Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 17. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΘΕΟΔΩΡΟΣ ΒΥΖΑΝΤΙΟΥ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΖ΄!!
ΘΕΟΔΩΡΟΣ ΝΕΟΜΑΡΤΥΣ ΒΥΖΑΝΤΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Νῦν ἡ σεβάσμιος μνήμη τῆς σῆς ἀθλήσεως, ἡμᾶς συναγαγοῦσα, εὐφημῆσαι προτρέπει, τὰ τρόπαια τοὺς ἄθλους καὶ τὰ λαμπρά, ἀριστείας ἐν ᾄσμασιν, ἐν τῇ παρούσῃ ἑσπέρᾳ καὶ τῇ νυκτί, ἀξιάγαστε Θεόδωρε.

Ἰσχύϊ θείᾳ νομίμως τὸν δρόμον ἤνυσας, τοῦ θείου μαρτυρίου, καὶ τὴν πίστιν βεβαίαν, ἐτήρησας παμμάκαρ πρὸς τὸν Χριστόν, καὶ τὸ στέφος Θεόδωρε, ὡς καρτερῶς ἐναθλήσας ὑπὲρ αὐτοῦ, τὸ ἀκήρατον ἀπείληφας.

Κανόνες μέθοδοι τέχναι τῶν ἐγκωμίων σοφέ, ἡττῶνται τῷ μεγέθει, τῶν λαμπρῶν σου ἀγώνων, Θεόδωρε στεῤῥόφρον οὓς ἀνδρικῶς, καὶ γενναίως ὑπήνεγκας, καὶ δυσμενῶν ἀοράτων καὶ ὁρατῶν, ἐθριάμβευσας τὴν δύναμιν.

Ὕδραν κόσμου καὶ κόσμον πάντα κατέλιπες, Θεόδωρε ἐμφρόνως, Μωϋσέως τῷ ζήλῳ, καὶ γὰρ τὴν κακουχίαν τῶν ἡδονῶν, Ἀθλοφόρε προέκρινας, καὶ τὸ θανεῖν ὑπὲρ πίστεως ἢ τὸ ζῆν, ὡς ὁ Παῦλος προετίμησας.

Δόξα. Ἦχος δ΄.
Φαιδρῶς τὸν λαμπρὸν ἀριστέα τοῦ Χριστοῦ Θεόδωρον, καὶ στεῤῥὸν Ἀθλοφόρον, ἑορτάσωμεν πιστοί, ὑπὲρ γὰρ τῆς εὐσεβείας καλῶς ἀγωνισάμενος, τὸ βραβεῖον τῆς νίκης ἐπαξίως ἀπείληφε καὶ τῷ Θεῷ νῦν μετὰ παῤῥησίας μαρτυρικῆς παριστάμενος, πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων, τος δούλους σου φύλαττε, ελογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν, τν λπίδα τν ψυχν μν.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὄλλυται ὁ ἐχθρός, βέλει τῆς καρτερίας, τῆς σῆς Χριστοῦ ὁπλῖτα, Θεόδωρε γενναῖε, ὁ σοῦ κατακαυχώμενος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ῥείθροις προκαθαρθείς, δακρύων ὡς ὁ Πέτρος, Θεόδωρε ἐγένου, συμμέτοχος ἐκείνῳ, Χριστοῦ παθῶν μακάριε.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἐξανθήσεται.
Ὄντως δῶρον Θεῷ, ἐπάξιον προσήχθη, Θεόδωρος ὁ θεῖος, καὶ κόσμῳ διανέμει, θεοπαρόχους χάριτας.

Δόξα. Καὶ νῦν. Τριαδικόν. Θεοτοκίον.
Ὑπέρθεε Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τῆς Θεοτόκου, καὶ ταῖς τοῦ Θεοδώρου, θέωσον τοὺς ὑμνοῦντάς Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῷ Θεῷ ὥσπερ δῶρον φερωνύμως Θεόδωρε, δι’ ἀθλήσεως πόνων προσηνέχθης πολύτιμον, καὶ ἄμωμον θῦμα καὶ δεκτή, παμμάκαρ ἐγένου προσφορά, ὅθεν πόθῳ συνελθόντες τοὺς σοὺς ἀγῶνας εν ὕμνοις γεραίρομεν, καὶ δόξαν προσάγομεν Θεῷ, τὸ θαυμαστῶς σὲ ενισχύσαντι, κατ’ ἐχθρῶν ὁρωμένων καὶ ἀοράτων πολύαθλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.










ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Θεόδωρε Χριστόν, ἐκ ψυχῆς ἠγάπησας, καὶ δι’ αὐτὸν τὴν ἐμπάθειαν, σαρκὸς ἐμίσησας, νεότητα κάλλος, καὶ τρυφὴν τὴν ῥέουσαν, καὶ χαίρων τὸ σὸν αἷμα ἐξέχεας· διὸ τὴν μνήμην σου, τὴν ἐτήσιον γεραίρομεν, τὸν Σωτῆρα Χριστὸν μεγαλύνοντες. (Δίς)

Παμμάκαρ Θεόδωρε ῥοαῖς, τῶν σεπτῶν αἱμάτων σου, λεβιάθαν τὸν ἀρχέκακον, τὸν σὲ ἀδικήσαντα, ἐβύθισας ὄντως, καὶ τοῖς θείοις ἄθλοις σου, τελείᾳ ἀφανείᾳ παρέδωκας· Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Παμμάκαρ Θεόδωρε ἡμῖν, ὡς ἀστὴρ ἐξέλαμψας, νεοφανὴς τὴν σκοτόμαιναν, τὴν πλάνην ἅπασαν, τὴν καταχυθεῖσαν, εἰς τὰ τοῦ κόσμου πέρατα, ἀκτῖσι τοῦ λαμπροῦ μαρτυρίου σου, λύων πανεύφημε, καὶ φωτίζων τοὺς τιμῶντάς σε, καὶ θερμαίνων πρὸς πόθον τοῦ κτίσαντος.

Μωσέως τῷ ζήλῳ Ἀθλητά, ἔνδοξε Θεόδωρε, τρυφὴν ἰάσας τὴν πρόσκαιρον, καὶ τὴν ἀπόλαυσιν, τὴν ἐν βασιλείοις, καὶ πνεύσας ἀπείληφας, τὴν ἐν τοῖς οὐρανοῖς αἰωνίζουσαν, πόνοις ἀθλήσεως, καὶ ὑπόδειγμα μιμούμενος, Ἰακώβου τοῦ Πέρσου μακάριε.

Παμμάκαρ Θεόδωρε Θεόν, ἵλεων ἀπέργασαι, ἡμῖν ταῖς θείαις πρεσβείαις σου, τοῖς ἑορτάζουσι, τὴν πανίερόν σου, καὶ ἁγίαν ἄθλησιν, καὶ τὴν πρὸς τὸν Χριστὸν σὴν ἀνάλυσιν· δι’ ἧς ἀπείληφας, τὰ βραβεῖα τῶν ἀγώνων σου, σὺν Ἀγγέλοις ἀεὶ ἀγαλλόμενος.

Δόξα. Ἦχος δ΄.
Κροτήσωμεν σήμερον, ἐπὶ τῇ μνήμῃ Θεοδώρου τοῦ Νεομάρτυρος, ὁμωνυμήσας γὰρ οὗτος Θεοδώρῳ τῷ πάλαι Μεγαλομάρτυρι, τῇ μιμήσει τοῦ μαρτυρίου, καὶ συνώνυμος ἀληθῶς ἐκείνῳ ἐγένετο· ὅθεν ὡς ἐπώνυμος τῶν τοῦ Θεοῦ δωρεῶν τοῖς αὐτὸν εὐφημοῦσι, δῶρα πλουτοποιὰ τῶν θείων χαρίτων παρέχει, καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.






Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φώς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.




Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ Μάρτυς Θεόδωρε, ὁ τὸν Χριστὸν δοξάσας, ἐν τοῖς τιμίοις σου μέλεσιν. Εἰ γὰρ καὶ πρὸς καιρὸν αὐτοῦ ἐχωρίσθης διὰ τῆς ἀρνήσεως, ἀλλὰ τούτῳ πάλιν ἡνώθης διὰ τῆς πίστεως, καὶ τῆς ἐπὶ τῇ πίστει πεπαῤῥησιασμένης ὁμολογίας, προσθήκη δὲ τῆς ἑνώσεως, ἡ τῶν αὐτοῦ παθῶν καὶ τοῦ θανάτου ὁμοιότης, καὶ κοινωνία σοὶ γέγονε· δι’ ἧς τούτῳ, ὡς κεφαλὴ μέλος ἐπὶ πλεῖστον συνήφθης, καὶ συνημμένος ἔση εἰς αἰῶνα τὸν ἅπαντα, δόξης τῆς αὐτοῦ τρεπούσης συναπολαύων· ὅθεν ὡς παῤῥησίαν ἔχων πρὸς αὐτόν, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Γενναῖε Μάρτυς τοῦ Χριστοῦ Θεόδωρε, ἐπαξίως εὐφημοῦμεν τὴν μνήμην σου· σὲ γὰρ οὐ βίαι τυραννικαί, οὐ θωπεῖαι ἀπατηλαί, οὐ μαστίγων ἐπιφοραί, οὐ στρέβλωσις κεφαλῆς, οὐκ ὀφθαλμῶν ἔξωσις, οὐκ ὀδόντων ἐκρίζωσις, οὔτε ὁ δι’ ἀγχόνης θάνατος, τῆς πρὸς Χριστὸν ἀγάπης χωρίσας ἴσχυσαν· καὶ νῦν ἐν οὐρανοῖς μετὰ Ἰακώβου καὶ Μείρακος, καὶ τῶν λοιπῶν Μαρτύρων συναγαλλόμενος, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐνὑστέροις καιροῖς, τὴν τῶν ἐξ Ἄγαρ ἀπελέγξας δυσσέβειαν, καὶ πίστιν Χριστῷ παμμάκαρ, ἀνακηρύξας ψυχῆς, ἐν ἀνδρικωτάτῳ παραστήματι· ὁ νοῦν τὸν ἀρχέκακον, καὶ τὰ τούτῳ στρατεύματα, λύπης πληρώσας, τῶν Ἀγγέλων δὲ Τάγματα, πλήσας ἅπαντα, θυμηδίας καὶ τέρψεως, οἷς καὶ συναυλιζόμενος, γενναῖε Θεόδωρε, αἴτησαι πᾶσι τοῖς πόθῳ, ἐπιτελοῦσι τὴν μνήμην σου, ἡμῖν δωρηθῆναι, ἱλασμὸν ἁμαρτημάτων καὶ μέγα ἔλεος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, τῆς καθ’ ἡμᾶς γενεᾶς, στήριγμα μέγα Ἀθλοφόρε Θεόδωρε, ὁ πάντων ἐξομοσάντων, ὑπογραμμὸς ἀληθής, ὁ πολλὰ βασάνους διὰ Κύριον, ὀδόντων ἐκρίζωσιν, καὶ ὀμμάτων τὴν ἔξωσιν, καὶ τοῦ προσώπου, ὑπομείνας τὴν στρέβλωσιν, καὶ τὸν θάνατον, χαρμοσύνως δεξάμενος, δόξα καὶ ἐγκαλλώπισμα, πιστῶς ὁ γενόμενος, τῶν δὲ ἀπίστων αἰσχύνη, καὶ ἀτιμία αἰώνιος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἐξανθήσεται.
Χαίροις, γενναῖε Μάρτυς Χριστοῦ, ὀ ἐν χωρίῳ τῆς χαρᾶς διαιτώμενος, χαρίτων τῶν ἀκηράτων, τῷ πεπλησμένῳ ἀεί, ὅπου τῶν Ἀγγέλων τὰ στρατεύματα, χαρᾷ τερπνῇ χαίρουσι, καὶ δικαίων τὰ πνεύματα, γελῶσιν ὄντως, τὸν μακάριον γέλωτα, καὶ ἐμπίπλανται, χαρμονῆς τε καὶ τέρψεως, ὅπου ὁ χαριέστατος, Χριστὸς ὁ Θεάνθρωπος, πᾶσι τὰς χάριτας νέμει, τοῖς ὁλοψύχως ποθήσασιν, αὐτὸν καὶ παρέχει, τὴν χαρὰν τῆς ἀϊδίου μακαριότητος.

Δόξα. Ἦχος δ΄.
Ἐθαυμαστώθη Χριστὲ τὸ κράτος τῆς δυνάμεώς Σου, καὶ πάλαι καὶ νῦν, ἐξαιρέτως δὲ ἐν τῇ ἀσθενείᾳ τοῦ Σοῦ Νεομάρτυρος Θεοδώρου· ἰδοὺ γὰρ οὗτος ὁ κατὰ ψυχὴν καὶ σῶμα ἀσθενὴς καὶ ἄνανδρος, τὴν ἄμαχον ἰσχύν σου περιφραξάμενος, ἀνδρείως εἰς τὸ στάδιον τῆς ἀθλήσεως ἥλατο, καὶ βασάνους ὑπομεινας, αἳ κάμπτουσι καὶ τὸν ἁλκιμώτατον, τὸν δυνατὸν ἐν κακίᾳ ὡς ἀσθενέστατον στρουθίον καταπεπάτησαν· ὅθεν πάντας ἐγείρει εἰς δόξαν τοῦ σοῦ παντοδυνάμου ὀνόματος, τοῦ ἀπαύστως δοξαζομένου ἐν τοῖς ἁγίοις Σου.






Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῷ Θεῷ ὥσπερ δῶρον φερωνύμως Θεόδωρε, δι’ ἀθλήσεως πόνων προσηνέχθης πολύτιμον, καὶ ἄμωμον θῦμα καὶ δεκτή, παμμάκαρ ἐγένου προσφορά, ὅθεν πόθῳ συνελθόντες τοὺς σοὺς ἀγῶνας εν ὕμνοις γεραίρομεν, καὶ δόξαν προσάγομεν Θεῷ, τὸ θαυμαστῶς σὲ ενισχύσαντι, κατ’ ἐχθρῶν ὁρωμένων καὶ ἀοράτων πολύαθλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀδάμας στεῤῥός, ὡς ἀκλόνητος πύργος, ὡς ἄκμων ἀκαμπής, προσβολὰς τῶν βασάνων, ἐπήνεγκας Θεόδωρε, καὶ οὐδ’ ὅλως εἰσδέδεξαι, τὴν δυσσέβειαν, τὴν δὲ ὀρθόδοξον, πίστιν ἀνεκήρυξας, ἐν τῷ σταδίῳ γενναίως· διὸ σὲ γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία ἡ τὰς τρεῖς, ἀνηκούστως ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε καὶ ἄνθρωπον, πίστιν τε τὴν πιστεύουσαν, τοῖς ξενίζουσι, τούτοις καρδίαν ἀνθρώπου, ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον πανύμνητε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Διαφυγὼν τὸν σὲ πειράζοντα Μάρτυς, καὶ μαρτυρίου σου τὸ ἔργον τελέσας, πρὸς τὸν Χριστὸν ἀνέδραμες τόν σοι ποθητόν, ὥσπερ πρώην ἔλεγες, καὶ νῦν ἔστης τοῦ πόθου, δόξης ἐμφορούμενος, καὶ χαρὰς ἀνεκφράστου, ἧς ἐκδυσώπει πάντας μετασχεῖν, τοὺς τὴν σὴν μνήμην, τελοῦντας Θεόδωρε.
Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Τὸ πῦρ ἀγαπήσεως τῆς πρὸς Χριστὸν τὸν Θεόν, ἐν βάθει καρδίας σου ἔχων σοφὲ τὸ γλυκύ, μὴ φέρων τὴν φλόγα δέ, ἔσπευσας διαβῆναι, πρὸς Αὐτὸν Ἀθλοφόρε, θᾶττον διὰ θανάτου, καὶ βασάνων ποικίλων· καὶ νῦν Χριστῷ ἑνωθείς, ἔστης τοῦ πόθου σου.
Κανν... Θεοτοκίονμοιον
Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία Πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Τὴν φθαρτὴν υἱότητα, τοῦ ἐπιγείου Βασιλέως, ἔλυσας Μάρτυς, Θεόδωρε σοφῶς· καὶ νῦν υἱὸς ἐχρημάτισας, ἐν ἀληθείᾳ, Χριστοῦ τοῦ παντάνακτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ λιμὴν ἀχείμαστε, τῶν ναυαγούντων ἐν δεινοῖς, τῆς ἑνεστώσης ἀνάγκης με, καὶ τρικυμίας, παθῶν ἐλευθέρωσον.





Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἐξανθήσεται.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ Θεοῦ, καὶ τῆς ἐκείθεν ἀποῤῥεούσης δόξης καὶ φωτοχυσίας ἐμπιπλάμενος, Μάρτυς Θεόδωρε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου εἰς στ΄, καὶ τοῦ Ἀθλοφόρου δύο εἰς η΄.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὕμνον προσάδω Θεοδώρῳ τῷ νέῳ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ὕμνον προσάδειν τῇ σεπτῇ ἀθλήσει σου, ἐπιποθοῦντί μοι νῦν, χάριν ἐν τῷ λόγῳ, καὶ λόγον ἐν χάριτι, δίδου Μάρτυς Θεόδωρε, ὡς ἂν μέλψω ἀξίως, ταύτην καὶ χάριν δωρήσομαι, τοῖς ἀκροωμένοις καὶ ψάλλουσι.
Μείνας ἐν τόπῳ ἡσυχίας ἔνδοξε, Μάρτυς Θεόδωρε, εἰς αἴσθησιν ἦλθες, τοῦ κακοῦ ὃ πέπονθας, καὶ τὴν ψυχήν σου βέλεσι, κατανύξεως βάλλεις, καὶ θείου φόβου ἀοίδιμε, κλαίων καὶ πικρῶς ὀδυρόμενος.
Νέων Μαρτύρων τοῦ Χριστοῦ τὴν ἄθλησιν, καὶ τὰ μαρτύρια, σὺ ἀναγινώσκων, συνεχῶς Θεόδωρε, καὶ ἐξαιρέτως ἄθλησιν, Πολυδώρου τοῦ νέου, εἰς πόθον ἦλθες καὶ ἔρωτα, τοῦ διὰ Χριστὸν μαρτυρῆσαί σε.
Θεοτοκίον.
Ὄμματα ὥσπερ τῆς παιδίσκης βλέπουσιν, ἀεὶ κυρίας αὐτῆς, εἰς τὰς χεῖρας οὕτω, τὰ ὄμματα βλέπουσιν, ἡμῶν ἁγνὴ τῶν δούλων Σου, εἰς τὰς χεῖρας ἀπαύστως, Σοῦ τῆς Κυρίας τῆς κτίσεως, ἕως ἂν ἡμᾶς οἰκτειρήσειας.

Ὁ β’ Κανών. ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον. Ποίημα Μιχαὴλ Εὐμορφοπούλου.
Ὑμνῆσαι προθυμουμένῳ σήμερον, τὴν θείαν ἄθλησιν, καὶ τοὺς σεπτοὺς ἀγῶνας, τοῦ κλεινοῦ Ἀθλοφόρου Σου Κύριε, ἁμαρτημάτων ἄφεσιν, καὶ φωτισμὸν Χριστὲ παράσχου μοι.
Μετάγνωσιν ἀληθῆ Θεόδωρε, ἐφ’ οἷς περ ἔπραξας δακρυῤῥοῶν, σὺ ἔδειξας πικρῶς, διὰ τοῦτο καὶ δύναμιν, παρὰ Χριστοῦ ἀπείληφας, εἰς τὸ νικῆσαι τὸν ἀντίπαλον.
Ὑπάρχων ἐν βασιλείοις ἔνδοξε, Χριστὸν ἠθέτησας, τῇ τοῦ νοὸς κουφότητι τοῦ σοῦ, καὶ σατὰν δολιότητι· ὡς σεαυτὸν δ’ ἀνέδραμες, ὑπὲρ Χριστοῦ στεῤῥῶς τ’ ἐνήθλησας.
Θεοτοκίον.
Παρθένος μετὰ τόκον ἄφθορος διαμεμένηκας, τὸν δι’ ἡμᾶς ὀφθέντα ἐπὶ γῆς, ὑπὲρ λόγον κυήσασα, Ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νέον ῥόδον ἐφάνης, κοκκοβαφὲς εὔοσμον, ἐν καιρῷ χειμῶνος ἀνθῆσαν, τῆς νῦν ψυχρότητος, τῆς καθ’ ἡμᾶς γενεᾶς, ὄψιν καὶ ῥίνα εὐφραίνων, ἡμῶν τῶν ποθούντων σε, Μάρτυς Θεόδωρε.
Πολὺν πόλεμον ἔσχες, καὶ πειρασμοὺς ἔνδοθεν, ἐν τοῖς λογισμοῖς σπειρομένους, ὑπὸ τοῦ δράκοντος, Μάρτυς Θεόδωρε, ἀλλὰ Σταυροῦ τῇ δυνάμει, ἅπαντας διέλυσας, διὰ τῆς πίστεως.
Ῥώμην θείαν πλουτήσας, τὴν τοῦ Χριστοῦ ἔνδοθεν, τὴν τοὺς ἀσθενεῖς δυναμοῦσαν, καὶ ἐνισχύουσαν, Μάρτυς Θεόδωρε, καὶ ἀσθενὴς ὢν τὸ σῶμα, ἐνευρώθης ἔνδοξε, πρὸς τὸ μαρτύριον.
Θεοτοκίον.
Ὁ μὲν σκύλα εὑρίσκων, καὶ θησαυρὸν τέρπεται, ἐγὼ δὲ εὑρὼν Θεοτόκε, Σὸν θεῖον ὄνομα, καὶ τὴν εἰκόνα Σου, καταφυγὴν ἐν ἀνάγκαις, χαίρω ὀνομάζων Σε, καὶ ἀσπαζόμενος.

Ἕτερος. Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει.
Ἐπείπερ ἔγνως ἐν τῇ Χίῳ ἀδύνατον εἶναί σε, τὸν ἐχθρὸν καταβαλεῖν, ὑφ’ οὗ τὸ πρὶν ἐξηπάτησαι, τὴν Λέσβον κατέλαβες, τοῦτον τροπώμενος.
Ἰδοὺ ἐβόας τῷ τυράννῳ σοὶ δίδωμι σήμερον, τὴν ψευδῆ καὶ μυσαράν, πίστιν ἣν πάλαι μοι ἔδωκας, κηρύττω δὲ ἀντίκρυς, ἣν εἶχον πρότερον.
Πυνθανομένῳ τῷ τυράννῳ τίς οὗτος; ἀντέλεον, οἱ ὄντες περὶ αὐτόν, ἄφρων ὑπάρχει, σὺ δ’ ἔφησας Χριστοῦ δοῦλος πέφηνας, οὐχὶ δ’ ἀνόητος.
Θεοτοκίον.
Σὲ τὴν τεκοῦσαν τὸν Θεὸν Θεοτόκε, δοξάζομεν τῷ γεννήματι τῷ Σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, πάναγνε Δέσποινα.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Καθάπερ ἔμπορος ἐχέφρων ἤλλαξω, τῶν ἐπιγείων τὰ οὐράνια Μάρτυς, καὶ τὴν ζωὴν τὴν πρόσκαιρον λιπὼν ὦ Ἀθλητά, εὗρες τὴν αἰώνιον, καὶ τὴν ἄπειρον μακαριότητα βραχυτάτου αἵματος, βασιλείαν ὠνήσω, καὶ σὺν χοροῖς εὐφραίνει Ἀθλητῶν, ὑπὲρ τοῦ κόσμου, Θεὸν ἱλεούμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Σὺ μὲν πυκνῶς, καταφιλῶν οὐ διέλιπες, τὰς ὁσίας χεῖρας ὦ Θεόδωρε, καὶ ταῖς ῥοαῖς δακρύων τῶν σῶν, κατέβρεχες πόδας, τοῦ συνοδίτου σοι γέροντος, εὐχαριστῷ σοι Πάτερ, δι’ ἐμὲ ἀνακράζων, ὅτι κόπον τοσοῦτον ὑπέμεινας.
Ἀλλ’ ἐκ ψυχῆς, ὁ συνοδίτης σοι ἔλεγε· παῦσε τέκνον καὶ μὴ ταῦτα λέγε μοι, καὶ γὰρ εἰ σὺ ὑπὲρ τοῦ Χριστοῦ, ἀθλῆσαι ἐπείγῃ, πῶς οὐκ ἐγὼ ἀγαπήσω σε; ἀπόστηθι οὖν λύπης, καὶ τῶν θρήνων ἀπόσχου, καὶ δειλίαν ἀπέλασον ἅπασαν.
Δύο ὁμοῦ, σύ τε κἀκεῖνος ὃν ἔσχηκας συνοδίτην, ἔνδοξε Θεόδωρε, τῇ τῆς ψυχῆς, ὀδύνη πικρᾷ, συνειχῆσθε ὅλως μὴ στέργοντες τὴν διάζευξιν, δακρυοῤῥοοοῦντες ἄμφω, συνθρηνοῦντες ἀλλήλοις, ἕως οὗ ἀπ’ ἀλλήλων διέστητε.
Θεοτοκίον.
Ὦ Μαριάμ, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, σὺ ἐν μέσῳ, Θεοῦ τε ἀνθρώπων τε πτᾶσα τὸν μέν, ἀνθρώπου υἱόν, εἰργᾶσαι Παρθένε, τοὺς δὲ ἀνθρώπους ἀνέδειξας, υἱοὺς Θεοῦ· διό με ἀποκήρυκτον ὄντα, τῷ Θεῷ υἱοποίησον ἄχραντε.

Ἕτερος. Ἐπαρθέντα σε.
Οὐδὲν δέδοικα ἐβόας, γενναιοφρόνως τὰς παρ’ ἡμῶν δεινάς, ἀπειλουμένας βασάνους, Χριστὸς γάρ μοι δύναμις, ᾧ κράζω γηθόμενος· δόξα τῇ δυνάμει Σου Κύριε.
Βεβλημένον σὲ θεόφρον, τῆς εἱρκτῆς ἔνδον, τῶν ἀσεβῶν πλεῖστοί τινες εἰσεληλυθότες, δεινῶς μὲν ἐμάστιζον, ἐγέλων δὲ κράζοντες· δόξα τῇ δυνάμει Σου Κύριε.
Ἐλθέ σοι ἔλεγον πάλιν οἱ ἀσεβοῦντες, ἐπὶ τὴν πίστιν τὴν ἡμῶν, ἡμεῖς δ’ ἀντὶ ταύτης χρήματα σοὶ δίδομεν, ἀξίαν καὶ ἔπιπλα, πίστιν τὴν ἡμῶν προτιμήσαντι.
Θεοτοκίον.
Τὴν ψυχήν μου φαρμακευθεῖσαν τοῖς ἰοβόλοις, τῶν ἐναντίων δήγμασι, δραστικῷ φαρμάκῳ, πρεσβειῶν θεράπευσον, Χριστὲ τῆς τεκούσης Σε, καὶ τοῦ ἱεροῦ Ἀθλοφόρου Σου.










ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Θείῳ ἔρωτι Μάρτυς, τῷ τοῦ μαρτυρίου δεινῶς συνεχόμενος, πρὸς Χριστὸν ὑπάγω, πρὸς Χριστόν μου πορεύσομαι ἔλεγε, καὶ ταχὺ τελέσω, ἔργον ὃ ἔχω ἀνὰ χεῖρας, ἵνα θᾶττον παθῶν λυτρωθήσομαι.
Εὐθαρσεῖ παῤῥησία, ἤλεγξας ἀπίστους παμμάκαρ Θεόδωρε, καὶ ψευδοπροφήτην, τὸν αὐτὸν ἀρχηγὸν ἀνεκήρυξας, καὶ θρησκείαν τούτου, πλάνην ὠνόμασας πανσόφως, καὶ παρίδες αὐτὴν ἀναθέματι.
Ὁ Κριτὴς ἐξεπλάγη, καὶ οἱ μετ’ αὐτοῦ συνεδρεύοντες ἅπαντες, ἀκούοντες τοῦτον καὶ ψυχῆς τὸ ἀνδρεῖον παράστημα, βλέποντές σου Μάρτυς, τίς οὗτος ἔλεγον ὑπάρχει  πρὸς ἀλλήλους ὁρῶντες σὺν θαύματι.
Θεοτοκίον.
Δόξα αὕτη Σοὶ μόνῃ, πάντων τῶν ἀνθρώπων Παρθένε δεδώρηται, λογισμὸν φανῆναι, σαρκικῶν ἀνωτέρων πανάχραντε· ὅθεν ὡς Παρθένος, καὶ ἡγεμὼν παρθενευόντων, παρθενεύειν κἀμὲ ἐνδυνάμωσον.

Ἕτερος. Σοῦ Κύριέ μου φῶς.
Σὺ Κύριε φῶς, καὶ σοφίας στήριγμα, ἐν σοὶ θαῤῥῶν κἀγὼ Σῶτερ, τὰς ποινὰς ὑπομένω, ἐβόα ὁ Θεόδωρος.
Μιμούμενος σοφέ, τὸν Σωτῆρα καὶ Κύριον, τὸν ἐπὶ ξύλου τεθέντα, καὶ αὐτὸς τῇ ἀγχόνῃ, μετέωρος ἐκρέμασο.
Οὐκ ἴσχυσαν σοφέ, τῆς ψυχῆς σου τὸ ἔντονον σαλεῦσαι, οἱ τυραννοῦντες, ἐπὶ πέτραν γὰρ ὄντως, Χριστοῦ τεθεμελίωτο.
Θεοτοκίον.
Σῶσόν με ὁ Θεός, ὡς φιλάνθρωπος σῶσόν με, δεήσεσι τῆς ἀφράστως, Σὲ τεκούσης Παρθένου, καὶ πάντων τῶν Ἁγίων Σου.


















ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ἄγριοι, αἰμοβόροι λέοντες, καὶ ὡς λύκοι οἱ ἀπόγονοι Ἄγαρ, σοὶ τῷ Χριστῷ, ἐφορμῶντες ἀρνίῳ, ὤθουν ἐλάκτιζον ἔδερον, καὶ ᾔκιζον παντοδαπῶς, καὶ εἱρκτῇ σὲ έποίησαν ἔγκλειστον.
Ῥαβδίουσαι, ὡς ἀσκὸν τὸ σῶμά σου, ἀπενάρκισαν δημίων αἱ χεῖρες, σὺ δ’ ὡς τρυφάς, τὰς πληγὰς ἐλογίζου, καθάπερ πάσχοντος ἄλλου Θεόδωρε, καὶ ἔψαλλες χαρμονικῶς, Θεοτόκου ᾠδὴν χαριστήριον.
Ὡς ἔλαφος, ἡ διψῶσα ἔσπευδες, ψαλμικῶς ἐπὶ πηγὰς μαρτυρίου· ὅθεν θερμῶς, τί βραδύνετε ἔφης, ὦ δικασταὶ καὶ οὐ θᾶττόν με κτείνετε; ἑνοῦντές με πρὸς τὸν Χριστόν, τὸν Θεὸν καὶ Δεσπότην καὶ Πλάστην μου.
Θεοτοκίον.
Τὰς χεῖράς Σου, καὶ μαστοὺς ὦ Δέσποινα, τῷ Υἱῷ Σου μεσιτεύουσα δεῖξον, μῖξον τοῖς Σοῖς, τὰς ἐκείνου Παρθένε, Σταυρὸν καὶ Λόγχην καὶ Σπόγγον καὶ Κάλαμον, καὶ οὕτως ἱλέωσαι αὐτόν, ἐφ’ ἡμῖν τοῖς πολλὰ ἁμαρτήμασιν.

Ἕτερος. Ἐβόησε προτυπῶν.
Ἐπήκουσεν, ὁ τῶν ὅλων Δεσπότης καὶ Κύριος, τοῦ δικαίου, Γεωργίου τὴν δέησιν ἔνδοξε· δι’ὅπερ σοὶ τοῦτον τῇ εἱρκτῇ συγκλεισθῆναι ηὐδόκησε.
Μιμούμενος τὸν ἐν Σμύρνῃ, Ἀλέξανδρον ἔνδοξε, καὶ τὸν θεῖον ἐν Ἐφέσῳ Πολύδωρον ἤθλησας· διὰ τοῦτο πάντες εὐφημοῦμέν σε Μάρτυς Θεόδωρε.
Ὡς ἔμαθεν ὁ Γεώργιος, Μάρτυς Θεόδωρε, ἐν εἱρκτῇ διατρίβοντα, τρόπον ἐνόησε· δι’ οὗπερ ἐμβαίνει, καὶ ποιεῖ πρὸς ἀγῶνα δρανέστερον.
Θεοτοκίον.
Ἁγνοίας Σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί Σου, καθαρὸς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάρας θέλων τῶν ἀνθρώπων, Παρθένε τὸ φύραμα.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ καινής σου ἄθλησις, ὡς ἑωσφόρος, φαεινῶς ἀνέτειλε, καὶ συνεκίνησεν ἡμᾶς, Χριστὸν δοξᾶσαι Θεόδωρε, τὸν σὲ ἐν ἄθλοις, στεῤῥὸν ἀναδείξαντα.
Ὁ Οἶκος.
Μετανοίας τελειοτάτης καὶ ὁλοκάρδιον ὑπόδειγμα σὲ αὐτόν, πᾶσι τοῖς ἀρνησιχρίστοις προέθηκας Μάρτυς Θεόδωρε, μεταγνοὺς γὰρ πικρῶς ἐφ’ ᾧ πέπονθας πτώματι, πάντων τῶν τῇδε καλῶν κατεφρόνησας, βασιλικὴν υἱότητα, καὶ ἄνθος νεότητος, καὶ κάλλος σώματος, καὶ ζωῆς αὐτῆς τὸ περισπούδαστον χρῆμα, εἰς οὐδὲν λογισάμενος· ὅθεν εἰς τὸ στάδιον τοῦ μαρτυρίου ἀνδρείως ἀποδοθείς, καὶ βασάνους πολυειδεῖς ὑπομείνας, μετὰ παῤῥησίας Θεὸν ἀληθινὸν τὸν Χριστὸν ἀνεκήρυξας, τὸν σὲ ἐν ἄθλοις, στεῤῥὸν ἀναδείξαντα.
Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Νεομάρτυρος Θεοδώρου τοῦ Νέου τοῦ Βυζαντίου.
Ὕμνος νεάζων Θεοδώρῳ τῷ νέῳ,
Χριστοῦ Ἀθλητῇ, ἐνδίκως ἁρμοστέο.
Βῇ δὲ εἰς Ὀλύμποιο φαεινὸν δῷ Θεόδωρος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τύρωνος.
Τύρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Οὗτος, κατὰ τοὺς χρόνους ἧν Μαξιμιανοῦ καὶ Μαξίμου τῶν βασιλέων, ἐκ Μητροπόλεως Ἀμασείας ὁρμώμενος, ἐκ χωρίου λεγομένου Χουμιαλῶν. Ἄρτι δὲ τῇ στρατιᾷ τῶν Τυρώνων καταλεγείς, καὶ ὑπὸ τὴν τάξιν τοῦ Πραιποσίτου Βρύγκα τυγχάνων, παρ’ αὐτοῦ εἰς ἐξέτασιν κατέστη, τὸν Χριστὸν Θεὸν εἶναι ὁμολογήσας, καὶ τὰ σεβάσματα τῶν Ἑλλήνων, ὡς ἄψυχα ξόανα, καὶ ἔργα χειρῶν ἀνθρώπων, καταχλευάσας. Καὶ καιροῦ δοθέντος αὐτῷ εἰς διάσκεψιν, οὐκ ἐν ἀπραξίᾳ τοῦτον, ἀλλὰ τὴν μεγίστην τῶν πραγματειῶν ἐξετέλεσε. Τὸ γὰρ εἴδωλον τῆς τῶν θεῶν μητρός, ὡς Ἕλληνες ληρῳδοῦσι, κατέφλεξεν, ὅθεν συσχεθείς, καὶ αὐτουργὸς γενέσθαι ὁμολογήσας τοῦ ἐμπρησμοῦ, πρῶτον μὲν κρεμασθεὶς ξέεται, εἶτα, εἰς κάμινον πυρὸς ἐμβάλλεται, καὶ ἐν αὐτῇ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου.
Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος,
Τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.
Μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, παραγενόμενος ὁ Ἅγιος Φίλιππος, μετὰ τοῦ Βαρθολομαίου καὶ Μαριάμνης τῆς ἀδελφῆς αὐτοῦ εἰς Ἱεράπολιν, καὶ διὰ τὸ κηρύξαι τὸν λόγον τοῦ Χριστοῦ κρεμασθεὶς καὶ τελειωθείς, ηὔξατο πρὸς τὸν Θεόν, καὶ κατεχώσθησαν εἰς τὴν γῆν, ὅ,τε Ἀνθύπατος, καὶ ὁ ὑπ’ αὐτὸν λαός. Οἱ δὲ λοιποὶ φοβηθέντες, παρεκάλεσαν Βαρθολομαῖον καὶ Μαριάμνην, κρεμαμένους καὶ αὐτοὺς ὄντας, ἵνα μὴ αὐτοὶ καταποντισθῶσι. Καὶ ἐδυσώπησαν αὐτοὶ τὸν Ἅγιον Φίλιππον, καὶ οὐ κατεπόντισεν αὐτούς, ἀλλὰ καὶ τοὺς καταποντισθέντας ἐξήγαγε. Τὸν δὲ Ἀνθύπατον, καὶ τὴν αὐτοῦ γυναῖκα Ἔχιδναν, ἀφῆκε κάτω. Τότε ἀπελύθησαν ὁ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη. Καὶ ὁ μὲν Βαρθολομαῖος, ἀπελθὼν εἰς Ἰνδίαν τὴν εὐδαίμονα, σταυρωθεὶς τελειοῦται. Ἡ δὲ Μαριάμνη, ἀπελθοῦσα εἰς Λυκαονίαν, καὶ κηρύττουσα τὸν λόγον τοῦ Χριστοῦ, καὶ πολλοὺς βαπτίσασα, ἐτελειώθη ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Αὐξιβίου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος,
Φανέντα ληξίβιον ἐξ ἐναντίου.
Κατήγετο οὗτος ἀπὸ τὴν παλαιὰν Ῥώμην, Ἕλλην ὢν κατὰ τὴν θρησκείαν, ἀκολουθήσας δὲ τὸν Ἅγιον Ἀπόστολον καὶ Εὐαγγελιστὴν Μάρκον, ἐδιδάχθη παρ’ αὐτοῦ τὸν λόγον τῆς ἀληθείας. Ὅθεν βαπτισθείς, ἐχειροτονήθη ἐπίσκοπος Σόλωνος τῆς ἐν Κύπρῳ, καὶ πολλοὺς ἀπίστους ἐπιστρέψας εἰς τὸν Χριστόν, καὶ διαφόρων θαυμάτων αὐτουργὸς γεγονώς, πρὸς Κύριον ἐξεδήμησε.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου.
Θεοστήρικτος τὸν Θεὸν πήξας βάσιν,
ὄντως θεοστήρικτος ἔργοις ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένων βασιλέων, Μαρκιανοῦ καὶ Πουλχερίας.
Τὸν Μαρκιανόν, Πουλχερίαν συνάμα,
ἄζυγας εἰπεῖν οὐκ ἔχω ἢ συζύγους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου.
Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ,
Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.
Ἐπὶ τῆς βασιλείας Βασιλείου τοῦ φιλοχρίστου βασιλέως, ὀ μακάριος Μηνᾶς, μιᾷ τῶν νυκτῶν, καὶ τῇ τῶν Κανάτων (ἄλλ. Ἱκανάτων) κατειλελγμένῳ σχολῇ, ὡς αὐτὸς εἴη Μηνᾶς ὁ Καλλικέλαδος, ὁ ὑπὸ γῆν κρυπτόμενος, ἐν τῷ κατὰ τὴν ἀκρόπολιν αἰγιαλῷ, καταμηνύει, καὶ τὸν τόπον ὑποδεικνύει δακτύλῳ, καθ’ ὅν ἧν κείμενος. Ὁ δὲ φιλόθεος οὗτος ἀνήρ, ὀρθριώτερον ἀναστάς, καὶ Μαρκιανῷ τῷ Νουμερίῳ, φίλῳ αὐτοῦ ὑπάρχοντι, τὰ ὁραθέντα μηνύει ἀκριβῶς. Οὗτος δὲ πάλιν τὰ ἀκουσθέντα δῆλα ποιεῖ τῷ Βασιλεῖ, καὶ αὐτίκα κατὰ τὸν δηλωθέντα τόπον στρατιῶται ἐξαποστέλλονται. Οἵτινες διασκάψαντες τάχιον, εὗρον σιδηρᾶν λάρνακα, ἐν ᾗ ἧν τὸ μαρτυρικὸν σῶμα. Ἀλλὰ καὶ γραφὴν σὺν αὐτῇ ἐπὶ πλακὸς ἐγκεκολαμένην, καὶ δηλοῦσαν ἐκεῖ κατατεθεῖσθαι τὸν Μάρτυρα, ἐν ᾧ ᾑρετίσατο τόπῳ. Ψηφίσαντες οὖν κατὰ τῆς πλακὸς γραφήν, εὗρον παρῳχηκότας χρόνους τετρακοσίους, ὅθεν καὶ τῷ Θεῷ εὐχαριστίαν πανδημεὶ ἐξέπεμψαν.
                                   
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐξιφίου, ἐπισκόπου Ἀλαμανίας, τοῦ θαυματουργοῦ.
Εὐξίφηος ἱερόθησοι πάλαι,
Νῦν δ’ αὖ μεταστάς, καὶ σηνανυφθηλόγε,

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥωμύλου, Σεκουνδιανοῦ καὶ Δονάτου τῶν ἐν τῇ Βενετίᾳ ἐν ἔτει 304 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδούλου, τοῦ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἐν ἔτει 308 μ. Χ.









Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μιχαὴλ Μαυροειδή, τοῦ Ἀδριανουπολίτου, ξίφει τελειωθέντος ἐν ἔτει 1493.
Κἂν καὶ Μιχαὴλ τῷ χορῷ τῶν Μαρτύρων·
τάττω, τὸ καινὸν οὐχ ὀρῷ καὶ κωλῦον.
Οὗτος, πατρίδα ἔσχεν αὐτὴν τὴν πόλιν τοῦ Ἀδριανού, τῶν εὖ γεγονότων τυγχάνων καὶ τῇ τῆς ψυχῆς αὐτοῦ ἐλευθεριότητι καὶ περὶ πᾶσαν ἀρετὴν ἐπιμέλεια βίον ἐπαινετὸν μετιών, περιουσία τε χρημάτων καὶ πάσῃ εὐκλείᾳ τῇ τοῦ παρόντος βίου, οὐδενὸς ἥττων τῶν ἐν ἐκείνῃ τῇ πόλει, γνώριμός τε δὲ καὶ διάδηλος πᾶσι σχεδὸν τοῖς ἐν τῇ Εὐρώπῃ βαρβάροις, οὐκ ὀλίγοις δὲ καὶ τῶν ἐν τῇ Ἀσίᾳ δοκιμωτέρων, ἔτι δὲ καὶ αὐτοῖς τοῖς βασιλείοις ἀναστρεφομένοις καὶ τῆς μείζονος ἀξιουμένοις παρὰ τοῦ ἡγεμόνος τιμῆς. Ἐπεὶ δέ, τοῦ γένους τῶν βαρβάρων τούτων μανιωδῶς διακειμένου ἡμῖν, ταῖς ὑφηγήσεσι καὶ διδασκαλίαις τοῦ μιαρωτάτου καὶ πονηροῦ καθηγεμόνος αὐτῶν, μία τις φατρία τούτων πονηρότατη καὶ θερμοτέρα πρὸς τὴν ἀσέβειαν, συνήθης καὶ γνώριμος οὖσα τῷ μάρτυρι, δόλους ἔγνω συῤῥάψαι κατὰ τοῦ ἀνδρός, τῷ πονηρῷ πρὸς ταῦτα δαίμονι κινουμένη τὰ βουλεύματα ὡς ἔοικεν, ὑφάναντες σὸν τὸν δόλον καὶ καλῶς ἔχειν ὑπολαβόντες, προσίασι τῷ δικαστῇ λέγοντες· ὡς εἴποι οὗτος πολλάκις ὁ λέγουσιν αὐτοί, τὸν ἑαυτῶν ὁμολογοῦντες Θεὸν βαρβάρῳ φωνῇ, καὶ μάρτυρας δὲ ἦγον μεθ᾿ ἑαυτῶν ψευδῆ μαρτυρήσοντας. Ὁ δὲ τὸν ἄνδρα μεταπεμψάμενος ἐδείκνυεν ὅσα κατ᾿ ἐκείνου φασὶ καὶ ὅ,τι ἔχοι πρὸς ταῦτα ἀπολογήσασθαι ἔλεγεν. Ὡς δὲ τοῦ ἀνδρὸς μηδὲν ἀληθὲς λέγειν αὐτοὺς ἰσχυριζόμενου, ἀλλὰ ψεῦδος εἶναι τὸ ὅλον καὶ ἀναιδοῦς συκοφαντίας ὑπόθεσιν καὶ πόῤῥῳ παντελῶς τοῦ σκοποῦ αὐτοῦ —σκοπὸν γὰρ εἶχε διόλου μακρὰν εἶναι τῶν τοιούτων πλοκών— ὁ δικαστής, ψευδεῖς εἶναι τοὺς λόγους ἐκείνων ὑπολαβὼν καὶ συκοφαντίαν μεμελετημένην προδήλως, ἔγνω διαφεῖναι εἰδὼς ἐκεῖνον καὶ πάνυ ἐχέφρονα καὶ πεφυλαγμένως τὸν ἑαυτοῦ βίον διάγοντα, Θορυβούντων δὲ ἐκείνων καὶ ἐπαπειλούντων ὡς, εἴπερ ἀπολύσει ἐκεῖνον. ἀποφανοῦσιν αὐτὸν ἔν τε τοῖς βασιλείοις καὶ πανταχοῦ τοῦ ἀφετέρου νόμου ὀλιγωροῦντα, εἱρκτῇ παραπέμπει τὸν ἄνδρα, διαμένειν κελεύσας ἕως ἂν πάντα γένοιτο δῆλα τὰ κατ᾿ αὐτὸν ἐν τοῖς βασιλείοις καὶ ὅ,τι ἂν προστάξοι ὁ ἡγεμών. Παραλαβόντες οὖν οἱ μύσται τοῦ πονηροῦ καὶ ἄλλους οὐκ ὀλίγους μεθ’ ἑαυτῶν, τῆς αὐτῆς ὄντας μετόχους παραπληξίας καὶ δυσμενείας, ἐν τοῖς βασιλείοις παρεγένοντο τοῦ κρατοῦντος καὶ τοῖς ἐκεῖσε πολλὰ κοινολογησάμενοι, ὁμόφροσιν οὖσιν αὐτοῖς, καὶ τὴν σκαιωρίαν ἀπαρτίσαντες πείθουσι τὸν ἡγεμόνα, κουφότατον ὄντα, ψῆφον ἐξενεγκεῖν. Ἡ δὲ ἧν: Εἰ μὴ τῇ ἐκείνων προστεθείῃ θρησκείᾳ τὴν ἰδίαν ἐξομοσάμενον, κατακαέντα ἀποθανεῖν. Ὑποστρέψαντες τοίνυν ἐκεῖθεν καὶ τὸ πρόσταγμα τῷ δικαστῇ ἐπιδείξαντες, ποικίλοις ἐχρῶντο λόγοις πρὸς τὸν γενναῖον · πείσθητι, τῷ τοῦ κρατοῦντος προστάγματι καὶ ἡμῖν, παραινοῦσί σοι τὰ λυσιτελῆ, καὶ ὁμολόγησον ἅπερ ἡμεῖς. Ἔσται σοι γὰρ εὗ καὶ πᾶσι τοῖς σοῖς, ἐπεὶ δωρεῶν ἀπολαύσεις καὶ τιμῆς ὑψηλῆς καὶ λαμπρὸς ἔση καὶ πᾶσι τοῖς σοῖς ὠφέλεια ἔσται καὶ ἀγάπη καὶ οἰκείωσις ἀφ᾿ ἡμῶν. Εἰ δὲ μὴ πεισθῆναι θελήσεις, ἡμεῖς ἀποκτενοῦμέν σε πάντως, ὡς ὁ νόμος τε καὶ τὸ πρόσταγμα τοῦ κρατοῦντος παρακελεύεται. Πρὸς ταῦτα ὁ γενναῖος ἐκεῖνος καὶ ἀδαμάντινος ἀπολογούμενος ἔφη: Ἐπεὶ τοσούτον ἴσχυσε κατ᾿ ἐμοῦ τὸ ψεῦδος καὶ ἡ ῥᾳδιουργία ὑμῶν, ὥστε καὶ τὸν κρατοῦντα πεῖσαι τοιαύτην ψῆφον ἐξενεγκεῖν, περὶ μὲν τοῦ πεισθῆναι ἤ μὴ πεισθῆναι με τοῖς λόγοις ὑμῶν καλῶς ἤδη ἐσκεψάμην ἐν ἐμαυτῷ. Οὔτε γὰρ εὐήθης τις καὶ ἀσύνετος, ὡς ἵστε, ἐγώ, οὔτε μεταμελήσομαι ἡ μεταβουλεύσομαι οὐδέποτε περὶ τὴν τοῦ Χριστοῦ μου πίστιν, νῦν μὲν ἄλλα, αὔριον δὲ ἄλλα φρονῶν —τοῦτο γὰρ οὐδὲ παίδων ἔργον φρονίμων— ἀλλ᾿ ὑπομενῶ προθύμως τὸν θάνατον, οὐδένα λόγον ποιούμενος ὧν φατε δωρεῶν καὶ δόξης καὶ τῶν λοιπῶν. Ἐκεῖνο δὲ θαυμάζω, εἰ τὸν μὲν διὰ ξίφους θάνατον οἴεσθέ με ὑποστῆναι πάνυ προθύμως, τὸν δὲ διὰ τοῦ πυρὸς δυσχερανεῖν. Εἰ δὲ καὶ πλείω τὴν αἴσθησιν ἐκεῖνος τῶν ἀλγηδόνων παρέχεται, ἀλλ᾿ ἐπίσης κἀκεῖνος ὑπάρχει θάνατος, ὥστε, ὁποτέρω με βούλεσθε, παραπέμψατε, τοῦ λοιποῦ μηδέν τι πλέον εἰπόντες· Ἄλλο γάρ τι παρ᾿ ἐμοῦ οὐκ ἀκούσεσθε. Ταῦτα εἰπόντος τοῦ μάρτυρος, αἰσχυνθέντες ὅτι μὴ ἰσχῦσαν ἐκεῖνον μεταβαλεῖν, ἀπειρηκότες λοιπόν, τὸν δήμιον ἐπιστήσαντες τὴν τιμίαν ἐκείνου κεφαλὴν ἐκέλευον ἀποτεμεῖν. Ὁ δέ· Κύριε Ἰησοῦ Χριστὲ δέξαι τὸ πνεῦμά μου, ἀπετμήθη τὴν σεβασμίαν κεφαλήν. Καὶ μετὰ ταῦτα ὕλην συναγαγόντες, ὢ τῆς ἀπονοίας! το τίμιον ἐκεῖνο σῶμα κατέκαυσαν τὴν αἰσχύνην αὐτῶν συγκαλύπτειν βουλόμενοι. Ἡττηθέντες γὰρ ἐπεὶ οὗ καταπεῖσαι ἄνδρα ἰσχῦσαν μεγαλοπρεπῆ καὶ τελείου φρονήματος καὶ τὸν Χριστὸν ἀντὶ πάντων προελόμενον, ὡς δῆθεν τὸ πλῆθος τῶν ὁμογλώσσων βαρβάρων ἐπιστηρίζοντες ταῦτα ἐποίησαν. Τί γὰρ ματαιότερον ἤ ἀπονοίας καὶ θηριώδους τρόπου καὶ γνώμης σημεῖον ἤ σῶμα νεκρὸν τῷ ξίφει γενόμενον, κατακαῦσαι; Ἀλλ’ ἐκεῖνοι μὲν νοσείτωσαν διὰ βίου παντός, ἡμεῖς δὲ τοιαῦτα ἰδόντες ἐν τοῖς καθ’ ἡμᾶς πανυστάτοις νῦν χρόνοις, δοξάζομεν τὴν παναγίαν καὶ ζωαρχικὴν Τριάδα τὸν ἕνα Θεὸν τὸν δόντα ἡμῖν τοιαῦτα ἰδεῖν, εἰς δόξαν μὲν ἐκείνου καὶ εὐχαριστίαν, στηριγμὸν δὲ καὶ ἀγαλλίασιν καὶ εὐφροσύνην τῶν πιστῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου Φλωρίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Σιωπηλοῦ, τῆς Λαύρας τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ ἡσυχαστοῦ, ἐκ Τυρνόβου Βουλγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρνάβα τῆς Γεθσημανῆς τοῦ Ῥώσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Τομπόλσκ τῆς Ῥωσίας, τοῦ ὑπὸ τῶν μπολσεβίκων μαρτυρήσαντος ἐν ἔτει 1918.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τῆς Δακρυοῤῥοούσης τῆς Ἱερᾶς Σκήτης τοῦ Προφήτου Ἠλιού, ἐν τῷ Ἁγίῳ Ὄρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐκτελοῦμεν καὶ ἑορτὴν ἐτήσιον εἰς τιμὴν καὶ δόξαν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἧς ἡ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῷ χωρίῳ Πληκατίῳ τῆς Κονίτσης.
Θαύμασι δεδόξασται Εἰκὼν ἡ θεία,
Ἐν Πληκατίῳ τῆς Ἁγνῆς Θεοτόκου.
Αὕτη ἡ θαυματουργὸς εἰκὼν τῆς Θεοτόκου, εὕρηται ἐν τῷ χωρίῳ Πληκατίῳ, κειμένῳ ἐγγὺς τῆς ἐν Ἠπείρῳ Κονίτσης, ἥτις ἀδήλοις χρόνοις πάλαι ἐγκέκρυπται ἐν τῷ ἐκεῖ που εὑρισκομένῳ δάσει, φανερωθεῖσα δὲ οὕτω:
Πρὸ διακοσίων ὡς ἕγγιστα ἐνιαυτῶν, κάτοικοι τοῦ προῤῥηθέντος χωρίου νέμοντες τὰ ἑαυτῶν πρόβατα ἐν τινὶ δασώδει περιοχῇ, ἧς ἡ κλῆσις Πεστιλέπη, κατὰ μεσημβρίαν τοῦ χωρίου Ἀετομηλίτσης, ὅπερ τὸ πάλαι Δέντσικον· ἐκέκλητο, ἑώρων ἐπαλλήλοις νυξὶ τῷ ἔναντι δάσει φῶς λάμπον, οὗ ἡ ὅρασις δέει πολλῷ τούτους συνέχεεν, ὑποτοπάζοντας κακοποιούς τινας ἐκεῖ ἐμφωλεύειν. Ἀναθαῤῥήσαντες δὲ τῇ συνεχεῖ καὶ σταθηρᾷ τοῦ φωτὸς ἐποψία, ἔσπευδον ἰδεῖν τὸ γεγονός, ἀλλ᾿ οὐδὲν σημεῖον ἀνεύρισκον, ἐπί τινας ἡμέρας τοῦτο ποιοῦντες. Ἀπορίᾳ δὲ συσχεθέντες περὶ τοῦ ὁρωμένου φωτός, ἐβουλεύσαντο θεῖναι ἐκεῖσε ῥάβδον ποιμενικὴν ἐν πριόπτῳ, ὁρᾶσθαι ταύτην μακρόθεν, ἔνθα ὑπενόουν ἥν ἡ τοῦ φωτὸς θέα, δι᾿ οὗ τῇ ἑπομένῃ νυκτὶ γνωστὸς γέγονεν αὐτοῖς ὁ τόπος τοῦ φαινομένου. Πρωΐας δὲ γενομένης, ἔδραμον σπουδῇ ἐν ᾧ σημείῳ ἐσκόπουν, καὶ ἐπιμελῶς ἀνερευνήσαντες, ἀνευρὸν τὴν ἁγίαν τῆς Θεοτόκου Εἰκόνα ἐντὸς κέδρου τινὸς ἱσταμένην. Ἐπὶ τούτῳ χαρᾶς ἀφάτου πλησθέντες καὶ εὐλαβῶς προσκυνήσαντες, ἔλαβον αὐτὴν ὡς ὄντως πολύτιμον θησαυρόν, καὶ ἐν ἑαυτῶν καταυλισμῷ ἐκομίσαντο. Ἐνθενδὶ ἐπί τίνος ἰσχνότατης φορβάδος ἐπιθέσαντες ὡς φόρτον ἱερόν, τῷ Πληκατίῳ μετενεγκεῖν ἔσπευδον. Φάσις δὲ περὶ τούτου ἐγεγόνει τοῖς κατοίκοις, οἵτινες ἐξελθόντες λαμπαδηφοροῦντες σὺν Ἱερεῦσι περιβεβλημένες τὰς ἑαυτῶν στολάς, ὑπήντησαν τῇ ἁγίᾳ εἰκόνι τῷ ἔναντι βουνῷ Παλέσι, καὶ ᾄδοντες καὶ ψάλλοντες μετεκόμισαν καὶ ἔθεντο ἐν τῷ τοῦ ἁγίου Ἀθανασίου ναῷ. Οὐκ εὐαρίθμων δὲ παρελθουσῶν ἡμερῶν, ἡνίκα κατὰ πρωΐαν καὶ ἑσπέραν ἀπήρχετο ὁ Ἱερεὺς τῷ ναῷ, ἀνενεγκεὶν τῷ Κυρίῳ τὰς ἑωθινὰς καὶ ἑσπερινὰς εὐχάς, εὕρισκε τὴν εἰκόνα πρὸς τῇ θύρᾳ τοῦ ναοῦ, ἥν καὶ εὐλαβῶς ἐναπετίθετο τῇ προτέρᾳ θέσει. Καί τινα Κυριακήν, πέρας λαβούσης τῆς θείας Ἱερουργίας, αὐτομάτη ἀρθεῖσα ἐπεκάθησεν ἐπὶ τοῦ ὤμου τοῦ Ἱερέως, ὅστις, τῇ προϊούσῃ ἐξ αὐτῆς χάριτι καὶ ἐνεργείᾳ, ἀγόμενος καὶ ὑπὸ παντὸς τοῦ λαοῦ ἀκολουθούμενος, ἦλθεν ἐν τῷ μέσῳ τοῦ χωρίου, καὶ ἔστη ἔνθα τανῦν ἵδρυται ὁ ναός, ἐν ᾧ ἡ εἰκών. Ὧδε ἑωρῶντο ἐρείπια ἀρχαίου ναοῦ, πηγὴ ὕδατος, (ἥτις ἤδη μεγάλη βρύσις ὠνόμασται), πλεῖσται βάτοι καὶ ἰτέαι. Ἐνταῦθα γενομένη ἡ εἰκών, ἤρθη ἀπὸ τοῦ ὤμου τοῦ Ἱερέως, καὶ ἔστη ἐπὶ τῶν βάτων, οἰονεῖ δηλοποιοῦσα ὅτι δεῖ ὧδε δομηθῆναι ναὸς πρὸς ἑαυτῆς κατοίκησιν. Καὶ αὖθις ἐκ τῶν βάτων ἀρθεῖσα ἔστη ἐπὶ τοῦ ὤμου τοῦ ἱερέως ὡς καὶ πρίν, ὅστις ἥρξατο πορείας σὺν παντὶ τῷ λαῷ, ἄχρις οὗ ἔστη ὁ τῶν τῆς Θεομήτορος γενεθλίων ναΐσκος, κοινῶς Παναγιοποῦλα λεγόμενος. Καὶ ὧδε ἐκ τῶν ὤμων τοῦ Ἱερέως, ἔστη ἐπί τινος πέτρας, ἐξ ἧς ἐπικαθήσασα καὶ αὖθις, τῷ ἰδίῳ τρόπῳ, ἐπὶ τοῦ ἱερέως, ἐπανῆξαν ὁμοῦ, τοῦ Ἱερέως φέροντος τὴν εἰκόνα ἐπὶ τοῦ ὤμου, αὐτομάτως ἱσταμένην, εἰς τὸν ναὸν τοῦ ἁγίου Ἀθανασίου, ἐξ οὗ ἥρξαντο τῆς πορείας. Ἐν ἔτει δὲ αψοε´ (1775) οἱ τοῦ χωρίου κάτοικοι ἐδομήσαντο τὸν ἐπ᾿ ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου ναόν, κατὰ τὴν αὐτῆς εὐδοκίαν, μετὰ πολλοῦ ζήλου καὶ εὐλαβείας, ἔνθα καὶ τεθησαύρισται ἡ ἁγία εἰκών, ὡς καὶ τὸν ναΐσκον τῶν γενεθλίων αὐτῆς, ὡς αὕτη παραδόξως ὑπέδειξε. Ἐσχάτως, ἐν ἔτεσιν (1949-1951) ἵδρυται περικαλλὴς ἐκ βάθρων ναός, ἀρωγῇ καὶ συνεισφορᾷ τῶν τε ἀξιωματικῶν καὶ ὁπλιτῶν τῆς ὁγδόης μεραρχίας, εἰς ἀΐδιον μνήμην τῆς παρὰ τῆς Θεοτόκου βοηθείας, δι’ ἧς λαμπρὰν ᾔραντο νίκην ἐν τῇ τοῦ Γράμμου περιοχῇ, καταγωνισάμενοι τοὺς τῶν αἱμάτων ἄνδρας Συμμορίτας, δηώσαντες καὶ λῃϊσαμένους τὰ ἐγγὺς χωρία, καὶ πλείστους τῶν κατοίκων εἰς χώρας μακρὰν (κοινῶς τοῦ Παραπετάσματος λεγομένας) αἰχμαλώτους ἀπαγαγόντας. Τῷ ἱερῷ τούτῳ ἔργῳ συνέδραμε καὶ ἡ ἐν Ἰωαννίνοις μεραρχία. Πλεῖστα δὲ θαύματα ἐνήργησε πάλαι, καὶ οὐ παύεται καὶ νῦν ἐνεργοῦσα ἡ θαυματουργὸς αὕτη εἰκών, ἀσθενεῖς θεραπεύουσα, κινδυνεύοντας σῴζουσα, καὶ πᾶσι τὰ πρὸς σωτηρίαν αἰτήματα παρέχουσα, τοῖς εὐλαβῶς προσερχομένοις, καὶ ἀνομβρίας ἔλυσε, καὶ
στειρευούσῃ γυναικὶ τέκνον δέδωκε, καὶ πᾶσι καθ’ ἑκάστην βοηθεῖ τοῖς ἐπικαλουμένοις τὸ ἅγιον τῆς Θεοτόκου ὄνομα. Τῇ δεκάτῃ δὲ καὶ ἕκτῃ τοῦ μηνὸς Φεβρουαρίου, ἐν ᾗ πάνδημος τελεῖται ἑορτὴ καὶ πανήγυρις εἰς δόξαν τῶν πολλῶν αὐτῆς θαυμασίων καὶ ἀντιλήψεων, πανοικεὶ συῤῥέουν τῷ Πληκατίῳ τῷ κύκλῳ καὶ έγγὺς χωρίᾳ ᾄδοντες καὶ ψάλλοντες τῇ Παντοβασιλίσσῃ Θεοτόκῳ, ἐν πολλῇ εὐγνωμοσύνῃ, χαριστηρίους ὕμνους καὶ ᾠδάς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὥσπερ χαρίτων οὐρανίων, δῶρον δίδοσαι ἡμῖν ὦ Χριστοῦ Μάρτυς, τοῖς τιμῶσι θερμῶς καὶ σὲ ἠγαπηκόσι, παρὰ Θεοῦ Θεόδωρε, ἐπ’ ἐσχάτων τούτων χρόνων.
Νίκην κατὰ τοῦ πολέου, Μάρτυς ἔστησας τοῦ πρὶν νικήσαντός σε, καὶ τρωθεὶς ὑπ’ αὐτοῦ, ἀντέτρωσας γενναίως, αὐτὸν καὶ ἐθανάτωσας, τῇ πολλῇ ὑπομονῇ σου.
Ἔχων ἐγκάρδιον τρισμάκαρ, τὴν ταπείνωσιν σεαυτοῦ καταμέμφου· καὶ ὢν διὰ Χριστόν, ἐν εἱρκτῇ καὶ βασάνοις, εὐλογηθῆναι ἤθελες, καὶ μὴ ἄλλον εὐλογῆσαι.
Θεοτοκίον.
Ὦ Παρθένε σὺ μὲν ὑψηλοτέρα ἁγιότητι, πάντων ἐγὼ δ’ ἔσχατος τούτων, ἁμαρτίαις εἰμί· σὺ οὖν ἀνόρθωσόν με, τὸ πλήρωμα τῆς χάριτος, πλήρωμα τὸ τῆς κακίας.

Ἕτερος. Ὁ διασώσας ἐν πυρί.
Ὁ ἐνισχύσας πρὸ μικροῦ, ὄντως τὸν Ἀλέξανδρον Σῶτερ, καὶ τὸν Πολύδωρον αὐτὸς διασώσας, καὶ νῦν τὸν Θεόδωρον ὑπερύμνητε κράζοντα· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Ὁ πρὸ μικροῦ ἀπατηθείς, ἔτ’ ἐν βασιλείοις ὑπάρχων, τὸν ἀπατήσαντά σε, πρὶν Μυτιλήνην καταλαβὼν ἔτρωσας, ὑπερύμνητε δ’ ἔκραζες· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Ῥῆξον πταισμάτων τὰς σειράς, ἀθλοφορικῇ παῤῥησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων παμμάκαρ Θεόδωρε· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Πεποικιλμένη ἀρεταῖς, τοῦ παμβασιλέως παρέστης, ἐκ δεξιῶν τῶν ἐκ τῶν Σῶν, σαρκωθέντος αἱμάτων ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης.














ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Κεφαλῆς σου τὴν σύνθλιψιν γενναίως, ὑπομείνας ἡνώθης Ἀθλοφόρε, τῇ κεφαλῇ τοῦ σώματος Θεόδωρε, τοῦ τῆς Ἐκκλησίας, ἥτις ἐστὶ μόνος Χριστὸς ὁ Ζωοδότης.
Ὀφθαλμῶν σου ἐξώσει Ἀθλοφόρε, τῆς ψυχῆς σου ἐφώτισας τὸ ὄμμα, προσώπου δὲ στρεβλώσει κατηξίωσαι, ἰθυτενῶς βλέπειν, προσώπου τοῦ θείου τὸ κάλλος τὸ ὡραῖον.
Ἐκριζώσεις ὀδόντων σου ὦ Μάρτυς, τῶν λεόντων συνέθλασας τὰς μύλας· κεράμων δὲ παιδείᾳ ἰσχὺν ἔλαβες, ὥσπερ κεράμεως, τὰ σκεύη συντρίβων, τὴν καρδίαν διαβόλου.
Θεοτοκίον.
Χριστοῦ Μήτηρ, καὶ Μήτηρ Χριστωνύμων, Σὺ ὑπάρχεις· δι’ ὅ Σε δυσωποῦμεν, τὰ κατὰ χάριν τέκνα σου ἠλέησον, ἡμᾶς σαῖς πρεσβείαις, ταῖς πρὸς τὸν Υἱόν Σου, τὸν κατὰ φύσιν Κόρη.

Ἕτερος. Λυτρωτὰ τοῦ παντός.
Αἱ βαφαὶ τῶν αἱμάτων ἐπέχρισαν, πορφύραν τὴν σὴν ἀξιάγαστε, ἣν στολισθεὶς μακάριε, στεφηφόρος ταῖς νίκαις, τῷ ἐν ὑψίστοις Βασιλεῖ αἰωνίῳ παρίστασαι.
Ἀπεφάνθης τοῖς κτήνεσιν ὅμοιος, ὑποκύψας ἀλόγων τοῖς πάθεσι, Μάρτυς Χριστοῦ Θεόδωρε, διὰ τοῦτό με σῶσον ταῖς σαῖς πρεσβείαις, Ἀθλοφόρε Κυρίου στεῤῥότατε.
Θεοτοκίον.
Ὡς πηγὴ τῆς ἡμῶν ἀναπλάσεως, συντριβέντα με ὅλον ἀνάπλασον, ταῖς προσβολαῖς τοῦ ὄφεως, ὅπως πίστει καὶ πόθῳ, Σὲ μακαρίζω, Θεοτόκε Παρθένε πανύμνητε.

















ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Μιμούμενος τρισμάκαρ τὸν ἐν Σταυρῷ κρεμασθέντα Χριστὸν τὸν Δεσπότην σου ἐφ’ ὑψηλοῦ ξύλου ἐκρεμάσθης ὦ Ἀθλητά, καὶ καθωράθης ὅμοιος, ἀποκαθηλώσει τῇ τοῦ Χριστοῦ· δι’ ἧς κοινωνήσας, παθῶν τοῦ σοῦ Δεσπότου, καὶ κοινωνὸς τῆς δόξης γέγονας.
Ἐκρότησαν Ἀγγέλων αἱ στρατιαί, σὲ ὁρῶσαι τὸν δρόμον τελέσαντα, καὶ ὁ Χριστός, στεφάνῳ τῆς δόξης περιχαρῶς κατέστεψε, Θεόδωρε ὁ ἀγωνισάμενος ἀνδρικῶς, ὑπὲρ αὐτοῦ παμμάκαρ, καὶ τὴν κακίστην πλάνην, καταβαλόντα τὸν ἀντίχριστον.
Ἠνοίγη σου ἡ εἴσοδος Ἀθλητά, Παραδείσου Θεόδωρε ἔνδοξε, τρύφα λοιπόν, εὐφραίνου καὶ χόρευε νοηταῖς, καὶ βλέπε τὸν Σωτῆρά σου, πρόσωπον πρὸς πρόσωπον ἐναργῶς, σὺν πᾶσι τοῖς Ἁγίοις, καὶ μνείαν ἡμῶν ποίει, τῶν ἀγαπώντων καὶ τιμώντων σε.
Θεοτοκίον.
Παρθένε ἐξιλέωσας τὸν Υἱόν, ἡμῖν πᾶσι πρεσβεύοντας ἔχουσιν, ὑπὲρ ἡμῶν, Υἱοῦ τοῦ Θεοῦ Σου τοὺς Ἀθλητάς, Πολύδωρον Θεόωρον, ἵνα ἀξιώσῃς ἐπιτυχεῖν, ἡμᾶς τοῦ Παραδείσου, δοξάζοντας ἀπαύστως, Πατέρα Λόγον Πνεῦμα.

Ἕτερος. Ἅπας γηγενής.
Δέχου προσηνῶς, τουτὶ δὴ τὸ ψέλλισμα, Μάρτυς Θεόδωρε, τοὺς ἀνευφημοῦντας δέ, καὶ ἀνυμνοῦντας τὰ σὰ παλαίσματα, νῦν ἐποπτεύεις ἄνωθεν, θείαις πρεσβείαις σου, τῇ Τριάδι παρεστὼς μακάριε, ὑπὲρ ἧς τὸν ἀγῶνα τετέλεκας.
Χαίρει καὶ σκιρτᾷ, ἡ Κωνσταντινούπολις, καὶ γὰρ ἐπλούτησεν, ἔνδοξε Θεόδωρε, σὲ πολιοῦχον καὶ ἀντιλήπτορα· ἣν περιέποις ἄνωθεν, τὸ δ’ ἐν αὐτῇ ἀσεβές, ἐκδιώξεις ἔθνος παμμακάριστε, ταῖς πρὸς Κύριον θείαις πρεσβείαις σου.
Ἤδη πρὸς αὐτά, σοφὲ τὰ οὐράνια, σὺ κατεσκήνωσας, δόξης δὲ λαβόμενοι, τῆς ἀϊδίου, σαῖς μεθέξεσι, ταῖς ἱεραῖς θεούμενος, μέμνησο πάντων ἡμῶν, τῶν τιμώντων πίστει, τὴν πανίερον καὶ σεπτὴν τελευτήν σου Θεόδωρε.
Θεοτοκίον.
Φώτισον ἁγνή, τῷ πόθῳ ὑμνοῦντάς σε καὶ μεγαλύνοντας, λύσον τῶν παθῶν ἡμῶν τὸ σκότος Κόρη, παῦσον τὸν κλύδωνα, τοῦ πονηροῦ τὰ σκάνδαλα ἐκ μέσου ποίησον, τοὺς τῆς Ἄγαρ γόνους καθυπόταξον, βασιλεῖ εὐσεβεῖ ταῖς πρεσβείαις σου.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Περιχαρῶς τὴν μνήμην σου, ἑορτάζομεν ἅπαντες, καὶ λείψανά σου τὰ θεῖα, Θεόδωρε προσκυνοῦμεν, καὶ τὴν σεπτὴν εἰκόνα σου, σχετικῶς ἀσπαζόμεθα· σὺ οὖν ἡμᾶς περίσωζε, ἀπὸ παντοίας ἀνάγκης, καὶ βλάβης τοῦ ἀλλοτρίου.
Θεοτοκίον.
Θεὸν Ὃν ἐσωμάτωσε, ἡ Θεοτόκος Δέσποινα, βαστάζουσα ἐν ἀγκάλαις, πρεσβευτικῶς ἀνεβόα· ἐσὺ σπλάγχνον γλυκύτατον, ηὐδόκησας μητέρα σου, γενέσθαι με τὴν δούλην Σου, τοὺς εἰς ἐμὲ προσφυγόντας, τῆς Σῆς ἀξίωσον δόξης.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν τοῦ Χριστοῦ στρατιώτην καὶ Νεομάρτυρα, Θεόδωρον συμφώνως, εὐφημήσωμεν ὕμνοις, αὐτῷ ἀναβοῶντες ἀπὸ ψυχῆς· ταῖς εὐχαῖς σου περίζωσε, ἡμᾶς τοὺς σὲ ἀγαπῶντας, ἐκ πειρασμῶν καὶ παντοίων περιστάσεων. (Δίς)

Τὸν Ἰησοῦν Ὃν ἐπόθεις ἴσχων Θεόδωρε, καὶ θεωρίᾳ τούτου, ἐντρυφῶν ἀνενδότως, στρέψον σου τὸ ὄμμα καὶ πρὸς ἡμᾶς, τοὺς ποθοῦντάς σε Ἅγιε, καὶ τὸν Χριστὸν ἐκδυσώπει ὑπὲρ ἡμῶν, ὅπως δόξης ἐπιτύχωμεν.

Τῆς Ὑπερθέου Τριάδος καταλαμπόμενος, ταῖς νοηταῖς ἀκτῖσιν, ὅλος φῶς χρηματίζεις, ὅλος ἐξαστράπτων ὅλος Θεός, κατὰ χάριν Θεόδωρε· φῶς καθορῶν τὸν Πατέρα, φῶς τὸν Υἱόν, φῶς Πνεῦμα τὸ Πανάγιον.

Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὰς πρὸς τὸν Ἰωσὴφ εὐλογίας ἀναλαμβάνουσα τοῦ Πατριάρχου Ἰακώβ, ὡς καλὴ καὶ φιλόπαις μήτηρ, Θεόδωρε βοᾷ σοι· υἱός μου ἠυξημένος σὺ εἶ, υἱός μου νεώτατος πρός με ἀνάστρεψον, ὁ τῶν νεοφανῶν Μαρτύρων μου ἔσχατος· καὶ πρέσβευε ἀπαύστως τῷ σῷ, κατὰ χάριν πατρί, καὶ ἐμῷ νυμφίῳ Χριστῷ τῷ Θεῷ, ὅπως με τῆς τυραννικῆς αἰχμαλωσίας, καὶ πάσης αἱρέσεως λυτρωσάμενος, σώσῃ εἰς τὴν Βασιλείαν Αὐτοῦ τὴν οὐράνιον.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ἐν ᾠδαῖς καὶ ὕμνοις, μαργαρίτην τοῦ Ἰησοῦ, τῶν Νεομαρτύρων, Χριστοῦ τὸ λαμπρὸν ἄστρον, Θεόδωρον τὸν νέον, πιστῶν τὸ καύχημα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου