Δευτέρα 20 Αυγούστου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 1. ΟΣΙΟΣ ΝΙΚΟΛΑΟΣ ΚΟΥΡΤΑΛΙΩΤΗΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ Α΄!!
ΝΙΚΟΛΑΟΣ ΟΣΙΟΣ ΚΟΥΡΤΑΛΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μητρ. Κυρίλλου Κογεράκη)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν φιλοσίων οἱ δῆμοι ἀνευφημήσωμεν, Νικόλαον τὸν θεῖον, ἀσκητὴν τοῦ Κυρίου, βοῶντες ἐκ καρδίας· σαῖς προσευχαῖς, θεομάκαρ ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων χαρμονικῶς, τὴν πανέορτον νῦν μνήμην σου.

Πολιτευθεὶς ἐν τῷ κόσμῳ καθάπερ ἄσαρκος, Ἐδὲμ τῶν πρωτοτόκων, εἰς κατοίκησιν εὗρες, Νικόλαε θεόφρον καὶ τοῦ Θεοῦ, καθορᾷς νῦν τὸ πρόσωπον, οὗ με τῆς θέας ἀξίωσον σαῖς εὐχαῖς, εὐλαβῶς ἀνευφημοῦντά σε.

Νίκης ἐπώνυμος πέλων Πάτερ Νικόλαε, νικητικῶς καθεῖλες, δι’ ἀσκήσεως πόνων, ἐχθροῦ ἀνθρωπολέθρου τὰς μηχανάς, καὶ ἐδέξω τὸν στέφανον, παρὰ Κυρίου τῆς νίκης σου εὐκλεῶς, εἰς αἰῶνας δοξαζόμενος.

Τοῖς ἀσωμάτοις Ἀγγέλοις νῦν συναγάλλεσαι, ὁ Ἀσωμάτου γόνος, ὦ Νικόλαε Πάτερ, καὶ ᾄδεις τὴν τρισάγιον τῷ Θεῷ, μελῳδίαν θεούμενος, ὑπὲρ ἡμῶν ἱκετεύων τῶν εὐλαβῶς, προστρεχόντων τῇ πρεσβείᾳ σου.

Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ, θεοφόρε Νικόλαε, ἀσκητικῶς τὴν φύσιν νικήσας, ὄντως ὑπὲρ φύσιν ἐγένου, καὶ ὑπεδέξω ὑψόθεν, τὸ φῶς μυστικῶς τῆς θεώσεως· ἔνθεν αὐγάζεις θαυμαστῶς, τοὺς προστρέχοντας τῷ ναῷ σου, καὶ τῷ Κυρίῳ κραυγάζοντας· ὑπερύμνητε Κύριε, ὁ τοῦ Ὁσίου σου θεράποντος, μεγαλυνθεὶς τοῖς ἀγῶσι, καὶ δι’ αὐτοῦ τὰ κρείττονα βραβεύων ἡμῖν, παντοδύναμε δόξα Σοι.

Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, προαιώνιε Λόγε τοῦ Πατρός, καὶ τὴν σύμπασαν κτίσιν, παντοδυνάμῳ σου λόγῳ συστησάμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰς αἱρέσεις κατάβαλε, διὰ τῆς Θεοτόκου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, ὑμνήσωμεν προθύμως, Νικόλαον τὸν θεῖον, τὸν λάμψαντα ἐν Κρήτῃ, ἀσκήσει ὥσπερ ἥλιος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πόθον τὸν θεϊκόν, πλουτήσας ἐν ψυχῇ σου, Νικόλαε τρισμάκαρ, ἡδέως τῶν ἡδέων, τοῦ κόσμου κατεφρόνησας.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Φέγγει τῷ θεϊκῷ, σαὐτὸν καταλαμπρύνας, ἀσκητικοῖς σου πόνοις, Νικόλαε αὐγάζεις, καρδίας τῶν τιμώντων σε.

Δόξα. Τριαδικόν.
Σέλας τὸ τριφεγγές, ἡ ἄκτιστος Οὐσία, Τριὰς Ὑπεραγία, εὐχαῖς τοῦ Νικολάου, εἰρήνην ἡμῖν δώρησον.

Καὶ νῦν. Θεοτοκίον.
Πάγκαλε Μαριάμ, τριπόθητε Παρθένε, χαῖρε καὶ πάλι χαῖρε, ὅτι τὴν σωτηρίαν, τῷ κόσμῳ ἀπεκύησας.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῆς Ἰνδίκτου. Ἦχος β’.
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσία θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὸν φωστῆρα τῆς Κρήτης, μοναζόντων τὸ καύχημα, τὸν ἀσκητικαῖς ἀριστείαις, ἐπὶ γῆς διαπρέψαντα, Νικόλαον τιμήσωμεν πιστοί, ἐν ὕμνοις ἐγκωμίων εὐλαβῶς, ὅτι βλύζει θείας χάριτος δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· δόξα τῷ Σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ Σοῦ πᾶσιν ἰάματα.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος βαρύς.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων, ἐκ Σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου. Ὅθεν καὶ χαρίτων ἠγλάϊσας τῷ φέγγει, τὴν Σὴν λαμπρὰν Εἰκόνα, Μιασηνῶν τῇ Μάνδρᾳ· ταύτην γὰρ θαυμασίως, ἐξ ὑδάτων βυθοῦ, καὶ αὖθις ἡμῖν δεδώρησαι.

Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἰνδίκτου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν, βοήσωμεν τῷ Κτίστῃ· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τὰ πταίσματα. 

Ὡς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως, σοὶ τῷ πάντων Δεσπότῃ, ἀξίως κατεστρώθη οὕτω καὶ νῦν, τὰ ὀστᾶ διασκόρπισον, τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν, ψαλμικῶς παρὰ τὸν ᾍδην Χριστέ. 

Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας ποτέ, αὐτὸς καὶ νῦν ἐν πόλει, Ναζαρὲτ κατὰ σάρκα, βιβλίον κατεδέξω προφητικόν, ἀναγνῶναι Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαούς, πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ σοί. 

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ θεόφρον Νικόλαε, ἀγάπῃ θείᾳ τρωθείς, τὴν τοῦ κόσμου προσπάθειαν, νουνεχῶς κατέλιπες, καὶ Χριστῷ ἠκολούθησας, τῷ τῆς ψυχῆς σου ἐνθέῳ ἔρωτι, τῷ παιδιόθεν σε καταφλέγοντι· ὅθεν ἐπέδειξας, βιοτὴν ἰσάγγελον ἐπὶ τῆς γῆς, καὶ Ἀγγέλων πέφηνας, δόξης συμμέτοχος.

Πάτερ παμμάκαρ Νικόλαε, ἐπιποθήσας θερμῶς, τὴν ἀείζωον εὔκλειαν, ἀσκητῶν τῶν πρόπαλαι, τοὺς ἀγῶνας ἐζήλωσας, καὶ κατὰ μόνας ἀγωνιζόμενος, σαρκὸς ὑπέταξας τὰ κινήματα· ὅθεν κεκόσμησαι, ἀπαθείας χάρισι θεοπρεπῶς, καὶ φωτὸς ἀνάκτορον, ὤφθης θεόδμητον.

Πάτερ τρισμάκαρ Νικόλαε, τὸν τοῦ Κυρίου Σταυρόν, θεοφρόνως ἀράμενος, σεαυτὸν ἐσταύρωσας, κόσμῳ ὄντως καὶ πάθεσι, καὶ σωτηρίου πλουσίως νάματος, τοῖς ἐν ἀσκήσει πόνοις μετέλαβες· ὅθεν σῆς χάριτος, τῷ ἁγίῳ ὕδατι νῦν μυστικῶς, τὰς ψυχᾶς κατάρδευσον, τῶν εὐφημούντων σε.




Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, τὰ μέλλοντα ἀγαθὰ προσδοκῶν, τὰ ὧδε τελείως ἀπώθησας, καὶ διὰ τὴν ἀποκειμένην ἐν οὐρανοῖς ἐλπίδα, παρώδευσας τοῦ προσκαίρου βίου τὰ φθαρτά, ὡς σκιὰν καὶ ἀράχνην καὶ ὄναρ· ὀσφύϊ δὲ περιεζωσμένῃ, καὶ ἑτοίμοις ποσὶν ἀληθῶς, τὸν Κύριον ἀσκητικῶς προσδεχόμενος, οὐκ ἐψεύσθης τοῦ διαπύρου πόθου σου, ἀλλ’ ἔτυχες τοῦ νυμφῶνος τῆς χαρᾶς, καὶ ἔχεις τοὺς καρπούς σου, νῦν εἰς ἁγιασμόν. Διὸ τρισμακαριώτατε Πάτερ, Νικόλαε τῆς Κρήτης φωστήρ, μὴ παύσῃ πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα τῆς Ἰνδίκτου. (Κεφ. 61, 1-10)
Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον. 

Λευϊτικοῦ τὸ Ἀνάγνωσμα τῆς Ἰνδίκτου. (Κεφ. 26, 3-10 καὶ ἐκλογὴ)
Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Λιτή. Ἦχος α΄.
Τοῦ Κυρίου καὶ Θεοῦ καλοῦντος ἡμᾶς, μᾶλλον δὲ καὶ παρακαλοῦντος, οὐ κατεφρόνησας τῆς ζωηφόρου ἐντολῆς, ὡς νουνεχὴς θεομάκαρ Νικόλαε· ἀλλὰ τὸν σταυρὸν ἐπωμάδιον λαβών, συντονωτάτῃ ἔσπευσας σπουδῇ, τὴν ἄνω καταλαβεῖν Ἱερουσαλήμ, τὴν μητέρα ἡμῶν καὶ τῶν ζώντων χώραν· ἐν ᾗ τὸ φῶς καταυγάζει τῆς ζωῆς, ὁ ἀείφωτος λαμπτήρ, ὁ ἀκοίμητος ὀφθαλμός, ὁ τῶν αἰωνίων ἀγαθῶν χορηγός. Ὅθεν ἐξ αὐτῆς θηλάσας καὶ τρυφήσας, ἀπὸ μαστῶν παρακλήσεως αὐτῆς, πρέσβευε ἀπαύστως τῷ Θεῷ, ὑπὲρ ἡμῶν τῶν βοώντων· ὁ τὸν ὅσιον Σου θεράποντα θαυμαστώσας, πολυέλεε Κύριε δόξα Σοι.

Ὁ αὐτός.
Ἐν ἀληθείᾳ ἔχων τὸν φόβον τοῦ Θεοῦ, ῥαδίως ἦλθες εἰς τὴν τελείαν ἀγάπην Αὐτοῦ, καὶ γέγονας μαθητὴς καὶ φίλος Χριστοῦ, Νικόλαε ἐρημῖτα σεβάσμιε· ἐντεῦθεν τοῖς πᾶσιν ἐκραύγαζες, ῥήτορος δίκην μεγαλοφωνοτάτου· ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν ἐνώπιον Αὐτοῦ· μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ· ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, τῆς εὐκταίας φωνῆς ἀξιωθῆτε. Αὐτὸν οὖν μακάριε, ἱκέτευε ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Δεῦτε πάντες οἱ πιστοί, τὸν ἐν ὄρεσι κρημνώδεσι, καὶ ἐρημίαις δυσπροσίτοις, ἀσκητικῶς γεωργηθέντα, καὶ ἀρετῆς τὴν γλυκυτάτην, καρποφορίαν ἐξανθήσαντα, Νικόλαον τὸν μακάριον, ἀπὸ ψυχῆς εὐφημήσωμεν κράζοντες· ὦ πολυθαύμαστε Πάτερ, τῆς Κρήτης ἡ εὐκοσμία, καὶ Λάμπης ἡ δᾳδουχία, μὴ παύσῃ ἐκδυσωπῶν τὸν Θεόν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Ἐν τοῖς οὐρανοῖς τὸ πολίτευμα ἔχων, Πάτερ τρισμάκαρ Νικόλαε, τῶν ἐπικήρων τερπνῶν κατεφρόνησας, καὶ ἐρημοπολίτης γενόμενος, ἐν τῆς πατρίδος σου τοῖς ὄρεσι, ψαλμικῶς ηὐλίσθης φυγαδεύων· ἔνθα τῶ μόνῳ Θεῷ συγγινόμενος, καὶ Αὐτοῦ τὸ ἔλεος ἀσκητικῶς προσδεχόμενος, σαὐτὸν ταῖς ὑπὲρ φύσιν ἀρεταῖς, πρὸς οὐρανὸν ἀληθῶς ἀνεπτέρωσας· Ὃν δυσώπει μετ’ Ἀγγέλων καὶ Ὁσίων οἰκῶν, μὴ ἐπιλάθῃ δεόμεθα εὐλαβῶς, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὴν παναγίαν μνήμην σου.




Ὁ αὐτός.
Σήμερον ἡ Κρήτη ἀγάλλεται, ἡ πολυθαύμαστος πατρίς σου, ἑόρτια εὐσεβῶς κροτοῦσά σοι, Νικόλαε ἀσκητὰ πανσεβάσμιε, καὶ χαρμοσύνως βοᾷ σοι· χαίροις, ὁ ἐν τῇ φάραγγι, πνευματικὸν γυμνάσιον συγκροτήσας, ἐνδεδυμένος τὴν πανοπλίαν τοῦ φωτός· χαίροις, ὁ ἐν αὐτῇ ἀνδρικῶς, τὴν δυναστείαν πᾶσαν καταπατήσας, τοῦ μισοκάλου τῶν δικαίων ἐχθροῦ· χαίροις, ὁ φερωνύμως, τοῖς νικήεσι τῆς ἐγκρατείας ἀγῶσι, νίκης ἄφθιτον τρόπαιον στησάμενος, καὶ θαυμάτων τὴν δύναμιν ἐκ Θεοῦ κομισάμενος. Πρέσβευε οὖν ἐκτενῶς, ὡς παῤῥησίαν πολλὴν πλουτήσας, ὑπὲρ ἡμῶν εὐλαβῶς εὐφημούντων σε.

Δόξα. Ἦχος β΄.
Τὸν ἀστέρα τὸν ἀειφανῆ, τὸν ἐν οὐρανῷ τῆς ἀρετῆς ἐστηριγμένον, καὶ τῆς ἀσκήσεως ὡραιοδρόμον ἥλιον, τὸν τοῦ ὄντως ἐραστοῦ, θεράποντα γνήσιον, Νικόλαον τὸν νικώνυμον Ὅσιον, τῶν φιλοσίων οἱ δῆμοι, ἐν ἐγκωμίοις εὐφημήσωμεν. Οὗτος γὰρ ὁ μακάριος, ἐν Κρητονήσου τοῖς ὄρεσι, δαυϊτικῶς αὐλιζόμενος, τῇ ἀγρυπνίᾳ ὡς ἀσώματος διετέλεσε, κοιμίζων τοὺς ἀστέρας ταῖς ἐγρηγόρσεσι, παραπέμπων τὴν νύκτα ταῖς ἐπικλήσεσι, πάσης ἀρετῆς οὐρανίου ἀνάπλεως, παντὸς κατορθώματος δικαιοσύνης, ἐργάτης ἀληθῶς φιλοπονώτατος. Ὅθεν αὐτῷ ἐκβοήσωμεν· ὦ ἀστὴρ τῆς ὑπ’ οὐρανὸν φωτεινότατε! ὦ φωστὴρ ἀσκητῶν αὐγοειδέστατε! ὦ κλέος μοναστῶν πολυευκτώτατον! ὦ οὐρανὲ κατάστερε, ποικίλοις κάλλεσιν! ἱκέτευε ἀκαταπαύστως τὸν Θεόν, τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ αἱ ὁδοί σου ἀνεξιχνίαστοι· πέλεις γὰρ σοφία τοῦ Θεοῦ, καὶ ὑπόστασις τελεία καὶ δύναμις, συνάναρχός τε καὶ συναΐδιος συνεργία· διὸ παντοδυνάμῳ ἐξουσίᾳ κόσμῳ ἐπεδήμησας, ζητῶν ὃ ἐκάλλυνας πλάσμα, ἀνεκφράστως ἐξ ἀπειράνδρου Μητρός, μὴ τραπεὶς τῇ θεότητι, διαθέμενος ὅρους καὶ χρόνους, εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε, διὰ τοῦτό σοι βοῶμεν, Ἀγαθὲ Κύριε, δόξα σοι.



Εἰς τὸν Στίχον. Ἦχος δ΄.Ὁ ἐξ Ὑψίστου κληθείς.
Τὰς αἰωνίους τερπνότητας ποθήσας, τοῦ κόσμου ἐμίσησας τὴν ματαιότητα, καὶ μακρυνθεὶς τῶν οἰκείων σου, χαίρων ηὐλίσθης, ἐν τοῖς δυσβάτοις τῆς Κρήτης ὄρεσιν· ἔνθα τῆς ἀσκήσεως, τοῖς ἀγωνίσμασι, σαρκὸς νεκρώσας τὴν ἔπαρσιν, τῆς ἀπαθείας, παρὰ Κυρίου τὴν χάριν ἔλαβες· ὅθεν Νικόλαε μακάριε, τῆς ἀλήκτου χαρᾶς ἐκοινώνησας, καὶ θαυμάτων ἐν κόσμῳ, ἐνεργεῖς νῦν τὰ τεράστια.

 Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Βίον ἁπλοῦν καὶ ἀπράγμονα ζητήσας, ἐμφρόνως κατέλιπες Πάτερ τὴν ἔνοικον, καὶ φυγαδεύων ἐμάκρυνας, ἐν ἐρημίαις, τῆς σῆς πατρίδος σκηνώσας Ὅσιε· Χριστοῦ γὰρ ὁ ἔρως σε, ὁ διαπρύσιος, ὁλοσχερῶς ἐπυρπόλησε, ζητεῖν τὰ ἄνω, θεῖε Νικόλαε καταπείσας σε· ὅθεν ἀξίως σε γεραίρομεν, εἰς αἰῶνας αἰώνων μακάριε, ὡς θεράποντα θεῖον, τοῦ Θεοῦ τοῦ ἐλεήμονος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σάρκα σταυρώσας σὺν ταῖς ἐπιθυμίαις, καὶ ὅλην τὴν ἔφεσιν πρὸς τὸν Θεὸν ἐσχηκώς, τὴν ἀγριαίνουσαν θάλασσαν, τῆς ἐπικήρου, ζωῆς διέπλευσας ἀσφαλέστατα· καὶ εὗρες τὸν ἄκλυστον, λιμένα Ὅσιε, ὡς ἀληθῶς τῆς θεώσεως, ἐν ᾧ γαλήνης, τῆς ὑπὲρ ἔννοιαν κατηξίωσαι· ὅθεν ἐξαίτει ταῖς πρεσβείαις σου, εὐμενὴς ὡς ὑπάρχων Νικόλαε, τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ἡμῖν τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, ἀσκητικοῖς ἀγωνίσμασι καὶ ἀρετῶν προτερήμασι, τύπον παρέσχες σαυτὸν ἀκριβέστατον, τοῖς εὐσεβῶς πολιτεύεσθαι θέλουσι· τὴν ἐν Εὐαγγελίῳ γὰρ φωνήν, τοῦ Κυρίου ἀκούσας καλοῦσάν σε, τῶν γεηρῶν τὸ ἄχθος ἀπέῤῥιψας, καὶ ὡς ταχύδρομος ἔλαφος, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως κατέσπευσας· ὃ καὶ ἀπολαβὼν τῇ ζωηφόρῳ δεξιᾷ, ἐν τῶν πρᾳέων τῇ γῇ κατεσκήνωσας, ἔνθα νῦν εὐκλεῶς χοροβατεῖς, σὺν τοῖς ἀπ’ αἰῶνος Ὁσίοις Νικόλαε. Ὅθεν σήμερον οἱ πιστοί, ἐν τῇ μνήμῃ σου συναθροισθέντες, τοὺς ὑπὲρ φύσιν ἀγῶνάς σου, γεραίρομεν κραυγάζοντες· πρέσβευε Πάτερ συμπαθέστατε, τῷ ἐλεήμονι Θεῷ, τὸν στέφανον τοῦ ἐνιαυτοῦ, τῆς χρηστότητος αὐτοῦ εὐλογῆσαι, καὶ αὐτὸν ἡμᾶς αὐτῷ εὐάρεστον προσάξαι, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Σὺ Βασιλεῦ, ὁ ὢν καὶ διαμένων, καὶ εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου φιλάνθρωπε τῇ γῇ σου εὐφορίαν, εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ Βασιλεῖ συμπολέμει, κατὰ ἀθέων βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς σου, καὶ τὸν πανάγιον τόπον ἐμίαναν Σῶτερ· ἀλλ᾿ αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς Θεοτόκου· νίκη γὰρ σὺ τῶν Ὀρθοδόξων καὶ καύχημα. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῆς Ἰνδίκτου. Ἦχος β’.
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσία θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὸν φωστῆρα τῆς Κρήτης, μοναζόντων τὸ καύχημα, τὸν ἀσκητικαῖς ἀριστείαις, ἐπὶ γῆς διαπρέψαντα, Νικόλαον τιμήσωμεν πιστοί, ἐν ὕμνοις ἐγκωμίων εὐλαβῶς, ὅτι βλύζει θείας χάριτος δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· δόξα τῷ Σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ Σοῦ πᾶσιν ἰάματα.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος βαρύς.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων, ἐκ Σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου. Ὅθεν καὶ χαρίτων ἠγλάϊσας τῷ φέγγει, τὴν Σὴν λαμπρὰν Εἰκόνα, Μιασηνῶν τῇ Μάνδρᾳ· ταύτην γὰρ θαυμασίως, ἐξ ὑδάτων βυθοῦ, καὶ αὖθις ἡμῖν δεδώρησαι.

Ἀπόλυσις.




ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν Θεὸν ἀγαπήσας ὁλοσχερῶς, καὶ Αὐτῷ παιδιόθεν ἀνατεθείς, τοῦ κόσμου ἐμίσησας, τὴν ματαίαν ἀπόλαυσιν, καὶ φυγαδεύων Πάτερ, δυσβάτοις ἐν ὄρεσιν, ἀσκητικοῖς σου πόνοις, τὴν σάρκα ἐνέκρωσας· ὅθεν ἀπαθείας, ἀνελθὼν ἐν τῷ ὕψει, φωτὶ τῆς θεώσεως, ἐλαμπρύνθης Νικόλαε, μυστικῶς τὴν καρδίαν σου· πρέσβευε οὖν Πάτερ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Ὁ καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν πόλιν σου, οἱ οἰκτιρμοὶ καὶ γάρ σου, εἰς πάντα τὰ ἔργα σου. Ὅθεν τὰς εἰσόδους, εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, δώώρησαι ἡμῖν ὁ Θεός· σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ συνεσταύρωσαι ἀσκητικῇ βιοτῇ, μισήσας ὡς πάνσοφος τὰς ἐφημέρους τρυφάς, καὶ πᾶσαν ἀπόλαυσιν· ὅθεν ἐν τοῖς ὑψίστοις, ὦ Νικόλαε Πάτερ, μέτοχος ἀνεδείχθης, ἐκλεκτῶν τῆς μερίδος, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα.
Θερμῶς ἐκ νεότητος τὴν ἀρετὴν ἐρασθείς, ἐν Κρήτῃ ἠγώνισαι ὑπὲρ αὐτῆς ἀνδρικῶς, παμμάκαρ Νικόλαε· ἣν ταῖς ἀσκητικαῖς σου, ἀγωγαῖς κατορθώσας, νίκης σου φερωνύμως, ὑπεδέξω τὸ στέφος, καὶ χαίρων ἐν ὑψίστοις, Χριστῷ νῦν παρίστασαι.
Καὶ νῦν... Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάχραντε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου. 




Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀσωμάτων τὴν ζωήν, πολιτευθεὶς ἐπὶ τῆς γῆς, Ἀσωμάτου ἀληθῶς, ὁ ἱερώτατος βλαστός, Ἀγγέλων δόξης συμμέτοχος ἀνεδείχθης, Πάτερ καὶ Θεῷ, τὴν τρισάγιον, μέλπεις νῦν ᾠδήν, εὐφραινόμενος, ὑπὲρ ἡμῶν δεήσεις ἀναφέρων, τῶν εὐλαβῶς ἐκβοώντων σοι· τῶν μοναζόντων, χαῖρε ὁ λύχνος, ὦ Νικόλαε μάκαρ.
Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς. Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ζήτει τῇ ΙΖ΄ Ἰανουαρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀστὴρ φωτολαμπὴς σήμερον ἡμῖν, οὐκ ἐν τῷ ζωδιακῷ κύκλῳ κατηριθμημένος, ἀλλ’ ἐν τῷ τῆς ἀρετῆς οὐρανῷ ἐστηριγμένος, διὰ τῆς ἐτησίου αὐτοῦ μνήμης ἀνατέλλων, φωτὶ μυστικῶς ἀϋλοτάτῳ, μαρμαρυγὰς ὑπερλάμπρους ἀγαθοεργίας, ἐπαφίησι τοῖς ἐν ὕμνοις τιμῶσι αυτόν, Νικόλαος ὁ τῆς Κρήτης βλαστός, καὶ πύργος ἀσφαλέστατος. Δεῦτε οὖν ἀδελφοί, τῷ φωτὶ αὐτοῦ αὐγαζόμενοι, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, καὶ ἐν φωνῇ ἀγαλλιάσεως, τῷ Κυρίῳ βοήσωμεν· ὁ ὑπερδεδοξασμένος ἐν τοῖς Ἁγίοις Σου, ὑπερύμνητε Θεὲ ἐλέησον ἡμᾶς.

Εἶτα, οἱ Κανόνες· τῆς Ἰνδίκτου καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἐπείγομαι σήμερον ἀνευφημῆσαι ἐν ᾄσμασι, Νικόλαον Κύριε, τὸν εὐκλεῆ ἀσκητήν· διὸ δέομαι, ὦ Λόγε λόγον δός μοι, αὐτῷ ὡς ἂν αἴνεσιν, ᾄσω ἑόρτιον.
Ῥοαὶ αἱ τῆς χάριτος, τὴν σὴν καρδίαν ἀρδεύσασαι, λειμῶνα μυρίπνοον, αὐτὴν ἀνέδειξαν, καὶ Παράδεισον, Νικόλαε τρισμάκαρ, κοσμούμενον ἄνθεσι, ζωῆς τῆς κρείττονος.
Θεοτοκίον.
Κυρία τῆς κτίσεως, χαῖρε ἁγνὴ ἀειπάρθενε, Ἀγγέλων βασίλισσα· χαῖρε Παρθένε σεμνή· τοὺς τὸν τόκον Σου, ἐν πίστει προσκυνοῦντας, βοήθει ἐν θλίψεσι, καὶ περιστάσεσι.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἱδρύσας τὸν πύργον τῆς ψυχῆς σου, ἐν πέτρᾳ τῆς πίστεως Χριστοῦ, ἀκλόνητος διέμεινας, Νικόλαε μακάριε, ἐν ταῖς σφοδραῖς προσρήξεσι, τῶν μηχανῶν τοῦ ἀλάστορος.
Ἀσκήσεως θείᾳ γεωργίᾳ, ὡς ἄνθος ἐβλάστησας τερπνόν, Νικόλαε θεόληπτε, καὶ εὐωδίαν ἔπνευσας, τὴν μυστικὴν τοῦ Πνεύματος, πιστῶν εὐφραίνων συστήματα.
Τερψίθυμον βίον ἐπιδείξας, τερψίμβροτος πέφηνας σαφῶς, Νικόλαε πανένδοξε· διό σε μακαρίζομεν, κηρύττοντες ἀγώνων σου, τὰ θαυμαστὰ κατορθώματα.
Θεοτοκίον.
πέραγνε Μῆτερ τοῦ Ὑψίστου, πανύμνητε χαῖρε Μαριάμ, τὰ κάτω ἡ συνάψασα, τοῖς ἄνω τῇ λοχείᾳ Σου· ἀεὶ οὖν Κόρη δίδου μοι, τὰς δωρεὰς τῆς Σῆς χάριτος.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰσαγγέλων σου τρόπων ταῖς ἐπιδείξεσιν, εὐαρεστήσας ἐν κόσμῳ, τῷ Λυτρωτῇ τοῦ παντός, τῶν Ἁγίων ἐν Ἐδὲμ ὤφθης συνόμιλος· μεθ’ ὧν ἱκέτευε ἀεί, τὸν Θεὸν ὑπὲρ ἡμῶν, Νικόλαε θεομάκαρ, τῶν πόθῳ ἐπιτελούντων, τὴν σεβασμίαν σου πανήγυριν.
Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ
Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς· Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον, προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας. 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀγαπήσας τὸν Δεσπότην ὁλικῶς ἐκ νεότητος, ἐρημοπολίτης, Ὅσιε Νικόλαε γέγονας, καὶ φυγαδεύων τοῦ κόσμου ὡς θεόσοφος, δι’ ἀσκήσεως, Θεῷ οἰκεῖος γεγένησαι.
Λογισμοῖς ἐπουρανίοις καὶ ἐννοίαις τοῦ κρείττονος, ἀληθῶς πτερώσας, Πάτερ τὴν ἁγίαν καρδίαν σου, πρὸς μυστικὰς ἀναβάσεις ἀνελήλυθας, ἔνθα Ὅσιε, φῶς ἐθεάσω τὸ ἄδυτον.
Γνῶσιν θείαν θησαυρίσας ὡς σκιὰν καὶ ἐνύπνιον, πάντα τὰ ἐν κόσμῳ, Ὅσιε ἡδέα λελόγισαι, καὶ ἃ ἐπόθησας ἄφθαρτα ἀπέλαβες, τὸ σαρκίον σου, τήξας ἀσκήσει Νικόλαε.
Θεοτοκίον.
υπωθείσας χαῖρε Μῆτερ ἡ ψυχὰς ἀποπλύνουσα, ὕδατι ἁγίῳ, τῶν θεοπειθῶν Σου δεήσεων· χαῖρε Μαρία, πιστῶν τὸ καταφύγιον, καὶ ἀντίληψις, τῆς ταλαιπώρου καρδίας μου.


ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἰσόνειρα ἔγνωκας, τοῦ κόσμου τὰ ἐπίκηρα, πόθῳ ὡς τῷ θείῳ τετρωμένος· ὅθεν τὸ Χαῖρε, αὐτοῖς εἰπὼν νουνεχῶς, ἐν ὄρεσι Πάτερ καὶ δρυμοῖς, κατὰ τοῦ ἀλάστορος, ἠγωνίσω Νικόλαε.
Ἱδρῶσιν ἀσκήσεως, παθῶν σβέσας τοὺς ἄνθρακας, Ὅσιε Νικόλαε τρισμάκαρ, ὑπερβαλλόντως τὸν ἐπὶ πάντων Θεόν, ἐδόξασας Πάτερ ἐπὶ γῆς, ὅς σε κατεκόσμησεν, οὐρανίοις χαρίσμασι.
Οὐ ψάμμου θεμέλιον, ἀλλὰ Χριστὸν τὸν Κύριον, θέμενος ὡς ἔμπλεως σοφίας, τὰς ἀρετάς σου, ἐπῳκοδόμησας, καὶ οἶκος Τριάδος ἱερός, τῆς Ἁγίας γέγονας, θεομάκαρ Νικόλαε.
Θεοτοκίον.
άσεων Δέσποινα, Μαρία ὡραιόμορφε, χαῖρε ἡ πηγὴ ἡ ναματώδης· χαῖρε ἡ κρήνη, τῶν θεϊκῶν δωρεῶν, πᾶσαν καταρδεύουσα ψυχήν, προσκυνοῦσαν ἄχραντε, τὸν ἀμόλυντον Τόκον Σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Σαρκὸς καὶ κόσμου γενόμενος, ὑπέρτερος ἀγῶσιν ἀσκήσεως, Πάτερ Νικόλαε, ἐν σοὶ Χριστὸν ἔσχες μένοντα, ὃν ἐκτενῶς δυσώπει, σῶσαι οὓς ἔπλασε.
Νευραῖς τῶν θείων ἀγώνων σου, σαρκὸς τὸ ἐπαιρόμενον φρόνημα, ὄντως ἀπέπνιξας, καὶ ἱερὸν ἀναδέδειξαι, τῆς ἀπαθείας σκεῦος, Πάτερ Νικόλαε.
Ῥοαῖς σεπταῖς τῶν δακρύων σου, ἀρδεύσας τῆς ψυχῆς σου τὴν ἄρουραν, ταύτην πολύκαρπον, ταῖς ἀρεταῖς σου ἀνέδειξας, Νικόλαε τρισμάκαρ, Ὁσίων καύχημα.
Θεοτοκίον.
Λαμπὰς ἁγία τῆς χάριτος, ψυχὰς τῶν γηγενῶν ἡ πυρσεύουσα, χαῖρε θεόνυμφε· χαῖρε σεμνὴ ἡλιόμορφε, ἡ τῶν παθῶν τοῦ σκότους, ἡμᾶς ἐξαίρουσα.




Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἐν τῇ Κρήτῃ ἀνδρικῶς ἀγωνισάμενον, καὶ δι’ ἀσκήσεως στεῤῥῶς καταπατήσαντα, τοῦ βελίαρ τὰς παγίδας τὰς ψυχολέθρους, εὐφημήσωμεν ἐν ὕμνοις οἱ φιλέορτοι, ὡς παρέχοντα ὑψόθεν χάριν ἄφθονον, τοῖς κραυγάζουσι· χαίροις Πάτερ Νικόλαε.
Ὁ Οἶκος.
Ἀνενδότῳ ἀσκήσει, τῶν παθῶν θεομάκαρ, μειώσας τὴν ἀσέληνον νύκτα, τῆς ἀπαθείας τὴν φαιδράν, ἡμέραν ἔφθασας Πάτερ Νικόλαε, καὶ τῷ φωτὶ ὡμίλησας, τῶ καθαρῷ· διὸ βοῶμεν·
Χαῖρε, τῆς Κρήτης ἡ εὐκοσμία·
χαῖρε, τῆς Λάμπης ἡ δᾳδουχία.
Χαῖρε, ὁ Χριστὸν ἀρεταῖς ἐνδυσάμενος·
χαῖρε, ὁ ἐχθρὸν ἀνδρικῶς τροπωσάμενος.
Χαῖρε, ἄνθος εὐωδέστατον, γεωργίας θεϊκῆς·
χαῖρε, κρίνον ἱερώτατον, βιοτῆς ἀσκητικῆς.
Χαῖρε, ὅτι ἐδέξω τοῦ Κυρίου τὴν χάριν·
χαῖρε, ὅτι μετῆλθες ἐν ἀσκήσει τὸν βίον.
Χαῖρε, πιστῶν μεσίτης θερμότατος·
χαῖρε, ἡμῶν προστάτης ἀκοίμητος.
Χαῖρε, Χριστοῦ τὸν Σταυρὸν ὁ βαστάσας·
χαῖρε, αὐτοῦ τῆς χαρᾶς κοινωνήσας.
Χαίροις, Πάτερ Νικόλαε.

Συναξάριον
Μὴν Σεπτέμβριος, ἔχων ἡμέρας λ΄.
Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Κουρταλιώτη τοῦ ἐν Κρήτῃ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐκδυσάμενος σαρκὸς τὸ δυσειδέστατον Ὅσιε φρόνημα, τῶν ἐν Χριστῷ ἀρετῶν, χιτῶνα ἐνδέδυσαι, τὸν μὴ φθειρόμενον, καὶ παρίστασαι, ἐν πόλῳ νῦν Νικόλαε, τῷ Θεῷ τῷ ἐν Τριάδι.
Ἀκατάβλητον ψυχῆς ἔχων τὸ φρόνημα Πάτερ Νικόλαε, τὸν ἐν ἀσκήσει τραχύ, στεῤῥῶς καθυπέμεινας, τὴν ἀτελεύτητον, παμμακάριστε, ἀποσκοπῶν ἀνάψυξιν, ἐν Ἐδὲμ τῶν πρωτοτόκων.
Κρήτη σήμερον πατρίς σου ἡ περίφημος Πάτερ Νικόλαε, ἐπὶ τὴν μνήμην τὴν σήν, ἐνθέως γεραίρει σε, ἀνακραυγάζουσα· χαίροις Ὅσιε, ἀγώνων τῆς ἀσκήσεως, ὁ λειμὼν ὁ πανευώδης.
Θεοτοκίον.
Λόγω Δέσποινα τῶν ἱερῶν ὑπόθεσις χαῖρε πανάχραντε· χαῖρε ψυχῶν εὐλαβῶν, σεπτὸν ἀδολέσχημα, θεοχαρίτωτε· χαῖρε πάναγνε, γλυκύτατον ἐντρύφημα, τοῦ λαοῦ τοῦ χριστωνύμου.





ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Χαίρων τὸν ἀγῶνα ἐκτελέσας, Νικόλαε τὸν γενναῖον τῆς ἀσκήσεως, Ἐκκλησίας πέφηνας, θεῖον ἐγκαλλώπισμα, καὶ φωτοφόρον καύχημα, ὤφθης θεόληπτε, τῆς Κρήτης, ἣν ἀεὶ περιφρούρει, ταῖς πρὸς τὸν Σωτῆρα, ἁγίαις σου πρεσβείαις.
Νοῦν σου καθαγνίσας τῇ ἀσκήσει, τῆς τύρβης τῶν ἐπιγείων ἀξιάγαστε, καὶ ῥυθμίσας κάλλιστα, πάσας τὰς αἰσθήσεις σου, γαλήνης κατηξίωσαι, τῆς ὑπὲρ ἔννοιαν, Νικόλαε, Ὁσίων ἀκρότης, ἡμῖν πρυτανεύων, ἀφθόνως τὴν σὴν χάριν.
Γεώδεις φροντίδας δι’ ἀγώνων, καὶ πόνων τῆς ἐγκρατείας ἀπωσάμενος, Ὅσιε Νικόλαε, πάντα τὰ ἐλπίσματα, ἐκτήσω τῆς καρδίας σου, καὶ θέσει γέγονας, υἱός, Θεοῦ ἀξίως τρισμάκαρ, ᾧ μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν πρεσβεύων.
Θεοτοκίον.
μβροις θεϊκῆς Σου εὐσπλαγχνίας, κατάρδευσον Θεοτόκε τὴν καρδίαν μου, ἵνα ἀνακράζω Σοι· χαῖρε ἀειπάρθενε, Μαρία θεονύμφευτε, ἡ κοσμοσώτειρα, πιστῶν, χαῖρε ἁπάντων ἡ μήτηρ, χαῖρε τῆς ζωῆς μου, παράκλησις ἁγία.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἄκτωρ ἱερός, ὑπάρχεις τῇ χάριτι, τοῦ Παντοκράτορος, Ὅσιε Νικόλαε, καὶ πρὸς τὴν πόλιν τὴν ἐπουράνιον, ἰθύνεις ἀκριβέστατα, σῷ παραδείγματι, τοὺς ὑμνοῦντας, ὑπερλάμπρους ἄθλους σου, δι’ ὧν ἔλαμψας κόσμῳ ὡς ἥλιος.
Ῥείθροις τῆς ζωῆς, ἐν πόλῳ μακάριε, καταρδευόμενος, Ὅσιε Νικόλαε, ζωῆς τὰς πύλας σαῖς παρακλήσεσιν, ὑπάνοιξον δεόμεθα, τοῖς εὐλαβείας ψυχῆς, ὡς Ὁσίων, καύχημα ὑμνοῦσί σε, καὶ ψαλμοῖς ἐκτελοῦσι τὴν μνήμην σου.
Ἵλεων ἡμῖν, εὐχαῖς σου ἀπέργασαι, Χριστὸν τὸν Κύριον, Ὅσιε Νικόλαε· πολὺ γὰρ ἔχεις, Πάτερ τὸ δύνασθαι, ποιήσας ἀρνησίκοσμον, σαυτὸν σαφῶς δι’ αὐτόν, καὶ συλλέξας, ἀρετῶν τὰ δράγματα, δι’ ὁσίας ἐν κόσμῳ ἀσκήσεως.
Θεοτοκίον.
ψιστον Θεόν, φρικτῶς ἡ κυήσασα, χαῖρε Θεόνυμφε· χαῖρε, τῆς Προμήτορος, ἁγνὴ τὴν λύπην ἡ καταργήσασα· χαῖρε τὸ ἀνθρώπινον, γένος δι’ ἔλεος, πικρᾶς τε ῥυσαμένης ἀπάτης· μὴ οὖν με στερήσῃς, Παρθένε τῆς στοργῆς Σου.



Ἐξαποστειλάριον τῆς Ἰνδίκτου. Ἦχος β'. Τοῖς Μαθηταῖς.
Θεὲ Θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων, δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες, καὶ σὲ καθικετεύομεν· Τὸ παρόν ἔτος τοῦτο, ὡς ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ, τους Βασιλεῖς καὶ ἅπαντα, τὸν λαόν σου Οἰκτίρμον. 
Ἐξαποστειλάριον τοῦ Ὁσίου. Ὅμοιον.
Ἐζηλωκὼς ὡς πάνσοφος, τῶν Ἀγγέλων τὸν βίον, τὰς κοσμικὰς κατέλιπες, πραγματείας τελείως, καὶ φυγαδεύων τοῦ κόσμου, ἐγκρατείας τοῖς πόνοις, τὸ ὀπτικὸν ἐκάθηρας, ἀληθῶς τῆς ψυχῆς σου· ὅθεν φωτός, θεατὴς ἐγένου τοῦ ἀποῤῥήτου, Νικόλαε μακάριε, ἀσκητῶν ἡ ἀκρότης.
Θεοτοκίον. Ὅμοιον.
Δημιουργὸς καὶ πρύτανις, πάσης κτίσεως πέλων, καιροὺς καὶ χρόνους θέμενος, ἐν τῇ σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον, εὐλογίαις Οἰκτίρμον, χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων, σοῦ τὸν λαόν, ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης σε, καὶ τῶν θείων Ἀγγέλων. 

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μνήμη σου ἡ πάντιμος, ὥσπερ ἀστὴρ οὐρανόφωτος, ἀνατείλασα σήμερον, αὐγάζει τὰ πέρατα, θείαις φρυκτωρίαις, καὶ ἀποδιώκει, τὴν σκοτοδίνην τῶν παθῶν, ἡγιασμένε Πάτερ Νικόλαε· διὸ ἐπαγαλλόμενοι, αὐτὴν τελοῦμεν γηθόμενοι, τῆς ζωῆς σου κηρύττοντες, τὰ λαμπρὰ προτερήματα. (Δίς)

Πᾶσαν τὴν ἐπίγειον, ἐναποῤῥίψας προσπάθειαν, ἀνεδέξω ὡς πάνσοφος, τοῦ πένθους τὰ σύμβολα, καὶ ἐν δυσπροσίτοις, ὄρεσι σκηνώσας, ἀσκητικαῖς σου ἀγωγαῖς, σαρκὸς ὑπέταξας τὰ κινήματα, καὶ θεῖον οἰκητήριον, τοῦ Παρακλήτου γεγένησαι, θεομάκαρ Νικόλαε, ἀσκητῶν ἀκροθίνιον.

Ἔοικεν ἡ ἔνθεος, καὶ μακαρία καρδία σου, δι’ ἐνθέου ἀσκήσεως, πελάγει θεόληπτε, κατεστορεσμένῳ, γαλήνῃ βαθείᾳ, καὶ ἡσυχίᾳ μυστικῇ, τοῦ Παρακλήτου ῥιπιζομένῳ τε, ταῖς αὔραις Πάτερ Ὅσιε, ἡγιασμένε Νικόλαε, Ἀσωμάτοις συνόμιλε, καὶ Ὁσίοις ὁμόσκηνε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀγαπήσας παιδιόθεν ὁλοτρόπως τὸν Θεόν, ἀπέῤῥιψας τὰ τοῦ βίου μελαμψώματα, καὶ ἔσπευσας ἑνωθῆναι τῷ θείῳ πυρί, ὃ ὁ Κύριος ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, Νικόλαε Πάτερ ἀσκητὰ πολυθαύμαστε· καὶ ὅλος πῦρ γεγονώς, δι’ ἀσκητικῶν ἀγώνων, ἀνάλωτος γέγονας, τοῖς ὑπεναντίοις δαίμοσιν· ὧν τῆς δολίας κακότητος, ἀνωτέρους συντήρει πρεσβείαις σου, τοὺς ἐπιτελοῦντας χαρμονικῶς, τὸ ἱερόν σου μνημόσυνον.

Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Ὁ ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν σου εὐλόγησον, τὸν δὲ πιστὸν Βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχύν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστός, καὶ τῶν μοναζόντων, ποδηγέτης πρὸς ἀρετήν· χαίροις τῶν θαυμάτων, κρουνὸς ὁ πολυχεύμων, Νικόλαε τρισμάκαρ, Ὁσίων καύχημα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου