀσφαλῆ, θέμενος ἐπ’ ἔργοις, ἀγαθοῖς διακαρτέρεις θλιβόμενος· ὅθεν πείνῃ καὶ δίψῃ κρύει καὶ καύσωνι, Θεόδωρε, παλαιῶν ἄσειστος ἔμεινας.
Ὁ ποῦς σου ἔστη προφητικῶς, Πάτερ ἐν εὐθύτητι σοφέ, ἀπεριτρέπτῳ φρονήματι, καθυποσκελίζων τὸν πολυμήχανον, ἀσκήσεως τοῖς τρίβοις καλλωπιζόμενος.
Θεοτοκίον.
Ὄντως
ὡραίος ὁ Σὸς Υἱὸς ὑπὲρ τοὺς υἱοὺς τῶν γηγενῶν, ὤφθη Πανάμωμε Δέσποινα· πάντας
ὡραΐζων τοὺς Θεοτόκον Σε, καὶ γλώσσῃ καὶ καρδίᾳ ὁμολογοῦντάς Σε.
Ἕτερος. Ὁ τοῦ φωτὸς χορηγός.
Ἴθυνας Πάτερ τὸν σὸν, πρὸς τὸν Θεὸν νοῦν ἀκλινῶς Ὅσιε, καὶ τῆς σαρκὸς τὸ φρόνημα ἅπαν, ἐνέκρωσας, τὴν ψυχήν σου ζωώσας, ταῖς θείαις μάκαρ πράξεσι.
Τῷ θείῳ πόθῳ Χριστέ, πυρποληθεὶς τὰς ἡδονὰς ἔφλεξεν, ὁ Σὸς πιστὸς οἰκέτης οἰκτίρμων· οὗ θείαις προσευχαῖς, οἰκτείρησον σῶσον κᾀμὲ τὸν ἀνάξιον.
Ἀκαταπαύστοις ᾠδαῖς, τὸν παντοδύναμον ὑμνῶν Κύριον, ἐν ταῖς χερσὶ ἐργάζου ἀπαύστως, ἀντίπαλον εἰδώς, ὄντως ἀκηδείας, σοφὲ τὸ ἐργόχειρον.
Θεοτοκίον.
Ῥήμασι
Σοῖς ἀγαθή, ἀκολουθοῦσαι γενεαὶ ἅπασαι, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, Σὲ
μακαριοῦμεν, ὡς ὄντως τὸν πάντων κυήσασαν Κύριον.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Δακρύων τοῖς χεύμασι, καὶ συντόνῳ προσευχῇ, δαίμονας ἐταπείνωσας, καὶ νικηφόρος ὤφθης κατὰ παθῶν· διό σε ἐδόξασεν ὁ Δεσπότης τῶν ὅλων καὶ Θεὸς ἡμῶν.
Ὡς ἥλιος ἔφανας, δᾳδουχῶν πᾶσαν τὴν γῆν, ταῖς τῶν θαυμάτων λάμψεσι, καὶ ἀπελαύνεις νέφη βαρβαρικά, ῥωνύων τοὺς δούλους σου, κατ’ αὐτῶν ἐν πολέμοις κραταιότατα.
Ῥοαῖς τῶν δακρύων σου κατεπόντισας στρατόν, δαιμόνων δυσμαχώτατον, καὶ εἰς τὴν ἄνω πόλιν περιχαρῶς, εἰσέδυς Θεόδωρε, τὰς αἰτήσεις ἐκεῖθεν, καταπέμπων ἡμῖν.
Θεοτοκίον.
Τὴν μόνην Πανύμνητον, καὶ καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, χριστιανῶν τὸ τεῖχος τὸ ἀῤῥαγές, τὴν Ἄχραντον Δέσποινα, ἀδιστάκτῳ καρδίᾳ μακαρίσωμεν.
Ἕτερος. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Ἱερῶς σου τὸν βίον ἐλάμπρυνας, ἐν ἀκτημοσύνῃ τε, καὶ ἐν πρᾳότητι· διόπερ γῆν κατῴκησας, τῶν πραέων θεόφρον Θεόδωρε.
Νύκτα βίου ἐμφρόνως παρέδραμες, καὶ πρὸς ἀειζώους μονὰς κατεσκήνωσας Πάτερ, σαφῶς ἀδύτους τε, παμμακάριστε μάκαρ Θεόδωρε.
Ὁλοτρόπως Θεῷ ἀνακείμενος, καὶ τὰς ἀστραπὰς τῶν θαυμάτων δεχόμενος, τὰς δωρεὰς τοῖς χρήζουσι διανέμεις παμμάκαρ Θεόδωρε.
Θεοτοκίον.
Ἱλαστήριον
ὤφθης Πανάμωμε, ἡ τὸν ἱλασμὸν καὶ Σωτῆρα κυήσασα, Ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ
πάντων τῶν πόθῳ ὑμνούντων Σε.
Κοντάκιον. Τὰ ἄνω ζητῶν.
Τοῦ βίου φυγὼν ἡδύτητας καὶ θόρυβον, καὶ τέκνα λιπὼν καὶ σύζυγον μακάριε, τὴν ἔρημον ᾤκησας, καὶ Ἀγγέλων γέγονας Ὅσιε, ζηλωτὴς ἀξιάγαστος, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τῶν
ἀσκητῶν τὸ καύχημα, πάντες συνελθόντες, προθύμως εὐφημήσωμεν Θεόδωρον τὸν
μακάριον· οὗτος γὰρ καταφρονήσας, κόσμον καὶ τὰ ἐν κόσμῳ ἐν ἐρήμῳ κατῴκησε· καὶ
τὴν σάρκα τῇ ψυχῇ καθυπέταξε· διὸ χάριν θαυμάτων οὐρανόθεν ἐδέξατο, καὶ
μεταστὰς ἀπὸ γῆν σὺν Ἀγγέλοις ᾄδει τὸν πλάσαντα· πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ ἐν Κυθήροις.
Ταῖς
αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Λάμπει σήμερον ἡ μνήμη σου τὰ πέρατα, τῇ αἴγλῃ τῶν θαυμάτων σοφέ, καὶ ἀπελαύνει, ζοφερῶν δαιμόνων τὴν πληθύν, καὶ πᾶσι παρέχει τοῦ βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἐτραυμάτισας τοὺς δαίμονας Θεόδωρε, ὡς ἄσαρκος βιώσας· ἐν γῇ ὅθεν Ὅσιε σὲ προστάτην ἔχοντες θερμόν, βοῶμεν ἀπαύστως τῷ Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ὡραῖόν σε θησαύρισμα μακάριε, ἡ νῆσος αὕτη κέκτηται, ἐγκαυχωμένη ἐπὶ σοὶ, καὶ πάντας τοὺς ἐχθρούς, τροποῦται βοῶσα τῷ Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Τοῦ νοός μου τὰς κινήσεις ἀπημαύρωσε, παθῶν ἀχλὺς ὀλέθριος· ἀλλὰ Δέσποινα, ἡ τὸ φῶς κυήσασα Χριστόν, καταύγασον ταύτας τοῦ βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἕτερος. Εἰκόνος χρυσῆς.
Ναὸν σεαυτὸν, ἀπετέλεσας σοφὲ τοῦ Παρακλήτου, δι’ ἐμμελείας θείων πράξεων· διὸ καὶ νῦν μεταβέβηκας, πρὸς αἰωνιζούσας σκηνώσεις ἀναμέλπων Θεόδωρε: Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἐν οἴκῳ στενῷ κατακλείσας σου τὸ σῶμα παμμακάριστε, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, τὰ τοῦ ἐχθροῦ μηχανήματα, πάντα κατεπάτησας μέλπων τῷ Κυρίῳ Θεόδωρε: Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὡραίαν
στολὴν σωτηρίων ἐντολῶν διὰ βαπτίσματος, ἀμφιασάμενος ἀπημαύρωσα, δι’ ἀμελείας
ὁ δείλαιος, νῦν δέ Σοι προστρέχω Παρθένε τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης
διὰ Σοῦ πάλιν ἐνδύσασθαι.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Οὐχ ὑπέδεισας ὅλως κάκωσιν σώματος, οὔτε πείνῃ καὶ δίψῃ κατατηκόμενος, τέκνων χωρισμόν, καὶ συζύγου ὑπέφερες, μέλπων ἀνενδότως, εἰς πάντας τοὺς αἰῶνας.
Σὺ ἐδόξασας ταύτην τὴν νῆσον Ἅγιε, τῶν θαυμάτων ἀκτῖσι, καὶ τῶν ἰάσεων, ἔρημον τὸ πρὶν καὶ ἀοίκητον μένουσαν· ὅθεν σε γεραίρει εἰς πάντας τοὺς αἰῶνας.
Ὡραΐζεται πᾶσα ἡ νῆσος Ἅγιε, ἐν τῇ μνήμῃ σου Πάτερ καὶ συνεφραίνεται, πάντα τῶν πιστῶν ἡ ὁμήγυρις μέλπουσα, σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Χαῖρε
ἅγιον ὄρος καὶ θεοδάβιστον, ἀποῤῥήτων πραγμάτων χαῖρε φανέρωσις, ἄκουσμα φρικτόν,
δυσθεώρητον ὅραμα, χαῖρε τῶν πεσόντων ἀνάκλησις Δέσποινα.
Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Πῦρ ἡδονῶν, Πάτερ σοφέ, ἐγκρατείας δροσισμῷ ἐναποσβέσας, ὡς οἱ παῖδες ἐβόας, ἀγαλλομένῃ ψυχῇ· ὑμνεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀπὸ ψυχῆς ὁλοτελῶς, τὰ γεώδη καὶ φθαρτά, ὦ θεοφόρε, ἐβδελύξω ἐμφρόνως, καὶ ἐν ἐρήμοις Θεῷ ἀπαύστως κράζειν ἐπόθησας· Σε ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς τοῦ Κυρίου σου χαρᾶς, ἠξιώθης ὡς πιστὸς Αὑτοῦ οἰκέτης, ἧς νῦν ἐπαπολαύων, συμμετασχεῖν καὶ ἡμᾶς, δυσώπει τὸν Κύριον Ὅσιε, Σε ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῆξον τὰ ῥάκη τῶν ἐμῶν ἐγκλημάτων, Παναγία Παρθένε, καὶ στολὴν ἀφθαρσίας ἐπένδυσόν με τὸ φῶς, τὸ θεῖον ἀῤῥήτως ἡ τέξασα, καὶ τῆς ἀκηράτου ζωῆς μέτοχον δεῖξον
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.
Ὥς μέγας ὄντως ἀστὴρ ἀνέτειλας, καὶ δᾳδουχεῖς τοὺς πόῤῥῳ, συγκαλὼν πρὸς ἐντρύφησιν, τῶν ἀπείρων θαυμάτων σου Ἅγιε· ὅθεν πιστῶν τὰ πλήθη, χαίρουσι σήμερον Χριστὸν δοξολογοῦντα τὸν σὲ δοξάσαντα.
Ὑπάρχεις, Πάτερ, προστάτης ἄμαχος, καὶ πρεσβευτὴς τῶν σὲ προσκαλουμένων Θεόδωρε· διὰ τοῦτο σκιρτῶντες τιμῶμέν σου, μνήμην τὴν φωτοφόρον ἐκδυσωποῦντες σε, εὑρεῖν κακῶν τὴν λύσιν, εὐχαῖς σου Ὅσιε.
Ὄντως ὡραία ἡ νῆσος γέγονεν, ὡραϊσμὸν καὶ πρόμαχον σὲ ἔχουσα, Ἅγιε, καὶ καυχᾶται ἐν σοὶ καὶ ἀγάλλεται, σήμερον ἐν τῇ μνήμῃ τῇ σῇ Θεόδωρε, πάντας συγκαλοῦσα τοὺς πιστοὺς τοῦ μεγαλύνειν σε.
Θεοτοκίον.
Στρατὸν
ἀθέων βαρβάρων ὄλεσον, Μῆτερ Θεοῦ καὶ φύλαξον τὴν νῆσον, ὦ Δέσποινα, τῆς αὐτῶν
πονηρᾶς ἐπιθέσεως· βλάβης παντοίας ἄλλης, πάντα γὰρ δύνασαι, ὡς τὸν
παντοδύναμον Θεὸν ἀῤῥήτως τέξασα.
Ἕτερος. Τὸν ἐκ Θεοῦ, Θεὸν Λόγον.
Πρὸς πλατυσμὸν θεοφόρε, ἐκ στενώσεως πάσης, μετέστης καὶ τῆς δόξης θεωρὸς τῆς τοῦ Κυρίου γεγέννησαι, οὗ τῷ ἔρωτι μάκαρ, παρέδραμες τοῦ βίου τὰ τερπνὰ, καὶ Αὐτῷ προθυμίᾳ ψυχῆς κατηκολούθησας.
Ὕμνοις ᾀσμάτων τιμῶμεν, τὴν ἁγίαν σου μνήμην, ἐν ᾗ πρὸς τὸν τῶν ὅλων Ποιητὴν, Πάτερ μετέβης Θεόδωρε· καὶ αἰτοῦμεν σε πρέσβυν, ὑπὲρ ὑμῶν πρὸς τὸν Θεόν, τῶν ἀεὶ σὲ τιμώντων, ἀείμνηστε Πατὴρ ἡμῶν.
Θεοτοκίον.
Νύξ
με συνέχει πταισμάτων, καὶ τὸ φέγγος οὐ βλέπω τῶν τοῦ Υἱοῦ Σου Δέσποινα ἁγνὴ
παραγγελμάτων, καὶ δέδοικα, τὴν ἐκεῖ τιμωρίαν, ἐξ ἧς μὲ ῥῦσαι μόνη ἀγαθή·
δωρουμένη πρὸ τέλους, ἐπιστροφῆς μοι δάκρυα.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸ τοῖς Κυθήροις κλέος, καὶ τῶν Ὁσίων καλλονὴν, Θεόδωρον τὸν γενναῖον, ἀνευφημήσωμεν πόθῳ· καὶ γὰρ αὐτὸν ἐν ἀνάγκαις, ῥύστην κεκτήμεθα πάντες.
Καὶ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμον
ἀπωσάμενος, ἀπαρνησάμενος σάρκα, καὶ τὰ πάθη Ὅσιε μετὰ τῶν προσλήψεων
βδελυξάμενος· ἀκριβὴς γέγονας τηρητὴς Θεόδωρε προσταγμάτων τοῦ Κυρίου σου καὶ
φύλαξ ἄριστος· ὅθεν σὺν Πατρὶ καὶ τῷ Πνεύματι, μονὴν ἐν σοὶ πεποίηται καὶ τὰ
ὑπὲρ φύσιν χαρίσματα, νέμει σοι πλουσίως θαυμάτων ἐξαισίων αὐτουργὸν, καὶ τῶν
ἐν θλίψει θερμότατον ῥύστην ἀναδείξας σε. (Δίς)
Δεῦτε
προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται τοῦ
παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι λιτανεύοντες βοήσωμεν: Ἅγιε
πρόφθασον καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον· τοῦ κλύδωνος ἐξάρπασον, καὶ τῆς
καταιγίδος τῶν θλίψεων· ἵνα τὴν σεπτὴν σου καὶ πάντιμον δοξάζωμεν σωρὸν τὴν
ταῖς ἀκτῖσιν ἐκλάμπουσαν τῶν κατορθωμάτων σου.
Πλοῦτον
ἀναφαίρετον ἔχει σε νῆσος Κυθήρων, Πάτερ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς
λαμπρότησιν· ἧ καὶ νῦν βράβευσον, τὴν εἰρήνην μάκαρ, καὶ εὐχαῖς σου αὐτὴν
φύλαττε, πάσης κακώσεως, καὶ ἐπιβουλῆς τοῦ ἀλάστορος· τυχεῖν τε καταξίωσον διὰ
πρεσβειῶν σου ἀοίδιμε, τοὺς σὲ ἀνυμνοῦντας, μερίδος τῶν δικαίων καὶ χαρᾶς, ὡς
παριστάμενος πάντοτε τῷ θρόνῳ τοῦ Παντάνακτος.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος· ὅθεν πᾶσι ἐβόας: Ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν, μετὰ πάντων τῶν Ἁγίων. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Πατέρων ἡ καλλονὴ, χαίροις τῶν Ὁσίων, ἡ σεμνότης καὶ ἀσκητῶν· χαίροις τῶν Κυθήρων, ἀγλάϊσμα καὶ κλέος, διώκτα τῶν δαιμόνων, χαίροις Θεόδωρε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου