ΜΑΪΟΣ ΙΔ΄!!
ΙΣΙΔΩΡΟΣ ΧΙΟΥ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’,
καὶψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Μάρτυρος γ'. Ἦχος δ'. Ἔδωκας
σημείωσιν.
Ζήλῳ
πυρπολούμενος, τῆς εὐσεβείας Ἰσίδωρε, ὑπεισῆλθες τὸ στάδιον, θερμῶς τῆς
ἀθλήσεως, καὶ βραβεῖον νίκης, Μάρτυς ἀπηνέγκω, κατὰ τῆς πλάνης διδαχαῖς,
θεοφιλέσιν ὡραϊζόμενος, Σταυροῦ δὲ κρατυνόμενος, τῇ πανοπλίᾳ κατέβαλες, τὸν
ἀλάστορα τύραννον, νικηφόρος δεικνύμενος.
Μάστιξι
ξεόμενος, τῆς δερματίνης νεκρώσεως, τοὺς χιτῶνας ἐνδέδυσαι, στολὴν ἀφθαρσίας
δέ, καὶ λαμπρὰν ἐσθῆτα, περιβεβλημένος, θᾶττον τῷ ξύλῳ τῆς ζωῆς, ἀποκατέστης
ζωὴν δρεψάμενος, τὴν ὄντως ἀκατάλυτον, καὶ ἀτελεύτητον Ἔνδοξε, ἧς περ νῦν
ἐμφορούμενος, τοὺς ὑμνοῦντάς σε εὔφρανον.
Ὄντως
ὑπερβέβηκε, τὰ τῶν Μαρτύρων παλαίσματα, τῶν ἐπαίνων τὴν σύνθεσιν, καὶ λόγον καὶ
ἔννοιαν· οἱ στερροὶ γὰρ πύργοι, τῆς θεοσεβείας, σῶμα θνητὸν καὶ παθητόν, ὡς τὸ
ἡμέτερον περικείμενοι, πυρός τε κατετόλμησαν, καὶ τῶν πληγῶν κατεφρόνησαν, ὡς
ἐν σώματι πάσχοντες, ἀλλοτρίῳ οἱ ἔνδοξοι.
Δόξα.
Ἦχος πλ. β΄.
Ἀστὴρ
νοητὸς ἀνεφάνης Ἰσίδωρε, τοῦ Χριστοῦ Ἀθλητά, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι,
ταῖς ἀκτῖσι τῶν σῶν ἀγώνων καταλάμπων, τοὺς ἐν πίστει τιμῶντάς σε· ἀλλὰ καὶ δένδρον
ὤφθης ἀειθαλές, ταῖς χάρισι τῶν θαυμάτων σου, ὡς εὐώδεσιν ἄνθεσιν εὐωδιάζων καὶ
κατευφραίνων ἡμᾶς· δι’ ὃ σοῦ τὴν ἐτήσιον μνήμην ἐν ᾠδαῖς τελοῦμεν, Μάρτυς
ἀξιΰμνητε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος·
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου το ανάγνωσμα. (Κεφ. μγ΄, 9-14).
Τάδε
λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ`
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει
ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ.
Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην,
ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ
ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν
πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί,
και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα.
Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς
ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη
προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς
ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ
σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος α΄.
Ἀθλοφόρε
τοῦ Χριστοῦ Ἰσίδωρε, πρὸς τὰς βασάνους καρτερῶν, καὶ τυράννους ἐλέγχων
ἀνέκραξας, οὐδεὶς μὲ χωρίσῃ τῆς ἀγάπης τοῦ Χριστοῦ. Αὐτὸς γὰρ Θεός μου καὶ
δοξάζω Αὐτόν· δι’ ὃ παῤῥησίαν κεκτημένος πρὸς Αὐτόν, καὶ μετὰ Ἀγγέλων χορεύων
ἐν οὐρανοῖς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. β΄.
Ἐξέλαμψε
σήμερον ἡ ἔνδοξος μνήμη σου, Ἰσίδωρε πολύαθλε, συγκαλοῦσα ἡμᾶς τοὺς φιλεόρτους
πρὸς εὐφημίαν καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅθεν καὶ προστρέχοντες ἐν τῇ
σορῷ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν, καὶ τὸν σὲ στεφανώσαντα
Σωτῆρα Χριστόν, ἀνυμνοῦντες εἰς αἰῶνας, ἀκαταπαύστως δοξάζομεν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ ὑπερκόσμιος νοῦς, ὁ τὰ τοῦ κόσμου ἡγησάμενος σκύβαλα, καὶ μόνον Χριστὸν
κερδῆσαι ἐπιποθήσας σοφέ, οὗπερ δι’ ἀγάπην καὶ τὸν ἴδιον πατέρα ἐμίσησας καὶ τὸ
αἷμα ἐξέχεας· δι’ ὃ πηγάζεις τοῖς πιστῶς σοι προστρέχουσι, πᾶσαν ἴασιν τῆς
ψυχῆς καὶ τοῦ σώματος. Μέμνησο οὖν πολύαθλε, καὶ ἤδη τῶν πόθῳ σου, ἐπιτελούντων
τὴν μνήμην, καὶ ἐκτενῶς τὸν οἰκτίρμονα Θεόν, καταπέμψαι ταῖς ψυχαῖς ἡμῶν
δυσώπει, τὸ μέγα ἔλεος.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις,
ὁ διαλάμπων ἀστήρ, τὴν οἰκουμένην ταῖς θαυμάτων σου λάμψεσιν, ἐξόχως τὴν νῆσον
Χίον, ἐν ᾗ τὸν δρόμον στεῤῥέ, τὸν τοῦ Μαρτυρίου ἐκτετέλεκας· δι’ οὗ καὶ τὸν
στέφανον, τὸν τῆς νίκης ἀπείληφας, παρὰ τοῦ μόνου, Ἀθλοθέτου καὶ Κτίστου σου,
καὶ χορεύεις νῦν, σὺν Ἀγγέλων στρατεύμασι, φρούρει τοὺς ἑορτάζοντας, τὴν ἁγίαν
σου ἄθλησιν, καὶ ἐκ κινδύνων παντοίων, αὐτοὺς διάσωζε πάντοτε, Χριστὸν
ἱκετεύων, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσεται.
Χαίροις,
Ἀλεξανδρείας τιμή, καὶ δόξα Χίου ἐν ἐκείνῃ γὰρ πάντιμε, προῆλθες εἰς κόσμον
τόνδε διὰ λοχείας σεμνῆς, καὶ ἐν ταύτῃ τούτου ἀπεδήμησας, ποικίλαις κολάσεσι,
τοῦ Δεσπότου σου ἕνεκα, Οὗ καὶ τῆς δόξης ἐντρυφῶν ἀκατάπαυστα, καὶ θεούμενος,
κατὰ μέθεξιν Ἅγιε, πάρεσο τοῖς τιμῶσί σε, εἰρήνην δωρούμενος, διὰ τῶν σῶν
εὐπροσδέκτων ἱκεσιῶν παμμακάριστε, Χριστὸν ἱκετεύων, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ
μέγα ἔλεος.
Δόξα.
Ἦχος δ΄.
Λαμπρότερον
ἡλίου, ἀνέτειλε σήμερον ἡ μνήμη σου, Μάρτυς Ἰσίδωρε ἔνδὀξε, τῷ χριστωνύμῳ
πληρώματι, δεικνύουσα μὲν τὰ καλὰ εἰς διάγνωσιν, θερμαίνουσα δὲ τὰς ψυχὰς εἰς
ἐγχείρησιν· δι’ ὃ ταύτην συνελθόντες, ἐτησίως τελοῦμεν, καὶ ἐν ὕμνοις τοὺς
ἄθλους σου γεραίρομεν. Πρέσβευε οὖν πρὸς Κύριον, ὑπὲρ τῶν πίστει καὶ πόθῳ
τιμώντων σε, Ἀθλητὰ λαμπρότατε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
στρατευθεὶς τῷ Βασιλεῖ τῶν αἰώνων, τῶν ἐπιγείων τὴν στρατείαν ἀπώσω, καὶ εὐθαρσῶς
ἐκήρυξας Χριστὸν τὸν Θεὸν· ὅθεν τὸν ἀγῶνά σου, τὸν καλὸν ἐκτελέσας, Μάρτυς
θεοδόξαστος, τοῦ Σωτῆρος ἐδείχθης· ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς σὲ
τιμῶντας, παμμάκαρ Ἰσίδωρε.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγαν
εὕρατο, ἡ Χίος ῥύστην, σὲ τὸν πρόμαχον, τὸν ἐξ Αἰγύπτου, Ἀθλοφόρε Κυρίου
Ἰσίδωρε, ὡς τοῦ Δεκίου καθεῖλες τὴν δύναμιν, καὶ Νουμερίου τὸ θράσος κατέβαλες,
οὕτως Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἀγωνισάμενος,
κατὰ τοῦ ὄφεως, τρόπαιον ἔστησας, Μάρτυς Ἰσίδωρε, ἐκ τῆς Αἰγύπτου γὰρ φωστήρ,
αὐγάζων τὴν εὐσέβειαν, πᾶσιν ἐξανέτειλας, τὰς κινήσεις ποιούμενος, πρὸς τὸν
ἀνατείλαντα, ἐκ Παρθένου Θεόπαιδος· διὸ σφαγιασθεὶς Ἀθλοφόρε, θῦμα εὐῶδες
γεγένησαι.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τιμήσωμεν
φαιδρῶς, τὸν Ἰσίδωρον πάντες, αὐτοῦ τῇ ἑορτῇ, ἀθροισθέντες ἐνθέως, τὴν πλάνην
γὰρ διήλεγξε, καὶ τὴν πίστιν ἐτράνωσεν· ὅθεν εἴληφε καὶ τοὺς στεφάνους τῆς
νίκης, ἐκ τοῦ νέμοντος, τοῖς Ἀθληταῖς τὰ βραβεῖα Χριστοῦ τοῦ παντάνακτος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοῖς
εὐφημοῦσί σε φαιδρῶς Ἀθλοφόρε, καὶ τὴν ἁγίαν ἑορτήν σου τελοῦσιν, ἁμαρτημάτων
ἄφεσιν Ἰσίδωρε σοφέ, αἴτησαι πρὸς Κύριον, παῤῥησίαν ὡς ἔχων, τούτου γὰρ τὰ
στίγματα, σὺ ἐβάστασας χαίρων, ἐν τῷ ἰδίῳ σώματι στεῤῥῶς, ᾧ καὶ παρέστης,
μεθέξει θεούμενος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον, Μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον
ἡ Χίος πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία,
τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἰσίδωρε βοᾷ σοι· θεράπων Χριστοῦ, καὶ προστάτα τῶν σὲ
τιμώντων θερμότατε, μὴ ἐλλείπῃς πρεσβεύων ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Τὸν κλεινὸν
Ἰσίδωρον ὑμνῶ προφρόνως. Ποίημα Θεοφάνους.
ᾨδὴ
α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Ταῖς
σαῖς ἱκεσίαις Μάρτυς Χριστοῦ, Ἰσίδωρε μάκαρ, οὐρανόθεν μοι φωτισμόν, παράσχου
καὶ χάριν εὐφημῆσαι, τὴν ἑορτήν σου τὴν σεβάσμιον.
Ὁλόκληρον
ἔχων πρὸς τὸν Θεόν, Ἰσίδωρε Μάρτυς, τὴν καρδίαν καὶ τὴν ψυχήν, πανάμωμον ἔσχες
καὶ τὸν βίον, μαρτυρικῶς ἐγγυμναζόμενος.
Νομίμως
ῥυθμίσας σου τὴν ζωήν, Ἰσίδωρε μάκαρ, ὥσπερ ἄσυλον θησαυρόν, τὴν πίστιν
ἐκράτεις, ἄτρεπτόν τε τὴν σωτηρίαν παμμακάριστε.
Θεοτοκίον
Κυρίως
τεκοῦσα φύσει Θεόν, κυρίως ἀκούεις, Θεοτόκος καὶ ἀληθῶς, τὴν προσηγορίαν
καταλλήλως, τῷ θείῳ Λόγῳ Ἁγνὴ περιφέρουσα.
ᾨδὴ
γ'. Σὺ εἶ τὸ στερέωμα
Λόγῳ
κυβερνώμενος, τὰς τῶν παθῶν ὁρμὰς ἔνδοξε, Μάρτυς Χριστοῦ, ἀρετῶν ἀσκήσει,
ἀθλοφόρε ἠμαύρωσας.
Ἔχων
ἀκατάπληκτον, τὴν τῆς ψυχῆς ὁρμὴν ἔνδοξε, πανευσεβῶς, τὴν ὁμολογίαν, ἀρραγῆ
διετήρησας.
Ἵλεων
πρεσβείαις σου, τὸν τοῦ παντὸς Κριτὴν ἔργασαι, τοῖς εὐλαβῶς, τὴν σὴν εὐφημοῦσιν,
Ἀθλοφόρε πανήγυριν.
Θεοτοκίον
Νέκρωσον
τὸ φρόνημα, τὸ τῆς σαρκὸς ἡμῶν Δέσποινα, καὶ τὴν ψυχήν, ζώωσον Παρθένε, τῶν ἐν
πίστει ὑμνούντων σε.
Κάθισμα.
Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Οὐρανίων
δωρεῶν, ἐπιτυχεῖν ἐπιποθῶν, τῇ τοῦ ξίφους ἐκτομῇ, μάκαρ ὑπέκλινας σαὐτόν· καὶ
ὥσπερ κλίματι τῷ αἵματι προσφερόμενος, ἀνῆλθες πρὸς Χριστὸν Μάρτυς Ἰσίδωρε, τῆς
νίκης παρ’ Αὐτοῦ, στέφος δεξάμενος, καὶ σὺν Ἀγγέλοις πάντοτε παρίστασαι, ὑπὲρ
τοῦ κόσμου πρεσβεύων ἑκάστοτε· δι’ ὅ σου πίστει, τὴν παναγίαν ἑορτὴν
ἑορτάζομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ'. Σύ μου ἰσχύς, Κύριε.
Ὅλον
ἐν σοί, τὸν λόγον εἰσοικισάμενος, στρατιώτης, ὡς ἀκαταγώνιστος, τυραννικὴν
ᾔσχυνας ὀφρύν, καὶ τροπαιοφόρος, ἐντεῦθεν μάκαρ γενόμενος, στεφάνους
ἀμαράντους, ἐκ Θεοῦ ἐκομίσω, παναοίδιμε Μάρτυς, Ἰσίδωρε.
Νεανικῶς,
καταδιώξας, Ἰσίδωρε, τοὺς ἐχθρούς σου, τούτους κατελέανας, τῷ φοβερῷ ὅπλῳ τοῦ
Σταυροῦ, περιπεφραγμένος, ἰσχύν τε περιζωσάμενος, καὶ τοὺς μισήσαντάς σε,
ἐξωλόθρευσας κράζων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἰχνηλατῶν,
τὰ τοῦ Δεσπότου παθήματα, ἐμιμήσω, θάνατον ἑκούσιον, τὸ δι' αὐτόν, θέλων
ὑποστάς· ὅθεν ἀκηράτου, ζωῆς σε Μάρτυς ἠξίωσεν, ὁ Κύριος τῆς δόξης, οὗ χερσὶν
ἐναπέθου, τὴν ψυχήν σου παμμάκαρ, Ἰσίδωρε.
Θεοτοκίον
Σωματωθείς,
ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλως ὅλῳ, Πάναγνε ἑνούμενος, ὁ πατρικούς, κόλπους μὴ
λιπών, καὶ τὴν σὴν γαστέρα, οἰκῆσαι καταδεξάμενος, ὁ πλούτῳ εὐσπλαγχνίας,
ἑκουσίως πτωχεύσας, καὶ πλουτίσας τὸν κόσμον Θεότητι.
ᾨδὴ
ε'. Ἵνα τὶ με ἀπώσω
Ἱερεῖον
προσήχθης, ἄμωμον καὶ τέλειον τῷ σῷ Δεσπότῃ Χριστῷ, καὶ τυθεὶς προθύμως, καὶ τὸ
αἷμά σου ῥάνας Ἰσίδωρε, κοινωνὸς τοῦ πάθους, καὶ τῆς αὐτοῦ νῦν βασιλείας,
χρηματίζεις ἀξίως συμμέτοχος.
Δυναμούμενος
Σῶτερ, τῷ παντοδυνάμῳ σου σθένει κατέσβεσε, τὴν ἀχλὺν τῆς πλάνης, ὁ καλλίνικος
Μάρτυς Ἰσίδωρος, καὶ τμηθεὶς τὴν κάραν, σοὶ τὴν ψυχὴν τῷ ζωοδότῃ, εὐκλεῶς
ἐναπέθετο Δέσποτα.
Ὡραΐζεται
μάκαρ, τοῖς σοῖς προτερήμασιν ἡ Ἐκκλησία Χριστοῦ, καὶ φαιδρύνεταί σου, ταῖς τῶν
ἄθλων ἐνστάσεσιν ἔνδοξε πρὸς τὴν ἁμαρτίαν· σὺ γὰρ στερρῶς μέχρις αἱμάτων,
ἀνθιστάμενος ὤφθης Ἰσίδωρε.
Θεοτοκίον
Ῥυπωθεῖσαν
τὴν φύσιν, τὴν τῆς ἀνθρωπότητος τῇ παραβάσει τῇ πρίν, καὶ δεινῶς φθαρεῖσαν, καὶ
θνητὴν γενομένην ἀνέστησας, τὴν πηγὴν τεκοῦσα, τῆς ὑπὲρ νοῦν ἀθανασίας, Θεοτόκε
πανάμωμε Δέσποινα.
ᾨδὴ
ς'. Τὴν δέησιν ἐκχεῶ
Ὁλόκληρον
πρὸς Θεὸν τὴν ἔφεσιν, κεκτημένος ἀθλοφόρε παμμάκαρ, τῶν ἀγαθῶν, τὸ ἀκήρατον
ὄντως, τῶν ἐπιγείων τὸν πόθον ἠμαύρωσας, καὶ ἔδραμες ἀναβοῶν· Ἐκολλήθην ὀπίσω
σου Δέσποτα.
Νυμφίος
ὡς εὐπρεπὴς Ἰσίδωρε, καλλοναῖς μαρτυρικαῖς διαπρέπων, πρὸς οὐρανούς, ἀνελήλυθας
χαίρων, καλλοποιῷ λαμπηδόνι παρίστασθαι, δεόμενος, διαπαντός, ὑπέρ τῶν ἐκτελούντων
τὴν μνήμην σου.
Ὑπέφερες
ἀθλητὰ σφαττόμενος, προορῶν τὴν δι' αἰῶνος δόξαν, καὶ τὴν τρυφήν, τὴν ἀΐδιον
ὄντως, μετὰ Μαρτύρων, ὡς Μάρτυς ἀήττητος, ἀπείληφας παναληθῶς, στεφηφόρε
παμμάκαρ, Ἰσίδωρε.
Θεοτοκίον
Μαρία,
τὸ τοῦ Δεσπότου σκήνωμα, τὸ λαμπραῖς τῆς παρθενίας ἀκτῖσι, φωτοειδῶς, ὥσπερ
κρίνον ἐκλάμψαν, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, σοῦ δέομαι τῆς ἀγαθῆς, τῶν πταισμάτων
παράσχου μοι ἄφεσιν.
Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Κυβερνήτης
μέγιστος τῇ οἰκουμένῃ σὺ ἐφάνης ἅγιε, ταῖς πρὸς Θεόν σου προσευχαῖς· διὸ
ὑμνοῦμέν σε σήμερον, Μάρτυς θεόφρον, Ἰσίδωρε
ἔνδοξε.
Ὁ
Οἶκος.
Τὸ
τῆς ψυχῆς μου δυσειδὲς λαμπρύνας Ἀθλοφόρε, παράσχου μοι τὴν χάριν ἐξ ὕψους,
τοὺς ὡραίους πόνους σου Μάρτυς ἱκανῶς ἆσαι καὶ ὑμνῆσαι ἐπαξίως, Ἀθλητὰ Ἰσίδωρε
μακάριε. Μεγάλως γὰρ ἠγωνίσω ἐν τῇ παρούσῃ, τὰς βασάνους μὴ ὑποπτήξας τῶν
μιαιοφόνων τυράννων, ἀλλὰ μᾶλλον σταθερῷ φρονήματι μάκαρ, ὡς ἐπίσημος κριὸς
τυθεὶς τῷ Δεσπότῃ· ὅθεν παρ’ Αὐτοῦ ἀπείληφας νίκης στέφος, Μάρτυς θεόφρον,
Ἰσίδωρε ἔνδοξε.
Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἰσιδώρου τοῦ ἐν Χίῳ.
Ἔσαινεν
Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,
καὶ πρὸς
τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.
Ἐν δ’
Ἰσίδωρον δεκάτῃ τάμεν ἠδὲ Μαΐου τετάρτῃ.
Οὗτος
ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ἕλκων τὸ γένος ἀπὸ Ἀλεξανδρείας τῆς
πόλεως. Στρατευόμενος δὲ τὴν τοῦ Ὀπτίωνος τάξιν ἐπεῖχε. Κατάρας δὲ ἐν Χίῳ τῇ
νήσῳ μετὰ στρατιωτικῶν πλοίων, ὧν ἐναυάρχει Νουμέριος, διαβάλλεται ὑπὸ Ἰουλίου
Κεντυρίωνος, ὅτι, φησί, σέβεται τὸν Κύριον καὶ τοῖς παρ’ ἡμῖν θεοῖς οὐ προσάγει
σέβας. Τοῦ δὲ Ἁγίου Ἰσιδώρου διαπρυσίως ὁμολογήσαντος τὸν Χριστόν, ὁ Νουμέριος,
τὸ ἀμετάθετον αὐτοῦ κατιδών, προσέταξε τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι, καὶ τὸν
τοῦ μαρτυρίου οὕτω στέφανον εἴληφεν.
Μὴ
τοὺς στεφάνους ζημιωθῆναι φέρων,
Φέρει κεφαλῆς, Ἀλέξανδρος ζημίαν.
Φέρει κεφαλῆς, Ἀλέξανδρος ζημίαν.
Κόψαν
Ἀλεξάνδρειο κάραν δεκάτῃ γε τετάρτῃ.
Οὗτος ἦν ἐν σκοτομήνῃ τῆς πλάνης· ἀναλάμψας δὲ οἷάτις πολύφωτος
ἀστήρ, καὶ τὴν μανίαν τῶν δυσσεβῶν διήλεγξε, καὶ τὸν κατεπαιρόμενον ἀντίπαλον,
ὡς βέλεσι, τοῖς ῥήμασι κατέτρωσε, καὶ πᾶσαν πλάνην κατέβαλε, παῤῥησίᾳ τὸν
Χριστὸν κηρύξας· ὅθεν οἱ τῇ πλάνῃ προστετηκότες, τὴν παῤῥησίαν αὐτοῦ καὶ
ἀνδρείαν μὴ ἐνεγκόντες, ποικίλαις μαγγανείαις ἐπειρῶντο τὸ εὔτονον αὐτοῦ
καταβαλεῖν· καὶ μὴ ἰσχύσαντες, ἀποτέμνουσι ξίφει τὴν αὐτοῦ κεφαλήν, τῇ 14ῃ
Μαρτίου. Ὁ δὲ Θεὸς χαρίσμασιν αὐτὸν ἰαμάτων ἀνταμείβεται· ἅπασαν γὰρ νόσον
πονηρὰν ἀπελαύνει ἀπὸ τῶν πίστει προσιόντων αὐτῷ. Ἡ μνήμη αὐτοῦ μετετέθη τὴν
σήμερον, διὰ τὸ ἐκείνη τοῦ μαρτυρίου συμπίπτειν τῇ νηστείᾳ τῆς Μεγάλης
Τεσσαρακοστῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Θεράποντος ἐπισκόπου Κύπρου
Ὤφθης
Θεράπων, οἷα θύτης τοῦ Λόγου,
ὤφθης
Θεράπων, καὶ δι' αἵματος Πάτερ.
Οὗτος
ὁ Ἅγιος πόθεν τε ἦν, καὶ πόθεν Ὥρμητο, ἢ ἐκ τίνων ἔφυ, ἠ καθ’ οὓς ἐγένετο
χρόνους, ἢ τίσι παραταξάμενος ἐνίκησεν, εὑρὼν τὸν τοῦ μαρτυρίου στέφανον, οὐκ
ἔχομεν εἰπεῖν, τῶν ὑπομνημάτων αὐτοῦ συνδιαφθαρέντων τῷ χρόνῳ. Ὅτι δὲ τὸν
μονήρη βίον εἵλετο, δηλοῦσιν αἱ εἰκόνες αὐτοῦ, ἐπὶ τοιαύτης ἰδέας καὶ σχήματος
ἀναγράφουσαι. Καὶ ὅτι Ἐπίσκοπος κατὰ τὴν Κυπρίων γέγονε νῆσον. Καὶ ὅτι τῷ
Χριστῷ προσηνέχθη δι’ αἵματος, καὶ τὸν ἀθλητικὸν ἀγῶνα διήνυσεν, ἐξ ἀρχαίας
φήμης κατὰ διαδοχὴν παρειλήφαμεν, καὶ ἀγράφως παρὰ τῶν προγενεστέρων
διδαχθέντες πιστεύομεν. Ἀνηνέχθη δὲ τὸ τίμιον αὐτοῦ λείψανον πρὸς
Κωνσταντινούπολιν, τῶν Ἀγαρηνῶν βουλευσαμένων τῇ Κυπρίων νήσῳ ἐπιτιθέσθαι,
αὐτοῦ τοῦ Ἁγίου δι’ ἐπιφανείας μετατεθῆναι κελεύσαντος. Καὶ νῦν ἔνθα κεῖται,
πηγὰς θαυμάτων ἀναβλύζει ἑκάστοτε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις
Tὴν τῆς
κεφαλῆς ἐκτομὴν εὑρὼν σκάφος,
περᾷ ταχύπλους Ἀλέξανδρος ἐκ βίου.
περᾷ ταχύπλους Ἀλέξανδρος ἐκ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀλέξανδρος,
Βάρβαρος καὶ Ἀκόλουθος, ξίφει τελειοῦνται.
Tριῶν
συνάθλων ταῖς τετμημέναις κάραις,
τρία Tριὰς
τίθησιν ἄξια στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καρτεγίου (Cartage)
ἐπισκόπου Λίσμορ τῆς Ἰρλανδίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Λεοντίου, Πατριάρχου Ἱεροσολύμων
Λεόντιόν τι ὦ
Λεόντιε πνέων,
σατὰν καθεῖλες,
οἷα μικρὰν ἐμπίδα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μάρκος ὁ Κρῆς, ὁ ἐν
Σμύρνῃ μαρτυρήσας, ἐν ἔτει 1645, ξίφει τελειοῦται.
Ἡγεῖτο οὐδὲν
Mάρκος ὁ Kρῆς τὸ ξίφος,
βλέπων
ἀκλινῶς πρὸς τὸ ἐκ ξίφους στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Βούλγαρος
ὁ χρυσοχόος, ἐν ἔτει 1802, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Νικήτα τοῦ ἐκ Κιέβου, ἐπισκόπου Νόβγκοροντ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰσιδώρου Τβερντίσλοβ
τοῦ θαυματουργοῦ, τοῦ διὰ Χριστὸν σαλοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνδρέου, ἡγουμένου
τῆς Μονῆς Ῥαφαὴλ τοῦ Τομπόλσκ, τῆς Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς
Εἰκόνος τῆς Θεοτόκου ἐν Γιαροσλὰβλ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Παῖδες Ἑβραίων
Νῦν
ἐλλαμπόμενος Τρισμάκαρ, τῇ τοῦ πνεύματος αὐγῇ τοὺς σὲ ὑμνοῦντας, ἐλλαμφθῆναι
σὸν σοὶ εὐδόκησον βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὢ
τῶν καλλίστων σου ἀγώνων, δι' ὧν ἔλυσας τὴν πλάνην τῶν εἰδώλων καὶ τυράννους
δεινούς, κατῄσχυνας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Πάναγνε
Δέσποινα Παρθένε, τῶν πταισμάτων μου τοὺς μώλωπας ἐλαίῳ, συμπαθείας τῆς σῆς,
θεράπευσον βοῶντος· Εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς σῆς κοιλίας.
ᾨδὴ
η'. Ἑπταπλασίως κάμινον
Ῥαδιουργίαις
ᾤετο, ὑποκλέπτειν ὁ τύραννος, τῆς σῆς καρτερίας, τὸ στερρὸν καὶ εὔτονον,
παμμάκαρ, Ἰσίδωρε, πρὸς τὴν αὐτοῦ κακόνοιαν· ἀλλὰ σὺ θεόφρον, τόν Χριστὸν
ἀνεβόας· φοβοῦμαι, ᾧ λατρεύω, προσκυνῶ τε καὶ μέλπω· λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς
τοὺς αἰῶνας.
Ὁλολαμπὲς
ὡς ἥλιος, ἱλαρόν σου τὸ πρόσωπον, τῇ τοῦ μαρτυρίου χαρμονῇ ἐφαίνετο· ἀμνὸς γὰρ
ὡς ἄμωμος σφαγιασθεὶς προσήχθης Θεῷ, ὃν ὡς πλαστουργόν, μελῳδικῶς ἀνεβόας· οἱ
Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φωτοειδὲς
τὸ σῶμά σου, τοῖς ποθοῦσιν ἐδείκνυτο, τῆς Ἀγγελικῆς δορυφορούσης τάξεως,
ἀστράπτον Ἰσίδωρε, μαρμαρυγαῖς τῆς χάριτος, θαυματοποιΐαις τε ποικίλαις
ἐμπρέπον, δωρούμενον ἑκάστῳ, τὰς ἰάσεις ἀφθόνως, καὶ σάλου ἐξαρπάζων, σαφῶς καὶ
ἐκ κινδύνων.
Θεοτοκίον
Ῥητορευόντων
γλῶσσαί σε, εὐφημῆσαι οὐ σθένουσιν, ὦ Θεογεννῆτορ, Μαριὰμ Θεόνυμφε· Θεὸν γὰρ
ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος· ὃν
Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Ἐξέστη ἐπὶ τούτῳ
Ὁ
πλούτῳ εὐσπλαγχνίας συγκαταβάς, καὶ πτωχεύσας, σταυρόν τε καὶ θάνατον ὑπὲρ
ἡμῶν, θέλων ὑπομείνας ὡς ἀγαθός, τὸν δι' αὐτὸν σε θάνατον, βλέπων ὑπομείναντα
καρτερῶς, αὐτοῦ τῆς βασιλείας, Ἰσίδωρε τρισμάκαρ, συγκληρονόμον ἀπειργάσατο.
Νομίμως
σῶν αἱμάτων ἐπὶ τῆς γῆς, οἱ κρουνοὶ ἐκχυθέντες Ἰσίδωρε, ἐν οὐρανοῖς χλαῖνάν σοι
ἐφοίνιξαν εὐπρεπῶς, ἐξυφασμένην χάριτι, ἣν νῦν ἐνδυσάμενος τῷ Χριστῷ, παρέστης
ἐν θαλάμοις, παμμάκαρ οὐρανίοις, στεφανηφόρε Μάρτυς ἔνδοξε.
Ὡς
ἔχων παρρησίαν πρὸς τὸν Χριστόν, ἱκετεύων μὴ παύσῃ Ἰσίδωρε, ἐκ πειρασμῶν, ζάλης
τε καὶ θλίψεως καὶ παθῶν, τοὺς ἐκτελοῦντας ῥύσασθαι, μνήμην σου ἀξίως τὴν
ἱεράν, ψυχῶν τε σωτηρίαν, αἰτούμενος τρισμάκαρ, σῆς κληρουχίας καταξίωσον.
Θεοτοκίον
Σωτῆρα
ὡς τεκοῦσα καὶ λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, πάναγνε
πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύουσα· πάντα γὰρ ὡς θέλεις σὺ
κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀλεξανδρείας
τὸ θρέμμα, τὸ καύχημα τῆς Αἰγύπτου, Ἰσίδωρε Ἀθλοφόρε, καὶ πολιοῦχε τῆς Χίου,
τοὺς ἐκτελοῦντάς σου σκέπε, τὴν πανσεβάσμιον μνήμην.
Ἕτερον.
Ὅμοιον.
Πυρὶ
τῶν θείων σου, ἄθλων Ἰσίδωρε, γενναιόφρον ἐχαλκεύθης, καὶ ξίφος ὤφθης ἰσχυρόν,
τὰς φάλαγγας τῶν δαιμόνων, ἐκκόπτων χάριτι θείᾳ.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν πολιοῦχον τῆς Χίου πάντες τιμήσωμεν,
Ἰσίδωρον τὸν μέγαν, τὸν λαμπρὸν ἀριστέρα, τὸν πάσας μεθοδείας τοῦ πονηροῦ,
εὐχερῶς διαλύσαντα, καὶ τοῦ πατρὸς τοῦ οἰκείου τὴν μυσαράν, ἀπελάγξαντα
δυσσέβειαν. (Δίς)
Ταῖς
πρὸς τὸν Κτίστην εὐχαῖς σου σὺ ἐχαρίτωσας, τὸ ἀποστάζον δάκρυ, ἐκ τῶν σχίνων
τῆς Χίου, καὶ τούτῳ γε δυνάμεις ἐνέθου πολλάς· διὸ χαίρουσα σύμπασα, ὡς
εὐεργέτην ἡ Νῆσος ἀνευφημεῖ, καὶ προστάτην ἐπιγράφεται.
Τῷ
παναγίῳ λειψάνῳ Μάρτυς πρὸς ἄθλησιν, ἐνήχθη ἡ Μυρόπη, ἀραμένη γὰρ τοῦτο, ἐν
τόπῳ ἐπισήμῳ ζέσει πολλῇ, μετὰ μύρων κατέθετο, ἐξ οὗ ὁ τύραννος ταύτην
πλείσταις πληγαῖς, Ἀθληφόρον ἐναπέδειξεν.
Δόξα.
Ἦχος πλ. δ΄.
Ταῖς
μυστικαῖς λαμπηδόσι τῆς ὑπερφώτου Τριάδος, καταυγαζόμενος Μάρτυς Ἰσίδωρε γενναιόφρων,
θέσει Θεοῦ χρηματίζεις, θεούμενος ἐν μεθέξει· ὅθεν τοὺς πίστει τελοῦντας σου,
τὴν φωτοφόρον ἑορτήν, ἐκ πειρασμῶν πολυτρόπων, περίσωζε πρεσβείαις σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Αἴτησαι
εἰρήνη παρὰ Θεοῦ, ψυχῶν σωτηρίαν, καὶ κινδύνων ἀπαλλαγήν, Μάρτυς Ἀθλοφόρε,
Ἰσίδωρε ευχαῖς σου, τοῖς πίστει ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.
Σύναθλοι
συμμάρτυρες εὐκλεεῖς, Ἰσίδωρε μάκαρ, καὶ Μυρόπη νύμφη Χριστοῦ, τοὺς ὑμᾶς ἐν
πίστει, τιμῶντας δυσωπεῖτε, ῥυσθῆναι ἐκ κινδύνων, ψυχῆς καὶ σώματος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου