ΟΚΤΩΒΡΙΟΣ Ι΄!!
ΘΕΟΦΙΛΟΣ ΟΜΟΛΟΓΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μ. Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν φιλεόρτων χορεῖαι δεῦτε συνδράμωμεν, τῇ τοῦ γενναίου μνήμῃ, ἀσκητοῦ Θεοφίλου, ὁσίως γὰρ τὸν βίον οὗτος ἐν γῇ, δαπανήσας ἀθλήσεως, κατηξιώθη τὸ στάδιον διελθεῖν, καὶ Χριστοῦ κρατῦναι ὄνομα.
Ὁμολογίας τὸν λύχνον τὸν παμφαέστατον, τὸν δαδουχοῦντα πάντας, εὐψυχίας βολῖσι, καὶ Λέοντος Ἰσαύρου τοῦ μιαροῦ, βασιλέως σκοτόμαιναν, διασκεδάσαντα μέλψωμεν ἐν ᾠδαῖς, ὑπερθαύμαστον Θεόφιλον.
Τοῦ Σελεντίου τὸ ὄρος σοφὲ ἡγίασας, σκληραγωγίας ἄκρας, καὶ φρονήσεως θείας, ἀπλάστοις σου τοῖς τρόποις πανευκλεῶν, μονοτρόπων ὑπόδειγμα, καὶ Ἐκκλησίαν κατηύφρανας ταῖς ὀσμαῖς, τῶν χαρίτων σου Θεόφιλε.
Τῷ Ζωοδότῃ συνεῖναι καὶ Παντοκράτορι, ποθήσας παιδιόθεν, τὸν πατρῷόν σου οἶκον, κατέλιπες καὶ πᾶσαν τὴν χοϊκήν, θεοφόρε συνάφειαν, τοῦ Τιβερίου τῆς Πόλεως εὐσταλές, καὶ θειότατον ἀνάστημα.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἐν νεότητος προσκολληθέντα τῷ Κυρίῳ, καὶ κληρονομήσαντα τὴν γῆν τῶν πραέων, Θεόφιλον τὸν Ὅσιον καταστέψωμεν ᾄσμασιν. Οὗτος γὰρ καταλιπὼν πατέρα καὶ μητέρα ὑπὲρ τοῦ Κτίσαντος, ὀσφράδιον ἀρετῶν ἐδείχθη τῷ κόσμῳ, μυρίζον σύμπασαν τὴν οἰκουμένην, ἀξίως δὲ ἀθλήσας προασπιζόμενος τὰς ἁγίας εἰκόνας, πολίτης τῶν οὐρανῶν γέγονεν ἔνδοξος, καὶ πρεσβευτὴς ἡμῶν θερμότατος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χλαῖνά σου τῆς ψυχῆς, ἣν ἀκραιφνεῖ ἀσκήσει, ἐλεύκανας τοῖς ὄμβροις, τῶν θείων σου αἱμάτων, ἐπέχρωσας Θεόφιλε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τῶν Ὁμολογητῶν, Ὁσίων μυροβόλον, λευκάνθεμον ἐν πίστει, τιμήσωμεν οἱ δῆμοι, τῶν γηγενῶν Θεόφιλον.
Στ.: Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ὁ τῶν σεπτῶν, προασπιστὴς εἰκόνων, καὶ βίου ἐναρέτου, ὁ μαχητὴς Πατέρων, ἀκρώρεια Θεόφιλε.
Δόξα. Τριαδικόν.
Δόξα Σοι πανσθενές, Τριὰς ὑπεραγία, ἡ δείξασα Ὁσίων, καὶ Ἀθλοφόρων εὖχος, τὸν ἔμψυχον Θεόφιλον.
Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Λυτρωτοῦ, δυσώπει τὸν Υἱόν Σου, ὁμοῦ σὺν Θεοφίλῳ, ἡμᾶς κατοικτειρῆσαι, καὶ σῶσαι ἀνακράζομεν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεοῦ φίλον γνήσιον τὸν ἀτραπὸν τὴν στενήν, ὁδεῦσαι ποθήσαντα ἐξ ηλικίας μικρᾶς, Θεόφιλον μέλψωμεν, οὗτος γὰρ τὰς εἰκόνας, τὰς ἁγίας στηρίζων, ἤνεγκε στεῤῥοψύχως, ἀνυποίστους βασάνους, καὶ πάντων πρεσβευτὴς πρὸς Θεόν, ἔνθερμος γέγονε.
Δόξα. Και νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ταπεινώσεως ἴασμον, φιλεόρτων οἱ σύλλογοι, ὄρους Σελεντίου τερπνὸν ὀσφράδιον, καὶ Ἐκκλησίας καλλώπισμα, Θεόφιλον μέλψωμεν, ἐπαξίως ἐν χορῷ, ἀρετὰς ἐκμιμούμενοι, γενναιότητα, καὶ ἰσάγγελον ὄντως πολιτείαν, τὴν αὐτοῦ δι’ ἧς εἰς ὕψος, ἀῤῥήτου ἤρθη λαμπρότητος.
Τῇ ἀγάπῃ πτερούμενος, τοῦ Χριστοῦ ἐκ νεότητος, ἅπαντα τοῦ κόσμου τερπνὰ μεμίσηκας, καὶ πρὸς ἀσκήσεως σκάμματα, κατηύθυνας πόδας σου, τοὺς Ὁσίους Ἀσκητά, θεοφόρε γενόμενος, τῷ Παντάνακτι, καὶ Σωτῆρι εὐάρεστος δι’ ἄκρας, ἐγκρατείας ὅθεν ὕμνοις, σὲ μελιχροῖς καταστέφομεν.
Ὡμολόγησας ἄριστα, τὴν πανάμωμον πίστιν σου, καὶ τὴν τῶν εἰκόνων σεπτὴν προσκύνησιν, ἐν τῇ Νικαίᾳ πρὸ βήματος, ἀνόμου Θεόφιλε, ὅθεν πλῆθος κολασμῶν, ἀλγηδόνας καὶ βάσανα, καθυπέμεινας, ὥσπερ πάσχοντος ἄλλου καρτερόφρον, καὶ τριβώνιον σὸν μέλαν, ῥοαῖς αἱμάτων σου ἔβαψας.
Τίς ἀσκήσεως πόνους σου, τοὺς λαμπροὺς διηγήσεται, οὕσπερ δι’ ἀγάπησιν τοῦ Κυρίου σου; περιχαρῶς καθυπέμεινας, Θεόφιλε Ὅσιε, καὶ κατέστησας σαυτόν, μονοτρόπων ὡράϊσμα, ἐν τῷ πόθῳ σου, τῷ Δεσπότῃ Χριστῷ εὐαρεστῆσαι, καὶ Αὐτοῦ ἀκολουθῆσαι, ἐν τῷ σῷ βίῳ τοῖς ἴχνεσι.
Τὸν Σταυρὸν ἐκ νεότητος, τοῦ Κυρίου ἀράμενος, κλέος μοναζόντων ἐπωμαΐδιον, καὶ τοῦ Στεφάνου τοῦ μάκαρος, ὑπείκων τοῖς ῥήμασι, σχῆμα τὸ ἀγγελικόν, ὑπ’ αὐτοῦ Πάτερ εἴληφας, ὡς ἐκσφράγισμα, τῶν πολλῶν σου καμάτων καὶ τῆς ὄντως, ἐν τῇ μάνδρᾳ πολιτείας, ἀγγελικῆς σου Θεόφιλε.
Τῶν Ὁσίων ὁμόσκηνον, Ἀθλητῶν ἰσοστάσιον, καὶ πνευματοφόρων ἀνδρῶν συνόμιλον, νῦν συνελθόντες τιμήσωμεν, Θεόφιλον Ὅσιον, ἐφυμνίοις μελιχροῖς, καὶ ἐν βίῳ ζηλώσωμεν, κατορθώματα, τὰ αὐτοῦ καὶ τὴν πίστιν δι’ ἧς θείας, ἠξιώθη χαρμοσύνης, παρὰ Χριστοῦ τοῦ Παντάνακτος.
Δόξα. Ἦχος πλ. β΄.
Ἐπέφανε σήμερον ὡς φωστὴρ τηλαυγέστατος, ἡ τοῦ Ὁμολογητοῦ Θεοφίλου πανσέβαστος μνήμη, τὰς ψυχὰς τῶν εὐσεβῶν καταυγάζουσα. Δεῦτε οὖν πάντες ᾀσματικοῖς ἐγκωμίοις, αὐτὸν καταστέψωμεν, ὡς Ἀθλητῶν καὶ Ὁσίων περικαλλέστατον σεμνολόγημα, ἀνακράζοντες· μὴ ἐλλίπῃς πρεσβεύων τῷ Παντάνακτι Θεῷ, ἐλεῆσαι καὶ σῶσαι τοὺς ἐκτελοῦντας ἐν πίστει, τὸ ἱερόν σου μνημόσυνον παναοίδιμε.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ιδ΄, 16-24)
Σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Μετριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων. Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. Πλανώμενοι τεκταίνουσι κακά, ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. Ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. Στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ἡ μνήμη σου σήμερον ὡς δικαίου ἐγκωμιάζεται, καθάπερ ὁ σοφώτατος Σολομὼν φάσκει Ὅσιε Θεόφιλε, ἀκολουθήσας γὰρ ἀρετῆς ταῖς τρίβοις παιδιόθεν, εἰς ὕψος δυσαντίβλεπτον τελειότητος ἤρθης Πάτερ θειότατε. Αὐτοῦ καὶ ἡμᾶς ἀξίωσον ἀπολαῦσαι, τοὺς τιμῶντας ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου, ἀκροθίνιον πίστεως.
Ἦχος β΄.
Θαυμαστός ἐστιν ἀληθῶς ὁ Θεὸς ἡμῶν ἐν τοῖς Ἁγίοις Αὐτοῦ, ὁμολογεῖ περιτράνως ο ψαλμωδὸς Δαβὶδ καὶ Προφητάναξ, ἐκ τῆς ἱερᾶς ταῦτης ὁμηγύρεως καὶ ὁ μάκαρ Θεόφιλος, δοξάσας ἀσκήσει καὶ ἀθλήσει τὸν Κύριον, ὑφ’ ἡμῶν εἰς αἰῶνας θαυμάζεται. Δεῦτε οὖν αὐτὸν ἐπαίνων τοῖς ἄνθεσι καταστέψωμεν, αἰτούμενοι τὰς πρὸς Θεὸν αὐτοῦ πρεσβείας, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Την τιμητικὴν προσκύνησιν τῶν ἁγίων εἰκόνων, ὡς ἱερὰν παρακαταθήκην κατέλιπες ἡμῖν, διὰ τοῦ ὑπὲρ αὐτῆς ἐκχυθέντος, τιμίου σου αἵματος Θεόφιλε. Εὐγνωμονοῦσαί σε οὖν παμμακάριστε Ὅσιε πιστῶν αἱ χορεῖαι, Χριστὸν τὸν Θεὸν δοξάζομεν, τὸν σὲ ἀξίως στεφανώσαντα.
Δόξα. Ἦχος δ΄.
Μονοτρόπων ἀλείπτης γενόμενος ἐν Σελεντίῳ τῷ ὄρει, ταῖς διδαχαῖς σου ἴθυνας τοὺς φοιτητάς σου Θεόφιλε, πρὸς τὴν ἀγήρω μακαριότητα. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον θεόσοφε, τοὺς ζηλωτὰς τῆς σῆς θεοφιλοῦς πολιτείας, καὶ ἀγαλλομένῃ καρδίᾳ τελοῦντας, τὴν ἐτήσιον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν καιροῖς χαλεποῖς, εἰκονομάχου βασιλεύοντος Λέοντος, Ἰσαύρου ἐν τῇ Νικαίᾳ, σὺν τῷ Λογγίνῳ καλῶς, καθομολογήσας, πίστιν ἄμωμον, ἐνώπιον βήματος, παρανόμων Θεόφιλε, καὶ ὑπομείνας, πολυώδυνα βάσανα, προμαχόμενος, τῶν εἰκόνων πανόλβιε, ὅθεν ἀζύγων πρόβολε, καὶ σέμνωμα πίστεως, μακαριότητος θείας, τῆς ἐν τῷ πόλῳ τετύχηκας, ἣν πάντας τοὺς πόθῳ, σὲ τιμῶντας ἀπολαῦσαι, ἡμᾶς ἀξίωσον.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ παιδιόθεν Χριστῷ, προσκολληθεὶς καὶ τὴν τοῦ οἴκου ἡδύτητα, ἐάσας σὺν τοῖς γονεῦσι, περικαλλὲς ἀσκητά, Σελεντίου ὄρους, ἐνδιαίτημα, τὰ σὰ γὰρ ὡδήγησε, διαβήματα Κύριος, πρὸς τὸν ἐκεῖσε, ἡσυχάζοντα Στέφανον, ὑφ’ οὗ Ὅσιε, σωτηρίου ἀσκήσεως, τρόπους καὶ τῆς βιώσεως, μονήρους Θεόφιλε, τὰς ἀρετὰς ἐδιδάχθης, ἵνα εἰς ὕψος οὐράνιον, ἀρθῇς καὶ πρεσβεύῃς, ὑπὲρ πάντων τῶν ἐν ὕμνοις, ἀνευφημούντων σε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δεῦτε, φιλομαρτύρων χοροί, καὶ φιλοσίων εὐσεβόφρονες σύλλογοι, τιμήσωμεν γηθοσύνως, τὸν τοῦ Σωτῆρος Χριστοῦ, φίλον και οἰκέτην, πρᾷον κράζοντες· Θεόφιλε πάνσοφε, μοναστῶν θεῖε πρόβολε, μὴ διαλίπῃς, ἱκετεύειν πρὸς Κύριον, Ὃν ἠγάπησας, ἐκ ψυχῆς πέμψαι ἅπασι, μάννα ἀλήκτου βρώσεως, ὑψόθεν τοῖς θέλουσι, σοῦ τοὺς ἀόκνους καμάτους, καὶ τοὺς ἀγῶνας μιμήσασθαι, καὶ ὕμνοις εὐήχοις, καταστέφειν σου τὴν μνήμην, τὴν πανακήρατον.
Δόξα. Ἦχος πλ. δ΄.
Πνευματέμφορε Πάτερ Θεόφιλε, ὁ τὸν βίον ἐζηλωκὼς τῶν Ἁγίων Ἀγγέλων, ὡς δῶρον σεαυτὸν ἐκ νεότητος, Χριστῷ προσενήνοχας, ἰσαγγέλως γὰρ πολιτευθεὶς παναοίδιμε, και τῆς πίστεως ὁμολογητὴς ἔνδοξος γενόμενος, σωτηρίας πολλῶν ἐδείχθης πρόξενος. Καὶ νῦν σὺν τοῖς Ὁσίοις καὶ Μάρτυσι, τῷ τῶν ἁπάντων Βασιλεῖ καὶ Θεῷ παριστάμενος, πρέσβευε ὑπὲρ τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεοῦ φίλον γνήσιον τὸν ἀτραπὸν τὴν στενήν, ὁδεῦσαι ποθήσαντα ἐξ ηλικίας μικρᾶς, Θεόφιλον μέλψωμεν, οὗτος γὰρ τὰς εἰκόνας, τὰς ἁγίας στηρίζων, ἤνεγκε στεῤῥοψύχως, ἀνυποίστους βασάνους, καὶ πάντων πρεσβευτὴς πρὸς Θεόν, ἔνθερμος γέγονε.
Δόξα. Και νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Κοσμῆτορ μοναστῶν, καὶ λαμπὰς Ἐκκλησίας, Θεόφιλε σεμνέ, ἐπὶ γῆς βιοτεύσας, ὡς ἄϋλος Πνεύματος, τοῦ Ἁγίου γεγένησαι, σκεῦος τίμιον, καὶ ὥσπερ πάσχοντος ἄλλου, δρόμον ἤνυσας, θεοφιλῶς μαρτυρίου, διὸ νῦν τιμῶμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Στερέωσον ἁγνή, τὰς ἰγνύας νοός μου, καὶ στήριξον σφυρά, τῶν ποδῶν μου Παρθένε, πατεῖν τοῦ ἀλάστορος, τὰς παγίδας ἑκάστοτε, ἵνα ὕμνοις Σε, μελῳδικοῖς μεγαλύνω, ὥσπερ ἔρεισμα, καὶ ποδηγέτιν πρὸς δόμους, τῆς ἄνω λαμπρότητος.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Γενναίως μαχόμενος ὑπὲρ εἰκόνων σεπτῶν, σοῖς πόνοις ἐτίμησας τὸ κατ’ εἰκόνα Θεοῦ, Θεόφιλε Ὅσιε, ἔλαμψας ἐν τῷ κόσμῳ, ἀκραιφνεῖ πολιτείᾳ, ἥλασας τῶν ἀνόμων, τὴν σκοτόμαιναν μάκαρ, διὸ καὶ τὴν Ἁγίων ἡμεῖς, μνήμην σου σέβομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ζόφον ἐξάλειψον ἡμῶν πληθύος παθῶν, ὑπέρφωτε Δέσποινα ἵνα ὁψώμεθα φῶς, Υἱοῦ Σου τὸ ἄστεκτον, φῶς γὰρ εν τῇ γαστρί Σου, δεξαμένη τὸ θεῖον, ηὔγασας τοὺς ἐν σκότει, καθημένους Παρθένε, διόπερ ὡς πηγήν σε φωτός, θείου γεραίρομεν.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Φιλῶν τὸν Κύριον, γονεῖς κατέλιπες, καὶ πρὸς Σελέντιον, τὸ ὄρος ἔδραμες, χωρῆσαι δῆμοις μοναστῶν, Θεόφιλε ὑψηγόρε, σὺ γὰρ τὸ σαρκίον σου, τῷ νοΐ καθυπέταξας, καὶ καθωμολόγησας, τὴν εἰκόνων προσκύνησιν, πρὸ βήματος ἀνόμου γενναίως, ὅθεν κραυγάζομέν σοι· χαῖρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῷ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ Αναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ὁ φίλος τοῦ Θεοῦ, καὶ τοῖς πᾶσιν αἰδέσιμος Θεόφιλος, ὁ ὁμολογητὴς καὶ φιλάρετος, τὸν δρόμον τοῦ βίου καλῶς διανύσας, τὸν τοῖς Ὁσίοις πρέποντα ὕπνωσε θάνατον, ἀνελθὼν δὲ εἰς τὰς φωτεινὰς μονὰς τὰς οὐρανίους. Καὶ τοῦ φωτὸς τοῦ ἀΰλου ἀπολαύων, ἐκτενῶς πρεσβεύει Κυρίῳ, ὑπὲρ φωτισμοῦ τῶν ἐσκοτισμένων, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Θεοφίλου ἀριστείας τοῦ εὐψύχου μέλπω. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεόφιλον Ὅσιον, τὸν ἐν σταδίῳ ἁλκίφρονα, τὰ χείλη ὑπάνοιξον, τὰ μυσαρὰ Λυτρωτά, καὶ παμβέβηλα, σοῦ δούλου ὅπως ψάλω, καὶ ᾄσω γηθόμενος, τούτου τὰς χάριτας.
Ἐπέλαμψεν σήμερον, ἡμῖν ἡ θεία καὶ πάμφωτος, Θεόφιλε πάνσοφε, τῆς Ἐκκλησίας φωστήρ, τηλαυγέστατε, σὴ μνήμη φρυκτωροῦσα, τοὺς πόθῳ προστρέχοντας, σκέπῃ τῇ θείᾳ σου.
Ὁσίων ἀκρώρεια, Χριστὸν σαφῶς ὡμολόγησας, πρὸ βήματος Λέοντος, Ἰσαύρου τοῦ δυσσεβοῦς, καὶ ὑπήνεγκας, παντοειδεῖς βασάνους, ὡς ἄϋλος ἄνθρωπος, μάκαρ Θεόφιλε.
Φωτίσας ὁ Κύριος, ἐκ βρεφικῆς ἡλικίας σου, τὰ σὰ διαβήματα, κατηύθηνέ σε καλῶς, πρὸς Σελέντιον, τὸ ὄρος ἔνθα φάρος, Θεόφιλε τίμιε, ὤφθης ἀσκήσεως.
Θεοτοκίον.
Ἰδεῖν τὰ ἀθέατα, τῶν οὐρανῶν κάλλη Δέσποινα, Σὸν δοῦλον ἀξίωσον, τὸν εὐφημοῦντα λαμπρῶς, τὸν Θεόφιλον, ὡς φίλον τοῦ Υἱοῦ Σου, ἁγνὸν ἀειπάρθενε, Μῆτερ καὶ γνήσιον.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Λαμπρύνεις Χριστοῦ τὴν Ἐκκλησίαν, πυρσεύμασι πόνων σου στεῤῥῶν, καὶ καρτερᾶς ἀθλήσεως, δι’ ἧς σεπτὲ Θεόφιλε, εἰκόνων ὤφθης ἄριστος, προασπιστὴς καὶ ὑπέρμαχος.
Ὁσίων κρηπὶς καὶ μοναζόντων, φαιδρότης συντόνοις σου εὐχαῖς, σαυτὸν σαφῶς ἐκάθηρας, καὶ τέμενος φωτόλαμπρον, Θεόφιλε θεότητος, τῆς τριλαμποῦς ἀναδέδειξαι.
Ὑμνεῖν χρὴ ἑκάστοτέ σε πάντας, τὸν κόσμου ἡδέα καὶ τερπνά, καὶ πᾶσαν ἡδυπάθειαν, Θεόφιλε μισήσαντα, ἐκ βρέφους δὲ τοῦ Πλάσαντος, ἀκολουθήσαντα ἴχνεσι.
Θεοτοκίον.
Ἁγνείας ναὸν ἡγιασμένον, θεόγραφον πλάκα Μαριάμ, καὶ κλίνην πορφυρόστρωτον, γινώσκοντές Σε σπεύδομεν, χαρμονικῶς βοῆσαί Σοι· Χαῖρε μητράναδρε Δέσποινα.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἡ ἁγνεία σου μνήμη, εὐφραίνει ἅπαντας, πνευματικῶς καὶ πρὸς πόθεν, ἐγείρει σῆς βιοτῆς, καὶ τοῦ τέλους σου, Θεόφιλε ἀοίδιμε, ὅθεν ἱκέτευε Χριστόν, ἀναδεῖξαι μιμητάς, σῶν πόνων τοὺς εὐφημοῦντας, ψαλμοῖς εὐήχοις σε Πάτερ, ὡς ἀκρέμονα μονοτρόπων ἀεί.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῆς ψυχῆς μου τὰ ἄλγη, ταχὺ θεράπευσον, καὶ τὰ τοῦ σώματος πάθη, ταῖς σαῖς ἀόκνοις λιταῖς, καταπράϋνον, ἀπείρανδρε Παντάνασσα, ὅπως ὁ τάλας δυνηθῶ, ἀτενίσαι οὐρανῶν, τὰ ὕψη τὰ λαμπροφόρα, καὶ τὰ δεσμὰ διασπάσω, τὰ συγκρατοῦντά με στεῤῥῶς ἐπὶ γῆς.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥητορείας τοῦ Ἰσαύρου, καὶ αὐτοῦ φληναφήματα, ἤσχυνας δυνάμει, θείᾳ σὺν Λογγίνῳ τῷ μάκαρι, μεθ’ οὗ ἀγῶνα διήνυσας ἀθλήσεως, τιμιώτατον, Χριστοῦ ὁπλῖτα Θεόφιλε.
Ἱκεσίαις σου παμμάκαρ, τὸν Χριστὸν ἐκδυσώπησον, δοῦναι τοῖς τιμῶσι, μνήμην σου τὴν θείαν Θεόφιλε, πταισμάτων λύσιν ὡς Ὅσιος εὐΐλατος, καὶ συμμέτοχος, τῆς οὐρανίου φαιδρότητος.
Συμφραξάμενος τῷ ὅπλῳ, τοῦ Σταυροῦ ἐκ νεότητος, ἀνδρικῶς γενναῖε, ἀντετάξω μάκαρ Θεόφιλε, τῷ μισοθέῳ καὶ φαύλῳ πολεμήτορι, καὶ ἀμάραντον, ἐδέξω νίκης διάδημα.
Θεοτοκίον.
Τοῖς ἀνόμοις λογισμοῖς μου, καὶ ἀπείροις μου πταίσμασι, φεῦ τὸ τῆς ψυχῆς μου, ἔνδυμα ἐσπίλωσα Πάναγνε, ἀλλὰ θαῤῥῶν Σοι κραυγάζω· ἀποκάθαρον, ταῖς πρεσβείαις Σου, αὐτὸ καὶ σῶσον τὸν δοῦλόν Σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Εὖ δοῦλε τρισόλβιε, καὶ ἀγαθὲ τοῦ Κτίσαντος, πόθῳ σοι Θεόφιλε βοῶμεν· ὅτι τῶν νέων ἠρνήσω τὰς παιδιάς, καὶ Κτίστῃ καλῶς προσκολληθείς, ἴθυνας τὰ ἴχνη σου, πρὸς τὸν Ὅσιον Στέφανον.
Ἰκμάδα νεότητος, καὶ ῥώμην ἡλικίας σου, δῶρον προσενήνοχας Κυρίῳ, καὶ μονοτρόπων τὴν πολιτείαν φιλῶν, Θεόφιλε σχῆμα μοναστῶν, παναξίως ἔλαβες, εἰς τὸ ὄρος Σελέντιον.
Ἀσκήσει ἐκάλλυνας, Θεόφιλε τὸν βίον σου, ἐν τῇ σῇ μονῇ ἧν ευλογία, τοῦ Ζωοδότου οἱ σοὶ γονεῖς εὐλαβῶς, ἀνήγειραν καὶ ἣν εὐπρεπές, ἀρετῶν καὶ πάνσεπτον, καταγώγιον ἔδειξας.
Θεοτοκίον.
Συνέσεως μέλαθρον, καὶ παρθενίας τέμενος, τῆς ἐχθροῦ ἐξάρπασον κακίας, τὸν Σὸν οἰκέτην, καὶ κάθαρόν με ταχύ, κηλίδων τοῦ βίου ῥυπαρῶν, ἵνα μεγαλύνω Σε, εἰς αἰῶνας Παντάνασσα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τυράννου λύων τὴν ἔπαρσιν, καὶ πᾶσι τὴν εἰκόνων προσκύνησιν, κηρύττων Ὅσιε, περιχαρῶς καθυπέμεινας, δαρμοὺς ἐν τῇ Νικαίᾳ καὶ κολαστήρια.
Ὀσμαῖς πληροῖς τὴν ὑφήλιον, ἀνδρείας καὶ ἀρίστης ἀσκήσεως, ὡς ῥόδον εὔοσμον, τὸν ἐκβλαστῆσαν ἐν ἔτεσι, τῆς εἰκονομαχίας σεπτὲ Θεόφιλε.
Ὑμνοῦμεν θείοις μελίσμασι, σὲ τὸν ὑπακτικὸν μεταπείσαντα, τὸν τυραννοῦντά σε, ἐν τῷ σταδίῳ Θεόφιλε, τὰς θείας προσκυνῆσαι εἰκόνας πάραυτα.
Θεοτοκίον.
Εἰκόνων σέβας ἐκήρυξε, τῆς πίστεως τοῦ Τόκου Σου πάναγνε, Θεογεννήτρια, ὁ ἀθλοφόρος Θεόφιλος, ὁ σὲ ψυχῆς ἐφέσει γεραίρων ἄσμενος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν φερωνύμως ἐποφθέντα γνησιώτατον, Κυρίου φίλον τὸν σοφὸν καὶ ἀγγελόμορφον, τὸν ἀκτῖσι καταυγάσαντα πᾶσαν κτίσιν, ἀπαθείας καὶ ἀθλήσεως τιμήσωμεν, ὡς εἰκόνων προσκυνήσεως ὑπέρμαχον, ἀνακράζοντες· Χαίροις μάκαρ Θεόφιλε.
Ὁ Οἶκος.
Ἄγγελοι οὐρανόθεν, κατεθαύμασον τρόπους, Θεόφιλε τῆς σῆς πολιτείας, ἐνασκούμενος γὰρ καρτερῶς, καὶ ἀθλῶν νομίμως διαυγὲς ἔσοπτρον, ἐπώφθης γενναιότητος. Διό σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, εἰκὼν τῆς Θεοῦ σοφίας·
χαῖρε, λειμὼν εὐανθὴς ἀνδρείας.
Χαῖρε, Σελεντίου τοῦ ὄρους θησαύρισμα·
χαῖρε, ἀσιγήτου ἀσκήσεως ἄγαλμα.
Χαῖρε, Λέοντος ὁ φρύαγμα, τοῦ Ἰσαύρου καθελών·
χαῖρε, δράκοντος γαυρίαμα, ἀρχεκάκου ὁ πατῶν.
Χαῖρε, ὅτι εἰκόνας προσκυνεῖς τὰς ἁγίας·
χαῖρε, ὅτι ἀνθῶνας ὡραΐζεις ἁγνείας.
Χαῖρε, λαμπτὴρ ἐνστάσεως πάμφωτος·
χαῖρε, πρηστὴρ τοῦ πλάνου ἀλάστορος.
Χαῖρε, λαμπὰς ἀγωγῆς τῆς μονήρους·
χαῖρε, ψεκὰς ἀληθῶς θείου κάλλους.
Χαίροις μάκαρ Θεόφιλε.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Θεοφίλου τοῦ Ὁμολογητοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὕπνον Ὅσιε, τοῖς ὀφθαλμοῖς οὐκ ἔδωκας, τοῖς σοῖς Θεόφιλε, οὐδὲ κροτάφοις τοῖς σοῖς, ἐν βίῳ ἀνάπαυσιν, ἀζύγων πρότυπον, ἀλλ’ ἐγρήγορσιν, ἐτήρεις ἀδιάλειπτον, ἵνα μὴ ἀφρόνως σφάλλῃς.
Ψάλλων ᾄσματα, Θεόφιλε τῷ Κτίσαντι, ἐγκρατευόμενος, καὶ ἀρετῶν ἐραστής, ὑπάρχων διδάσκαλος, τῶν προστρεχόντων σοι, ἀναδέδειξαι, ἀσκητικῶς τελείωσιν, τῶν ποθούντων ἐν τῷ βίῳ.
Ὑποχείριον, γενέσθαι τοῦ ἀλάστορος, οὐ θέλων Ὅσιε, ἐν ἀγρυπνίᾳ εὐχῇ, καὶ πόνοις διέπλευσας, τοῦ βίου πέλαγος, καὶ εἰς εὔδιον, λιμένα δόξης κρείττονος, προσωρμίσθης ἐν τῷ πόλῳ.
Θεοτοκίον.
Χαῖρε πάναγνε, ἡ τὸν Θεὸν κυήσασα, τὸν λυτρωσάμενον, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τὸ γένος τὸ βρότειον, πιστῶς κραυγάζομεν· ἀειπάρθενε, χαρὰ πιστῶν ἀσίγητε, καὶ λυτήριον θανάτου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὅτε ὁ δεινὸς ἐχθρὸς κατεῖδεν, ὡς βρύσιν χεόμενον τὸ αἷμά σου, διὰ τὴν προσκύνησιν, τῶν εἰκόνων ἔσπευσε, σὲ δεῖραι μόνος Ὅσιε, καὶ τὸ σὸν πρόσωπον, Θεόφιλε στεῤῥὲ ἀλλοιῶσαι, ταῖς οὐλαῖς βασάνων, καὶ τῶν πληγῶν τῷ πλήθει.
Ὕψωσον Θεόφιλε παμμάκαρ, τὰς χεῖράς σου πρὸς Θεὸν ὑπὲρ τῶν ὕμνοις σε, γεραιρόντων Ὅσιε, καὶ Αὐτὸν ἀπέργασαι, ἡμῖν ταῖς ἀσιγήτοις σου, πρεσβείαις ἵλεων, πανήγυριν τοῖς πόθῳ τελοῦσι, σοῦ τῆς λαμπροφόρου, καὶ πανσεβάστου μνήμης.
Μέγας ἀνεδείχθης ἐν Ὁσίοις, πυξίον ὁμολογίας θείας πίστεως, θαυμαστὲ Θεόφιλε, τρόπαια περίδοξα, ἐν τοῖς σεπτοῖς ἀγῶσί σου, κατὰ τοῦ δράκοντος, καὶ Λέοντος Ἰσαύρου ὁ στήσας, τοῦ εἰκονοκλάστου, τοῦ Παρακλήτου σθένει.
Θεοτοκίον.
Ἔγνωμεν πηγήν Σε τοῦ ἐλέους, καὶ στάμνον χρυσῆν Παρθένε φέρουσαν, ἄρτον τὸν οὐράνιον, Ἰησοῦν τὸν Κύριον, εὐλογημένη Δέσποινα, Θεογεννήτρια, ἡ τέξασα ὑπὲρ πάντα νόμον, τὸν τροφέα κόσμου, καὶ ποταμὸν ἐλέους.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Λάμπων τηλαυγῶς, τῆς κτίσεως πέρασιν, ἀκτῖσι νήψεως, καὶ ὁμολογίας σου, ταῖς λαμπηδόσι, λαὸν ἐφώτισας, τὸν ἐν σκοτείᾳ κείμενον, καὶ μὴ δεχόμενον, τὰς ἁγίας, προσκυνῆσαι ὄλβιε, καὶ πανσέπτους εἰκόνας Θεόφιλε.
Πέμψον ἐφ’ ἡμᾶς, ὑψόθεν Θεόφιλε, Χριστοῦ τὸ ἔλεος, ταῖς ἀδιαλείπτοις σου, πρεσβείαις Πάτερ, ὁ χάριν ἄφθονον, εὑρὼν παρὰ τοῦ σώζοντος, ἡμᾶς παντάνακτος, σὺ γὰρ νόμους, πίστεως ἐτήρησας, καὶ τὸν δρόμον ἀνδρείως τετέλεκας.
Ὡς φωτὸς πηγή, τῷ ὄντι ἀκένωτος, ἡμῶν τὴν ζόφωσιν, δίωξον Θεόφιλε, καὶ πρὸς σκηνώσεις, ταχὺ λαμπρότητος, ἀῤῥήτου ποδηγέτησον, τοὺς μελῳδοῦντάς σε, καὶ τελοῦντας, μνήμην σου τὴν πάμφωτον, καὶ φωσφόρον εὐήχοις ἐν ᾄσμασι.
Θεοτοκίον.
Χάριν δαψιλῶς, ἣν ἔχεις ἐπόμβρισον, Θεοχαρίτωτε, ἐφ’ ἡμᾶς κραυγάζομεν, τοὺς εἰς αἰῶνας, Σὲ μεγαλύναντας, ἀπείρου εὐσπλαγχνίας Σου, ῥανίδας πάναγνε, ὡς νεφέλη, πάντοτε δροσίζουσα, ὀμβροτόκος ψυχὰς τῶν προσφύγων Σου.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Θεόφιλον τὸν Ὅσιον, εἰκόνων τὸν ὑπέρμαχον, καὶ ἀρετῆς τὸν λειμῶνα, ἐγκωμιάσωμεν πάντες· ἡδύνει γὰρ τοὺς θέλοντας, ὁσίως πολιτεύεσθαι, καὶ ἐπὶ γῆς τελείωσιν, τὴν ἐν Χριστῷ ἐκζητοῦντας, ὅλῃ ψυχῇ καὶ καρδίᾳ.
Θεοτοκίον.
Οἰκτίρησον τοὺς δούλους Σου, Παρθένε κοσμοσώτειρα, τοὺς καταφεύγοντας πίστει, τῇ παναγίᾳ Σου σκέπῃ, καὶ ἐν ἡμέρᾳ κρίσεως, εἰς τοὺς χοροὺς κατάταξον, τῶν σεσωσμένων Δέσποινα, ἡμᾶς ἀεὶ τοὺς βοῶντας· Χαῖρε διάσωσμα κόσμου.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Θεράπον Θεόφιλε Χριστοῦ, ἀληθῶς παμφίλτατε, ἀσκητικὰς ἐκ νεότητος, ὁδοὺς διήνυσας, καὶ τοῦ μισοκάλλου, καὶ βεβήλου ἔνεδρα, καὶ πάσας τὰς τριβόλους ἀπέφυγες, ἐγκρατευόμενος, ἀσιγήτως προσευχόμενος, καὶ νηστεύων, πατέρων ὡράϊσμα.
Θεόφιλε θεῖε ἀσκητά, Σελεντίου σέμνωμα, τοῦ ὄρους καὶ ῥόδον εὔοσμον, Χριστοῦ τῆς πίστεως, Ἐκκλησίαν πᾶσαν, ταῖς ὀσμαῖς ἐμύρισας, ἀσκήσεως σεμνῆς καὶ ἀρίστης σου, διὸ τιμῶντές σε, κατὰ χρέος εὐφραινόμεθα, οἱ ζηλοῦντες, τὰ σὰ κατορθώματα.
Θεόφιλε Ὅσιε στεῤῥῶς, βασιλέως Λέοντος, Ἰσαύρου μῆνιν διέλυσας, ἐνστάσει θείᾳ σου, καὶ ποικιλοτρόπως, κολασθεὶς ὑπέρμαχος, εἰκόνων τῶν Ἁγίων μακάριε, ἐδείχθης ὅθεν σου, τὰ παθήματα γεραίροντες, ἀνυμνοῦμεν, τὸν σὲ δυναμώσαντα.
Θεόφιλε Πάτερ εὐσταλές, τὴν ἁγίαν μνήμην σου, τιμῶντες πάντες κηρύττομεν, τὰ σὰ παλαίσματα, καὶ ὁμολογίαν, τὴν λαμπράν σου σέβοντες, βοῶμεν· μὴ ἐλλίπῃς ἑκάστοτε, ὑπὲρ τῶν ὕμνοις σε, εὐφημούντων τὸν Παντάνακτα, ἱκετεύων, σοφὲ ὡς δυνάμενος.
Δόξα. Ἦχος πλ. α΄.
Τοῦ θεοφιλῶς πολιτευσαμένου Θεοφίλου Ὁσίου, τὴν ἐτήσιον μνήμην ἀξιοχρέως πανηγυρίζομεν, εὐσεβῶν τὰ συστήματα. Οὗτος γὰρ ὡς ἀπλανὴς ἀρετῶν ἀστὴρ τηλαυγέστατος, καταυγάζει τὴν ὑφήλιον ἀσκητικῆς καρτερίας, καὶ ὁμολογίας πυρσεύμασι. Δεῦτε οὖν αὐτοῦ ζηλώσωμεν τοὺς πόνους, καὶ τὰς ἀστασιάστους αὐτοῦ πρεσβείας, ἐκζητήσωμεν πρὸς Κύριον, τὸν μόνον ἀγαθὸν καὶ φιλάνθρωπον.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις φίλε γνήσιε ἀρετῆς, ὁ τῷ Ζωοδότῃ, παιδιόθεν προσκολληθείς, καὶ ὑπὲρ εἰκόνων, Θεόφιλε τῶν θείων, ὑπενεγκὼν γενναίως, πόνους ὡς ἄσαρκος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου