Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 17. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΟΔΩΡΟΣ ΤΗΡΩΝ, ΚΑΝΟΝΕΣ & ΠΑΡΑΚΛΗΣΙΣ




ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΖ΄!!

ΘΕΟΔΩΡΟΣ ΤΗΡΩΝ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Μεγαλομάρτυρος. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Δῶρον ὁ Χριστὸς πλουτοποιόν, σὲ τῇ οἰκουμένῃ παρέσχεν, ὡς εὐεργέτης Θεός, δῶρόν σου τὸ τίμιον αἷμα Θεόδωρε, δι' αὐτὸν ἐκχεόμενον, καὶ θεοσεβείας, ζήλῳ προσφερόμενον, αὐτῷ δεξάμενος, ᾧ νῦν εὐσεβεῖ παῤῥησίᾳ, Μάρτυς παριστάμενος πάντας, τοὺς εἰς σὲ προστρέχοντας διάσωσον.

Πύργος χρηματίζεις ἀσφαλής, τὰς τῶν ἐναντίων ἐφόδους ἀποκρουόμενος, πρόμαχος ἀήττητος, τῶν εὐφημούντων σε, ὀξυτάτη ἀντίληψις, θερμὴ προστασία, σύντομός τε λύτρωσις, κοινὴ βοήθεια, πρέσβυς δυνατώτατος μάκαρ, ῥύστης ἑτοιμότατος πάντων, τῶν πιστῶς αἰτούντων σε Θεόδωρε.

Ἔχων τὸν χειμάῤῥουν τῆς τρυφῆς, καὶ τὸ τῆς ἀφέσεως ὕδωρ, Χριστὸν εὐΐλατον, Μάρτυς ἀληθέστατος, αὐτοῦ γενόμενος, τῶν χειμάῤῥων με λύτρωσαι, τῶν τῆς ἀνομίας ὕδωρ μοι κατεύνασον, τὸ ἀνυπόστατον, παῦσον, πειρασμῶν καταιγίδας· σῶσον πρὸς τὴν ἄνω γαλήνην, ἀξιομακάριστε Θεόδωρε.

 

Χαίροις, Ἀθλοφόρων καλλονή· χαίροις Ἐκκλησίας προστάτης, θαυμάτων πέλαγος, φύλαξ ὁ σωτήριος, ῥύστης ὀξύτατος, τῶν ἐν πόνοις καὶ θλίψεσι, κατατρυχομένων, ὁ δωρεὰν νέμων ἀεί, πᾶσι δωρήματα· χαίροις, ὦ Θεόδωρε Τήρων· χαίροις γενναιότατε Μάρτυς, ὁ τῶν εὐσεβῶν πρέσβυς πρὸς Κύριον.

 

Ὅτε, κατετρώθης Ἀθλητά, ἔρωτι Χριστοῦ τὴν καρδίαν, τότε κατέλιψας, γένος περιφάνειαν, γῆς ἀξιώματα, καὶ τὸ κάλλος τοῦ σώματος, καὶ ἤνυσας πόθῳ, πλῆρες πόνων στάδιον, θείας ἀθλήσεως· ὅθεν, πρὸς τὴν ἄπονον λῆξιν, κλίμακι χρησάμενος ἄθλων, ἤρθης ὦ Θεόδωρε πανεύφημε.

 

Ὅτε, παρεδόθης τῷ πυρί, Μάρτυς ἀπηνῶς τῷ ἐνύλῳ, ὡς στρατιώτης Χριστοῦ, τότε ἀκατάφλεκτος, δρόσῳ τοῦ Πνεύματος, θαυμαστῶς ἀναδέδειξαι, καὶ τῆς ἀσεβείας, ἅπασαν κατέφλεξας, ὕλην τὴν εὔπρηστον· ὅθεν, δοξασθεὶς πλουτοδότως, σώζεις πολυτρόπων κινδύνων, Τήρων τοὺς καλοῦντάς σε Θεόδωρε.

Δόξα. Ἦχος β'

Θείων δωρεῶν ἐπώνυμόν σε γεραίρομεν, τρισμάκαρ Θεόδωρε· τοῦ φωτὸς γὰρ τοῦ θείου, ἄδυτος φωστὴρ ἀναδειχθείς, κατέλαμψας ἄθλοις σου, τὴν σύμπασαν κτίσιν, τοῦ πυρὸς ἀκμαιότερος φανείς, τὴν φλόγα κατέσβεσας, καὶ τοῦ δολίου δράκοντος, τὴν κάραν συνέτριψας· διὸ ἐν τοῖς ἄθλοις σου, Χριστὸς ἐπικαμφθείς, ἐστεφάνωσε τὴν θείαν κάραν σου, Μεγαλομάρτυς ἀθλητά. Ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Χριστοῦ· ἰδοὺ γὰρ Θεόδωρος ὁ Τήρων, Θεοῦ δωρεῶν ὁ φερώνυμος, ἐν καμίνῳ πυρὸς πίστει ἐτελειώθη· ὅθεν, τοὺς ὑπὲρ φύσιν αὐτοῦ ἀγῶνας, καὶ τὰς ἐκ Θεοῦ δωρεὰς τιμῶσα βόησον· Μεγαλομάρτυς πανένδοξε, ὁ παντὶ τῷ κόσμῳ Χριστὸν δοξάσας, πάσης δωρεᾶς αὐτοῦ πλήρωσον, τοὺς πιστῶς Ἀθλητὰ σὲ δοξάζοντας.

 

Ἦχος γ΄.

Τῇ τοῦ Θεοδώρου μνήμη, πνευματικῶς χορεύοντες, τὰς τῆς ἀθλήσεως αὐτοῦ ἀνδραγαθίας ὑμνήσωμεν. Δι’ ὧν ἐν ἀσθενείᾳ σαρκός, τὸν ἰσχυρὸν ἐν κακίᾳ θριαμβεύσας, καὶ τῷ βέλει τῆς πίστεως τὸν βελίαρ νικήσας, τοῦ πανισχύρου Θεοῦ ἐμεγάλυνε ὄνομα. Παρ’ οὗ μεγίστοις οὗτος δωρήμασι, περιφανῶς μεγαλυνθείς, καὶ τρόπαια ἐγείρας, μέγας ἀρωγός, πάσῃ τῇ Οἰκουμένῃ ὤφθη. Πανταχοῦ γὰρ διερχόμενος, πάντας τοὺς καλοῦντας αὐτὸν προφθάνει, καὶ παντοίων ἐξαίρει, αἰτούμενος ἡμῖν πταισμάτων ἄφεσιν.

Ἦχος δ΄.

Ἐν τῷ χειμῶνος καιρῷ, ἐξέλαμψεν ἡ ἄθλησίς σου, καὶ τῇ δεδομένῃ χάριτι, ἡ ἐν προστασίαις πρὸς ἡμᾶς βοήθεια, Θεόδωρε Τήρων. Τοῖς μὲν γὰρ θαύμασιν ἐνεργῶν, τῶν μεμιασμένων βρωμάτων τῶν εἰδωλοθύτων, ἀοράτως ἐπιφανείς, τὸν Χριστώνυμον λαόν ποτε ἐλυτρώσω· ἰάσεις δὲ παρέχων, νοσημάτων βαρυτάτων ἀπαλλάττεις τοὺς πάσχοντας, βοηθῶν τοῖς καλοῦσί σε· ἀλλ’ ὦ κλεινὲ Μεγαλομάρτυς, ὡς πάλαι τοὺς πιστοὺς τάχιστα διέσωσας, οὕτω καὶ νῦν ἡμᾶς, ἐκ τῶν τοῦ πονηροῦ σκανδάλων, καὶ τῶν ἐν βίῳ περιστάσεων ἀβλαβεῖς διατήρει, ταῖς πρὸς Χριστόν σου δεήσεσιν.

 

Δόξα. Ἦχος πλ. δ'

Ἀθλητικὴν ἀνδρείαν εὐσεβῶς καθοπλισθείς, Ἀθλοφόρε Χριστοῦ, καὶ λογικῆς λατρείας, μυστικῶς ὑπερμαχῶν, τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ δυσσεβές, καὶ τῶν τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός, ἀλλ' ὡς θείων δωρεῶν, καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ πάσης περιστάσεως, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ Ἀθλοφόρος Χριστοῦ, τῆς εὐσεβείας ἀκαθαίρετος πρόβολος, ὁπλίτης θείας στρατείας, ὁ τοῦ Βελίαρ ἀρχάς, βέλεσι εὐχῶν σου τροπωσάμενος· ὁ ὥρᾳ νεότητος, παραβλέψας τὰ μάταια, καὶ αἰωνίαν, προτιμήσας ἀπόλαυσιν, μιμησάμενος, τῶν Ἀγγέλων πολίτευμα. Μάρτυς Τήρων Θεόδωρε, φωστὴρ πανυπέρλαμπρε, ὁ θεϊκῶν δωρημάτων, τὰς δᾳδουχίας πυρσεύων ἀεί, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, ὁ μέγας Μάρτυς Χριστοῦ, τῶν Ἀθλοφόρων Τήρων τὸ ἐγκαλλώπισμα, ἡ δόξα τῆς Ἐκκλησίας, Χριστιανῶν ἡ χαράς, καὶ τῆς οἰκουμένης περιτείχισμα· τὸ ἄνθος τὸ εὔοσμον, καὶ τὸ ξίφος τὸ δίστομον, ἐχθροὺς συγκόπτον, στρατιώτης ὁ ἔφιππος, πανοπλίαν Σταυροῦ, Ἀθλητὰ ἐνδυσάμενος, πᾶσαν γῆν διερχόμενος, καὶ πᾶσι δωρούμενος, τὰς δωρεὰς τὰς ἀφθάρτους, καὶ ὑλικὰς τοῖς καλοῦσί σε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, ὁ στρατιώτης Χριστοῦ, τῆς Ἐκκλησίας Τήρων μέγα προπύργιον, προστάτης τῶν ἐν ἀνάγκαις, καὶ παραστάτης ἡμῶν, πάντων θλιβομένων ἀνακούφισις, τοὺς πάντας προφθάνων παντοῦ, καὶ κινδύνων ἐξαίρων ταχύ· ὁ αἰχμαλώτους, τῷ σῷ ἵππῳ λυτρούμενος, καὶ πᾶν δώρημα, τοῖς αἰτοῦσι δωρούμενος. Φύλαξ τε καὶ ὑπέρμαχος, πιστῶν ἑτοιμότατος, ὁ δορύφορος Τριάδος, καὶ τῶν Ἀγγέλων ἰσότιμος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος β'

Τὴν θεοδώρητον χάριν τῶν θαυμάτων σου Μάρτυς Θεόδωρε, πᾶσιν ἐφαπλοῖς τοῖς πίστει σοι προστρέχουσι, δι' ἧς εὐφημοῦμέν σε λέγοντες· Αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, καὶ διασῴζεις πλέοντας, μάταιον δρασμὸν ἐπέχεις οἰκετῶν, καὶ ζημίας φανέρωσιν ποιεῖς, τοῖς συληθεῖσιν Ἀθλητά, καὶ στρατιώτας παιδεύεις, τῆς ἁρπαγῆς ἀπέχεσθαι· νηπίοις χαρίζῃ συμπαθῶς τὰ αἰτήματα, θερμὸς εὑρίσκῃ προστάτης τοῖς ἐπιτελοῦσί σου τὸ ἱερὸν μνημόσυνον, μεθ' ὧν καὶ ἡμῖν, Ἀθλητὰ ἱερώτατε, τοῖς ἀνυμνοῦσί σου τὸ μαρτύριον, αἴτησαι παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος β'.

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς Μάρτυς τοῦ Χριστοῦ, καὶ Τηρώνων ὁπλίτης, Θεόδωρε σοφέ, γενναιότατε Τήρων, μεγίστην ἐπλούτησας, ἐκ Θεοῦ χάριν ἔνδοξε· δι’ ἧς ὤφθης σύ, θαυματουργίαις καὶ μάχαις, περιβόητος, καὶ θαυμαστὸς πάσῃ κτίσει· διὸ σὲ γεραίρομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία ἡ τὰς τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε καὶ ἄνθρωπον, τὸ θνητὸν καὶ ἀθάνατον, τοῖς ξενίζουσι, τούτοις καρδίαν ἀνθρώπου, ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον πανύμνητε.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Πῦρ οὐράνιον, εἰσδεδεγμένος, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, θεομακάριστε Τήρων Θεόδωρε, καὶ τῶν ἐχθρῶν καθελὼν δεινὸν φρύαγμα, τῆς αἰωνίου χαρᾶς νῦν ἠξίωσαι. Χριστῷ πρέσβευε, δοθῆναι πταισμάτων ἄφεσιν, τοῖς μέλπουσι τὴν πάντιμόν σου ἄθλησιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Φῶς τὸ ἄχρονον, ἀκαταλήπτως, κατεσκήνωσεν, ἐν τῇ γαστρί Σου, ὁ ὑπερούσιος Λόγος καὶ Κύριος, καὶ σαρκωθεὶς ἐξ ἀχράντων αἱμάτων Σου, τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν ἠφάνισε. Κόρη πάναγνε, ᾯ πρέσβευε τοῦ δωρήσασθαι, πταισμάτων ἱλασμὸν τοῖς σὲ δοξάζουσι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν τὴν σήν, τὴν καρτερίαν τὴν πολλήν, καὶ ἀνδρείαν ἐν πυρί, οἱ ἀντικείμενοι ἐχθροί· ὅτι ὡς ἄσαρκος ὑπήνεγκας τὰς βασάνους, σῶμα τὸ θνητόν, ἀρνησάμενος, καὶ πόθῳ τῷ Χριστῷ, δωρησάμενος· ὁ δὲ Σωτὴρ ὡς δῶρον πολύτιμον, τὴν σὴν θυσίαν ἐδέξατο· Ὃν ἐκδυσώπει, ὑπὲρ τοῦ κόσμου, Μεγαλομάρτυς Τήρων Θεόδωρε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κλῖνον Μῆτερ Μαριάμ, κλῖνον τὸ οὖς Σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων ἐκτενῶς. Καὶ ὡς οἰκτίρμων μὴ λίπῃς τοῦ προστατεύειν, τὰ τέκνα ἃ ὁ Σός, Υἱὸς καὶ πάντων Θεός, Σοὶ δέδωκεν ἁγνή, εἰς σωτηρίαν ἡμῶν, καὶ τὰς παγίδας λύειν τοῦ διαβόλου, καὶ χάριν νέμειν τοῖς δούλοις Σου. Εἰς Σὲ γὰρ πᾶσαν, τὴν προσδοκίαν καὶ ἐλπίδα τιθέμεθα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον : Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Μαρτυρικόν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ κόσμῳ Θεόδωρε· Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν, ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν ἄθλων σου.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Τοὺς προσκαλουμένους σε σῷζε Παμμάκαρ. Θεοφάνους.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας

Τὸν θεῖον ἀγῶνα Μάρτυς Χριστοῦ, διηγωνισμένος, καὶ τὸν δρόμον τετελεκώς, τὴν πίστιν τηρήσας τῆς ἐνθέου, δικαιοσύνης εὗρες στέφανον.

Οὐράνιος ἔνδοξε χορευτής, σὺν τοῖς Ἀσωμάτοις, χρηματίζων τοὺς ἐπὶ γῆς, σὲ προσκαλουμένους ἐκ κινδύνων, καὶ περιστάσεων ἐκλύτρωσαι,

περφυῆ δόξαν παρὰ Χριστοῦ, λαβών, Ἀθλοφόρε, τὴν γῆν πᾶσαν περιπολεῖς, ῥυόμενος πάντας τοὺς ἐν πίστει, μετ' εὐλαβείας ἀνυμνοῦντὰς σε.

Θεοτοκίον

Σοφίαν καὶ Λόγον ἡ τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τὸ χαλεπόν, θεράπευσον τραῦμα καὶ καρδίας, τὴν ἀλγηδόνα καταπράϋνον.

 

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα

Πῦρ τὸ τῶν βασάνων σε, οὐ κατεπτόησεν· ὅθεν πῦρ, τῶν πειρασμῶν, τῶν σοὶ προσφευγόντων, καταπαύεις Θεόδωρε.

ῦσαι ταῖς πρεσβείαις σου, τῆς κατεχούσης με θλίψεως, Μάρτυς Χριστοῦ, πᾶσαν ὁμαλίζων, τὴν τοῦ βίου τραχύτητα.

λην τὴν καρδίαν μου, καὶ τὴν διάνοιαν τείνω σοι, καὶ τὴν ψυχήν, τῆς σῆς Ἀθλοφόρε, βοηθείας δεόμενος.

Θεοτοκίον

Στῆσόν μου τὸν ἄστατον, τῶν λογισμῶν Ἁγνὴ τάραχον, Μήτηρ Θεοῦ, τὴν πρὸς τὸν Υἱόν σου, κατευθύνασα κίνησιν.

 

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν.

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου, τῷ γὰρ θείῳ πόθῳ τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, γενναίως κατετόλμησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα, ἀθλοφόρε Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα τήν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

 

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε

Κυβερνήτην προβάλλομαι, σὲ Θεοῦ θεράπον, σὺ μὲ κυβέρνησον, τῷ ἱστίῳ τῷ τοῦ Πνεύματος, καὶ ταῖς θείαις αὔραις παναοίδιμε.

πὸ πάσης δεόμεθα, ῥῦσαι ἀπειλῆς Παμμάκαρ Θεόδωρε, τοὺς ἐν πίστει μακαρίζοντας, καὶ τὴν θείαν μνήμην σου γεραίροντας.

Λιτανεύων Θεόδωρε, τὸν ἀγαθοδότην καὶ μεγαλόδωρον, τοὺς ἐν τόπῳ τῆς κακώσεως, τεταπεινωμένους ἐπανόρθωσον.

Θεοτοκίον

πὸ χρόνον γενόμενον, τὸν ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκλάμψαντα, Θεομῆτορ ἡμῖν τέτοκας, ὃν δυσώπει σῶσαι τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ε'. Ὀρθρίζοντες βοῶμέν σοι Κύριε

Μαρτύρων πεφηνὼς ἐγκαλλώπισμα, Μάρτυς Χριστοῦ, τῶν πιστῶν βοήθεια, γενοῦ καὶ τεῖχος ἀκράδαντον.

νώσει ἀπολαύων τῇ κρείττονι, τῶν ὑπὲρ νοῦν, ἀγαθῶν Θεόδωρε τοὺς σὲ τιμῶντας διάσωσον.

Νυπτόμενος τοῦ κτίσαντος, τῷ φίλτρῳ τὴν τῶν κτιστῶν, ἀπώσω προσπάθειαν, καὶ τῷ Θεῷ εὐηρέστησας.

Θεοτοκίον

ν ἔτεκες Παρθένε πανάμωμε, Θεὸν Λόγον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει ὑμνούντων σε.

 

 

 

 

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ

πέρμαχος πεφυκώς, τῆς εὐσεβείας θερμότατος, καὶ πλάνης στηλιτευτής, εἰδώλων γενόμενος, δαιμόνων φαντάσματα, καὶ παθῶν εἰκόνας, τῆς ψυχῆς μου ἐξαφάνισον.

Στερέωμά μου γενοῦ, καὶ τεῖχος Μάρτυς ἀσάλευτον, τὸ ἀσθενὲς καὶ σαθρόν, τὸ τῆς διανοίας μου, στηρίζων Θεόδωρε, ταῖς σαῖς προστασίαις, καὶ φυλάττων ἀδιάπτωτον.

Στρατείας φθοροποιοῦ, καὶ φθειρομένης ἠλόγησας, στρατείαν δὲ τῆς ζωῆς, παμμάκαρ Θεόδωρε, τελείως ἠγάπησας, ἐν ᾗ νικηφόρος, ἀνεδείχθης ἀξιάγαστε.

Θεοτοκίον

ξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόσλημμα τῆς σαρκός, καθ' ἕνωσιν ἄφραστον, ἐκ σοῦ Ἀειπάρθενε, περιβεβλημένη, καὶ τὸν κόσμον κατεφώτισεν.

Κοντάκιον. Ἦχος πλ. δ'. Αὐτόμελον.

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης, αἰωνίως ὡς ἀήττητος.

Ὁ Οἶκος

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, καὶ λαμπρὸν στεφανίτην σου Χριστὲ ὁ Θεός, ὑπὲρ οὗ μέχρι τέλους ἀντέσχεν, ἀθλῶν ὡς ἀήττητος.

 

Συναξάριον.

Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ Τήρωνος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας

Σὲ ζωῆς μου προστάτην, καὶ συλλήπτορα φέρω τῆς σωτηρίας μου, καὶ φύλακα θεόφρον, ἀσφάλειαν διδόντα, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

ς τερπνότατον θῦμα, σεαυτὸν τῷ Κυρίῳ καὶ ἱερώτατον, προσήνεγκας Παμμάκαρ, καὶ πυρὶ τῶν βασάνων, ὡλοκαύτωσας ἔνδοξε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.

Ζωτικῆς ἐπιπνοίας, ἐμφορούμενος Μάκαρ τοῦ θείου Πνεύματος, τὰ πνεύματα διώκεις, τὰς νόσους θεραπεύεις, καὶ κραυγάζεις γηθόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Θεοτοκίον

κ γαστρός σου προῆλθε, σαρκωθεὶς ὁ τῶν ὅλων Παρθένε Κύριος· διὸ σε Θεοτόκον, φρονοῦντες ὀρθοδόξως, τῷ Υἱῷ σου κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον

Παντοδαπαῖς Πανεύφημε, τρικυμίαις κυκλούμενοι, καὶ ταῖς συμφοραῖς τοῦ βίου συνεχόμενοι, προστάτην ὀξύτατον, καὶ συνεργὸν γινώσκοντες, πάντες οἱ πιστοὶ σε, πρεσβευτὴν τῷ Δεσπότῃ, προσάγομεν βοῶντες· Μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ἀνυμνούντων, τὴν πάνσεπτόν σου μνήμην.

μαρτιῶν ἁλύσεσι, δεδεμένος Πανόλβιε, καὶ ταῖς τῶν πταισμάτων μου σειραῖς πεδούμενος, προσφεύγω τῇ σκέπῃ σου, στεφανηφόρε λύσιν αἰτῶν, ἀλλ' ὡς θαυμαστήν, πρὸς τὸν τῶν ὅλων Δεσπότην, θεόφρον παῤῥησίαν, κεκτημένος δυσώπει, σωθῆναι τοὺς ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Μαρτυρικαῖς λαμπόμενος, ἀγλαΐαις πανεύφημε, ταῖς Ἀγγελικαῖς συνηριθμήθης τάξεσι, μεθ' ὧν ἀγαλλόμενος, καὶ συγχορεύων Μάρτυς ἀεί, θαυματοποιΐαις, ἰαμάτων φαιδρύνεις, τοὺς πόθῳ σε τιμῶντας, καὶ πιστῶς, μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Μετὰ σαρκὸς ὡμίλησε, τοῖς ἀνθρώποις ὡς εὔσπλαγχνος, ὁ Δημιουργὸς καὶ Λυτρωτὴς τῆς κτίσεως, ἐκ σοῦ ἀπειρόγαμε, Θεογεννῆτορ ταύτην λαβών· ὅθεν Θεοτόκον, οἱ Πιστοὶ σε κυρίως, δοξάζομεν, βοῶντες, καὶ πιστῶς μελῳδοῦντες· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Σὲ τὴν ἀπειρόγαμον

γρυπνόν σε φύλακα, Μεγαλομάρτυς κεκτημένοι, τῶν δυσμενῶν κακόνοιαν εὐχερῶς ἀπελαύνοντα, καὶ ταῖς Ἐκκλησίαις τὴν εἰρήνην βραβεύοντα, ἀθλοφόρε, ἀκαταπαύστως μεγαλύνομεν.

Κράτος σοι δεδώρηται, καὶ δαιμόνων ὁ Δεσπότης, πάθη δὲ ψυχῆς καὶ σώματος, θεραπεύεις Μακάριε, πανευσεβεστάτῃ παῤῥησίᾳ, δεόμενος τοῦ Σωτῆρος· ὅθεν σε πάντες μεγαλύνομεν.

Αἴγλην τὴν τρισήλιον, καὶ ἑνιαίαν ἐποπτεύων, μίαν ἐν τρισὶ Θεότητα, καὶ ἀρχὴν ὑπεράρχιον, τὴν ἀγαθοδότιν πηγὴν ἀγαθότητος, Ἀθλοφόρε, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.

Θεοτοκίον

ῦσαί με πανάμωμε, τῆς νοητῆς αἰχμαλωσίας, λύτρον ἀντιδοῦσα Δέσποινα, καὶ Υἱοῦ σου τὴν σταύρωσιν, τὴν ὑπὲρ τῆς πάντων γενομένην λυτρώσεως, καὶ εἰρήνης καὶ σωτηρίας τῶν ὑμνούντων σε.

 

 

 

 

Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.

Τοῖς πᾶσι τὰ χαρίσματα, τῶν ἰαμάτων Ἅγιε, σὺ δαψιλῶς, παροχεύεις, Θεόδωρε ἀθλοφόρε, ὡς ἔχων δὲ πρὸς Κύριον, τὴν παῤῥησίαν πάντοτε, τοὺς ἐκ θερμῆς σε πίστεως, προσκαλουμένους προφθάνεις καὶ διασῴζεις Παμμάκαρ.

Θεοτοκίον

Ταῖς σαῖς ἀγκάλαις Ἄχραντε, βαστάσασα τὸν Κύριον, τὸν τῇ ἀχράντῳ παλάμῃ, διακρατοῦντα τὰ πάντα, αὐτὸν θεομακάριστε, ἱκέτευε ῥυσθῆναί με, χειρὸς δολίου δράκοντος, τοῦ ἀναιδῶς σπαράττοντος, τὴν ταπεινήν μου καρδίαν εἰς ἡδονὰς ψυχοφθόρους.

 

Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτα τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τόν, Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.

 

Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας Πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν πολιτείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες· Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, ὑπερεύχου τῶν ὑμνούντων σε.

Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πάσῃ σου ἰσχύϊ, δῶρον δεκτόν, τῷ Χριστῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἔργοις μετὰ σπουδῆς, τὴν θεοδώρητόν σου πρόσκλησιν.

 

Εἰκὼν προτίθεται θεία καὶ πανσεβάσμιος, Τήρωνος Θεοδώρου, οἱ πιστοὶ δεῦτε πάντες, ἀσπάσασθε σὺν πόθῳ καὶ χαρμονῇ, τῷ ἐδάφει προσπίπτοντες· ἡ γὰρ τιμὴ διαβαίνει ὄντως αὐτῆς, πρὸς αὐτὸν τὸν μέγαν Μάρτυρα.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τίς ὑμνήσει ἀξίως, ἢ ποία γλῶσσαι ἀποφθέγξεται, τῶν λαμπρῶν σου ἀγώνων τὰ τρόπαια, Μάρτυς Τήρων Θεόδωρε; Τὴν ἐν βίῳ ἀνάβασιν, τὴν ἐν λόγοις σοφίαν, τὴν ἐν πράξεσι δύναμιν, τὴν πρὸς τοὺς διπλοῦς σου ἀγῶνας πίστιν καὶ ἀνδρείαν, τὴν ἐν κολακείαις ὑπεροψίαν, τὸ ἐν βασάνοις ἀτρόμητον, τὸν ἐν πυρὶ καρτερόψυχον, τὴν πρὸς τὸν θάνατον εὐτολμίαν; Δι’ ὧν συμμορφωθεὶς τῷ Χριστῷ, τῆς οὐρανίου Βασιλείας κληρονόμος γέγονας. Καὶ νῦν Θεόδωρε πολύαθλε, τῶν μακαρίων ἐλπίδων ἀπολαβών, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Δῶρον πολυτίμητον καὶ τερπνόν, ἀθλήσας προσήχθης, τῷ δοξάσαντί σε λαμπρῶς· ὅθεν ἐδωρήθης, θερμότατος προστάτης, τῇ Ἐκκλησίᾳ πάσῃ, Τήρων Θεόδωρε.

 ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΗΡΩΝΟΣ

 

Ὁ α΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Σῶν δωρεῶν, ἔνδοξε, πλοῦτόν  μοι δίδου.

ᾨδὴ α . Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.

Στεφανῖτα Μάρτυς τοῦ Χριστοῦ, ἔνδοξε Θεόδωρε, τῶν θεϊκῶν δωρεῶν ὡς ἐπώνυμος, δωρεαῖς με φαίδρυνον, ταῖς προσούσαις σοι ἐκ πηγῆς πλουτοδότιδος, τοὺς τῆς ἁμαρτίας, βρόχους διαλύων ταῖς πρεσβείαις σου.

Ὡς κριὸς ἐπίσημος ἀχθείς, θῦμα εὐωδέστατον, σὺ τῷ Χριστῷ προσηνέχθης Θεόδωρε, νῦν δὲ φύλαξ πέφηνας, ἀγρυπνότατος καὶ προστάτης θερμότατος, τῶν ὀδυνωμένων, καὶ τῶν θλιβομένων παμμακάριστε.

Ναὸς ζῶν καὶ ἔμψυχος Θεοῦ, ὤφθης καὶ θεόφρονι, ζήλῳ σοφὲ πυρπολούμενος ἔφλεξας, τὸ τῆς πλάνης τέμενος, τὴν κατέχουσαν ἀφανίζων ἀσέβειαν, νῦν δὲ καταπαύοις, τὸ τῶν πειρασμῶν πῦρ ἀξιάγαστε.

Θεοτοκίον.

Διὰ Σοῦ πανάμωμε φθορᾶς, ἅπασαν κατήφειαν, καὶ τὸ θνητὸν ὁ θνητὸς ἐξετίναξα, τῆς ἀθανασίας δε, περιβέβλημαι τὸ φαιδρὸν περιβόλαιον· ὅθεν ὡς ζωῆς μου, ἀϊδίου πρόξενον δοξάζω Σε.

 

ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος ὡσεὶ κρίνον

Ὡς Μάρτυρα πανάριστον παῤῥησίαν, ἔχοντα, πρὸς τὸν Χριστὸν προβάλλομαι, σὲ προστάτην τῆς σωτηρίας μου, ἀλλὰ μὴ μὲ παρίδης πανσεβάσμιε.

Ῥημάτων μου ἐπάκουσον δέομαί σου, σῶσόν με, ἐκ πειρασμοῦ Θεόδωρε, καὶ κινδύνων καὶ περιστάσεων, καὶ νόσων καὶ πταισμάτων παναοίδιμε.

Ἐνέπρησας ὡς πρότερον τὸ τῆς πλάνης, εἴδωλον, τὰ τῆς ψυχῆς μου εἴδωλα, καὶ τοὺς τύπους τῆς ἁμαρτίας μου, ἐξαφάνισον μάκαρ θείᾳ χάριτι.

Θεοτοκίον.

Ὡς ἄνθος εὐωδέστατον καὶ ὡς κρίνον, πάναγνε, τῶν ἀκανθῶν ἐν μέσῳ Σε, ὁ Νυμφίος εὑρὼν ἐσκήνωσε, καὶ πηγὴν χαρισμάτων Σὲ κατέστησεν.

 

ᾨδὴ δ΄. Ἐλήλυθας.

Νεκρώσεως, δερματίνους χιτῶνας ἀπέξεσας, διὰ τῆς ἀθλήσεως, καὶ μαρτυρίου σου πάνσοφε, νῦν δὲ τὸν σωτήριον, τῆς σωφροσύνης χιτῶνα, περιβέβλησαι.

Ἐπίφανον, οὐρανόθεν παμμάκαρ Θεόδωρε, καὶ πάντας διάσωσον, προσκαλουμένους σε ἔνδοξε, βίου τὴν τραχύτητα, τούτοις ἐξομαλίζων, παμμακάριστε.

Νικώμεναι, ὑπὸ σοῦ τῶν δαιμόνων αἱ φάλαγγες, σαφῶς δραπετεύουσι, καὶ τῶν νοσούντων Θεόδωρε, πάθη φυγαδεύονται, τῇ ἐπικλήσει σου μόνῃ, Μάρτυς ἔνδοξε.

Θεοτοκίον.

Διάῤῥηξον, τῶν δεινῶν μου πταισμάτων χιτώνιον, τῇ λόγχῃ πανάμωμε, τῇ κεντησάσῃ τὸ ἄχραντον, σῶμα καὶ πανάγιον, τοῦ ἀποῤῥήτως τεχθέντος, ἐκ Σοῦ πάναγνε.

 

Ὠδὴ ε΄. Ὁ φωτισμός.

Ὀλοθρευτής, τῆς ἀπάτης πρὶν ὤφθης, τῇ παντευχίᾳ, περιπεφραγμένος τῇ τοῦ Σωτῆρος, νῦν δὲ θεόφρον, λυτρωτὴς καὶ προστάτης, χρηματίζεις τῶν εὐφημούντων σε, Μάρτυς Ἀθλοφόρε Χριστοῦ πανσεβάσμιε.

Ξενοπρεπῶς, ὡς παστάδα τὴν φλόγα, Μάρτυς ὑπῆλθες, ζήλῳ Ἀθλοφόρε πεπυρσευμένος, ἀλλ’ ὡς ἐκείνην, κατεπάτησας τότε, τοὺς χειμάῤῥους τῆς ἁμαρτίας μου, παῦσον ταῖς πρεσβείαις σου, Μάρτυς Θεόδωρε.

Ἐπὶ σφαγήν, ὡς ἀμώμητον θῦμα, ἐθελουσίως, εἰσήχθης μιμούμενος τὸν Δεσπότην, Οὗ καὶ τῆς δόξης, κοινωνὸς χρηματίζων, φρούρησόν με τῆς σῆς δεόμενον, σκέπης Ἀθλοφόρε Χριστοῦ παμμακάριστε.

Θεοτοκίον.

Πύλη φωτός, ἀνεδείχθης Παρθένε, τοῖς ἐν τῷ σκότει, ἥλιον τεκοῦσα δικαιοσύνης, θεογνωσίας, ἀνατέλλοντος φέγγος, καὶ τὸν ζόφον ἀποδιώκοντα, τῆς πολυθεΐας καὶ τῆς ἀθεότητος.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Λογισμοὺς καθελὼν καὶ πᾶν ὕψωμα, κατὰ τοῦ Σωτῆρος σοφὲ ἐπαιρόμενον, ὤφθης ψυχῆς στεῤῥότητι, καὶ φρονήματι θείῳ ῥωννύμενος.

Ὁ λαμπρύνας ἐν κόσμῳ τὴν μνήμην σου, οὗτος ὑπὸ σοῦ θεόφρον δυσωπούμενος, τοὺς σὲ τιμῶντας ῥύεται, χαλεπῶν ἐκ κινδύνων ὡς εὔσπλαγχνος.

Ὑπὸ θείας κινούμενος χάριτος, Μάρτυς τὸ τῆς πλάνης καθεῖλες ὀχύρωμα, ἀλλὰ καὶ νῦν μακάριε, τῶν παθῶν μου τὸ θράσος κατάβαλε.

Θεοτοκίον.

Τὴν τῆς Εὔας κατάραν μετέβαλες, Μῆτερ ἀειπάρθενε τῷ ξένῳ τόκῳ Σου, πρὸς εὐλογίαν ἔνθεον, καὶ τὸν κόσμον ἐφαίδρυνας χάριτι.

 

ᾨδὴ ζ΄ Εἰκόνος χρυσῆς

Ὁ μόνος εἰδώς, τὰ ἐγκάρδια Χριστός, σὲ ἐξελέξατο, τῆς Αὐτοῦ δόξης, πιστὸν Μάρτυρα, καὶ καθηρέτην ἀνέδειξε, τῆς εἰδωλικῆς παροινίας, καὶ φρουρὸν τοῖς κραυγάζουσιν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νομίμως ἀθλῶν, εὐηρέστησας Θεῷ, μάκαρ Θεόδωρε· ὅθεν ἐδόθης, ἀκαθαίρετος, τῇ Ἐκκλησίᾳ θεσπέσιε, πύργος καὶ ἀκράδαντον τεῖχος, τοῖς ἐν πίστει κραυγάζουσιν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μαρτύρων Χριστοῦ, ἐγκαλλώπισμα φαιδρόν, καὶ σεμνολόγημα, Μάρτυς ὑπάρχεις, καὶ θεόσδοτον δῶρον, ἐφάνης φερώνυμε, χάριτι κοσμούμενος θείᾳ, καὶ φυλάττων τοὺς ψάλλοντας· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ ὢν ἐν ἀρχῇ, ὡς Υἱὸς μονογενής, πρὸς τὸν Γεννήτορα, ἐκ τῆς Παρθένου, σὰρξ ἐγένετο, καὶ ἐν ἡμῖν κατεσκήνωσεν· ὅθεν ἀφράστως τεκοῦσαν, ἀνυμνοῦντες κραυγάζομεν· εὐλογημένος ὁ καρπός, ὁ τῆς κοιλίας Σου.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ἱερουργίᾳ μυστικῇ, τῷ Δεσπότῃ σεαυτόν, θυσίαν ζῶσαν, προσενήνοχας θέλων, Ὃν παῤῥησίᾳ πολλῇ, μὴ παύσῃ, εἰρήνην αἰτούμενος, τοῖς ὑπερυψοῦσιν, Αὐτὸν Μάρτυς θεόφρον.

Δυναμωθεὶς τῇ κραταιᾷ, τοῦ Ὑψίστου δεξιᾷ, δυνατὸς ὤφθης, καρτερίᾳ βασάνων, τυραννικὴν καθελών, μανίαν, παμμάκαρ Θεόδωρε· ὅθεν σε ὑμνοῦμεν, ἀεὶ Μάρτυς θεόφρον.

Θεοτοκίον.

Ἴσος ὑπάρχων τῷ Πατρί, κατ’ οὐσίαν ὁ Υἱός, ἴσος ἐφάνη, τοῖς ἀνθρώποις ἀφράστως, ἐξ ἀπειράνδρου Μητρός, Παρθένον, φυλάξας πανάμωμον, ἣν ὡς Θεοτόκον, ἀεὶ δοξολογοῦμεν.

 

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.

Δραστήριον φύλακα, καὶ πύργον ἀσφαλέστατον, ὁ Χριστός σε παμμάκαρ, ἡμῖν δεδώρηται, πρέσβυν δυνατώτατον πάντων, καὶ ἀληθῶς, φερώνυμον δῶρον, θερμὸν ἀντιλήπτορα, καὶ προστάτην συμπαθέστατον.

Ὁ πάντων κηδόμενος, καὶ πάντων προμηθούμενος, συνεργόν σε παρέσχεν, ἡμῖν καὶ σύμμαχον, τῶν τῆς πονηρίας πνευμάτων, φυγαδευτήν, καὶ νόσων διώκτην, παθῶν ἀμυντήριον, καὶ πταισμάτων ἱλαστήριον.

Θεοτοκίον.

Υἱὸς ὁ αἰώνιος, ὁ Λόγος ὁ ἀΐδιος, ἐπ’ ἐσχάτων προῆλθεν, ἁγνὴ ὡς ἄνθρωπος, ἐκ Σοῦ τῆς κεχαριτωμένης, καὶ ἀληθῶς, Παρθένου φανείσης· διὸ Θεομήτορα, θεοφρόνως Σε κηρύττομεν.


Ἕτερος (β΄) Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ Θ΄ ᾨδή: Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ταῖς θεϊκαῖς περιφανῶς λαμπρότησι, καλλωπιζόμενος, καὶ Ἀθλητῶν στέφει, ἱερῶς κοσμούμενος, καὶ δόξῃ κλεϊζόμενος, τῆς Ἁγίας Τριάδος, τῶν εὐφημούντων σε μέμνησο, μέγιστε Μαρτύρων Θεόδωρε.

Πλήρης φωτός πλήρης ἐνθέου χάριτος, ἡμῖν ἀνέτειλεν, ἡ ἱερὰ μνήμη, τῶν σεπτῶν ἀγώνων σου, φωτιστικαῖς λαμπρότησι, καταυγάζουσα πάντας, τοὺς εὐσεβῶς σε γεραίροντας, Μάρτυς Ἀθλοφόρε Θεόδωρε.

Εἰδωλικοῦ κατακρατοῦντος κλύδωνος, τῆς ἀνθρωπότητος, ὁ ἱερὸς Μάρτυς, πηδαλιουχούμενος, Σταυροῦ τῇ θείᾳ χάριτι, ἀκυμάντως διέπλει, καὶ τοὺς λιμένας κατέλαβε, τοὺς ἐπουρανίους γηθόμενος.

Θεοτοκίον.

Πύλη Θεοῦ τῆς μετανοίας πύλας μοι, Κόρη διάνοιξον, καὶ λογισμοῖς θείοις, τὴν ψυχήν μου λάμπρυνον, καὶ τῶν παθῶν ἀπέλασον, τὰ βαρύτατα νέφη, ὅπως γεραίρω γηθόμενος, καὶ χρεωστικῶς μακαρίζω Σε.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Λέων καθάπερ πεποιθώς, σταδίου ἔστης ἐν μέσῳ, διαγγέλλων τὸ σωτήριον λόγον, κερτομῶν τοὺς δυσμενεῖς, κηρύττων τὴν ἀλήθειαν, καὶ στηλιτεύων ψεῦδος, τῆς ἀθεΐας Θεόδωρε.

Ὁ δυσμενὴς καταπλαγείς, τὴν σὴν ἀνδρείαν θεόφρον, ἀλογώτατον θυμὸν παραθήξας, τοῖς βουνεύροις ἀφειδῶς, μαστίζει σε Θεόδωρε, τῶν βδελυρῶν ξοάνων, τὴν συντριβὴν ἐργασάμενον.

Ἀνδρειοτάτῳ λογισμῷ, τὰς τῶν μαστίγων νιφάδας, ὡς σπιλάδας θαλαττίους θεόφρον, ἀπεκρούσω τοῦ Σταυροῦ, τῇ χάριτι ῥωννύμενος, καὶ στεφηφόρος θείου, Πνεύματος ῥώμῃ δεικνύμενος.

Θεοτοκίον.

Τῆς συνεχούσης με δεινῆς, αἰχμαλωσίας Παρθένε, ἀπολύτρωσαι Θεὸν συλλαβοῦσα, καὶ κυήσασα ἁγνή, τὸν τοὺς βροτοὺς ῥυσάμενον, τῆς πονηρᾶς δουλείας, τοῦ ἀλλοτρίου πανάμωμε.

 

ᾨδὴ δ΄. Σύ μου Χριστέ.

Ἔχων Χριστόν, ἔνδον σου μάκαρ φθεγγόμενον, Λικινίου θράσος ἀπημαύρωσας, λόγοις σοφοῖς τούτου ἀληθῶς, Μάρτυς στηλιτεύσας, τὴν ὑπερβάλλουσαν ἄνοιαν, καὶ ἔργοις παραδόξοις, τοὺς ὁρῶντας ἐκπλήξας, Ἀθλητὰ γενναιόφρον Θεόδωρε.

Ἀναρτηθείς, παρανομίᾳ δικάζοντος, καὶ ὀνύχοις κατασπαρασσόμενος, καὶ φοινισσόμενος ταῖς ῥοαῖς, Μάρτυς τῶν ἀδίκως, ἐκχεομένων αἱμάτων σου, νεκρώσεως τὸ πάχος, καὶ φθορᾶς ἀπεδύσω, τοὺς χιτῶνας παμμάκαρ Θεόδωρε.

Πολυειδεῖς, πόνους γενναίως ὑπήνεγκας, καὶ τοῖς ὄμβροις Μάρτυς τῶν αἱμάτων σου, τὸν ἀλαζόνα καὶ δυσμενῆ, θείᾳ δυναστείᾳ, καταποντίσας Θεόδωρε, ὑψώθης ἐδοξάσθης, καὶ τοῖς θείοις Ἀγγέλοις, ὡμοιώθης θεόφρον πανόλβιε.

Θεοτοκίον.

Τὸ πονηρόν, ἁμαρτιῶν μου χειρόγραφον, θείᾳ λόγχῃ πάναγνε διάῤῥηξον, τῇ κεντησάσῃ θείαν πλευράν, τοῦ ἐνανθρωπῆσαι, ἐκ Σοῦ Παρθένε θελήσαντος, καὶ βίβλῳ με γραφῆναι, σῳζομένων δυσώπει, τὸν ἀφρόνως Θεοῦ μακρυνόμενον.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Φωτιζόμενος αἴγλῃ, Μάρτυς θείου Πνεύματος, καὶ πυρπολούμενος, τῇ Χριστοῦ ἀγάπῃ, φλεγομένης σαρκὸς οὐκ ἐφρόντισας, οὐκ ᾐσθάνου πόνων, οὐκ ἐλογίζου τὰς βασάνους, οὐρανίαις ἐλπίσι τρεφόμενος.

Τὸν ζυγὸν τοῦ Δεσπότου, φέρων ἐπαυχένιον, τὸν ἐλαφρότατον, μολυβδίνῳ βάρει, Ἀθλοφόρε παμμάκαρ παιόμενος, οὐκ ἐκάμφθης ὅλως, οὐκ ἐσαλεύθης οὐχ ἡττήθης, στρατιῶτα γενναῖε Θεόδωρε.

Οὐρανόθεν φωνήσας, σὲ ὁ ὑπεράγαθος, Λόγος ἐθάῤῥυνεν, οὗ τῇ δυναστείᾳ, τὰς πικρὰς ἀλγηδόνας ὑπήνεγκας, τῶν παρανομούντων, Μάρτυς Χριστοῦ καὶ τὰς βασάνους, καὶ τὸν βίαιον ἔνδοξε θάνατον.

Θεοτοκίον.

Διαμένειν με σῶον, μὴ παρατρεπόμενον, στάσεως κρείττονος, ἀλλ’ εὐθυποροῦντα, καὶ Θεῷ τὰ εὐάρεστα πράττοντα, ἀγαθὴ δυσώπει, τὸν ἀγαθὸν τεκοῦσα Λόγον, τὸν ἡμᾶς ἀλογίας ῥυσάμενον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον.

Τὸ πάθος, τοῦ ἀπαθοῦς εἰκονίζων, ἐσταυρώθης παναοίδιμε Μάρτυς, προσηλωθείς, ἐν τῷ ξύλῳ παμμάκαρ, καὶ μιμητὴς τοῦ Δεσπότου γεγένησαι, τοῦ λύσαντος διὰ Σταυροῦ, τῶν ἀνθρώπων τὰ πάθη θελήματι.

Κρεμάμενος, ὡς ἀμνὸς ἐπὶ ξύλου, καὶ τοῖς βέλεσι βαλλόμενος μάκαρ, καὶ ὀφθαλμῶν, ἐκκεντούμενος κόρας, καὶ τιτρωσκόμενος ὅλῳ τῷ σώματι, κατέτρωσας τοῦ δυσμενοῦς, τὴν καρδίαν τῇ λόγχῃ τῶν πόνων σου.

Οἱ χείμαῤῥοι, τῶν ἀμέτρων βασάνων, τῇ οἰκίᾳ ἐπικλύσαντες Μάρτυς, σοῦ τῆς ψυχῆς, οὐκ ἐσάλευσαν ταύτην· ἐν ἀσαλεύτῳ γὰρ πέτρᾳ ἐστήρικτο, τοῦ λάμψαντος ἐκ γυναικός, καὶ ἀνθρώπων τὸ γένος φωτίσαντος.

Θεοτοκίον.

Μαρία, παντὸς τοῦ κόσμου κυρία, ὡς τὸν Κύριον ἁπάντων τεκοῦσα, τοῦ δυσμενοῦς, τῆς δουλείας με ῥῦσαι, καὶ τῆς αὐτοῦ τυραννίδος ἐξάρπασον, καὶ σῶσόν με τὸν ἀεὶ ἐπὶ Σοί, ἀδιστάκτῳ καρδίᾳ ἐλπίζοντα.

 

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Φρουρᾷ ἐπὶ ξύλου σε, πεπεδημένον, ἅγιος Ἄγγελος, ἀφικόμενος λύει, παραθαῤῥύνων καὶ ἐνισχύων σε, μεγαλοφώνως, κραυγάζειν Θεόδωρε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐλάλεις γηθόμενος, τὰ μεγαλεῖα, τοῦ Παντοκράτορος· ἐκπλαγέντες διό σε, οἱ καθορῶντες πλάνης κατέλιπον, τὴν τυραννίδα, καὶ πίστει ἐκραύγαζον· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πλοκαῖς τῶν πανσόφων σου, παμμάκαρ λόγων, χαίρων ἐζώγρησας, ἐκ βυθοῦ ἀγνωσίας, τοὺς προσελθόντας καὶ θείους Μάρτυρας, ἐναπειργάσω, Θεόδωρε ψάλλοντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ἐμὲ τὸν βιώσαντα, ἐν ἀμελείᾳ, καὶ παραβλέψαντα, τοὺς ἁγίους Σου νόμους, καὶ τὰ σεπτά Σου Χριστὲ ἐντάλματα, οἴκτειρον σῶσον, διὰ τῆς τεκούσης Σε, ὡς εὐεργέτης Θεός, καὶ πολυέλεος.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Περιφανῶς ἠγώνισαι, τὸν ἐχθρὸν τροπωσάμενος, καὶ ἐξαφανίσας, τὰ αὐτοῦ στρατεύματα, τοῖς ὅπλοις τῆς πίστεως· νικητικὸν διάδημα, ὅθεν ἀνεδήσω, μελῳδῶν τῷ Δεσπότῃ· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μετὰ Σταυρὸν ἀοίδιμε, μετὰ πάθος μακάριον, μετὰ τὰς ἀπείρους, ἀλγηδόνας ἔνδοξε, Θεῷ τὸν αὐχένα σου, καθυποκλίνας Μάρτυς σοφέ, ξίφει τὴν σεπτήν σου, κεφαλὴν ἀπετμήθης, κραυγάζων τῷ Δεσπότῃ· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸ ἱερὸν Θεόδωρε, καὶ πολύαθλον σῶμά σου, κρήνη ἰαμάτων, τοῖς πιστοῖς γεγένηται, ἐξ  ἧς ἀπαρύονται, οἱ εὐσεβῶς προστρέχοντες, λύσιν παθημάτων, καὶ ψυχῶν σωτηρίαν, βοῶντες τῷ Δεσπότῃ· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Νενεκρωμένην ζώωσον, συμπτωθεῖσαν ἀνάστησον, τετραυματισμένην, τὴν ψυχήν μου ἴασαι, τὸν νοῦν μου εἰρήνευσον, τῶν πειρασμῶν τὰ κύματα, πράϋνον Παρθένε, καὶ βοῶντά με σῶσον· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Ἱέρευσας θεόφρον, Μάρτυς σαυτόν, τῷ τυθέντι ἀμνῷ καὶ Θεῷ ἡμῶν, ἀνενεχθείς, θῦμα εὐωδέστατον πρὸς Αὐτόν, καὶ ἱερῷ ἀνάθημα, καὶ τελειοτάτη καὶ καθαρά, εὐπρόσδεκτος θυσία· διό σε εὐφημοῦμεν, καὶ κατὰ χρέος μακαρίζομεν.

Ὡς ὄρθρος ὡς ἡμέρα, ὡς φωταυγής, καθωράθης Θεόδωρε ἥλιος, Φωτιστικαῖς, σοῦ τῶν παθημάτων μαρμαρυγαῖς, καὶ τῶν θαυμάτων ἅπασαν, μάκαρ τὴν ὑφήλιον εὐσεβῶς, φωτίζων καὶ διώκων, τὸ σκότος τῆς ἀπάτης, καὶ τῶν παθῶν ἡμῶν Θεόδωρε.

Συνήφθης τοῖς Ἀγγέλοις, μετὰ σαρκός, τοὺς ἀσάρκους ἐχθροὺς τροπωσάμενος, καὶ Ἀθλητῶν, δήμοις ἐπευφραίνῃ διαπαντός, καὶ σὺν αὐτοῖς τὸ ἔνθεον, μέλος τῆς Τριάδος ἀναφωνεῖς, Θεόδωρε τρισμάκαρ, φωστὴρ τῆς Ἐκκλησίας, τῶν Ἀθλοφόρων ἐγκαλλώπισμα.

Ἡ γῆ τῇ καταθέσει, σοῦ τοῦ σεπτοῦ, ἡγιάσθη Θεόδωρε σώματος, ὁ οὐρανός, χαίρει δὲ τὸ πνεῦμα τὸ ἱερόν, ὡς κεκτημένος πάντοτε, ἄνθρωποι τὴν μνήμην σου τὴν σεπτήν, τελοῦντες ἐτησίως, αἰτούμεθά σε πρέσβυν, ὑπὲρ ἡμῶν μακαριώτατε.

Θεοτοκίον.

Φιλάγαθε Παρθένε, τὸν ἀγαθόν, ἐκδυσώπει σωθῆναί με Κύριον, τοὺς μολυσμούς, ἥλους καὶ τὰ τραύματα τῆς ἐμῆς, καρδίας ἀποπλύναντα, διὰ μετανοίας εἰλικρινοῦς, καὶ πένθους καὶ δακρύων, ἵνα Σε μακαρίζω, καὶ μεγαλύνω παναμώμητε.

***

 

Ἕτερος (γ΄) Κανών, οὗ ἡ ἀκροστιχίς: Θεοδώρῳ, τὸ δῶρον ᾆσμα προσφέρω.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Θεὸς ὁ τὰ πάντα προθεωρῶν, καὶ πάντων τὴν γνῶσιν, ἐπιστάμενος ἀκριβῶς, εἰδώς σου τὸν τρόπον τῆς καρδίας, πρὸς τὴν διάθεσιν κλῆσιν ἐφόρμωσεν.

Ἐδόθης γὰρ ὄντως ἀπὸ γαστρός, Θεόδωρε δῶρον, ἱερώτατον τῷ Θεῷ, καὶ τούτῳ ἐτύθης μετὰ ταῦτα, καὶ προσηνέχθης εὐῶδες θυμίαμα.

Ἡμέρως προσήχθης καὶ τὸ λοιπόν, σὺ ἀπεποιήθης, τρισμακάριε Ἀθλητά, ὡς θῦμα δὲ μεμυελωμένον, ὁλοκαυτούμενος ἤρθης πρὸς Κύριον.

Θεοτοκίον.

Γενοῦ μοι Παρθένε καταφυγή, λιμήν τε καὶ τεῖχος, καὶ προστάτις ἡ τὸν Θεόν, ἐν σαρκὶ τεκοῦσα Θεομῆτορ, τὸν λυτρωτὴν καὶ πανοικτίρμονα.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Δωρεαῖς οὐρανίαις, σὺ τὴν ψυχὴν πρότερον, κεχαριτωμένος λαμπρὸς ἀστὴρ ὡς ἀπέλαμπες, καὶ τοὺς ἐν ζόφῳ πλάνης, εἰδωλικῆς δυσσεβείας, καταυγάζεις ὁδηγεῖς πρὸς τὴν ἀλήθειαν.

Ὥσπερ λύχνος ὑπῆρχες, ὑπὸ πυρὸς ἄνωθεν, θείου ἐκκαιόμενος ὅλος καὶ πυρακτούμενος· ὅθεν κρυβῆναι πάντῃ, τῶν ἀδυνάτων τυγχάνων, ἐπὶ λυχνίας ἐτέθης φέγγων τοῖς πέρασιν.

Ῥήματα σῶν χειλέων, ὡς ἀστραπαὶ λάμποντα, πᾶσαν καταυγάζουσι φρένα χρηστόφρονα, θεῖε Θεόδωρε, καὶ ἀσυνέτους καρδίας, ἐμπιπρῶσιν ὡς ὕλην εὐκατάπρηστον.

Θεοτοκίον.

Ζωῆς τῆς ἀκηράτου, θεία σκηνὴ γέγονας, μόνη ἐξ αἰῶνος φανεῖσα Παρθενομήτωρ ἁγνή· διὸ πανάμωμε, τὸν ἐν σκιᾷ τοῦ θανάτου, πρὸς ζωὴν ὁδήγησον νῦν με πρεσβείαις Σου.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὡραιώθη ὁ λόγος σου, τῆς ὁμολογίας ἐθαυμαστώθη δε, τῆς ἀνδρείας ἡ ἐπίδειξις, ἣν πρὸς τοὺς τυράννους ἐπιδέδειξαι.

Τὸ μὲν στόμα ἡγίασται, ταῖς θεολογίαις σου ὦ Θεόδωρε, αἷς τὸν Κύριον ἐγέραιρες, ἐξυμνῶν τὸν μόνον Βασιλέα Χριστόν.

Ὁ δὲ νοῦς σου πεφώτισται, φέγγει ἀπροσίτῳ τοῦ οὐρανίου Πατρός· ὅθεν τούτῳ γλυκαινόμενος, διωκτῶν μανίας ἐξουδένωσας.

Δεσμευθεὶς οὖν τῷ ἔρωτι, τῷ ὑπερφυεῖ τῆς ἄνω λαμπρότητος, θεῖε Μάρτυς κατηξίωσαι, τῶν καλῶν τὸ πρῶτον καὶ κατέλαβες.

Θεοτοκίον.

Ἱερῶς Σε δοξάζουσι, τὰ τῶν Ἀσωμάτων θεῖα στρατεύματα, Θεομήτωρ πανσεβάσμιε· τὸν γὰρ Κτίστην τούτων ἀπεκύησας.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς,

Ὢ τῆς θαυμαστῆς, καὶ γενναίας παῤῥησίας σου! ᾗ ναὸν θεᾶς ἀψευδοῦς ἐμπιπρᾷς, ἐκκόπτων ψεῦδος, συνιστῶν δὲ τὴν ἀλήθειαν.

Ῥήμασι ψευδοῖς, ἀντετίθης λόγον ἔνθεον, ταῖς βασάνοις δὲ καὶ τοῖς αἰκισμοῖς, τὴν καρτερίαν, ὦ Θεόδωρε ἀντέθηκας.

Ὅλαι τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξελίμπανον, ὡς ἀράχνια δὲ νήματα, τοῦ διαβόλου, αἱ βολαὶ ἐν σοὶ ἐλύοντο.

Θεοτοκίον.

Μύρον μυστικόν, ὀνομάζομέν Σε πάναγνε, ὡς γεννήσασαν Θεὸν ἐν σαρκί, τὸν  τὰ εὐώδη, ἀναῤῥύοντα χαρίσματα.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Νοὸς τὸ εἰλικρινές, καὶ καθαρώτατον Ἅγιε, νοΐ τῷ πρώτῳ Χριστῷ, ἐν πνεύματι ἥνωσας, ὃ οὐ διαλέλυται, ἐμβολαῖς πνευμάτων, καὶ ποικίλοις μηχανήμασιν.

Ἀπάρας ἀπὸ τῆς γῆς, πρὸς οὐρανὸν μεταβέβηκας, ἐξέστης ἀπὸ σαρκός, ἐγένου ἐν πνεύματι, Θεῷ προσωμίλησας, διαστὰς ἀνθρώπων, μεγαλομάρτυς Θεόδωρε.

Σοὶ πάντες οἱ ἐν τῇ γῇ, περιλειπόμενοι κράζομεν· μνημόνευε καὶ ἡμῶν, τῶν ἱκετευόντων σε, καὶ παντοίων θλίψεων, καὶ πειρατηρίων, διεξάγαγε Θεόδωρε.

Θεοτοκίον.

Τὸ σκήνωμα τοῦ Θεοῦ, τὸ θεῖον ὄντως καὶ πάνσεπτον, ὑμνήσωμεν εὐσεβῶς, Μαρίαν τὴν ἄχραντον· Θεὸν γὰρ ἐχώρησεν, ὑποδεξαμένη, τὸ ἀκήρατον καὶ ἄληπτον.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Μόνῳ Σταυρῷ καθωπλισμένος, τοῦ Κυρίου σὺ Θεόδωρε τρισμάκαρ, συνεπλάκης δεινῶς, ἐχθροῖς καὶ ἀλαζόσι, καὶ ἐν αὐτῷ τὰ κέρατα, τῶν ἀνόμων συνετρίβη.

Ἄνωθεν ῥῆμα ἐγενήθη, ἐπὶ σοὶ ἐκ τῶν ὑψίστων θεῖε Μάρτυς, ὁδηγοῦν δυναμοῦν, κρατῦνον σὴν καρδίαν, πρὸς ἰσχυρὰν παράταξιν, ἐνισχῦον τοῦ Βελίαρ.

Πίστει δεξάμενος τὸ ῥῆμα, δι’ αὐτοῦ δὲ ἐπισπώμενος τὸ πνεῦμα, διὰ πνεύματος δε, Χριστὸν εἰσδεδεγμένος, διὰ Χριστοῦ νενίκηκας, τὸ πολύμορφον θηρίον.

Ῥόδοις ἐπαίνων καὶ στεφάνων, ἀμαράντοις τοῖς ἐκ λόγων ἐν αἰνέσει, καταστέφομεν σήν, τὴν ὑπέρτιμον κάραν, ὡς εὐσεβείας πρόμαχον, καὶ καθαιρέτην ἀσεβείας.

Θεοτοκίον.

Ὄρος κατάσκιον ὡράθης, ἀχειρότμητον ἐξ οὗ ἐτμήθη λίθος· τὴν λιθώδη διό, κατάνυξον ψυχήν μου, πεπυρωμένην Δέσποινα, ταῖς πικραῖς φιληδονίαις.

 

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες Παῖδες ἐν καμίνῳ.

Ἱερώτατος Μάρτυς τοῦ Κυρίου, ὁ Ἀθλητὴς τοῦ Δεσπότου, ὁ μεγαλόφρων Θεόδωρος, τὸν μὲν χοῦν ἐπιῤῥίπτει, τῇ γῇ τὸ δὲ πνεῦμα Χριστῷ.

Σάρκα μὲν πῦρ ἐξατμίζει τὴν ὑλώδη, τὸ ὑλικὸν τὴν ψυχὴν δε, τοῦ Ἀθλοφόρου τὸ ἄϋλον, καὶ Θεῷ ἀναφέρει, θυσίαν ἀμίαντον.

Φωτιστικαῖς λαμπηδόσιν ὡς βολίσιν, ἀστραπημόρφοις προσώπου, τοῦ Σοῦ φωτίζεις Θεόδωρε, τῆς Χριστοῦ Ἐκκλησίας, τὸ κρύφιον πρόσωπον.

Θεοτοκίον.

Ἐπιφανεῖσα Παρθένε τῆς ψυχῆς μου, τὰ σκοτεινότατα νέφη, τῷ φωτισμῷ Σου ἀπέλασον, ἡ τῆς δικαιοσύνης, τεκοῦσα τὸν ἥλιον.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἐδόθης μὲν Κυρίῳ, δῶρον ἀπὸ μήτρας, ἡγιασμένον ἐκ γῆς ἀντεδόθης δέ, παρὰ Κυρίου τῷ κόσμῳ, δῶρον σωτήριον.

Ῥευμάτων ψυχοφθόρων, καὶ σωματοφθόρων, τὰς σηπεδόνας ξηραίνεις Θεόδωρε, τοῖς ποταμοῖς τῶν χαρίτων, καὶ τῶν θαυμάτων σου.

Ὡς μέγιστον προστάτην, σὲ πρὸς τὸν Δεσπότην, εὐμοιρηκότες τοῖς ὕμνοις γεραίρομεν, καὶ μεγαλύνομεν πάντες, Μάρτυς Θεόδωρε.

Θεοτοκίον.

Λιμὴν καὶ προστασία, τῶν Σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.

***

 

Ἕτερος (δ΄) Κανών, οὗ ἡ ἀκροστιχίς: Πλήρωσον ἡμῶν τὰς παρακλήσεις, μάκαρ. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Πεποικιλμένος τῇ δόξῃ, τῇ θεϊκῇ, τῷ Θεῷ παρίστασαι, Ἀθλητῶν ἡ καλλονή, ἐκτενῶς αἰτούμενος ἡμῖν, τῶν τοῦ βίου δυσχερῶν, λύσιν Θεόδωρε.

Λύσας ἐχθροῦ μεθοδείας, τοῖς σοῖς δεσμοῖς, δεδεμένους ἄφεσιν, λιτανεύειν τῷ Χριστῷ, πρυτανεύεις Ἅγιε· διό, πάντα λῦσον πειρασμόν, ἡμῖν ἐρχόμενον.

Ἡλιακῶν λαμπηδόνων, πλέον ἡ σή, προστασία ἥπλωται, ἐπὶ ἅπασαν ψυχήν, θαυμαστὲ Θεόδωρε· διό, δυσωπῶ σε σκοτασμοῦ, παθῶν με λύτρωσαι.

Ῥῦσαι πυρός με γεέννης, καὶ πειρασμῶν, τῶν ἐπερχομένων μοι, καὶ ἀνθρώπων πονηρῶν, καὶ τῆς ἐνοχλούσης με δεινῶς, τρικυμίας τῶν παθῶν, Μάρτυς Θεόδωρε.

Θεοτοκίον.

Ὡραιωθεῖσαν τῷ κάλλει, τῶν ἀρετῶν, τὴν τὸ πᾶν συνέχουσαν, ἐν γαστρί Σου ἀρετήν, ὑπὲρ νοῦν συνέλαβες ἁγνή, Ἰησοῦν τὸν διὰ Σοῦ, ἡμᾶς θεώσαντα.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς Σύ.

Συντρίψας σθένει θεϊκῷ, τὴν κακίαν τοῦ πλάνου, ἀπλανὴς ὁδηγία, χρηματίζεις τῶν πιστῶν, προσκαλουμένων ἀεί, σοῦ τὴν χάριν μέγιστε Θεόδωρε.

Οὐκ ἔστιν τόπος τῶν ἐν σοί, ἄμοιρος χαρισμάτων, οὔτε ἄνθρωπος ὅστις, οὐ καλεῖ σε βοηθόν, κινδύνοις προσμιλῶν, ἐν τῷ βίῳ, ἔνδοξε Θεόδωρε.

Νυκτὸς ἀγνοίας πονηρᾶς, ἀπὸ γλώσσης δολίας, ἐξ ἀνθρώπων ἀδίκων, δυσμενῶν ἐπαγωγῆς, καὶ πάσης ἄλλης ὀργῆς, ταῖς εὐχαῖς σου, ῥῦσαί με Θεόδωρε.

Ἡ θεία χάρις διὰ σοῦ, ἀπολύεις δεσμώτας, ἀῤῥωστοῦντας ἰᾶται, βοηθεῖ ἁμαρτωλούς, τὰ ἐν κρυπτῷ φανεροῖ, σὲ τιμῶσα, κράτιστε Θεόδωρε.

Θεοτοκίον.

Μὴ φλέξας ὅλως Σε τὸ πῦρ, τῆς θεότητος Κόρη, ἐξ ἁγνῶν Σου αἱμάτων, ἐσαρκώθη καὶ βροτούς, ἐθέωσεν ἀληθῶς, καὶ κακίας, ὕλην ἀπετέφρωσεν.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Ὡράθης δρέπανον, περιπετόμενον, καὶ κλεπτῶν διακόπτον, πᾶσαν ὁρμήν, πονηρὰν Θεόδωρε, καὶ τοὺς δρασμοὺς τῶν οἰκετῶν, ἀναστέλλον ἐμφανέστατα.

Νεκρὸς γενόμενος, τοῖς παραπτώμασιν, ἱκετεύω σε μάκαρ, ὡς τῇ ζωῇ, χαίρων παριστάμενος, ζώωσον σῶσόν με ταῖς σαῖς, εὐπροσδέκτοις παρακλήσεσιν.

Τὰ θεῖα στίγματα, τὰ ἀριστεύματα, τοὺς κρουνοὺς τῶν αἱμάτων, τὴν εὐκλεῆ, πᾶσαν μαρτυρίαν σου, περιχαρῶς ἀνευφημῶν, ἀξιάγαστε Θεόδωρε.

Ἀγάπῃ σύζευξον, ἡμῶν τὰ σκάνδαλα, ἀπελαύνων τοῦ βίου, ὡς τῇ πηγῇ, τῆς ἀγάπης πάντοτε, χαρμονικῶς παρεστηκώς, μεγαλώνυμε Θεόδωρε.

Θεοτοκίον.

Σὺ μόνη ἄχραντος, Σὺ μόνη ἄμωμος, Σὺ κεχαριτωμένη, ἐν γυναιξίν, ὤφθης ἀειπάρθενε· διό Σε πίστει δυσωπῶ, τὴν καρδίαν μου χαρίτωσον.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.

Παντοίαις Μάρτυς ἐπιβουλαῖς, ἐκ τῶν συνεχόντων με δεινῶν, τῆς αἰωνίου κολάσεως, καὶ τῆς κατεχούσης κακῆς πωρώσεως, καὶ τῆς αἰχμαλωσίας, ῥῦσαί με δέομαι.

Ἀπὸ περάτων πάσης τῆς γῆς, ἔστιν περιβόητον τὸ σόν, Μάρτυς Θεόδωρε ὄνομα· πᾶς γὰρ εν ὀδύνῃ σὲ προσκαλούμενος, εὑρίσκει σε προστάτην, ἀκαταγώνιστον.

Ῥομφαία δίστομος κατ’ ἐχθρῶν, πάντων ὁρωμένων Ἀθλητά, καὶ ἀοράτων γενόμενος, τοὺς ἐπερχομένους κακοποιῆσαί με, ἀφάνισον καὶ τούτων, τῆς βλάβης ῥῦσαί με.

Θεοτοκίον.

Ἁγία Δέσποινα ἡ Θεόν, τὸν ἐν τοῖς Ἁγίοις ἀληθῶς, ἀναπαυόμενον τέξασα, τοῦτον ἐκδυσώπει κατοικτειρῆσαί με, τοῖς πάθεσι τοῦ βίου, κλυδωνιζόμενον.

 

ᾨδὴ στ΄. Τὴν βίου τὴν θάλασσαν.

Καλὸς ἡμῖν πρόμαχος, ἀγαθὴ καταφυγή, καὶ ῥύστης ἑτοιμότατος, ἀναψυχὴ καὶ σκέπη παρὰ Θεοῦ, ἐδόθης Θεόδωρε· διὰ τοῦτό σε πόθῳ μακαρίζομεν.

Λιμὴν ἡμῖν φάνηθι, θαλαττεύουσιν ἀεί, ταῖς κοσμικαῖς συγχύσεσιν, παῦσον τὸν σάλον Μάρτυς τῶν πειρασμῶν, κυβέρνησον ἅπαντας, πρὸς τὴν θείαν γαλήνην δυσωποῦμέν σε.

Ἡ γῆ καὶ ἡ θάλασσα, ἐμερίσαντο τῶν σῶν, θαυμάτων τὴν ἐνέργειαν· φθάσον κἀμὲ παντοίαις ἐπιβουλαῖς, δαιμόνων κλονούμενον, συμπαθέστατε Μάρτυς ἱκετεύω σε.

Θεοτοκίον.

Σὲ στέφος ἀμάραντον, ὁ κλεινὸς ἐν Ἀθληταῖς, ἐκτήσατο Θεόδωρος, Θεογεννῆτορ πάντων καταφυγή· διὸ ἱκετεύω Σε, τῆς κακίας με ῥῦσαι τοῦ ἀλάστορος.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Ἐταπείνωσας τὴν πλάνην ταπεινούμενος, διὰ Χριστὸν Θεόδωρε· διὰ τοῦτό σε, ἱκετεύω Μάρτυς τὴν ἐμήν, ταπείνωσιν ῥῦσαι χαλεπῆς, ἐπαγωγῆς τῶν ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν.

Ἰαμάτων σε πηγὴν Μάρτυς ἀνέδειξεν, Χριστὸς ἡ ζωοδόχος πηγή· ὅθεν δέομαι, ἴασαί μου πάθη τὰ κρυπτά, καὶ σῶσόν με ψάλλοντα πιστῶς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σταλαγμοῖς τῶν σῶν αἱμάτων ἀπεσβέσθησαν, πολυθεΐας ἄνθρακας· ὅθεν πίστει σε, δυσωπῶ Μαρτύρων καλλονή, κατάσβεσον ἅπασαν πυράν, ἐπερχομένων κατ’ ἐμοῦ, πολυειδῶν πειρασμῶν.

Θεοτοκίον.

Μὴ παρίδῃς με ποικίλαις περιστάσεσιν, προσομιλοῦντα Δέσποινα· μὴ ἐάσῃς με, κλυδωνίζεσθαι διηνεκῶς, ταῖς αὔραις πνευμάτων πονηρῶν, ἀλλὰ τῆς τούτων δυσωπῶ, κακίας ῥῦσαί με.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Ἀγαθέ μου προστάτα, Μάρτυς Θεόδωρε, τὸ γλυκὺ κατὰ πάντα, πρᾶγμα καὶ ὄνομα, ἐκ τῶν ἀναγκῶν, καὶ τῶν θλίψεων ῥῦσαί με, τῶν ἐπερχομένων δαιμόνων ἐπηρείαις.

Κοσμηθεὶς ταῖς παντοίαις, ἄθλων λαμπρότησιν, Ἀθλητῶν κόσμος ὤφθης, Μάρτυς Θεόδωρε· ὅθεν δυσωπῶ, τῆς δεινῆς ἀκοσμίας με, τῶν ἁμαρτημάτων ἀπάλλαξον εὐχαῖς σου.

Αἰχμαλώτοις βραβεύεις, τὴν ἀπολύτρωσιν, τοὺς φυγάδας ἐπέχεις, παρακαλούμενος, ἅπασαν κλοπήν, φανεροῖς δυσωπούμενος, μέγιστε Μαρτύρων Θεόδωρε τρισμάκαρ.

Θεοτοκίον.

Ῥητορεύουσα γλῶσσα, τὰ μεγαλεῖά Σου, οὐδαμῶς ἀναγγεῖλαι, δύναται Δέσποινα· μόνη γὰρ Θεοῦ, ἀγαθοῦ μήτηρ γέγονας, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Θεόν, ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰσχύν, καὶ κράτος σε περιέζωσεν, ὁ δυνατός· διὸ τὸν ἐν κακίᾳ καυχώμενον, ἐταπείνωσας ἄσαρκον δράκοντα, μέγιστε στρατιῶτα, οὗ τῆς κακίας με, καὶ τῆς πανουργίας ἐξελοῦ, Μάρτυς Θεόδωρε.

Ὡς ὤν, ἀνάπλεως ἀξιάγαστε, τῶν δωρεῶν, τῶν θείων καὶ ἡμᾶς ταύταις πλούτισον, κατευνάζων τοῦ βίου τὸν τάραχον, σώους διαφυλάττων, ἀνεπερέαστον, πάντων τὴν ζωὴν διατηρῶν, τῇ μεσιτείᾳ σου.

Συνών, ταῖς ἄνω θείαις δυνάμεσιν, καὶ Ἀθλητῶν, εὐκλείαις ἱερῶς κλεϊζόμενος, τοῖς ἐν γῇ ἐν ἀνάγκαις καλοῦσί σε, πάρεσο βοήθησον, καὶ ἐξαιρούμενος, τῶν ἐπερχομένων θλιβερῶν, Μάρτυς πολύαθλε.

Ἡμῶν, τῶν πίστει προσκαλουμένων σε, γενοῦ θερμός, προστάτης Ἀθλοφόρε Θεόδωρε, μεταβάλλων τοῦ βίου τραχύτητα, λύπην διασκεδάζων, παύων τὰ σκάνδαλα, πᾶσιν ἐξαιτούμενος ἡμῖν, πταισμάτων ἄφεσιν.

Θεοτοκίον.

Φωτός, ὑπάρχουσα ἐνδιαίτημα, φωτιστικαῖς, πρεσβείαις Σου τὰ νέφη ἀπέλασον, τῆς ζοφώδους καρδίας μου πάντοτε, ὅπως Σε μεγαλύνω, ὅπως δοξάζω Σε, ὅπως εὐχαρίστως Σε ὑμνῶ, θεοχαρίτωτε.

***

 ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν γενναιότατον Χριστοῦ στρατιώτην, καὶ εὐσεβῶν Χριστιανῶν τὸν προστάτην, ὑμνολογοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς· Ἅγιε Θεόδωρε, ταῖς ἐνθέρμοις λιταῖς σου, δαιμονικοῦ τεχνάσματος, καὶ αἱρέσεως πάσης, τοὺς σοὺς οἰκέτας λύτρωσαι σεπτέ, καὶ νόσου πάσης, ταχέως ἀπάλλαξον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεοῦ σὲ μέλπω δωρεῶν ἐπώνυμε.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Θεόδωρε Μάρτυς ἐν οὐρανοῖς, σὺν Ἀγγέλοις χαίρων, τοὺς τιμῶντάς σε εὐλαβῶς, καὶ προσκαλουμένους σε κινδύνων, καὶ περιστάσεων καὶ νόσων διάσωσον.

Εἰς ἄθεον δόγμα Μάρτυς Χριστοῦ, σωτὴρ ἀνεφάνης, καὶ ὑπέρμαχος κραταιός, πᾶσιν εὐσεβέσιν ἐκ βρωμάτων, θεοστυγῶν αὐτοὺς κολλύβοις ῥυσάμενος.

στέφος ἀμάραντον ἐκ Θεοῦ, λαβὼν Χριστοῦ Μάρτυς, καὶ τοῖς Μάρτυσι συσκηνῶν, φύλαττε λιταῖς σου τοὺς ἐν πίστει, καὶ εὐλαβείᾳ σὴν μνήμην γεραίροντας.

Θεοτοκίον.

Σοφίαν καὶ Λόγον τὸν τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τὰ χαλεπά, θεράπευσον πάθη ὦ Παρθένε, καὶ αἰωνίου χαρᾶς με ἀξίωσον.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα..

μνους ὦ Θεόδωρε, νῦν ἐτησίους προσάγω σοι, καὶ ἐκ ψυχῆς δέομαί σου μάκαρ, ἐκ κινδύνων με λύτρωσαι.

Στήριγμα Θεόδωρε, τῷ σῷ οἰκέτῃ γεννήθητι, καὶ τὴν ὀρθήν, καὶ ἁγίαν πίστιν, ταῖς πρεσβείαις σου κράτυνον.

χων τὴν καρδίαν μου, προσηλωμένην Θεόδωρε, ἐπὶ σοὶ νῦν, τῆς σῆς προστασίας, καὶ τῆς σκέπης δεόμενος.

Θεοτοκίον.

χων Σε βοήθειαν, οὐκ αἰσχυνθήσομαι πάναγνε, Μῆτερ Θεοῦ· ἔχων Σε προστάτιν, οὐ πτοοῦμαι τὴν κόλασιν.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Μυσαρῶν ὡς διέσωσας, τῶν τοῦ Παραβάτου βρωμάτων Ἅγιε, τοὺς πιστοὺς οὕτω τοὺς δούλους σου, τῆς αἱρετιζόντων λώβης φύλαξον.

κ κινδύνων καὶ θλίψεων, πάντας ἀδοκήτων Μάρτυς Θεόδωρε, διαφύλαττε ἀπήμαντον, τὸν πιστῶς τῇ σκέπῃ σου προστρέχοντα.

Λυτρωτὴς ὦ Θεόδωρε, ὄντως εὐσεβούντων σὺ ἀναδέδειξαι, διαλύσας διατάγματα, Ἰουλιανοῦ τῇ ἐπινοίᾳ σου.

Θεοτοκίον.

ῶσιν δίδου μοι πάναγνε, καὶ τὴν ζοφερὰν ψυχήν μου καταύγασον, αἴγλῃ θείᾳ Σὺ γὰρ ἔτεκες, φῶς τὸ ἐνυπόστατον παναμώμητε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Πόθῳ καὶ χαρᾷ, ὑμνῳδίας σοι προσάγοντας, ἐκ τῶν τεχνασμάτων τοῦ πονηροῦ, ἀβλαβεῖς τηρεῖσθαι δεόμεθα Θεόδωρε.

ς τις ἀριστεύς, τὰς πλεκτάνας οὖν συνέτριψας, τοῦ Ἀποστάτου καὶ τοὺς εὐσεβεῖς, Μάρτυς Θεόδωρε, πανσόφως σὺ διέσωσας.

Δέου τοῦ Θεοῦ, ὦ Θεόδωρε πανεύφημε, ἐκ παντὸς κινδύνου καὶ χαλεπῶν, νόσων ῥυσθῆναι, καὶ αἱρέσεων τοὺς δούλους σου.

Θεοτοκίον.

χραντον Ἀμνόν, συλλαβοῦσα παναμώμητε, αἵροντα βροτῶν ἁμαρτήματα, λύσιν δυσώπει αὐτῶν, δοῦναί μοι τῷ δούλῳ Σου

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

ς μάταιον καὶ σαθρόν, τοῦ Ἀποστάτου τὸ πρόσταγμα, Θεόδωρε θαυμαστέ, ποτὲ σὺ κατήσχυνας, οὕτω νῦν ματαίωσον, δρακοντείους δόλους, καὶ ἡμᾶς ἀτρώτους φύλαξον.

ωσθεὶς δυνάμει Θεοῦ, τῆς εὐσεβείας ὑπέρμαχος, Θεόδωρε πεφυκώς, τὴν πλάνην ἐμείωσας· καὶ νῦν ἱκετεύω σε, τῶν παθῶν εἰκόνας, τῆς ψυχῆς μου ἐξαφάνισον.

νθέῳ καὶ εὐσεβεῖ, ζήλῳ ὡς πάλαι διέσωσας, τοὺς Ὀρθοδόξους σοφέ, βουλῆς τοῦ ἀλάστορος· οὕτω διαφύλαξον, ἡμᾶς ἀσαλεύτους, ἐν τῇ πίστει σοῦ δεόμεθα.

Θεοτοκίον.

Φωτὸς νεφέλη Σὺ εἶ, καὶ τοῦ Θεοῦ θρόνος ἔνδοξος, Παρθενομῆτορ ἁγνή, ψυχῆς οὖν τὰ ὄμματα, τῆς ἐμῆς νῦν φώτισον, καὶ παθῶν ἀχλύος, τὴν καρδία μου καθάρισον.

Διάσωσον, ἐρεσχελίας ἁπάσης, ἐχθρῶν ἐχθίστων Θεόδωρε Ἀθλητά, ἡμᾶς τοὺς πόθῳ τιμῶντάς σε, ὡς ἕτοιμος βοηθὸς Ὀρθοδόξων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστάτα τῶν πιστῶν ἀκαταίσχυντε, καὶ μεσῖτα τῶν δεομένων ἑτοιμότατε, μὴ παρίδῃς ἡμῶν τῶν δεομένων σου, τὰς οἰκτρὰς φωνάς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, καὶ ἀπάλλαξον ἡμᾶς, τῶν Μαρτύρων μέγιστε Θεόδωρε, πάσης κακουχίας καὶ περιστάσεως, καὶ σῶσον ἡμᾶς ταῖς ἐνθέρμοις σου, πρὸς τὸν Κύριον δεήσεσι.

 

 

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Στ.: Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον. Κατὰ Λουκᾶν.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δέ, καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Λαμπρὰ καὶ χαρμόσυνος, ἡ παναγία σου μνήμη, Θεόδωρε ἔνδοξε, ἐφέστηκε σήμερον, ἡμῖν ἅπασι. Σὺ γὰρ θαυμάσιε, τὸν λαὸν ἄχραντον, τοῦ Κυρίου ποτὲ ἔσωσας, ἐν ἑνὶ θαύματι, κολλύβοις κορέσας πανάγιε. Καὶ νῦν σὲ ἱκετεύομεν, ῥῦσαι φιλευσπλάγχνως ἐκ θλίψεως, καὶ λύμης παντοίας, αἱρέσεως καὶ πάσης ἀπειλῆς, ἐχθρῶν ἀπίστων πρεσβείαις σου, ἐνθέοις τοὺς δούλους σου.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Θεόδωρε Μάρτυς σὲ συλλήπτορα ἔχων τῆς σωτηρίας μου, καὶ πίστεως τῆς θείας, προστάτην καὶ ζωήν μου, ἀκαταίσχυντον φύλακα, οὐ πτοοῦμαί ποτέ, δαιμόνων ἐπηρείας.

Νηστείαν τὴν ἁγίαν ὡς ἐτήρησας πάλαι Μάρτυς ἀμόλυντον, καὶ νῦν οὕτω σοὺς δούλους, αὐτὴν ταύτην λιταῖς σου, διανύσαι ἀξίωσον, περιχαρῶς καὶ ἁγνῶς, Θεόδωρε παμμάκαρ.

πινοίᾳ ἐνθέῳ ὡς διέλυσας μάκαρ τυράννου σόφισμα, καὶ νῦν οὕτω πρεσβείαις, ταῖς σαῖς τῆς ἐπινοίας, τοῦ ἐχθροῦ περισώζεσθαι, παρακαλοῦμεν θερμῶς, οἱ δοῦλοί σου τρισμάκαρ.

Θεοτοκίον.

κ γαστρός Σου προῆλθε σαρκωθεὶς ὁ τῶν ὅλων Παρθένε Κύριος. Αὐτὸν οὖν ἐκδυσώπει, ῥυσθῆναί με πταισμάτων, καὶ κινδύνων καὶ θλίψεων. Σὺ γὰρ τῶν εὐσεβῶν, πέφυκας ἡ προστάτις.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Παρανομήσαντα, Ἀποστάτην ὡς πάλαι, σὺ κατήσχυνας σοφῇ ἐπινοίᾳ, καὶ ἡμᾶς ἀσέμνων, φύλαξον μιασμάτων.

ς νουνεχής, ὦ Θεόδωρε Μάρτυς, σὺ κατέβαλες δεινὸν Ἀποστάτην, καὶ τοὺς Ὀρθοδόξους, σοφίᾳ σου ἐῤῥύσω.

Νόμῳ τῷ θείῳ, πεφραγμένος θεόφρον, ἀνομώτατον διήλεγξας νόμον, φυλάξας ἐκ τούτου, τοὺς εὐσεβεῖς ἀτρώτους.

Θεοτοκίον.

να ὑμνῶ Σε, μετὰ πόθου Παρθένε, νοητῆς αἰχμαλωσίας με ῥῦσαι, λύτρον ἀντιδοῦσα, τὸ Πάθος τοῦ Σου Τόκου.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

μνῶν σε ἐκ καρδίας, Θεόδωρε Μάρτυς, δωρῶν τῶν θείων ἐμὲ καταπλούτισον, ὡς δώρου θείου φερώνυμος πανακήρατε.

Μαρτυρικῇ τῇ αἴγλῃ, Θεόδωρε μάκαρ, καταλαμπόμενος πάντας τοὺς σὲ γεραίροντας, φωτὶ ἀΰλῳ πρεσβείαις σου καταλάμπρυνον.

κ τοῦ πυρὸς ὦ Μάρτυς, σθένει ὡς ἐῥῥώσθης, τῷ θεϊκῷ παρανόμου οὕτως ἡμᾶς βουλῆς, τῶν τυραννούντων Θεόδωρε σὺ διάσωσον.

Θεοτοκίον.

Μαρία Θεὸν Λόγον, Ὃν ἔτεκες δυσώπει, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων Σε, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τῶν καμνόντων πέφυκας ἰατρός, αἰχμαλώτων ῥύστης, καὶ μεσίτης ἁμαρτωλῶν, εὐσεβῶν προστάτης, παράκλησις πενθούντων, καὶ κεραυνὸς τυράννων, σοφὲ Θεόδωρε.

Τὸν ἀπὸ βρωμάτων τῶν μυσαρῶν, τῶν τοῦ Παραβάτου, λυτρωσάμενον τοὺς πιστούς, καὶ θρέψαντα τούτους, τροφῇ τῇ τῶν κολλύβων, Θεόδωρον τὸν θεῖον, πάντες ὑμνήσωμεν.

Σήμερον μετέστρεψεν εἰς χαρά, πιστῶν τὰς καρδίας, τεθλιμμένας πάλαι δεινῶς, καὶ τὴν Παραβάτου, κατέστρεψεν ἀπάτην, Θεόδωρος ὁ Μάρτυς, ὃν εὐφημήσωμεν.

Δῶρον πολυτίμητον καὶ τερπνόν, ἀθλήσας προσήχθης, τῷ δοξάσαντί σε λαμπρῶς· ὅθεν ἐδωρήθης, θερμότατος προστάτης, τῇ Ἐκκλησίᾳ πάσῃ, Τήρων Θεόδωρε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων εὐσεβῶν σὺ ἀληθῶς, ἔνθερμος προστάτης ἐδείχθης, Μάρτυς Θεόδωρε. Πάντες οὖν προσάγομεν σοὶ χαριστήρια, καὶ σωτῆρα γινώσκοντες, ἐν πίστει βοῶμεν· ῥῦσαι ταῖς πρεσβείαις σου, τῆς προσβολῆς τῶν ἐχθρῶν, πάσης ἀπειλῆς πάσης λύπης, καὶ αἱρετικῶν τυραννίας, τοὺς πιστῶς γεραίροντας τὴν μνήμην σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου