ΦΕΒΡΟΥΑΡΙΟΣ 14!!
ΝΙΚΟΛΑΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ
ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὡς ἐν θαλάμῳ φωτὸς
πεπληρωμένῳ, τῷ χωρίῳ παρέμεινας ὦ ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας, ὥς περ
ἐνόπλους, ὑπερασπιστὰς τὰς πράξεις σου Ὅσιε, ἐναποτοιχίζοντας παρεμβολὰς τῶν
παθῶν, ἐν τῷ νυμφῶνι δὲ ἤλασας, τῷ θείῳ μάκαρ, ἐν παῤῥησίᾳ νῦν παριστάμενος, τῷ
Σῷ Νυμφίῳ καὶ Θεῷ ἡμῶν, τῇ Αὐτοῦ
ἐντρυφῶν ὡραιότητι, Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ θεοφόρος καλούμενος
ἀξίως, ὅτε ὁ Δεσπότης σε Πάτερ Νικόλαε, ὡς συμπαθὴς ἠγκαλίσατο, φιλοσοφίας, τῆς
ἀνωτάτω νέμων τὰ νάματα, τότε τὴν πολύφωτον αἴγλην εἰσδέδεξαι, καθάπερ σπόγγος
τὰ νάματα, ἐκ τῆς ἀβύσσου, τῶν φωτισμάτων ἀνιμησάμενος, ὅθεν κατ’ ἴχνος
ἠκολούθησας, τῷ καλοῦντι Χριστῷ τῷ Θεῷ ἡμῶν, Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς
ψυχὰς ἡμῶν.
Ὁ φωτισθεὶς ταῖς τοῦ
Πνεύματος ἀκτῖσιν, ὅτε σὲ ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ τὴν ψυχὴν ἀνεπτέρωσεν, αὐτὸ
ποθῆσαι, τὸ τῆς ἀγάπης ὄντως ἀκρότατον, τότε κατεφρόνησας, σαρκὸς καὶ αἵματος,
καὶ ἔξω κόσμου γεγέννησαι, πολλῇ ἀσκήσει, καὶ ἡσυχίᾳ τούτῳ ἑνούμενος, ὅθεν
ἐπλήσθης ὡς ἐζήτησας, τῶν ἐκεῖθεν καλῶν ἀνέλαμψας, ὡς ἀστὴρ καταυγάζων, τὰς
ψυχὰς ἡμῶν Νικόλαε.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Θεωρίας τῆς κρείττονος,
ἐπιβὰς παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι
παρεῖδες, καὶ ἄϋλον πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε θείῳ Πνεύματι
ὁδηγούμενος, ὅθεν Μοναζόντων, ὁδηγὸς κανών, καὶ τύπος γέγονας πίστει περίδοξος.
Καθαρὸν ἐνδιαίτημα τῆς
Τριάδος γεγέννησαι, ἀρετῶν λαμπρότητι ὡραϊζόμενος, τὴν σὴν καρδίαν ἀοίδιμε,
Πατὴρ ἡμῶν Ὅσιε, εὐσεβείας φωτισμόν, τοῦ ἡλίου φαιδρότερον, μιμητής τε δέ,
πᾶσαν μίμησιν θείαν, διὰ τοῦτο τῷ χορῷ τῶν Ἀσωμάτων, συνεπαγάλλῃ θεόληπτε.
Συμμαχίᾳ τοῦ Πνεύματος,
Ἀθλοφόρε Νικόλαε, καταγωνισάμενος τὸν ἀντίπαλον, ὡς στρατιώτης ἀήττητος, τῷ
ὅπλῳ τῆς πίστεως, μυριάδας νοητῶν, αἰθιόπων διέκοψας, καὶ τελέσας σου, τὸν
ἀγῶνα νομίμως μετὰ πάντων, Ἀθλητῶν ἐστεφανώθης, Ὅσιε Πάτερ πανόλβιε.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸ πρᾶόν σου διδάσκαλον
Χριστόν, Ἱεράρχα μιμούμενος, οὐκ ἤνοιξας τὸ ἱερόν σου στόμα, καὶ τῶν δεινῶς
αἰκιζόντων σε, ἀλλ’ ὡς ὄντως φοῖνιξ ἀληθής, ἐν γῇ πίονι ταῖς βασάνοις
ἐγκαρτερῶν, τῷ θείῳ ζήλῳ πυρούμενος, ἐν αὐταῖς τὴν ψυχήν σου παρέδωκας, καὶ
πρὸς οὐρανὸν ἀναπτάς, ἔπιξας τὴν καλλιάν σου περὶ τὸν θρόνον τοῦ Θεοῦ τὸν
πυρίμορφον, ὦ ποίας δόξης ἠξίωσαι ἀθανάτου τρισμάκαρ, ἀλλ’ αἴτησαι δεόμεθα,
Ἱερομάρτυς Νικόλαε, τοῖς τελοῦσι τὴν μνήμην σου πιστῶς, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ
μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ
φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου
γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς
ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν,
καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν
ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς
ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν
αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας
αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ
Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες
ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται
τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι
τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Ἡ σοφία τοῦ Θεοῦ, τοὺς
ἑαυτῆς θησαυρούς, ἐν τῷ Πατρὶ ἡμῶν κατέκρυψε, διὸ μηκέτι γῆν διορύξαντες,
φθορᾶς θησαυρῶν φροντίσωμεν, καὶ τούτοις πλουτισθῆναι σπεύσωμεν, πρόσκαιρον γὰρ
τὴν ἀπόλαυσιν ἔξομεν. Τῶν δὲ τῆς θεοσοφίας θησαυρῶν Νικολάου τοῦ τρισμάκαρος
αἰωνίως ἀπολαύοντες, ἐν ταῖς ψυχαῖς ἡμῶν φυλάξωμεν.
Ἦχος β΄.
Ἐνέκυψας εἰς τὰ βάθη τοῦ
Πνεύματος, ὡς ἐπὶ γῆς ἀσάρκως βιώσας, κἀκεῖθεν ἀντλήσας τὸν πλοῦτον τῆς θείας
γνώσεως, Ὀρθοδοξίαν ἀνθρώποις ἐπήγασας διδασκαλίαις σου, Ὅσιε Πάτερ.
Ἦχος πλ. δ΄.
Εἰς αἶνον ἔδραμες τοῦ
Κυρίου Νικόλαε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ Αὐτὸς σὲ ἐδόξασεν ἐν τῇ ἐπουρανίῳ καὶ
ὄντως ζωῇ, διὸ παῤῥησίαν κεκτημένος πρὸς Αὐτόν, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Τῷ τοῦ Χριστοῦ ἔρωτι
τρωθεὶς τὴν διάνοιαν, εἰς ὄρος ὑψηλόν, ἀνῆλθες τῷ Πνεύματι, καὶ ἔλαβες ποικίλα
χαρίσματα, ἰατρεύειν τὰς νόσους, τῶν ἀνυμνούντων σου πόθῳ, τὴν θείαν σου
κοίμησιν.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Δέσποινα, τοῦ
κόσμου βοήθεια, καὶ ἐλπὶς χριστιανῶν, Σὲ νῦν ἐκδυσωποῦμεν, καὶ Σὲ παρακαλοῦμεν
ἀγαθή, ὑπὲρ ἡμῶν ἡμαρτηκότων καὶ ἀπεγνωσμένων, τὸν Υἱόν Σου καὶ Κύριον, ἵλεων
ποιῆσαι Θεοτόκε, ἔχεις γὰρ τὸ δύνασθαι τῇ μητρικῇ Σου πρὸς Αὐτὸν χρωμένη
παῤῥησίας. Πρόφθασον ἄχραντε, πρόφθασον, μεσίτευσον, καὶ ῥῦσαι τὸν λαόν Σου τῆς
ἐνεστώσης ἀπειλῆς, διὰ σπλάγχνο ἐλέους, μὴ παρίδῃς τοὺς ὑμνοῦντάς Σε.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἀρετῶν σὲ δοχεῖον
καλοῦμεν Ὅσιε, ὡς ἡσυχίας φίλον, ἀγρυπνίας ἐργάτην, καὶ στήλην σωφροσύνης καὶ
προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ τῶν θαυμάτων ταμεῖον καὶ πρεσβευτήν, τῶν
τιμώντων σε Νικόλαε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τῶν προσευχῶν τῇ δρεπάνῃ
Πάτερ ἀοίδιμε, τὰς τῶν παθῶν ἀκάνθας, ἐκτεμῶν καὶ νεώσας, ἀρότρῳ ἐγκρατείας εἰς
γῆν τῶν ψυχῶν, κατεβάλου τὰ σπέρματα, τῆς εὐσεβείας ἐν ταύταις δι’ ὧν ἡμῖν,
ἐκβλαστάνεις ἰαμάτων καρπούς.
Στ.: Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Τῆς ἀρχιφώτου Τριάδος νῦν
ἐλλαμπόμενος, θεουργικῆς ἀκτῖσι, Ἱεράρχα γενναῖε, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν,
τῶν ἐκ πόθου τελούντων σου, τὴν παναοίδιμον μνήμην καὶ ἐκ ψυχῆς, ἀγαπώντων σου
τὸ ὄνομα.
Δόξα. Ἦχος πλ. β΄.
Θεία χάρις ἐκκέχυται τῷ
τεμένει τῆς εἰκόνος σου, ἡγιασμένε Πάτερ Νικόλαε. Διὸ καὶ εἰς ὀσμὴν μύρου, τῶν
θαυμάτων σου δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμενοι, ἀλλὰ Πάτερ Ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Ποιητὴς καὶ λυτρωτής μου
Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς
πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ
Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ποθήσας τῶν μελλόντων
ἀγαθῶν τὴν ἀπόλαυσιν, τὰ ἐν τῷ κόσμῳ παρεῖδες ὡς φθαρτὰ καὶ ἐπίκαιρα, καὶ ἄρας
ἐπ’ ὤμων τὸν Σταυρόν, προθύμως ἠκολούθησας Χριστόν, καὶ βιώσας θεαρέστως, τοῦ
μακαρίου τέλους κατηξιώθης. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ ἀφθαρτώσαντι,
δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν προστάτην Νικόλαε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι
Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ
κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν
Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ
ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν
μυστικῶς.
Καταλαμπρύνας σου τὸν νοῦν
θεωρίαις, θεολογίας ποταμοὺς ἐξηρεύξω, καταρδεύων καρδίας Πάτερ θεοφόρε, τῶν
πίστει ἀρυομένων σῶν διδαχῶν, τὸ πῶμα τὸ διαυγές τε καὶ καθαρόν, καὶ τιμώντων
τὴν μνήμην σου, τὴν φωταυγῆ τε καὶ σεπτήν, Ὁσίων ἐγκαλλώπισμα, καὶ Πατέρων τὸ
καύχημα.
Δόξα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς κρῖνον τοῦ ἀγροῦ, καὶ ὡς
εὔοσμον ῥόδον, ἡ μνήμη σου στεῤῥέ, ἐν ἡμῖν νῦν ἐπέστη, ἡμῖν παναοίδιμε, ἱεράρχα
ἐξήνθησε, καὶ κατεύφρανε, ψυχῆς ἡμῶν τὰς αἰσθήσεις, καὶ τοῦ σώματος, τῆς
εὐωδίας τῶν θείων, χαρίτων σου Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ
τόκου Παρθένε, Παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, Παρθένος ἀειπάρθενε, μετὰ τόκον
διέμεινας, ὅθεν δέομαι, ὡς ἡγεμῶν τῶν παρθένων, παρθενεύειν με, νοΐ ψυχῇ σώματί
τε, Παρθένε ἐνίσχυσον.
Μετὰ τὴν
β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὁμβροφόρος νεφέλη
πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς
καρδίας ἡμῶν, διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων τὰ
μύρα τοῖς θαύμασι, ὅθεν διαπνεύσας, τοῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ
Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Πατὴρ ἡμῶν ἔνδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Τὴν πτωχείαν τοῦ λόγου τοῦ
δι’ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον
μακάριε, τῆς ζωῆς γὰρ τοῦ ξύλου γευσάμενος Ὅσιε, τῶν μοναστῶν ἐδείχθης,
διδάσκαλος ἔνθεος, ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας
ἐνθέοις λόγοις σου, θεοφόρε Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Θρόνε πυρίμορφε τοῦ Θεοῦ,
χαῖρε Κόρη Καθέδρα Βασιλική, Κλίνη προφυρόστρωτε, χρυσοπρόφυρε Θάλαμε, Χλαμὺς
ἀλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε. Χαῖρε
Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε,
ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα. Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε, χαῖρε
μόνη ψυχῆς μου εὐπρέπεια.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Κόσμου τερπνότητα, προθύμως
ἔλειπες, καὶ τῷ Δεσπότῃ σου, κατηκολούθησας, ἔρωτι θείῳ τὴν ψυχήν, τρωθεὶς
Πάτερ Νικόλαε, ὅθεν καὶ τὴν κάμινον, τῶν παθῶν ἐναπέσβεσας, δρόσῳ τῇ τοῦ
Πνεύματος τοῦ Ἁγίου πανόλβιε, διὸ σὺν τοῖς Ἀγγέλοις χορεύεις, νῦν τούτων τὸν
βίον μιμησάμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα τῆς παρθενίας
σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι
Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ
ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ ἀναβαθμοί·
τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στ.: Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν
Αὐτῷ.
Εὐαγγέλιον,
κατὰ Ματθαῖον. (Βλέπε ΣΤ΄ Δεκεμβρίου· τοῦ Ἁγ. Νικολάου.)
Δόξα: Ταῖς τοῦ Ὁσιάθλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ
Θεός...
Ὥσπερ φοῖνιξ δαβιτικῶς
ἐξανθήσας, Ὅσιε Πάτερ, τὰς γλώσσας τῶν βλασφήμων ἐξέκοψας, ἐν τῇ μαχαίρᾳ τῶν
λόγων σου Νικόλαε, τὰς ἀβύσσους τῶν παθῶν, ἐξήρανας δι’ ἐγκρατείας, ὄργανον
ἀνεδείχθης τοῦ Ἁγίου Πνεύματος, τοῦ Σταυροῦ τὸ ὅπλον ἀναλαβών, Χριστὸν ἀπαύστως
δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων τὴν πανέορτον μνήμην σου.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου, καὶ οἱ δύο τοῦ Ἁγίου.
Ὁ Κανὼν α΄
τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἱερονίκους στεφάνους ὡς
Ἀθλητής, εἰληφὼς Νικόλαε, μετετέθης ἐκ τῆς γῆς, πρὸς εἰρήνην ἄμαχον καὶ φῶς,
καὶ ζωὴν ἀληθινὴν μακαριώτατε.
Θρόνῳ τῆς δόξης Κυρίου
παρεστηκώς, σὺν Ἀγγέλων τάγμασιν σύ, Νικόλαε σοφέ, τοὺς ὑμνοῦντας πόθῳ σε ἀεί,
ἐλευθέρωσον παθῶν ταῖς ἱκεσίαις σου.
Νῦν οὐκ αἰνιγμάτων βλέπεις
οὐδὲ σκιαῖς, οὐδ’ ἐσόπτροις πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτὸν τὸ ἔσχατον
Χριστόν, ἀλλὰ πρόσωπον ὁρᾶς σαφῶς πρὸς πρόσωπον.
Θεοτοκίον.
Τὴν ἀδιόδευτον πύλην τὸ
καθαρόν, τῆς ἁγνείας τέμενος τὴν καλὴν ἐν γυναιξί, τὴν Ἁγίαν Δέσποινα φωναῖς
ἱεραῖς, ὁ ἱερὸς λαὸς δοξάσωμεν.
Ὁ β΄ κανὼν
τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν σῶν θαυμάτων ἐν ἐμοὶ
Νικόλαε θείαν ἐνέργειαν, περιφανῶς Πάτερ, καὶ τὰ νῦν ἀνάδειξον, ἐκ τοῦ βυθοῦ
ῥυόμενος, τῶν πταισμάτων μου μάκαρ, τῇ σῇ φωτίζων λαμπρότητι, ὅπως ἐπαξίως
ὑμνήσωσι.
Ἐπὶ τῆς ξένης διατρίβων
Ὅσιε πᾶσιν αἰδέσιμος, δι’ ἀρετὴν ὤφθης, εὐσεβὴς φιλόθεος, θαυματουργίας
χάρισμα, πρὸς Θεοῦ δεδεγμένος, δι’ ἧς γνωρίζῃ ὡς ἥλιος, λάμψας ἐν τῷ κόσμῳ
Νικόλαε.
Κεκαθαρμένῃ διανοίᾳ πάνσοφε
ταῖς θεοπνεύστοις Γραφαῖς, προσομιλῶν πλοῦτον, ἀρετῶν συνήθροισας, καὶ
εὐσεβείας δράγματα, θεωρίαν πλουτίσας, καὶ βίου μάκαρ λαμπρότητα, λάμψας
ἀμφοτέρωθεν Ὅσιε.
Θεοτοκίον.
Λόγον Θεοῦ σωματωθέντα
τέτοκας τὸν πρὶν ἀσώματον, θεανδρικῶς κόσμῳ, συναναστρεφόμενον, ὑπερφυῶς
Πανάμωμε, Θεοτόκε Παρθένε, διὸ Σὲ πάντες τὴν μετὰ Θεόν, προστασίαν ἡμῶν.
Ὁ α΄ τοῦ Ἁγίου. ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.
Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ’ ἡμῶν, κατηξιώθης Χριστῷ λειτουργῆσαι, Νικόλαε θεσπέσιε.
Ῥωμαλεότητι ψυχῆς, κατ’ ἐχθρῶν νοουμένων, ὁπλισθεὶς θεοφόρε, διέκοψας τὰς αὐτῶν παρατάξεις κραταιῶς, καὶ τὴν νίκην ἀνεδήσω ἔνδοξε.
Πρὸς πάλην Πάτερ τοῦ ἐχθροῦ, θαρσαλέως ἐξῆλθες, οὐ κόπον καὶ μόχθον, ἀλλὰ πίστιν ἀῤῥαγῆ, ἐνθέως θωρακισθείς, καὶ ἀνδρείως τοῦτον κατηδάφισας.
Θεοτοκίον.
Ἣν εἶδε πάλαι Ἰακώβ, ἀπὸ γῆς τεταμένην, πρὸς οὐράνιον ὕψος, θείαν κλίμακα σαφῶς, Μαρίαν τὸ καθαρόν, τοῦ Δεσπότου μέλψωμεν παλάτιον.
Ὁ β΄ τοῦ Ἁγίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀνακαθάρας σου τὸν νοῦν,
τῆς τῶν παθῶν τρικυμίας, καὶ πανσόφου θεωρίας ἐμπλήσας, ἀνεδείχθης εὐπρεπές,
σοφίας ἐνδιαίτημα, καὶ προφητείας χάριν, κατεπλούτισθης Νικόλαε.
Ὑπὸ Θεοῦ ὁδηγηθείς, ὡς πόθῳ
τοῦτον ζητήσας, τὴν ἁγνὴν καὶ Θεοτόκον Μαρίαν, καὶ Θεοῦ τὸν ἀδελφόν,
μυσταγωγοὺς ἐκέντησο τὸ τῆς Τριάδος φέγγος, σὲ θεοῤῥῆμον διδάσκοντας
Ῥωμαλεότητι φρενῶν,
παμμάκαρ ὠχυρωμένος, τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἐθριάμβευσας σοφέ, καὶ
πᾶσιν ἐφανέρωσας καὶ τὴν ὀφρὺν ἐκείνου, τὴν ἐπηρμένην κατέβαλες.
Θεοτοκίον.
Πύλη φωτὸς φωτιστικαῖς, τοῦ
Πνεύματος δαχουχίαις, λαμπρυνθεῖσα Θεοτόκε ὑπάρχεις, διὰ Σοῦ γὰρ πρὸς ἡμᾶς ὁ
Λόγος κατελήλυθεν, καταφωτίζων πάντας, θείῳ φωτὶ τοὺς ὑμνοῦντάς Σε.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Θείᾳ ψήφῳ τῆς Χριστοῦ,
ποίμνης ἀξίως γεγονώς, ἀξιάγαστε ποιμήν, οἷάπερ λύκους ἐξ αὐτῆς, ἐν τῇ σφενδόνῃ
τῶν λόγων σου ἀποδιώκεις ἐλέγχων ἀφειδῶς, παρανομοῦντας σοφέ, ὑφ’ ὧν καὶ
ἐλαθείς, φθόνῳ Νικόλαε, μακρὰν ὁδὸν διήνυσας στεῤῥόφρον, ὑπὲρ αὐτῆς ἐν ᾗ
τέθνηκας, πρὸς τῇ σοὶ ποίμνῃ, νέμων θεῖα χαρίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ
φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ
συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν,
καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει,
καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
ᾨδὴ δ. Χριστός μου δύναμις.
Χριστὸν ἐπόθησας, κόσμον
ἐμίσησας, κατεφρόνησας πλούτου δόξης τρυφῆς, καὶ τιμῆς ἠλόγησας, φθαρτῶν τὰ
ἄφθαρτα σαφῶς, ἀλλαξάμενος πανόλβιε.
Ἐφαίνετο πόῤῥωθεν, τοῖς
θαλαττεύουσι, κυβερνῶν τούτους μάκαρ πρὸς γαληνόν, ὅρμον θείᾳ χάριτι,
προσκαλουμένους σου πιστῶς, Πάτερ Νικόλαε τὸ ὄνομα.
Ὑπῆρξε πρότερον
κατακαυχώμενος, ὁ πανόλεθρος δράκων ἀλλ’ ἀναιδής, ἤλεγκται ὁ ἄθλιος, τοῦ
Ὁσιάθλου τοῖς ποσίν, ἐν σταδίῳ συμπατούμενος.
Θεοτοκίον.
Ὡραίαν κάλλει Σε,
ὑπεραστράπτουσαν, τοῦ Υἱοῦ Σου ἀκτῖσιν οἱ τῶν ἐθνῶν, δορυφόροι ἄχραντε, ἰδόντες
θέαμα καινόν, καὶ παράδοξον ἀνύμνησαν.
Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.
Ῥῆμα Θεοῦ, σοὶ ἐνοίκησαν
φανότατα, τῶν δογμάτων, πάνσοφε Νικόλαε, τοὺς ποταμοὺς βρύει δαψιλῶς, οἷς νῦν
ἐντρυφῶντες, οἱ φοιτηταί σου θεόπνευστε, βοῶμεν εὐχαρίστως ἐν φωναῖς ἀσιγήτοις·
τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ὄμβροις τῶν σῶν, Πάτερ
δακρύων Νικόλαε, ὥσπερ δρόσῳ θείᾳ ἀρδευόμενος, πᾶσαν ἐβλάστησας ἀρετήν, πᾶσαν
εὐκαρπίαν, δικαιοσύνης ἐξήνθησας, ὡς ξύλον καρποφόρον, διεξόδους ὑδάτων,
φυτευθεὶς τῆς τελείας ἀσκήσεως.
Ἀναστηκῶν, Πάτερ σαυτὸν
παμμακάριστε, ὁλονύκτωρ ἵστασο ὡς ἄσαρκος, ἀμετεώριστον τῆς ψυχῆς, ὄμμα
κεκτημένος, καὶ καθαρὸν ὥσπερ ἔσοπτρον, τοῦ πνεύματος τὴν αἴγλην, καὶ τὰς θείας
ἐμφανίσεις, καθαρᾷ διανοίᾳ δεχόμενος.
Θεοτοκίον.
Μήτηρ Θεοῦ εὐλογημένη
πανάμωμε, τῆς ψυχῆς μου τραύματα θεράπευσον, τὰς ἡδονὰς σβέσον τῆς σαρκός, τὴν
ἐσκοτισμένην καρδίαν μου φωταγώγησον, εἰρήνευσον τὸν νοῦν μου, καὶ παντοίας ἐκ
βλάβης, καὶ ἐχθρῶν ἐπηρείας με λύτρωσαι.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου Ἀγαθέ.
Πλησίον γέγονας τοῦ
Χριστοῦ, τὰς ἐνδιδομένας σοι λαμπηδόνας, ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς
σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων τούτοις τῷ Κτίστῃ σου.
Καταλαμπρύνας σοῦ τὴν
ψυχήν, ταῖς τῶν ἀρετῶν μαρμαρυγαῖς, ἐπιτηδείαν ἀνέδειξας, πρὸς τὰς λαμπηδόνας,
τοῦ θείου Πνεύματος, ἐξ ὧν καὶ προφητείας, χάριν ἐπλούτησας.
Ἡλώδους Ὅσιε τὴν ψυχήν,
σχέσεως καὶ πάσης γεηρᾶς, καὶ ἐπικήρου τερπνότητος, πόνοις ἐκκαθάρας τῆς σῆς
ἀσκήσεως, ἰσάγγελος ἐδείχθης, ἐν κόσμῳ ἔνδοξε.
Θεοτοκίον.
Ἰδοὺ Μητέρα Σὲ τοῦ Θεοῦ,
πάντες οἱ πιστοὶ θεοπρεπῶς, ὁμολογοῦντες Θεόνυμφε, λύσιν τῶν πταισμάτων
καθικετεύομεν, παράσχου τῷ λαῷ Σου, μόνη πανύμνητε.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Γεωργία σῶν λόγων, τὰς
κεχερσωμένας καρδίας ὡμάλισας, καὶ τὸν θεῖον σπόρον, ἐν αὐταῖς ποιμενάρχα
κατέβαλες, καὶ καρπὸν πολύχουν, τῷ Λυτρωτῇ τὴν σωτηρίαν, τῶν πιστῶν θεοῤῥῆμον
προσήγαγες.
Ἐλλαμπόμενος μάκαρ, αἴγλῃ
τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώσσῃ, τῆς Τριάδος τὸ φέγγος τὸ
ἄχραντον, τῆς σαρκώσεώς τε, τῆς ὑπὲρ νοῦν τοῦ Θεοῦ Λόγου τὸ ἀπόῤῥητον, Πάτερ
μυστήριον.
Νοερῶς τοῖς Ἀγγέλοις, νῦν
συναυλιζόμενος, Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ
μακαρίζοντας, καὶ τὴν σὴν τιμῶντας, πανευκλεῆ καὶ θείαν μνήμην σου,
παμμακάριστε Πάτερ Νικόλαε.
Θεοτοκίον.
Ὡραιώθης Παρθένε, τοῖς τῆς
Παρθενίας Σου ἀχράντοις κάλλεσι, καὶ τῆς πρώτης Εὔας, περιέστειλας αἶσχος τὸ
δύσμορφον, τὸν Χριστὸν τεκοῦσα, περιβολὴν ἀθανασίας, χαριζόμενον τοῖς Σὲ
γεραίρουσιν.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Δεχόμενος ἔνδοξε, τὰς τοῦ
πνεύματος αὐγάς, διαφανὲς ὡς ἔσοπτρον, προφητείας ἐνθέου μαρμαρυγάς, τῷ κόσμῳ
ἐξήστραψας, ὡς παρόντα θεσπίζων τὰ ἐσόμενα.
Τοῦ βίου τὸ πρόσκαιρον, καὶ
τὸ ἄστατον σαφῶς, κατανοήσας Ὅσιε, πρὸς τὰ ἀεὶ ἑστῶτα τὴν τῆς ψυχῆς, ἀνύψωσας
ἔφεσιν, ὧν ἐπέτυχες πόνοις τῆς ἀσκήσεως.
Ἡ γῆ μὲν ἱδρώτοις σου,
ἐφοινίσσετο τοῖς σοῖς, ὁ δὲ ἀὴρ ἡγίασται τῷ καθαρῷ σου πνεύματι ἀληθῶς, πρὸς
λῆξιν οὐράνιον, ἀνιόντι παμμάκαρ Νικόλαε.
Θεοτοκίον.
Τὴν μόνην πανύμνητον, τὴν
καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, χριστιανῶν τὸ τεῖχος τὸ ἀῤῥαγές, τὴν
ἄχραντον Δέσποινα, ἀδιστάκτῳ καρδίᾳ μακαρίσωμεν.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Σωφρόνως σου τὴν ζωήν,
Νικόλαε μάκαρ ἤνυσας, δικαιοσύνῃ σοφῶς, ἀνδρείᾳ φρονήσει τε, τερπνότατον ὄχημα,
ἀρετῶν ἠρμόσω, σεαυτῷ θεόφρον Ὅσιε.
Ὁ νοῦς σου τῇ πρὸς Θεόν,
ἐγγύτητι λαμπρυνόμενος, ἀνάλωτος ἡδονῶν, πυρὶ Πάτερ ἔμεινε, καὶ παθῶν ἀνώτερος,
καὶ τῆς πρὸς τὸ σῶμα, προσπαθείας ὑψηλότερος.
Ἐλάμπρυνας τὴν στολήν, τὴν
ἱερὰν ἐν τοῖς πόνοις σου, καὶ ἀνεδείχθης ποιμήν, ποίμνης λογικῆς σοφέ, ἣν τῇ
βακτηρίᾳ σου, τῆς διδασκαλίας, εἰς Μονὰς ἐλαύνεις πίστεως.
Θεοτοκίον.
Σωθείημεν διὰ Σοῦ,
Θεογεννῆτορ Πανάμωμε, καὶ τύχοιμεν ἀληθῶς, τῆς θείας ἐλλάμψεως, Θεοτόκε
Ἄχραντε, τοῦ ἐκ Σοῦ ἀφράστως σαρκωθέντος, Υἱοῦ τοῦ Θεοῦ.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Πεφυτευμένος ἐν αὐλαῖς ταῖς
τοῦ Κυρίου σου, τὰς φανωτάτας ἀρετὰς τερπνῶς ἐξήνθησας, καὶ ἐπλήρωσας τὰ τέκνα
σου χαρισμάτων, τῶν δακρύων σου τοῖς ὄμβροις ἀρδευόμενα, ἀγελάρχα εὐσεβοῦς Θεοῦ
ἐπαύλεως, Χαίροις κράζομεν, βίβλε ζωῆς σῶν δούλων.
Ὀ Οἶκος.
Τίς ἀμοιβή; Τίς ἀνταπόδοσις
ἀξία παρ’ ἡμῶν σοι προσενεχθήσεται Πάτερ ἁγιώτατε; Σὺ γὰρ δι’ ἀσκήσεως
προκαθαρθείς, θεολογίας γέγονας ὄργανον, καὶ ποιμενάρχης χρηματίσας, τὰ
θεολογικά σου ἡμῖν καταλιμπάνεις συγγράμματα, δι’ ὧν πλουτίζων ἡμῶν, τὰς
πενομένας φρένας ἐκβλαστάνεις καρποὺς εὐώδεις, ἐξ ὧν τὰ ἄνθη δρεψάμενος ἐν μέλι
ἐξ ἁπάντων, γλυκὺ κατεσκεύασας, καὶ παρέθου πᾶσιν, τοῖς πιστοῖς θεοφόρε. Διὸ οἱ
γευόμενοι, γλυκασμοῦ ἐν τῇ φάρυγγι τῆς διανοίας, κατὰ χρέος ἐκβοῶμέν σοι
ἀπαύστως· Χαίροις ὦ Πάτερ, βίβλε ζωῆς σῶν δούλων.
Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνός,
Μνήμην τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικολάου τοῦ
Ἱεράρχου.
Νικόλαος
ὠδίνησε καὶ τεκῶν τέκνα,
Πράξεις
ἁγνάς, ἄπεισιν ἁγμὸς ἐκ βίου.
Νικόλαος
καλῶς ἐποίμανε ζῶν τὸ ποιμνίον,
Οὐκ
ἠθέλησε αὐτὸ ἐγκαταλείψη ἐν δυσχερίοις.
Τῇ
δεκάτ’ ἡδὲ τετάρτῃ, νόες ἔνθεν Νικόλαος ἄειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ.
Ὀ
Βουνός, ὡς Κάρμηλος ἦν Αὐξεντίῳ,
Φανέντι
τ’ ἄλλα πλὴν τελευτῆς Ἠλίᾳ.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας
Θεοδοσίου τοῦ μικροῦ, ὁρμώμενος τῶν ἀφ’ ἡλίου Ἀνατολῶν, Σχολαστικὸς γεγονώς.
Μετῆλθε δὲ τὸν μονήρη βίον, καὶ τὸ ὄρος ἀνελθών, τὸ κατ’ ἀντίκρυ τῆς Ὀξείας
κείμενον, ἦν τὴν ἄσκησιν καρτερικώτατος, τὴν πίστιν ὀρθοδοξότατος. Πολλὰ δὲ
φαυλίσας τὴν Εὐτυχοῦς καὶ Νεστορίου κακοδοξίαν, καὶ ἀποδεξάμενος τὴν ἐν
Χαλκηδόνι τετάρτην Σύνοδον, γέγονε καὶ βασιλεῦσιν αἰδέσιμος, καὶ πᾶσι τοῖς
ἐντυγχάνουσι, θείᾳ χάριτι, τὴν ὄψιν ἠγλαϊσμένος, καὶ πηγὰς θαυμάτων καὶ ἰάσεων
τοῖς προσιοῦσι βρύων ἑκάστοτε. Ἐν εἰρήνῃ δὲ ἀναπαυσάμενος, κατετέθη ἐν τῷ αὐτοῦ
ἀνοικοδομηθέντι εὐκτηρίῳ. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ Μονῇ τοῦ
Καλλιστράτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρωνος.
Φύσει
μαρανθεὶς σαρκίου, θάλλει Μάρων,
Μετεμφυτευθεὶς
τῆς Ἐδὲμ τῷ χωρίῳ.
Οὗτος ὁ Ὅσιος, τὸν ὕπαιθρον
ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν ὄρους, ὑπὸ τῶν πάλαι δυσσεβῶν
τιμωμένην. Καὶ τὸ ἐν ταύτῃ τῶν δαιμόνων τέμενος τῷ Θεῷ καθιερώσας, ἐν αὐτῷ
διέτριβε, σκηνήν τινα βραχεῖαν πηξάμενος. Πόνοις δὲ οὐ τοῖς τυχοῦσιν ἐκέχρητο
μόνοις, ἀλλὰ καὶ ἐπενόει ἑτέροις, ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν
ἐπεμέτρησεν, ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ τούτου προσευχῇ, καὶ φρίκην
παυομένην, καὶ δαίμονας δραπετεύοντας, καὶ παντοδαπὰ καὶ ποικίλα νοσήματα εὐχῇ
μόνῳ θεραπευόμενα. Ἀλλὰ καὶ πολλὰ κατασκευάσας Μοναστήρια, πολλοὺς δι’ ἀσκήσεως
τῷ Θεῷ προσῆγεν. Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος, καὶ ψυχὰς ὁμοῦ καὶ
σώματα, καὶ ἀῤῥώστιαν ὑπομείνας βραχεῖαν, ὑπεξῆλθε τοῦ βίου ἐν εἰρήνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμ.
Πράξεις
τὸ ταὐτὸν εὗρε κλήσεως πλέον,
Πρὸς
τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας
Θεοδοσίου τοῦ μεγάλου, ἐκ πόλεως Κύρου· ἐν ᾗ καὶ τεχθείς, τῆς ἀσκητικῆς ἀρετῆς
τὸν πλοῦτον συνελέξατο. Τοσαύτῃ γὰρ ἀγρυπνίᾳ καὶ στάσει τὸ σῶμα κατεδάμασεν, ὡς
ἀκίνητος ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, μηδαμῶς βαδίζειν δυνάμενος. Μεμαθηκὼς
δὲ κώμην τινά, πρὸς τῷ ὄρει τῷ Λιβάνῳ κειμένην, κατείδωλον εἶναι, ταύτην
καταλαμβάνει. Καὶ οἰκίαν μισθωσάμενος, ἐπὶ τρεῖς μὲν ἡμέρας διετέλεσεν
ἡσυχάζων, ἐπὶ δὲ τῇ τετάρτῃ ἡσύχως προσερχόμενος, πρῶτον μὲν ὑπ’ αὐτῶν τῶν
δυσσεβῶν χοὶ πολλῷ καταχώννυται· εἶτα πόῤῥῳ αὐτῶν ἐκελεύετο ἀναγκαστικῶς
ἀπιέναι. Ἀλλὰ πράκτορες εὐθὺς ἀφικόμενοι, τοὺς ἐν τῇ κώμῃ δεινῶς ᾔκιζον, τὰς
εἰσφορὰς ἀπαιτοῦντες. Ὁ δὲ θεῖος οὗτος, τὰς ὑπὲρ αὐτῶν εἰσφορὰς τοῖς πράκτορσι
δεδωκώς, τοὺς ὑβριστὰς τῶν βασάνων ἠλευθέρωσεν. Οἱ δέ, τὴν τοῦ Ὁσίου
φιλανθρωπίαν ὑπερθαυμάσαντες, Ἐκκλησίαν ἐδομήσαντο, Χριστιανοὶ γεγονότες, καὶ
αὐτὸν ἱερέα γενέσθαι καταναγκάζουσιν. Ὁ δέ, τρία συγγενόμενος αὐτοῖς ἔτη, καὶ
καλῶς πρὸς τὴν εὐσέβειαν αὐτοὺς ὁδηγήσας, πάλιν τὸ μοναχικὸν καταγώγιον
κατέλαβε, ἕτερον αὐτοῖς ἀντὶ αὐτοῦ ἱερέα καταλιπών.
Ἐν τούτοις διαλάμψας, τὴν
Καρῶν ὑποδέχεσθαι προεδρείαν· πόλις δὲ αὕτη τῆς Παλαιστίνης κατείδωλος. Ἀλλὰ
καὶ ταύτην πόνοις μυρίοις, καὶ θεοπνεύστοις διδασκαλίαις, Θεῷ ἐν ὀλίγῳ χρόνῳ
παρέστησεν. Οὔτε γὰρ ἄρτου κατὰ τὸν χρόνον τῆς ἱερωσύνης μετέλαβεν, οὔτε
ὀσπρίων, οὔτε λαχάνων, ὁμιλησάντων πυρί, οὐχ ὕδατος, ἀλλὰ θριδακίνας καὶ
πικρίδας και ὅσα τοιαῦτα τροφὴν ἅμα καὶ ποτὸν ἐποιεῖτο. Τούτου τὴν φήμην καὶ ὁ
βασιλεὺς ἀκούσας, πρὸς ἑαυτὸν μετεκαλέσατο, καὶ ὀλίγον χρόνον ἔκτοτε ἐπιβιοὺς
ἐν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων, τὴν ψυχὴν τῷ Θεῷ παρέθετο. Τὸ δὲ σῶμα αὐτοῦ ὁ
εὐσεβέστατος καὶ μέγας βασιλεὺς Θεοδόσιος ἐν τῇ τῶν Καρῶν μετὰ τιμῆς ὅτι
πλείστης παρέπεμψεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ νέου τοῦ Γεωργιανοῦ, τοῦ Ἀθωνίτου.
Ἱλαρίωνι
ὁ Πύργος εὖχος·
ἐν
ᾧ δαιμόνων συνέθλασε κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ ἐξ Ἰχθύος τῆς
Κορινθίας καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1554.
Πῦρ
ὑπενεγκὼν Νικόλαε τρισμάκαρ,
Γῆθεν
μετέστης πρὸς Μονὰς αἰωνίους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Φιλήμονος (ἤ Φιλίππου) ἐπισκόπου
Γάζης.
Φιλήμων
Ἀποστόλου ζηλώσας τὴν δόξαν,
ὑπὲρ
Χριστοῦ θανεῖν ἠθέλησεν ἀξίως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ Παϊζανοῦ τοῦ ῥάφτου, τοῦ ἐκ
Μυτιλήνης καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1693.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἀνθίμου τοῦ ἐν Ῥώμῃ.
Παύλου
καὶ Πέτρου τὴν πίστιν ἐμιμήθη·
Εἰς
Ῥώμην πνοὴν ἀφῆκε ἐν μαρτυρίοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ὁσιομάρτυρος Δαμιανοῦ τοῦ νέου, τοῦ καὶ
κτήτορος τῆς κατὰ τὸν ἐν Δημητριάδι Κίσσαβον σεβασμίας Μονῆς τοῦ Τιμίου ἐνδόξου
Προφήτου Προδρόμου.
Δαμιανὸν
γ’ ἄλκιμος ὤν φερωνύμως,
Δάμασι
σαρκὸς τὰ πάθη ῥωμαλέως.
Οὗτος, πατρίδα εἶχε τὸ
Ῥίχοβον τῶν Ἀγράφων, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, κατὰ τὰς ἀρχὰς τοῦ ΙΣΤ΄
αἰῶνος.
Ἐκ νεαρᾶς ἡλικίας ἠγάπησε
τὴν μοναχικὴν ζωήν, καὶ ἐλθὼν εἰς τὸ Ἁγιώνυμον Ὄρος τοῦ Ἄθωνος, ἐκάρη μοναχὸς
εἰς τὴν ἐκεῖσε Μονὴν τοῦ Φιλοθέου, ἀπαρνησάμενος κόσμον καὶ ἑαυτόν.
Τὴν ἡσυχαστικὴν καὶ
τιμιωτέραν ἐπιθυμήσας ζωήν, ἀπεχώρησε τῆς Μονῆς, καὶ προσῆλθεν εἴς τινα
ἡσυχαστὴν ἄνδρα σημειοφόρον, Δομέτιον ὀνομαζόμενον, μετὰ τοῦ ὁποίου παρέμεινε
ἀσκούμενος καὶ τελειοποιούμενος, εἰς τὴν κατὰ Χριστὸν φιλοσοφίαν, ἐπὶ τρεῖς
χρόνους. Ἐνταῦθα ἡσυχάζων ἤκουσεν ἄνωθεν θείας φωνῆς λεγούσης: Δαμιανέ, δὲν
πρέπεις νὰ ζητῇς μόνον τὸ ἰδικόν σου συμφέρον, ἀλλὰ καὶ τὸ τῶν ἑτέρων.
Τότε, ἐγκαταλείψας τὴν
ἡσυχίαν, καὶ ἐξελθὼν τοῦ Ἁγίου Ὄρους, ἀπῆλθεν εἰς τὰ μέρη τοῦ Ὀλύμπου καὶ ἐκήρυττεν εἰς τὰ ἐκεῖ χωρία τὸν λόγον τοῦ
Θεοῦ, παρακινῶν τοὺς χριστιανοὺς νὰ μετανοοῦν, νὰ ἀπέχουν ἀπὸ κάθε κακόν, καὶ
νὰ ἐπιδίδωνται εἰς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν λοιπῶν θεαρέστων
ἔργων.
Ἀλλ’ ὁ μισόκαλος ἐχθρός,
ἐφθόνησε τὸ σωτήριον ἔργον τοῦ Ἁγίου καὶ παρακινήσας τινὰς ψευδοχριστιανούς,
διέβαλον τὸν Ἅγιον εἰς τοὺς κρατοῦντας Ἀγαρηνούς, ὡς πλάνον καὶ ἀπατεῶνα,
ἐπιβουλευόμενοι καὶ αὐτὴν τὴν ζωήν του. Τότε ὁ μακάριος Δαμιανός, δίδων τόπον
τῇ ὀργῇ ὡς χριστομίμητος, ἀνεχώρησεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ μέρη τοῦ Κισσάβου
καὶ τῆς Λαρίσης κηρύττων καὶ ὧδε τὸν θεῖον λόγον. Ἀλλὰ καὶ ἐνταῦθα τὰ ἴδια
παθών, ἀνεχώρησεν εἰς τὰ ὑψηλὰ μέρη τῶν Ἀγράφων, καὶ ἐδίδασκε καὶ ἐκεῖ τοὺς
χριστιανούς, νὰ μένουν στερεοὶ εἰς τὴν πίστιν, καὶ νὰ φυλάττουν τὰς ἐντολὰς τοῦ
Θεοῦ.
Ὁ διάβολος ὅμως, ὁ ἀεὶ
φθονῶν τὸ καλόν, μὴ θέλων τὴν σωτηρίαν τῶν ἀνθρώπων ἐκ τῆς παρουσίας τοῦ ἁγίου,
ἐδημιούργησε καὶ ἐδῶ τὰ ἴδια δι’ ἐργατῶν τοῦ ψεύδους, οἵτινες κατηγόρησαν τὸν
ἄνθρωπον τοῦ Θεοῦ ὡς πλάνον καὶ ψευδοκαλόγηρον, ὅστις ἀναχωρήσας ἐντεῦθεν
ἐπανῆλθεν εἰς τὰ μέρη τοῦ Κισσάβου, ὅπου ᾠκοδόμησε Μονὴν ἐπ’ ὀνόματι τοῦ Τιμίου
Προδρόμου καὶ ἡσύχαζε μετὰ ἄλλων πατέρων, ἀποχωρῶν ἐνίοτε ταύτης, ἔναντι
σπηλαίου πρὸς νότον παρὰ τῷ παραῤῥέοντι χειμάῤῥῳ, μόνος μόνῳ Θεῷ ἑνούμενος, καὶ
δεχόμενος τὰς θείας ἐλλάμψεις ἐν ἄκρᾳ ἡσυχίᾳ καὶ θείῳ μυστηρίῳ.
Ἡμέραν τινά, μεταβὰς εἴς τι
χωρίον ὀνομαζόμενον Βουλγαρίνην δι’ ὑπόθεσιν τῆς Μονῆς, πολὺ δὲ περισσότερον
δι’ ὠφέλειαν τῶν χριστιανῶν, συνελήφθη ὑπὸ τῶν Ἀγαρηνῶν καὶ παρεδόθη εἰς τὸν
ἐξουσιαστὴν τῆς Λαρίσης, οἵτινες καὶ εἶπον αὐτῷ, ὅτι οὗτος ἐμποδίζει τοὺς
Χριστιανοὺς ἀπὸ τὰς ἀγοραπωλησίας κατὰ τὰς Κυριακάς, καὶ τοὺς διδάσκει νὰ
μένουν στερεοὶ εἰς τὴν πίστιν τοῦ Χριστοῦ.
Ταῦτα βεβαιώσας ὁ ἅγιος,
ἐδάρη σφοδρῶς κατὰ διαταγὴν τοῦ ἐξουσιαστοῦ καὶ ἐκλείσθη εἰς φυλακήν, δεθεὶς
χεῖρας καὶ πόδας μὲ βαρείας ἁλύσεις. Ἐπὶ δέκα πέντε καὶ πλέον ἡμέρας ἔμεινεν
ἐγκάθειρκτος καὶ καθ’ ἑκάστην ἐλάμβανε πληγάς, καὶ ἀπειλάς, καὶ ἄλλα σκληρὰ
παιδευτήρια, διὰ νὰ ἀρνηθῇ τὸν Χριστόν.
Πεισθεὶς ὁ ἡγεμών, ὅτι δὲν
ἦτον δυνατὸν νὰ μεταβάλῃ τὸν Ἅγιον, μένοντα ἀμετακίνητον καὶ ὁμολογοῦντα
διαπρυσίως τὸν Σωτῆρα, διέταξε νὰ θανατωθῇ δι’ ἀγχόνης καὶ κατόπιν νὰ ῥιφθῇ εἰς
τὸ πῦρ.
Λαβόντες αὐτὸν οἱ δήμιοι
τὸν ἐκρέμασαν, εἷς δὲ αὐτῶν ἐκτύπησε τὸν Μάρτυρα κρεμάμενον, εἰς τὴν κεφαλήν,
διὰ πελέκεως. Τὸ σχοινίον τῆς ἀγχόνης ἐκόπτη καὶ ἔπεσεν ὁ Ἅγιος εἰς τὴν γῆν
ἡμιθανής. Τὸν ὁποῖον λαβόντες οἱ Ἀγαρηνοὶ δήμιοι ἔῤῥιψαν εἰς τὴν πυράν, τὴν δὲ
τέφραν αὐτοῦ ἔῤῥιψαν εἰς τὸν ποταμὸν Πηνειόν. Ἐτελειώθη ὁ Ἅγιος Ὁσιομάρτυς
Δαμιανὸς ἐν Λαρίσῃ τῇ ΙΔ΄ μηνὸς Φεβρουαρίου, τοῦ σωτηρίου ἔτους 1568.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Αὐξεντίου, τοῦ ἐν Καρτιλίου τῆς Βιθυνίας
ἀσκήσαντος.
Μειωτὴς
πέλων χοϊκῆς συναφείας,
ηὔξανεν
Αὐξέντιος τὸν θεῖον πόθον.
Οὗτος, ὁρμώμενος ἐκ τῆς
νήσου Ἄνδρου, θεοφιλῶς ἤσκησε καὶ Θεῷ εὐηρέστησε ἐν τῇ κώμῃ τῆς Βιθυνίας, ἧς ἡ
κλῆσις Κατίρλιον. Ἤκμασεν κατὰ τὴν ε΄ δεκαετίαν τοῦ ΙΗ΄ αἰῶνος. Διαμένων ἐν τῷ
ναϋδρίῳ τῆς Ἁγίας Φωτεινῆς, τῷ ἄνωθεν τῆς κώμης κειμένῳ καὶ ἔχοντι θαυματουργὸν
ἁγίασμα, ἐραστὴς ἐδείχθη τῆς ἑκουσίας πτωχείας, καὶ τελείας ἀσκητικῆς ἀγωγῆς.
Θαυμάτων ποικίλων αὐτουργὸς ἠξιώθη γενέσθαι. Διὸ καὶ ἐπὶ τῶν αὐτοῦ ἡμερῶν,
πλήθη ἐπωνύμων καὶ ἀνωνύμων προσέτρεχον εἰς τὸ Καρτίλιον, ὅπως ἀκούσωσιν αὐτοῦ
καὶ λάβωσι τὴν τῶν ἰαμάτων εὐλογίαν, δι’ ἧς δαψιλῶς ἐπροικίσθη ὁ Ὅσιος.
Πολλάκις ἐποίει ἄκατον τὸ αὐτοῦ τριβώνιον καὶ ἐπιβαίνων ἐπ’ αὐτοῦ ὁ Αὐξέντιος,
διέπλεε τὸ πέλαγος καὶ ἀφικνεῖτο εἰς τὴν Κωνσταντινούπολιν. Δι’ εὐχῆς αὐτοῦ καὶ
ποιῶν τὸ σημεῖον τοῦ Σταυροῦ ἔπαυσε τὸν κλύδωνα τῆς θαλάσσης καὶ ἄλλοτε
προεμήθευσεν ἄρτον εἰς πεινῶντα ὀρφανὰ χήρας τινὸς τοῦ Καρτιλίου. Ἐκοιμήθη ἐν
εἰρήνῃ. Ἡ μνήμη αὐτοῦ τιμᾶται ἐν τῷ Σταυρῷ Χαλκιδικῆς, ἔνθα καὶ τμῆμα τοῦ ἱεροῦ
αὐτοῦ λειψάνου μεταφερθὲν ἐκεῖσε ὑπὸ προσφύγων ἐκριζωθέντων τῆς Μικρασιατικῆς
γῆς τῷ 1922.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ἁγίου Ἱερομάρτυρος Οὐαλεντίνου τοῦ Πρεσβυτέρου, ἐν τῇ Ῥώμῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων Πρόκλου, Ἀπολλωνίου καὶ Ἐφηβίου, τῶν
ἐν τῇ Ῥώμῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Οὐαλεντίνου, ἐπισκόπου Τέρνι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Ἀγάθωνος, τοῦ Πρεσβυτέρου ἐν τῇ
Ἀλεξανδρείᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Βάσσιος, Ἀντώνιος καὶ Πρωτόλικος οἱ ἐν
Ἀλεξανδρείᾳ, βληθέντες ἐν τῇ θαλάσσῃ, τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰσαακίου Τοροπτσάνιν, τοῦ Ἐγκλείστου τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς
ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἐν πυρὶ μὲν τῆς ἀσκήσεως
κατέφλεξας Ὅσιε, τὰς τῆς σαρκὸς ἡδονάς, ἀπαθείας δὲ τῇ δρόσῳ ἤρδευσας ψυχάς,
βοῶν τῷ Χριστῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γονιμώτερος νεφέλης σὺ
δεικνύμενος, ὄμβρον θεογνωσίας ἡμῖν, ἐξαπέστειλας, σωτηρίου μάκαρ ἐκ πηγῶν, δι’
ὧν φωτιζόμεθα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀπελαύνονται ἐκ μόνης σου
προσκλήσεως, τῆς πονηρίας πνεύματα, ἐγνωκότα σὲ Ἀθλητὴν Χριστοῦ, Νικόλαε
μέλποντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὑπερτέρα ἐχρημάτισας
πανάμωμε, τῶν νοερῶν Δυνάμεων, ὧν γὰρ ἐκεῖνοι οὐ τολμῶσι ὅλως κατιδεῖν,
ἀγκάλαις ἐβάστασας ταῖς Σαῖς χαριστηρίοις Σε φωναῖς, ὅθεν δοξάζομεν.
Ἕτερος. Θεοῦ συγκατάβασιν.
Ὁ λόγος σου ἅλατι
διηρτυμένος ὤφθη Νικόλαε, καὶ ὁ βίος σου Πάτερ λελαμπρυσμένος αἴγλη τοῦ
Πνεύματος, ᾧ νῦν ἀστράπτων, βοᾶς ἀγαλλόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Παρθένων τὸ καύχημα, καὶ
διδασκάλων τὸ σεμνολόγημα, φωστὴρ τῆς Ἐκκλησίας, τῆς εὐσεβείας στύλος
ἀκράδαντος, σὺ καθωράθης κραυγάζων Νικόλαε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Ἀπαύστως ἱκέτευε, Πάτερ
θεόφρον ὑπὲρ τῶν τέκνων σου ἐκτενῶς τε δυσώπει, τοὺς σοὺς καμάτους διαιωνίζει
ἀεί, καρποφοροῦντας, τοὺς πόθῳ κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον.
Νῦν πάντα πεπλήρωται φωτὸς
τοῦ θείου, διὰ Σοῦ πάναγνε, Σὺ γὰρ πύλη ἐφάνης, δι’ ἧς τῷ κόσμῳ Θεὸς ὡμίλησε,
καταφωτίζων τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ὁσιότητος ὅπλοις, Πάτερ
Νικόλαε, παρατάξεις δαιμόνων κατεπολέμησας, καὶ ὡς νικητής, κατ’ αὐτῶν ἦρας
τρόπαια, καὶ θαυμάτων χάριν, ἐκ τοῦ Θεοῦ ἐδέξω.
Ἁγνώτατος οἶκος ἤδη
γενόμενος, τὸν ἐν πᾶσιν Ἁγίοις ἀναπαυόμενον, ἔσχες ἐν τῇ σῇ ἐνοικοῦντα
πολύαθλε, Νικόλαε καρδίᾳ, εἰς πάντας τοὺς αἰῶνας.
Συμπαθείας με θείας μάκαρ
ἀξίωσον, πειρασμῶν καὶ κινδύνων ἀπολυτρούμενος, πίστει σε θερμῇ, τὸν τιμῶντα Νικόλαε,
καὶ ὑπὸ τὴν σκέπην τὴν σὴν προσπεφευγότα.
Θεοτοκίον.
Ὥσπερ πύρινος θρόνος φέρεις
πανάμωμε, τὸν ἐν κόλποις πατρώοις ἀναπαυόμενον, Ὃν ὑπὲρ ἡμῶν Θεοτόκε ἱκέτευε,
ὅπως αἰωνίου ῥυσθῶμεν καταδίκης.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Οἱ διὰ τοῦ πλουτήσαντες,
τῆς Τριάδος τὴν ἔλλαμψιν, τῆς ὁμοουσίου καὶ σεπτῆς Νικόλαε, τὴν σὴν νῦν
πανήγυριν, ἐπιτελοῦντες χάριτι, θαυματουργικῇ, καταλαμφθῆναι αἰτοῦμεν, βοῶντες·
τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ταῖς πρὸς Θεὸν δεήσεσιν, ἐπιμόνως
χρησάμενος, εἴληφας παμμάκαρ, τὸ πιστῶς αἰτούμενον, νυκτὸς γὰρ εὐχόμενος,
ἐπιφανεῖς σοι Ἄγγελος, μαχαίραν φλογίνην, ἐπιδίδωσιν πάθη, ἐκτέμνουσα καρδίας
καὶ πυρίσει ἀΰλῳ, καθαίρουσαν καὶ δόξῃ, φωτίζουσα ἀῤῥήτως.
Γνώσει τὸν νοῦν ἐλάμπρυνας,
σωφροσύνην τὴν ἔφεσιν, καὶ τὸ θυμικὸν δέ, τῇ ἀνδρείᾳ ἔζωσας, ἰδύνας Νικόλαε,
δικαιοσύνη πάνσοφε, ἱεροπρεπῶς τὰς ψυχικάς σου δυνάμεις, συμφώνως ἀναμέλπων·
ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Εὐλογημένη Δέσποινα, τῆς
ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα,
τὸν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος, Ὃν Παίδες
εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσιν, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος,
ὡς οὐρανὸς κατάστερος θαυμάτων λαμπρότησι, καὶ στιγμάτων Ἁγίων γεγέννησαι
πάντων τὰς διανοίας, τῶν εὐφημούντων σε, Νικόλαε λαμπρύνων ἀληθῶς, μάκαρ
πολύαθλε.
Ἰδὼν ἀγάλλῃ Ἀγγέλων
Τάγματα, Πατριαρχῶν, Ὁσίων, Προφητῶν, Ἀποστόλων τε, καὶ Δικαίων ἁπάντων θεόπνευστε,
οἷς συμπεριπολεύων, μνήσθητι πρόσθητι, τῶν εἰλικρινῶς ἐπὶ τῆς γῆς μακαριζόντων
σε.
Τριαδικόν.
Αὐτὸ τὸ ἔσχατον καὶ
ἀκρότατον, τῶν ἐφετῶν κατείληφας, θεόφρον Νικόλαε, καὶ μεθέξει Θεὸς
ἐχρημάτισας, καὶ ψάλλων σὺν Ἀσωμάτοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριὰς ἡ παντουργός,
καὶ παντοδύναμος.
Θεοτοκίον.
Νοεῖν τὸ θαῦμα τὸ
ἀκατάληπτον, τοῦ τοκετοῦ τοῦ Σου Παρθενομῆτωρ μὴ σθένοντες, σιωπῇ τούτῳ μᾶλλον
δοξάζομεν, καὶ Σὲ δοξολογοῦμεν, τὴν παμμακάριστον, μόνην καὶ καλὴν ἐν γυναιξίν,
ὦ παναμώμητε.
Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
Ἡμέρα πλήρης φωτισμοῦ,
εὐφροσύνης καὶ χαρᾶς ἡμῖν ἔλαμψεν, ἡ θεία μνήμη σου, τοῖς σὲ τιμῶσι, μάκαρ
Νικόλαε, ἐν ᾗ μνημονεύομεν ἡμῶν, τῶν μνημονευόντων σου καὶ χαλεπῶν πειρασμῶν,
καὶ κινδύνων καὶ παθῶν ἡμᾶς λύτρωσαι.
Ὡς κρῖνον Πάτερ τοῦ ἀγροῦ,
ἐν λειμῶνι τῆς ἀσκήσεως ἤνθησας, καὶ ὡς κυπάρισσος, εἰς ὕψος ἤρθης τῆς
τελειότητος, ὡσεὶ ἐλαία ψαλμικῶς ἐφάνης τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν
ἱλαρύνων, τῷ ἐλαίῳ τῶν πόνων σου.
Ἰδού σοι πύλαι οὐρανῶν,
μεταστάντι καὶ τὸν δρόμον τελέσαντι Πάτερ ἠνοίχθησαν, καὶ Ἀγγέλων τάξεις
ἐδέξαντο ὁ στεφοδότης δὲ Χριστός, δόξῃ ἐστεφάνωσε, δικαιοσύνης σε Ὃν ὑμνοῦντες
οἱ πιστοὶ μεγαλύνομεν.
Θεοτοκίον.
Φώτισον πύλη τοῦ φωτός, τὴν
τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ
κινδυνεύουσαν καὶ ἐξελοῦμεν πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζομεν, τὴν
ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.
Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων Σε.
Τὸν ἐν ποικίλοις θαύμασιν
ποιμενάρχην, ἀναφανέντα κόσμῳ ἐσχάτως, θείαις εὐφημήσωμεν μελωδίαις, Νικόλαον
φιλέορτοι, ὅπως ταῖς τούτου πρεσβείαις, λάβωμεν λύσιν πταισμάτων.
Ἕτερος. Ἐν Πνεύματι τῷ ἱερῷ.
Δρόμον ὡραίων σου ποδῶν,
Νικόλαε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι
παρεστώς, ἐν Πατρὶ τεθέασαι, Θεὸν καὶ Πνεῦμα τὸ θεῖον, διὰ τοῦτό σου πόθῳ, τὴν
πανίερον καὶ θείαν ἑορτάζομεν μνήμην.
Θεοτοκίον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Μετὰ τῆς Θεομήτορος, καὶ
Παρθένου Μαρίας, καὶ Θεαδέλφου πάνσοφε, παρεστὼς Ἰακώβου, τῇ ἀπροσίτῳ Τριάδι,
τὴν εἰρήνην τῷ κόσμῳ, καὶ τῇ Μητρὶ ἐνίσχυσον, καὶ ἡμῶν σωτηρίαν, πρέσβευε νῦν, τοῖς
εὐφημοῦσί σε ποιμενάρχα, ἀρχιερεῦ Νικόλαε, τῆς Μονῆς εὐσεβείας.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θαυμαστὲ Νικόλαε,
φωτοφανείας τὸν νοῦν, καθαρῶς ἀστραπτόμενος, τῶν παθῶν ἐκοίμησας, πολυκύμαντον
θάλασσαν, καὶ ἀπαθείας, περιϊπτάμενος, καθαρωτάταις, πτέρυξιν ἔφθασας, ἔνθα τὸ
ἄφρασον, κάλλος καὶ ἀμήχανον ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε. (Δίς)
Ὢ τοῦ παραδόξου θαύματος,
πῶς ἐν ἐσχάτοις καιροῖς, τῷ Θεῷ εὐηρέστησας, καὶ Αὐτῷ γεγέννησαι, ὑπηρέτης τῆς
χάριτος, τοῖς σοὶ δοθεῖσι, πολλοῖς καμάτοις σου, καὶ πόνοις ἄθλοις, αὐτὴν
δεξάμενος, ὦ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ μακάριε δι’ οὗ σαφῶς, πᾶσαν
κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν.
Ὅσιε Πάτερ Νικόλαε,
καταλιπὼν τὰ ἐν γῇ, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ
μένοντα, καὶ ἐν ἐρήμῳ, ὥσπερ ἐν πόλει οἰκῶν, τὰ τῶν δαιμόνων, φάλαγγας ὤλεσας,
ὦ τίς ἰσχύσειεν, ἐξειπεῖν ἀοίδιμε τῆς σῆς ψυχῆς, ὄντως τὴν θερμότητα, τὴν πρὸς
τὸν Κύριον.
Δόξα. Ἦχος πλ. δ΄.
Τάδε λέγει ὁ Ἀββᾶς πρὸς
Μοναστρίας· τεκνία, εἰρηνεύετε ἐν ἑαυταῖς, καὶ μὴ τὰ ὑψηλὰ φρονεῖτε, ἀλλὰ
ταπεινώσατε ἐν ἑαυταῖς, διὰ τὸν ταπεινώσαντα ἑαυτὸν δι’ ἡμᾶς, μέχρι καὶ δούλου
μορφῆς Κύριον. Αὐτὸς γὰρ ἔφη· ταπεινοῖς διδόναι χάριν, Αὐτὸς ὑμᾶς φυλάξαι ὡς
φιλάνθρωπος, παρέχων ὑμῖν ἄφεσιν καὶ ἱλασμὸν ἁμαρτιῶν δι’ ἐμοῦ τοῦ ταπεινοῦ, ἐν
τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου