Τῌ ΙΑ' IANOYΑΡΙΟΥ
Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ Δρ. Χαραλάμπους Μπούσια)
ΜΙΚΡΟΣ
ΕΣΠΕΡΙΝΟΣ.
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, και ψάλλομεν στιχηρὰ
Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε, φιλεόρτων οἱ χοροί, ἐμμελῶς ὑμνήσωμεν
πάτες, τὸν τεθλιμμένην ὁδόν, καὶ στενὴν βαδίσαντα, τὴν πρὸς τὴν ἄληκτον, ἐν τῷ
πόλῳ εἰσάγουσαν, ζωὴν ἐν ᾧ ζῶσι, τῶν Ἀγγέλων τάγματα, καὶ τῶν δικαίων τε, ἄγαλμα
ἀσκήσεως ἔμπνουν, καὶ τῆς ἐγκρατείας κανόνα, Ὅσιον Πατέρα Θεοδόσιον.
Δεῦτε, Καππαδόκων φαεινόν, ἄστρον τὸ
ἐκλάμψαν ἐκ κώμης, Μωγαρισσοῦ τῆς κλεινῆς, θείαις ἀναβάσεσι, κλαυθμοῖς καὶ
δάκρυσιν, ἀσκητῶν ἐγκαλλώπισμα, κρηπῖδα ἀζύγων, θεῖον Θεοδόσιον, ᾄσμασι
μέλψωμεν, ὅτι ἀμυθήτους ἀγῶνας, σθένει δυναμούμενος θείῳ, ἥνυσεν ἐν γῇ ὁ
τρισμακάριστος.
Δεῦτε, Εὐλογίας τῆς σεπτῆς, καὶ
Προαιρεσίου τὸν γόνον, τὸν μέλιτι ἀρετῆς, φιλοθέοις ῤήμασι, πράξεσι πίστεως, καὶ
ὀρθότητι δόγματος, τραφέντα ἐν ὕμνοις, ᾄσωμεν κραυγάζοντες· ἐρήμου κλέϊσμα, καὶ
τὴς εὐσεβείας ἀκρότης, μάκαρ Θεοδόσιε σκέπε, τοὺς πιστῶς τῇ σκέπῃ σου
προστρέχοντας.
Δεῦτε, τῶν θαυμάτων τὴν πηγήν, καὶ
τῶν Ὀρθοδόξων δογμάτων, τὸν ἀκλινῆ στηριγμόν, θεῖον Θεοδόσιον, φῶς διακρίσεως,
διοράσεως πάμφωτον, λαμπτῆρα καὶ βίου, τοῦ μονήρους γνώμονα, καὶ τὴν ἀνίατον,
νόσον τοῦ δολίου Βελίαρ, ὕμνοις μελῳδήσωμεν θείοις, καὶ ἐκ τῶν ψυχῆς μυχίων
ασωμεν.
Δόξα. Ἦχος β΄.
Ὅτε ἐξεδήμησας, πρὸς τὸν ποθεινὸν
Χριστὸν καὶ Κύριον, τότε τῶν ἀΰλων τάξεως οἱ δήμοι, τὴν καθαράν σου ψυχήν ἀνελάμβανον,
τῆς κοινῆς βιοτῆς ἀρχηγὲ Θεοδόσιε. Πρὸς τὰς ἐκεῖσε οὖν, καταπαύσεις
κατασκηνώσας, ἔνθα τὸ πολίτευμα ἡμῶν, καὶ σὺν τοῖς ὁμοτρόποις σου, Ὁσίοις αὐλιζόμενος,
πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ὑπέκλινας κάρας τῶν δρακόντων, ἐπ΄στης
ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν
ψυχῶν ἡμῶν.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πρώταρχος τοῦ κοινοῦ, ἀγῶνος ἐν ταῖς
μάνδραις, τῶν μονοτρόπων ὤφθης, καὶ πρύτανις Ὀσίων, θεόφρον Θεοδόσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἥγειρας εὐπρεπῆ, μονὴν ἐν τοῖς ὁρίοις,
τῆς Βηθλεέμ τρισμάκαρ, καὶ πλήθη ἀσκουμένων, συνήθροισας μακάριε.
Στ.: Τοῖς Ὁσίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἔλαμψας ἀρετῶν, ἀκτῖσι θεοσδότων, τὰ
τῆς ἐρήμου πλάτη, θεράπον τῆς Τριάδος, φωσφόρε Θεοδόσιε.
Δόξα. Τριαδικόν.
Ἄναρχε τριλαμπές, Τριὰς ὑπεραγία,
Πατὴρ Υἰὲ καὶ Πνεύμα, ταῖς τοῦ Θεοδοσίου, λιταῖς ἡμᾶς ἐλέησον.
Καὶ νῦν. Θεοτοκίον.
Δίφρος θεοφεγγής, καὶ σελασφόρος ὤφθης,
Κυρία Θεοτόκε, τοῦ νοητοῦ ἡλίου, Χριστοῦ τοῦ Παντοκράτορος.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκια. Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Τῶν οὐρανίων
ταγμάτων.
Τὸν ἐν
σπηλαίῳ τῶν Μάγων οἰκοδομήσαντα, τῇ θείᾳ ὑποδείξει, περιώνυμον μάνδραν, θεῖον
Θεοδόσιον καὶ τερπνόν, μοναστῶν φροντιστήριον, ἐν κατανύξει ὑμνήσωμεν εὐλαβῶς,
καὶ συμφώνως μακαρίσωμεν.
Ὡς ὁ
στυλίτης προεῖπέν σοι Πάτερ Ὅσιε, ὁ Συμεὼν ἐπώφθης, μοναστῶν ποδηγέτης, δοχεῖον
Παρακλήτου καὶ πολιστής, τῆς ἐρήμου θεόσοφος, πρὸς τοὺς λειμῶνας ἰθύνων τοὺς
νοητούς, τῶν ἀζύγων ἅπαν σύστημα.
Τὰς
χαμαιζήλους μέριμνας ἀπαρνησάμενος, τοῦ βίου τοῦ μονήρους, ἐκμαγεῖον ἐδείχθης,
νηστείᾳ ἐκλαμπρύνας καὶ προσευχῇ, τὴν ψυχὴν Θεοδόσιε, διὸ καὶ χάριν θαυμάτων
παρὰ Θεού, δαψιλῶς Πάτερ ἀπείληφας.
Τῶν Ὀρθοδόξων
δογμάτων τὸν μέγαν πρόμαχον, καὶ τιμητὴν τῶν θείων, καὶ Ἁγίων Συνόδων, ἀζύγων ὑφηγήτορα
τὸν σοφόν, Θεοδόσιον μέλψωμεν, ὅτι διήλεγξεν γνώμῃ πανευσεβεῖ, Εὐτυχῆ τε καὶ
Διόσκουρον.
Τὴν
μακαρίαν ἀγάπην θέσας θεμέλιον, τῶν ἀρετῶν ἐξ ὅλης, τῆς ψυχῆς καὶ καρδίας, ἠγάπησας
τὸν Κύριον ἀσκητά, Θεοδόσιε ὄλβιε, καὶ τοὺς πλησίον σου πάντας ὡς σεαυτόν· διὸ
πάντες σὲ γεραίρομεν.
Κοινοβιάρχης
ἐκλήθης ὡς βίου πρώταρχος, κοινοῦ ἐν ταῖς ἁγίαις, Θεοδόσιε μάνδραις· συστήσας γὰρ
κοινόβιον ἱερόν, ἐν ἐρήμῳ κατηύθηνας, τῶν φοιτητών σου τὰς τρίβους πρὸς τὰς
νομάς, θεϊκῆς μακαριότητος.
Δόξα.
Ἦχος πλ. β΄.
Ἰσάγγελον
βιοτὴν ἐπιδειξάμενος, καὶ ἐρημοπολίτης γενόμενος, Ὅσιε καὶ θεοφόρε Πάτερ
Θεοδόσιε, σεαυτὸν ἑκὼν παρέδωκας, τῷ ἐπιφανέντι Θεῷ ἡμῶν. κοινόβιον οὖν ἱερὸν
συστησάμενος, καὶ ὡς φίλην καὶ σύνοικον, τὴν ἀρετὴν κτησάμενος, προήχθης ὑπ’ αὐτῆς,
ἐνώπιον τοῦ κλίναντος κάραν τῷ Προδρόμῳ, παρὰ τὰ Ἰορδάνεια ῥεῖθρα. Φοῖνιξ ἐρήμου
πάγκαρπε, δένδρον εὐθαλέστατον πίστεως, καὶ ὑφηγῆτορ μονοτρόπων ἐνθεώτατε, ὡς ἔχων
παῤῥησίαν πρὸς Κύριον, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Θεοφάνους.
Τὸν ἐκ
Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνη αἰτούμενον
Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς Αὐτόν· Σὺ μὲ ἀγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ
σου.
Εἴσοδος, Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ
μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ.
Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς
ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτῷ, συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5,
15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν
Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ
δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται
θώρακα δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ
τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου
τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως·
ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν,
Βασιλεῖς, καὶ σύνέτε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν,
καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4,
7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει
ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ
δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος β΄. (Ἐκ τοῦ Μηναίου).
Ὅσιε Πάτερ,
ὡς πόλιν ζῶντος Θεοῦ, εὔφραναν τὴν ἱερὰν σου ψυχήν, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ
ὕδατος τῆς ἀφέσεως, τοῦ διελθόντος τὸν Ἰορδάνην, καὶ πᾶσι τοῖς πέρασι, τῆς εὐσεβείας
τὸν λόγον πηγάσαντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε παμμάκαρ Θεοδόσιε, τοῦ
σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ὅμοιον.
(Ἐκ τοῦ Μηναίου).
Τῶν ἀρετῶν ἡ κλῖμαξ, ὑπογραμμὸς ἀνεδείχθη
τοῖς ἐπὶ γῆς· τοῦτον εὐφημήσωμεν, ὡς ἀσκητῶν ἐγκαλλώπισμα· ἑξασκήσας γὰρ ἀληθῶς,
ὥσπερ ὁ μέγας Ἀντώνιος, ἄμετρον ταπείνωσιν ἐνδειξάμενος, καὶ ποιμάνας τὸν λαὸν
αὐτοῦ εὐσεβῶς εἰς μάνδραν ἁγίαν ἐνήλασεν, οὗ ὁ χορὸς τῶν Ἁγίων καθέστηκεν. Ἐκτενῶς
οὖν βοῶμεν· Μὴ ἐπιλάθῃ, καὶ νῦν τῆς ποίμνης σου, παμμάκαρ Θεοδόσιε, ἀλλὰ
πρεσβείαις σου πρὸς Κύριον, σῶσον ἡμᾶς δεόμεθα.
Δόξα.
Ἦχος πλ. δ΄. Τοῦ Στουδίτου. (Ἐκ τοῦ Μηναίου).
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν
σὲ τιμῶμεν, Πατὴρ ἡμῶν Θεοδόσιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν,
πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν
δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων. Μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ,
ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Εἰς
τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ
Καππαδόκων βλαστός, τῆς ἐρημίας ὀ οἰκήτωρ ὁ ἔνθεος, ἀγῶνος κοινοῦ ὁ πρῶτος, τῶν
ἐν ταῖς θεῖαις μοναῖς, ἀσκουμένων μάκαρ Θεοδόσιε. Φωτὸς γὰρ τοῦ κρείττονος, ἐμπλησθεὶς
ἀξιάγαστε, ἀπλάστοις τρόποις, καὶ σοφίας ἐλλάμψεσι, κατηγλάϊσας, τὸ μερόπειον
βίον σου, ἔσοπτρον θείας χάριτος, καὶ ἔαρ εὐφρόσυνον, τῶν ἀρετῶν τὴν σὴν
μνήμην, ἐπιτελοῦντες ἐν ᾄσμασι, Χριστὸν ἀνυμνοῦμεν, τὸν παρέχοντα λιταῖς σου, ἡμῖν
τὰ πρόσφορα.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
φιλοξενίας πυξίς, ἀκτημοσύνης ἀληθοῦς σκεῦος εὔχρηστον, ἀρχέτυπον μοναζόντων,
στῦλος ἐνθέου ζωῆς, ὁ ἐν τῷ σπηλαίῳ συστησάμενος, τῶν Μάγων περίβλεπτον, ἀσκητῶν
φροντιστήριον, ἐν ᾧ τὴν φλόγα, τοῦ πρὸς Κύριον ἥναπτες, τοῖς φοιτῶσί σοι,
μονασταῖς θείου ἔρωτος, ὅθεν καὶ ὡς σοφότατος, ποίμην πᾶσαν ἴθυνας, τὴν σὴν
θεόσδοτον ποίμνην, πρὸς τοὺς λειμῶνας τῆς χάριτος, καὶ τοῖς σὲ τιμῶσι, φωτισμὸν
ἡμῖν παρέχεις.
Στ.: Τοῖς Ὁσίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ἡ ἰαμάτων
πηγή, θαυμάτων ξένων βρύσις ὄντως ἀστείρευτος, διώκτης τῶν δαιμονίων, νοσούντων
ὁ ἰατήρ, καὶ τῶν πόνων ῥύστης ὁ ὀξύτατος. Κλεινὲ Θεοδόσιε, ξενοτρόπως διέσωσας,
νέον πεσόντα, ἐν τῷ βάθει τοῦ φρέατος, τῇ δοθείσῃ σοι, δαψιλῶς θείᾳ χάριτι, ἄλλης
πάλιν ἠφάνισας, καρκίνου τὴν μάστιγα, καὶ τοὺς ἐν δίναις θαλάσσης,
χειμαζομένους διέσωσας, τῇ σῇ παῤῤησίᾳ, πρὸς τὸν Κτίστην τῶν ἁπάντων, Χριστὸν τὸν
Κύριον.
Δόξα.
Ἦχος πλ. δ΄.
Πατὴρ πολλῶν
ἐνασκουμένων ἐχρημάτισας, κατὰ τὴν τοῦ Στυλίτου Συμεῶν ῥῆσιν, ἐρήμου γέρας θεῖον
Θεοδόσιε, ἐκ ῥίζης γὰρ θεοφιλοῦς προελθών, ἀνεβλάστησας τῇ τοῦ σοφοῦ Λογγίνου ἐπιστασίᾳ,
ἄνθη ἀρετῆς εὐωδέστατα. Παιδευτήριον ἔτι ψυχῶν, οἰκοδομήσας ἐν ἐρήμῳ, λιμένα ἔδειξας
αὐτὸ ἄκλυστον, πάντων τῶν θελόντων σωθῆναι. Ὁσίως οὖν βιώσας, καὶ διδάξας πᾶσι
τὴν κοινὴν συμβίωσιν, ἀπῆλθες πρὸς πόλον ἱκετεύων Θεόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... ὁ αὐτὸς
Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο,
ὁρῶντά σε σήμερον ἐν Ἰορδάνῃ, γυμνὸν ἑστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον
κορυφήν σου ὑποκλίναντα, βαπτισθῆναι ὑπὸ Ἰωάννου· σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως,
ὁ κόσμος ἐπλουτίσθη, Κύριε δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Ταῖς
τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους
στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστήρ, τῇ
οἰκουμένῃ λάμπων τοῖς θαύμασιν. Ὅσιε Πατὴρ ἡμῶν Θεοδόσιε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Τῆς
κοινῆς τῶν ἀζύγων βιοτῆς ὤφθης πρώταρχος, ἡγεμών τε Πάτερ Ὁσίων καλλονὴ
Θεοδόσιε, ἐκ ῥίζης γὰρ τιμίας ἐκφυείς, ἀνέθηλας καρποὺς τῶν ἀρετῶν, τοὺς
προξένους σωτηρίας. Διὸ σοὶ γηθοσύνως ἀνακράζομεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ὁδηγόν σε πρὸς ζωήν, ἄληκτον δείξαντα.
Ἕτερον. Ἦχος γ΄. Θείας
πίστεως.
Θείας
αἴρων σου, χεῖρας πρὸς ὕψος, στῦλος Ὅσιε, φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς
ἀκτῖσι Θεοδόσιε. Πρὸς οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀῤῥήτων γενόμενος
μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Καὶ νῦν... Τῆς Ἑορτῆς Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ
τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι,
ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ
λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν . Κάθισμα. Ἦχος α´. Τὸν
τάφον σου, Σωτήρ.
Ἀστὴρ
θεοφεγγές, τῆς Χριστοῦ Ἐκκλησίας, λαμπρύνεις νοητῶς, μοναστῶν τὰς καρδίας,
βολαῖς τῆς σῆς χρηστότητος καὶ στεῤῥᾶς ἐνασκήσεως, Θεοδόσιε, ἡμᾶς δὲ πάντας
φαιδρύνεις, τοὺς τιμῶντάς σε, καὶ ἐκζητοῦντας ἀπαύστως, τὴν θείαν πρεσβείαν σου.
Δόξα.
Και νύν.
Ἡγίασας,
Σωτήρ, Ἰορδάνου τὰ ῥεῖθρα, σαρκὶ καταδεχθείς, βαπτισθῆναι ὁ κόσμου, τὰ πάθη
ἰώμενος, τὰ πικρὰ καὶ δυσίατα, καὶ τὴν Κορυφήν, τὴν σὴν σεπτὴν τῷ Προδρόμῳ,
Λόγε ἔκλινας, ὁ ἐν δρακὶ περιέχων, τῆς κτίσεως πέρατα.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας αἴρων σου, χεῖρας πρὸς ὕψος,
στῦλος Ὅσιε, φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς ἀκτῖσι λαμπόμενος· πρὸς οὐρανὸν
γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀῤῥήτων γενόμενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν
τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ὅμοιον. Ἐπεφάνης σήμερον.
Τῆς
Τριάδος γέγονας, πάνσεπτος οἶκος, ἐκκαθάρας ὄλβιε, τὸ τῆς ψυχῆς σου τριμερές,
νήψει ἱδρῶσι καὶ δάκρυσιν, ἀζύγων γέρας, κλεινὲ Θεοδόσιε.
Καὶ
νῦν.
Ἀπὸ
δούλου σήμερον, ἐν Ἰορδάνῃ, ὁ Δεσπότης βάπτισμα, λαβεῖν αἰτεῖται σαρκικόν, ἵνα
λύτρωση οὓς ἔπλασεν, ἐκ τῆς δουλείας, τοῦ πλάνου ἀλάστορος.
Μετὰ
τὸν Πολυέλαιον. Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Τῶν
ἀγγέλων τὸν βίον ἀναλαβόμενος, νηστείᾳ τε χαμευνίᾳ, καὶ ἀσιγήτῳ εὐχῇ, τὴν ψυχὴν
ὑπὲρ τὸν ἥλιον ἐλάμπρυνας· ὅθεν καὶ χάριν ἐκ Θεοῦ, ἰαμάτων δαψιλῆ, ἀπείληφας
καὶ πρεσβεύεις, Θεοδόσιε τῷ Σωτῆρι, ὑπὲρ τῶν σὲ ἀνευφημούντων ἀεί.
Δόξα.
Καὶ νῦν.
Σωτὴρ
τῶν ἁπάντων Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν τῷ Ἰορδάνῃ καθαγιάσας αὐτὸν καὶ χωνεῦσαι
τῶν βροτῶν τὰ ἀμπλακήματα· χόρευε οὖν πᾶσα ἡ γῆ, ὅτι βάπτισμα ζητεῖ ὁ Κύριος
ὑπὸ δούλου, ὁ ποιήσας τὴν οἰκουμένην καὶ εὐδοκήσας σώσαι τοὺς ἐξ Ἀδάμ.
Εἶτα οἱ Ἀναβαθμοί. Τὸ α´
Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Πᾶσα πνοή.
Εὐαγγέλιον. (Ἰωάν. Ι΄ 1-9)
Ὁ Ν᾿ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Στίχος: Ἐλεῆμον, Ἐλέησόν με ὁ θεός. Ἰδιόμελον. Ἦχος πλ. β´.
Καταλιπὼν
πᾶν τὸ βρότειον, ἰσαγγέλως ἐβίωσας, καὶ Χριστῷ εὐηρέστησας, ὄλβιε Θεοδόσιε·
πολίσας γὰρ τὴν ἔρημον ὡς φοῖνιξ αὐτῆς, κατάκαρπος φοιτητῶν σου τὴν πληθύν, τῷ
Κυρίῳ προσήνεγκας. Καὶ νῦν τὰς ἀντιμισθίας τῶν πόνων σου δρεπόμενος, ἀφθόνως
βρύεις ἰάματα τοῖς σὲ μεγαλύνουσι.
Ὁ Κανὼν τῆς Ἑορτῆς·
καὶ τοῦ Ὁσίου.
ᾨδὴ α'. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Ὡς σοφὸς ταξίαρχος ἡμῶν, Πάτερ
Θεοδόσιε, θεοπρεπῶς τὴν ᾠδὴν προανάκρουσον, τῷ ἐπιδημήσαντι, εἰς παγκόσμιον
σωτηρίαν Χριστῷ τῷ Θεῷ, καὶ τὴν παναγίαν μνήμην σου, σὺν ἑαυτῷ δοξάσαντι.
Ἐξ ἐρήμου Πρόδρομος Χριστοῦ, τῆς Ἀαρωνίτιδος,
ὁ Ἐλισάβετ βλαστὸς προελήλυθεν, ἐν τῇ Κολυμβήθρᾳ δέ, Θεοδόσιος γεννηθεὶς διὰ
Πνεύματος, ἐρημοπολίτης γέγονε, τῷ Ἰησοῦ ἑπόμενος.
Βαπτισθέντος ῥείθροις τοῦ Χριστοῦ,
τῆς Ἰσραηλίτιδος, συναγωγῆς καθαιρεῖται τὸ φρύαγμα, ἐν τῇ Ἐκκλησίᾳ δέ, ἡ ἰσάγγελος
πολιτεία πεφύτευται· ἣν ἀνεπιστρόφως ἤνυσας, παμμάκαρ Θεοδόσιε.
Κοινωνὸς τοῦ πάθους γεγονώς, Πάτερ
δι᾿ ἀσκήσεως, τοῦ δι' ἡμᾶς τῷ Σταυρῷ ὁμιλήσαντος, ἐπαξίως σύμμορφος, ἐχρημάτισας
τῆς αὐτοῦ ἀναστάσεως, καὶ συγκληρονόμος γέγονας, τῆς δόξης Θεοδόσιε.
Θεοτοκίον
Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα,
ἐν γυναιξί σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην
θεότητος· τὸν καλλοποιὸν γὰρ Λόγον, ὑπὲρ λόγον ἀπεκύησας.
Καταβασία.
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει,
ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
ᾨδὴ γ'. Ἐξήνθησεν ἡ ἔρημος.
Ὁ
ὕδασι στεγάζων, τὰ ὑπερῷα Κύριος σωματικῶς τὰ ῥεῖθρα, τοῦ Ἰορδάνου περιεβάλετο,
ἐν ᾧ ἐστερεώθη ἡ καρδία μου.
Ὁ φῶς ἐν Ἰορδάνῃ, τὸ θεῖον λάμψας
βλάστημα, τοῖς ἐπὶ γῆς θεόσδοτον, εὐλογίας καὶ προαιρέσεως, ἀγαθῆς σε προφαίνει
Θεοδόσιε.
Κατέλιπες τὸν κόσμον, καὶ τὰ ἐν τῷ
κόσμῳ Ὅσιε, τὴν τελεσθεῖσαν γύμνωσιν, τοῦ Δεσπότου ἐκμιμησάμενος, ἐπὶ τοῦ Ἰορδάνου
Θεοδόσιε.
Τὸν Σταυρὸν τοῦ Σωτῆρος, ἐπ᾿ ὤμων ἄρας
ἔδραμες, ἐπὶ τὸν τούτου τάφον, ἐλάφου δίκην ἐπὶ ὑδάτων πηγάς, σωτηρίους
παμμάκαρ Θεοδόσιε.
Θεοτοκίον
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε,
καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὸ σε Θεοτόκον πίστει
σέβομεν.
Καταβασία.
Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεύσιν ἡμῶν Κύριος, καὶ κέρας
χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ
βοήσωμεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου
Κύριε.
Κάθισμα Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς,
τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ὁσίων Ἀοίδιμε· καὶ τῶν
θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τάς νόσους, τῶν πίστει τιμώντων
σε· ὅθεν καὶ Δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις τῇ
χάριτι, θεοφόρε Θεοδόσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ὅμοιον.
Μοναζόντων
ἀκρότης ἀναδειχθεὶς καὶ ἐρήμου περάτων κῦδος λαμπρόν, σοφὲ Θεοδόσιε, ἀπαθείας
ἐντρύφημα ἱδρῶσι σῶν καμάτων τὸ ἄγονον ἠρδευσας τῆς ἐρήμου καὶ πάντων
διδάσκαλος γέγονας· ὅθεν καὶ ὁσίων ἐποφθεὶς συμπολίτης φαιδρῶς συνηρίθμησαι
ταῖς αΰλοις δυνάμεσι, Κοινοβιάρχα θεόπνευστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς
Ἰορδάνης τῷ ῥείθρῳ καθυπουργεῖ, Ἰωάννης
ἐκτείνει χεῖρα φθαρτήν, φανέντος σοῦ Ἀόρατε, ἐν σαρκὶ πρὸς τὸ βάπτισμα, ἀλλ' ὁ
μὲν ἐστρέφετο, εἰς τὰ ὀπίσω φόβῳ, ὁ δὲ αὖθις ἐκράτει, ἐν τρόμῳ τὸν ἄφθαρτον, ὄντως
ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἡ πηγὴ ἡ ἀείζωος, πηγάς τε καὶ θαλάσσας, καὶ ἀνθρώπους ἡγίασας.
Ἡ Τριὰς γὰρ ἐπέλαμψεν· ἄνωθεν Υἱὸν σε ὀνομάζει ὁ Γεννήτωρ, καὶ τὸ Ἅγιον Πνεῦμα
συγκατέρχεται.
ᾨδὴ δ'. Ἐλήλυθας, ἐκ Παρθένου.
Ἐν ὕδασι, κεφαλὰς τῶν δρακόντων
συνέτριψας, καὶ διὰ τοῦ Πνεύματος, Λόγε Θεοῦ ἀνεκαίνισας, ὅλον μὲ τὸν ἄνθρωπον·
διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ κλίναντος, κορυφὴν τῷ Προδρόμῳ
μιμούμενος, Χριστοῦ τὸ ὑπήκοον, καὶ τὴν ἀρίστην ταπείνωσιν, Πάτερ Θεοδόσιε, πρὸς
ἀρετῶν ἀνηνέχθης πύργον ἄσειστον.
Τῇ Παρθένῳ, καὶ Μητρὶ λειτουργήσας
Χριστοῦ τοῦ Θεοῦ, τὴν ἀκαταμάχητον, χάριν ἐδέξω τοῦ Πνεύματος, Πάτερ Θεοδόσιε,
καὶ δυσμενεῖς ἀοράτους καταβέβληκας.
Τῶν Μάγων σε, τὸ ἀοίδιμον ἄντρον
δεξάμενον, δωροφόρον ἔδειξε, τῷ δι' ἡμᾶς βαπτισθέντι Χριστῷ, πίστιν Θεοδόσιε,
καὶ σὺν ἐλπίδι ἀγάπην προσκομίζοντα.
Τοῖς πάθεσι, τοῦ Δεσπότου Χριστοῦ
δυναμούμενος, τὸ τῆς συνειδήσεως, πόθῳ ἀνέτλης μαρτύριον, Πάτερ Θεοδόσιε, τῷ
ζοφερῷ προσπαλαίων κοσμοκράτορι.
Θεοτοκίον
Συνέλαβες, ἐν γαστρί σου ἀσπόρως, τὸν
Κύριον, καὶ τοῦτον ἐκύησας, σεσαρκωμένον τὸν σῴζοντα, κόσμον ταῖς πρεσβείαις
σου· διό σοι κράζομεν· Χαῖρε ἀειπάρθενε Δέσποινα.
Καταβασία.
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἴπας· Φωνὴ βοῶντος ἐν
ἐρήμῳ· ὅτε ἑβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς
τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ᾨδή ε'. Μεσίτης Θεοῦ
Ἑξάψας τὸν νοῦν, τοῦ ἡμᾶς ἐν ῥείθροις
καινουργήσαντος, σοφῶς ὑπεστήριζες, καταβεβλημένον δι᾿ ἀσκήσεως, κρεμαστῆρσι τὸ
σῶμα, παμμάκαρ Θεοδόσιε.
Τὸν βίον ἀεί, τοῦ θανάτου θέμενος
μελέτημα, ἐκδημῆσαι σπεύδων τε, πρὸς τὸν δι' ἡμᾶς ἐπιφανέντα σαρκί, σεαυτῷ ἐδομήσω,
τὸν τάφον Θεοδόσιε.
Τὸν θάνατον Χριστοῦ, τὸν ἑκούσιον ὁ
σὸς φοιτητής, ὁ κλεινὸς Βασίλειος, Πάτερ Θεοδόσιε μιμούμενος, τὸν καινὸν ἐγκαινίζει,
τάφον ἀγαλλόμενος.
Θεοτοκίον
Ἰδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε,
Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας προσηγόρευσεν, ὑπὲρ φύσιν τε
τοῦτον, Θεογεννῆτορ τέτοκας.
Καταβασία
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ
τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν
τῷ Ἰορδάνῃ· ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἀφθαρσίαν ἡμῖν ἐδωρήσω Χριστέ, ἐν τῇ
ἀναστάσει σου· ὅθεν Βασίλειος, ὁ εὐκλεὴς θεράπων σου, καὶ θανὼν ὥσπερ ζῶν, ἐπιφαίνεται.
Ὁ καθαίρων τὸν κόσμον βαπτίζεται,
δι᾿ ἐμὲ βροτός, ὁ Θεὸς κατ᾿ ἐμὲ γεγονώς, ὃν ἐν δυσὶ ταῖς φύσεσι, Θεοδόσιε μάκαρ
ἐκήρυξας.
Γλυκασμὸν εὐφροσύνης Χριστῷ τῷ Θεῷ,
τῷ τῶν Μυροφόρων τὰ δάκρυα τρέψαντι, εἰς χαρὰν Θεοδόσιε, οἱ κρουνοὶ τῶν δακρύων
σου ἔσταξαν.
Θεοτοκίον
Συμπαθείας τῆς σῆς με ἀξίωσον, ἡ τὸν
συμπαθέστατον Λόγον κυήσασα, τῶν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.
Καταβασία.
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ
Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ· Μετανοεῖτε, πᾶσι βοᾷ τοὶς λαοῖς, καὶ
προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Κοντάκιον Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Πεφυτευμένος ἐν αὐλαῖς ταῖς τοῦ
Κυρίου σου, τάς φανοτάτας ἀρετὰς τερπνῶς ἐξήνθησας, καὶ ἐπλήθυνας τὰ τέκνα σου ἐν
ἐρήμῳ, τῶν δακρύων σου τοῖς ὄμβροις ἀρδευόμενα, ἀγελάρχα τῶν Θεοῦ θείων ἐπαύλεων·
ὅθεν κράζομεν· Χαίροις Πάτερ Θεοδόσιε.
Ὁ Οἶκος
Ἄνθρωπος μὲν τῇ φύσει ἐχρημάτισας
Πάτερ, ἀλλ' ὤφθης συμπολίτης Ἀγγέλων· ὡς γὰρ ἄσαρκον ἐπὶ τῆς γῆς βιοτεύσας
σοφέ, τῆς σαρκὸς ἅπασαν τὴν πρόνοιαν ἀπέρριψας· διὸ καὶ παρ᾿ ἡμῶν ἀκούεις·
Χαίροις, πατρὸς εὐλαβοῦς ὁ γόνος·
χαίροις, Μητρὸς εὐσεβοῦς ὁ κλάδος.
Χαίροις, τῆς ἐρήμου πολιστὴς
παγκόσμιος·
χαίροις οἰκουμένης φωστὴρ ὁ πολύφωτος.
Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας
Χριστῷ·
χαίροις ὅτι κατεμάρανας τῆς σαρκὸς
τάς ἡδονάς.
Χαίροις, τῶν Μοναζόντων πρόξενος
σωτηρίας·
χαίροις, τῶν ῥαθυμούντων τρόπος
παρηγορίας.
Χαίροις, πολλοὺς ἐκ πλάνης ῥυσάμενος·
χαίροις, κρουνοὺς θαυμάτων
δωρούμενος.
Χαίροις, πτωχῶν τὴν φροντίδα
ποιήσας·
χαίροις, ἡμῶν ὁ προστάτης καὶ ῥύστης.
Χαίροις, Πάτερ
Θεοδόσιε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου
τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς ἐρήμου.
Κοινοῦ
Θεοδόσιος Ἡγεμὼν βίου,
Κοινὴ
Μονασταῖς ἐκβιώσας ζημία.
Πρώταρχος
βίου κοινοῦ ἀζύγων ὤφθης,
Σοφὲ
Θεοδόσιε, ἐρήμου γέρας.
Ἑνδεκάτῃ
ὅλὸν βίοτον λίπε Κοινοβιάρχης.
Οὗτος
ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεοδόσιος ὑπῆρχεν ἐν κώμης Μωγαρισοῦ, τῆς Καππαδόκων
ἐπαρχίας, πατρὸς Προαιρεσίου, καὶ μητρὸς Εὐλογίας, ἀμφοτέρων εὐσεβῶν καὶ
πιστῶν. Ὑπέδυ δὲ τὸν μονήρη βίον, καὶ τὸ τούτου ἱερὸν ἔνδυμα. Καταλαβὼν δὲ τὰ
Ἱεροσόλυμα, ἐκεῖθεν εἰς Ἀντιόχειαν παρεγένετο πρὸς τὸν Μέγαν Συμεὼν τὸν
Στυλίτην, παρ᾿ οὗ τὴν ἐσομένην αὐτῷ πρὸς ἀρετὴν ἐπίδοσιν ἐμυήθη· ὅτι πολλῶν
γενήσεται λογικῶν θρεμμάτων ποιμήν. Εἶτα ἡσυχάζει παρὰ Λογγίνῳ τινί, ἀοιδίμῳ
ἀνδρί. Τὴν ἄκραν ἐγκράτειαν μετελθών, ὡς τῆς ἑβδομάδος ἅπαξ σιτίζεσθαι, καὶ ἐπὶ
τριάκοντα χρόνους ἄρτου ὅλως μὴ γευσάμενος, καὶ τὴν ἄλλην ἀρετὴν ἀσκήσας, ἐπὶ
τοσοῦτον ἀναβάσεως ὕψος ἦλθεν, ὡς καὶ παράδοξα θαύματα ἐκτελεῖν.
Τὸν
γὰρ μετελθόντα τοῦ βίου Βασίλειον μοναχόν, καὶ τὸν τάφον ἐγκαινίσαντα (ὃν ἑαυτῷ
κατασκευάζει ὁ Ἅγιος πρὸς μνήμην τοῦ θανάτου), συνιστάμενον μετὰ τῶν ἀδελφῶν
καὶ συμψάλλοντα, καὶ τοῖς λοιποῖς ὄντα ἀθέατον, ὁ Ὅσιος μόνος μεθ᾿ ἑτέρου ἑώρα
μοναχοῦ. Καὶ μὴ προϋποτεθέντος πυρός, τοὺς ἐσβεσμένους ἄνθρακας ἀνῆψεν, ἔνθα
ἱδρύσασθαι τὸ Μοναστήριον ἔμελλε. Καὶ γυναῖκά τινα προσελθοῦσαν τῆς αἱμοῤῥοίας
ἀπήλλαξε. Καὶ ἐξ ἑνὸς κόκκου, ὃν εὐλοήσας ἀπέδωκεν, ὑπερεκχεῖσθαι τούς σιτῶνας
πεποίηκε. Καὶ τὸ κατὰ τοῦ φρέατος πεσὸν παιδίον, ἀοράτως ἐπιφανείς, τοῦ λάκκου
ἀνήγαγε. Καὶ τὴν θραῦσιν τῶν τικτομένων παιδίων ἀνέστειλεν, ἃ μήπω φθάσαντα τῷ
βίῳ προσελθεῖν, διὰ θανάτου τοῦ βίου ἠλαύνοντο. Τὴν οὖν αὐτῶν μητέρα, οὐδέν τι
στείρας ἄμεινον κατὰ τοῦτο διακειμένην, διὰ προσευχῆς εὔτεκνον ἔδειξεν. Ἀλλὰ
καὶ νέφος ἀκρίδων ἐσόβησε δι᾿ ἐπιτιμήσεως μόνης. Καὶ Κήρυκον, τὸν τῆς Ἀνατολῆς
κόμητα, ἄτρωτον ἐν πολέμοις πεποίηκεν, ἀντὶ θώρακος, ἡ τῆς τριχίνης ἐσθῆτος τοῦ
Ἁγίου περιβολή. Καὶ περὶ τὰς γονάς, παρά τοῦ αὐχμοῦ ἀδικουμένην τὴν γῆν, τῆς
ἀδικίας ἀπήλλαξε, δι᾿ εὐχῆς ὑετὸν καταγαγών. Προεῖπε δὲ καὶ τὴν διὰ σεισμοῦ
μέλλουσαν κατάπτωσιν καταλαμβάνειν τὴν Ἀντιόχειαν. Καὶ πολλοὺς τοῦ θαλασσίου
κλύδωνος ἐῤῥύσατο, κινδυνεύουσι τούτοις ἐπιφανείς. Καὶ πολλῶν Μαθητῶν καθηγητὴς
γεγονώς, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῷ σεπτῷ
ἀποστολείῳ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἐνδὸν τοῦ
Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμβόλοις.
Τοὺς ἐξυμνοῦντας τὸν Τρισάγιον Ὕμνον,
ὕμνοις γεραίρειν εἰκός ἐστιν Ἀγγέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιναῖς, καὶ τῶν Ἁγίων
Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου.
Οἱ τρεῖς Τριάδος νῦν παρίστανται θρόνῳ,
Τὴν γῆν λιπόντες καὶ κατοικοῦντες πόλον,
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος, αἰκιζόμενος τελειοῦται.
Μάϊρος ἐκραύγαζεν, ὢν ἐν αἰκίαις.
Μὴ δειλιᾷς Μάϊρε, πλήττου καὶ στέφου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειούται.
Καὶ πνεῦμα δόντα Βιτάλιε Κυρίῳ,
Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας.
Οὗτος, εἶναι ἐκεῖνος ὅστις ἀναφέρεται
εἰς τὸν βίον Ἰωάννου τοῦ Ἐλεήμονος, ὅστις ἦτον εἰς τὸ μοναστήριον τοῦ ἀββᾶ
Στρίδου, καὶ ὑπῆγεν εἰς τὴν Ἀλεξάνδρειαν, διὰ νὰ δοκιμάσῃ τὸν θεῖον Ἰωάννην, ἐὰν
εὐκόλως σκανδαλίζεται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεοδόσιος, ἡγούμενος τῆς ἐν Ἄθῳ Ἱερᾶς Μονῆς τοῦ
Φιλοθέου· καὶ εἶτα, πεσὼν αἱχμάλωτος εἰς τοὺς Ἀγαρηνούς, ἔγινεν ὕστερον ἐπίσκοπος
Τραπεζοῦντος, ἐν εἰρήνῃ τελειοῦται.
Θεοδοσίῳ ἐπλάκη διπλοῦν στέφος,
ὡς Ἱεράρχης καὶ Ὁσίῳ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἠμῶν Μιχαήλ,
τῆς μονῆς Κλὸπς τοῦ Νόβγκορον τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου
Νεομάρτυρος Νικηφόρου, τοῦ ἐκ τῆς κώμης Κριτσᾶς
Λασιθίου καταγομένου, καὶ ἐν τῷ Μεγάλῳ Κάστρῳ (Ἡρακλείῳ) ἀθλήσαντος, ἐν ἔτει ᾳωλβ΄
(1832).
Ἐν γῇ χλοαυγῇ τῆς Κριτσᾶς ἀναθάλλων,
Νικηφόρος νῦν γε συζῇ Νόοις πόλῳ.
Οὗτος, υἱὸς Τζανῆ τινος, κατήγετο ἐκ
τῆς κώμης Κριτσᾶς Μεραμβέλλου Κρήτης. Ἐλθὼν δὲ εἰς γάμου ἡλικίαν, ἐνυμφεύθη
μετά τινος γυναικός, Μωαμεθανίδος τὸ θρήσκευμα, Φετμὰ ὀνομαζομένης, μεθ’ ἧς καὶ
ἀπέκτησε δύο υἱούς.
Συνεργίᾳ ὅμως τοῦ ἀρχεκάκου ἐχθροῦ,
ἀγνώστου μενούσης εἰσέτι τῆς αἰτίας, ὁ Νικηφόρος ἐξώμοσε τὴν πάτριον εἰς Χριστὸν
θρησκείαν καὶ ἠσπάσατο τὴν ψυχόλεθρον τοῦ ψευδοπροφήτου Μωάμεθ, λαβὼν τὸ ὄνομα Ἰμπραχίμ.
Ἀλλ’ εἶτα, προνοίᾳ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ βλέποντος τὰ κρύφια τῆς καρδίας τῶν
ἀνθρώπων, ἐξένηψεν οὗτος, γνοὺς ὅ πέπονθε μέγα ὀλίσθημα καὶ ἦλθεν εἰς ἑαυτόν,
κλαίων καὶ ὀδυρόμενος, ζῶν ἔκτοτε τὴν κατὰ Χριστὸν πίστιν καὶ ζωήν.
Βλέπουσα ὅμως ἡ γυνὴ αὐτοῦ τὴν
τοιαύτην μεταστροφήν του, καὶ μὴ βαστάσασα, πανουργίᾳ τοῦ διαβόλου, κατήγγειλεν
αὐτὸν εἰς τὰς μουσουλμανικὰς ἀρχάς. Τούτων δὲ ἐγκαλεσαμένων τὸν Νικηφόρον δι’ ἐξακρίβωσιν,
ἐδήλωσε ἑνώπιον αὐτῶν εὐθαρσῶς τὴν ἐνσυνείδητον καὶ ἐλευθέραν αὐτοῦ θέλησιν, ἀποτάξας
τὴν μουσουλμανικὴν πλάνην, καίτοι ἐγνώριζεν ὁ μακάριος, ὅτι ἡ τοιαύτη ἀπόφασίς
του συνεπήγετο τὴν εἰς θάνατον καταδίκης.
Ἡ καταγγελία τῆς ἀρνήσεως τοῦ Ἰσλαμισμοῦ
καὶ τῆς ἐπιστροφῆς τοῦ Νικηφόρου εἰς τὴν πάτριον τοῦ Χριστοῦ πίστιν, ἐγένετο εἰς
τὰς διοικητικὰς ἀρχάς, τοὐτέστιν εἰς τὸν Βαλῆν τῆς Κρήτης τοῦ Χάνδακος, ἦτο ὁ
Μουσταφᾶ Πασᾶς. Συνελήφθη ὅθεν ὁ Νικηφόρος ὑπὸ τῶν ἐκτελεστικῶν ὀργάνων τοῦ
Διοικητοῦ, ἅτινα, κατὰ τὴν ἐποχὴν ἐκείνην, ἦσαν ἐντόπιοι ἐξισλαμισμένοι
χριστιανοί, ἀνήκοντες εἰς τὰ σώματα τῶν Γενιτσάρων. Ἡ ὑπόθεσις παρεπέμφθη ἀπὸ τὸν
Βαλῆν εἰς τὸ ἱεροδικεῖον, ἑνώπιον τοῦ ὁποίου ὡδηγήθη ὁ Νικηφόρος, καὶ αὖθις ὡμολόγησε
ἑαυτὸν χριστιανόν. Κατόπιν τούτου, τὸ δικαστήριον ἐξέδωσε ἀπόφασιν ἐκτελέσεως
τοῦ Νικηφόρου δι’ ἀπαγχονισμοῦ, ὅστις ἀπετέλει τὴν πλέον ἀτιμωτικὴν ποινήν, καὶ
ἐπιβάλετο διὰ παραδειγματισμόν. Τόπος δε τῆς ἐκτελέσεως ἦτον ὁ εἰς τὴν σημερινὴν
πλατεῖαν Δικαιοσύνης χῶρος, ἔνθα καὶ οἱ στρατῶνες τῶν Γενιτσάρων. Ἦγε δὲ οὗτος ὁ
μακάριος τοῦ Χριστοῦ Νεομάρτυς, τὸ τριακοστὸν περίπου ἔτος τῆς ἡλικίας του.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα
Ὁ ρεῖθρα φλογίζοντα τὴν ἁμαρτίαν,
καὶ φλόγα δροσίζουσαν, ἀνθρώπων γένος Κύριε, ἐν τῷ σῷ Βαπτίσματι, συνάψας Λόγε
Θεοῦ, ὁ ὑπερυψούμενος Θεός, εὐλογημένος καὶ ὑπερένδοξος.
Τῷ κάμινον τεύξαντι τὸν Ἰορδάνην,
σαυτὸν ὡς θυμίαμα, ὁλοκαυτώσας Ὅσιε, καὶ φλόγα οὐράνιον, ἀψευδὲς σύμβολον,
θείας ἐπινεύσεως λαβών, σηκὸν ἱδρύσω ψυχῶν σωτήριον.
Τοῖς σοῖς στρατηγήμασι τὰ τοῦ
Μωσέως, ὑπείκει τῆς χάριτος, ἐπιφανείσης Ὅσιε· ἐχθροὺς ἀοράτους γάρ,
καταστρεψάμενος, πόλιν ἐπουράνιον ὁ σός, κληροδοτεῖται λαὸς Πανεύφημε.
Τῷ ῥείθροις ἐνθάψαντι τὴν ἁμαρτίαν,
σαυτὸν ἐνδιαίτημα, ἔδρασας Θεοδόσιε, θεάρεστον τέμενος ἐπῳκοδόμησας, φέρειν ἀκατάπαυστον
ᾠδήν, νομοθετήσας ἐν πολυγλώσσοις φωναῖς.
Τῶν Παίδων μιμούμενος τὴν
παρρησίαν, τυράννου πυρίπνοον, ἀπειλὴν ἐξεφαύλισας, σοφῶς προϊστάμενος τῆς Ἐκκλησίας
Χριστοῦ, Πάτερ Θεοδόσιε, δι᾿ ἣν ἑκὼν ὡράθη, σαρκὶ σταυρούμενος.
Θεοτοκίον
Πανάχραντον σύλληψιν, ἄχραντον
τόκον, σὺ μόνη ὑπέδειξας, Παρθένος διαμείνασα· Θεὸν γὰρ συνέλαβες, τὸν ὑπὲρ
πάντων Ἁγνή, ἄνθρωπον γενόμενον, πιστῶν εἰς σωτηρίαν καὶ ἀπολύτρωσιν.
Καταβασία
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας,
διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις·
ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων
Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'. Κάμινος ποτέ.
Κάμινός ποτε, ἐν Βαβυλῶνι ῥεῖθρα,
τοῦ Ἰορδάνου ἐξεικόνισε, τῷ θείῳ Βαπτίσματι, ἐναντίους καταφλέγουσα, τοὺς δὲ
πιστοὺς δροσίζουσα κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῶν σωματικῶν, παθῶν προεκδημήσας,
τῆς ἐκδημίας Θεοδόσιε, ἐν τοῖς κενεῶσι τῆς γῆς, τῶν ὑδάτων ἑξαιρούμενος, τῷ
νεανίᾳ δείκνυσαι, κράζοντι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Γέγονε τῶν σῶν, χειρῶν ἡ εὐλογία, τὸ
τοῦ ἐν ῥείθροις βαπτισθέντος Χριστοῦ, θειότατον πρόσταγμα, τῇ ἀνίκμῳ
γονιμώτατον, ὕδωρ καὶ θάλπων ἥλιος· κόκκος γὰρ εἰς πολύχουν, σῖτον ἀσπόρως ἐτρέφετο.
Γνόφον νοητόν, φωτὸς τοῦ θειοτάτου,
σὺ ὑπεισδύνας Θεοδόσιε, καὶ πλάκας δακτύλῳ Θεοῦ, ἐγγραφείσας τῇ καρδίᾳ σου, τὰ
εὐσεβείας δόγματα, ἔφερες τοῖς φοιτῶσι, βίβλον ζωῆς παμμακάριστε.
Πίστιν ἀρραγῆ, τὴν τῆς Αἱμόρρου
Πάτερ, ἐκμιμησάμενον τὸ γύναιον, τοῦ ῥάκους ἁψάμενον, ὥσπερ σκότος τῷ ἐν σοὶ
φωτισμῷ τὸ πάθος ἐφυγάδευσε· γέγονας ἐκλογῆς γάρ, σκεῦος τῷ ἐπιφανέντι Χριστῷ.
Σὲ τὸν ἐκ Θεοῦ, Θεὸν ἑωρακότες,
σωματικῶς ἐπιφανέντα Χριστέ, ἀρρήτως ἐπέγνωμεν, τὸν ἀόρατον Πατέρα σου, καὶ Πνεῦμά
σου τὸ Ἅγιον, κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν
μήτρᾳ, θεανδρικὼς πολιτευσάμενον, ἀσπόρως συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας, Θεὸν
ὁμοῦ καὶ ἄνθρωπον· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.
Καταβασία.
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος,
πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ
στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην· ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν,
εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος
Συνόδους ἐκήρυξας, θεόφρον
Θεοδόσιε, τῶν σεπτῶν ἰσαρίθμους, Εὐαγγελίων Χριστοῦ, τὸ τῆς προαιρέσεως αἷμα,
μαρτυρικῷ, προέμενος ζήλῳ, καὶ μάρτυς ἀναίμακτος, εὐσεβείας ἀναδέδειξαι.
Ἡ δίκη τὸν ἄδικον, ἐνδίκως
κατεδίκασε, τῆς σῆς ὑπερορίας προεξορίσασα, καὶ διὰ βλασφήμων χειλέων, τὴν
δυσσεβῆ, ψυχὴν ἐξελοῦσα, ζωῆς τε στερήσασα, τῆς ζωῆς τὸν ἐχθρὸν Ὅσιε.
Τῶν σῶν μεμνημένοι, διδαγμάτων
Θεοδόσιε, ἐν δυσὶ ταῖς οὐσίαις, Χριστὸν κηρύττομεν, δύω τάς θελήσεις εἰδότες,
τάς φυσικάς, καὶ τάς ἐνεργείας, καὶ τὰ αὐτεξούσια, ἐν Θεῷ τῷ βαπτισθέντι σαρκί.
Φερώνυμος δόσις ἀγαθή, ἐκ τοῦ τῶν
φώτων Πατρός, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρὸς πέφηνας, βρῶσις εὐθηνοῦσα καὶ
πόσις, τῶν ἐν λιμῷ τακέντων καὶ δίψει, γυμνῶν περιβόλαιον, καὶ πιπτόντων ἐπανόρθωσις,
Μὴ παύσῃ τὴν ποίμνην σου, ἐφορῶν
Πάτερ Ὅσιε, καὶ τῆς σῆς μεμνημένος καθυποσχέσεως, ἧς τάς τῆς ἐλπίδος ἀγκύρας, ὡς
ἀρραγοῦς ἐξήψαμεν πέτρας, πρὸς Χριστὸν μεσίτην σε, κεκτημένοι Θεοδόσιε.
Θεοτοκίον
Ὡς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ
βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα, τὴν ἀνατολὴν τοῦ Ἡλίου, τοῦ νοητοῦ
τῆς δικαιοσύνης, ἡμῖν φανερώσασα, Θεομῆτορ πανσεβάσμιε.
Καταβασία.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ
νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν
δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ
προστάτις, σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Τὸν νοῦν καθάρας Ὅσιε, τῆς τῶν παθῶν
συγχύσεως, τρανῶς ἐδέξω τάς θείας, ἐμφάσεις τῆς ὑπερφώτου, καὶ τριλαμποῦς
Θεότητος, παμμάκαρ Θεοδόσιε, τῶν ἀσκητῶν ἀγλάϊσμα· καὶ νῦν πρεσβεύων μὴ παύσῃ, ὑπὲρ
ἡμῶν θεοφόρε.
Ἕτερον.
Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν
πρῶτον τῶν κοινοβίων καὶ μονοτρόπων στηριγμόν, ἰάσεων τὸ ταμεῖον καὶ τῆς ἐρήμου
πολιστὴν τιμήσωμεν κατὰ χρέος, τὸν Θεοδόσιον, ὕμνοις.
Τῆς
ἑορτῆς.
Ἐξεστῆσαν
καθορῶσαι αἱ τῶν ἀγγέλων στρατιαὶ σὲ προσερχόμενον, Σῶτερ, ἐν Ἰορδάνῃ ποταμῷ ὡς
μέροπα βαπτισθῆναι ἐκ τῆς χειρὸς τοῦ Προδρόμου.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν.
Οἶκον τῶν ἱερῶν ἀρετῶν,
προκαταστήσας σεαυτὸν Θεοδόσιε, τὸν θεῖον τῆς Θεοτόκου, κατηξιώθης ναόν,
κατοικεῖν καὶ τοῦτον ἐπισκέπτεσθαι· Θεοῦ τὴν λαμπρότητα, θεωρεῖν γὰρ ἠγάπησας· τῆς
ἀληθοῦς δέ, νῦν σκηνῆς τὴν εὐπρέπειαν, καὶ τὴν ἄφραστον, καθορᾷς ὡραιότητα· ἥν
περ ἐθεμελίωσεν, ὁ Ὕψιστος Ὅσιε, καὶ κατοικίζει προθύμως, τοὺς πρὸς αὐτὸν ἀνανεύοντας.
Αὐτὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Πόνοις ἀσκητικοῖς σεαυτόν, ἀνακαθάρας
μιμητὴς ἐχρημάτισας, παμμάκαρ, τοῦ σοῦ Δεσπότου· τῆς γὰρ κρασπέδων τῶν σῶν, ἁψαμένης
πάθος ἐθεράπευσας· λιμῷ τηκομένους, ἐν τῇ ἐρήμῳ δὲ ἔθρεψας, ἐξ ἀκενώτου, χορηγῶν
θησαυρίσματος, ὡς φερώνυμος, Θεοῦ δόσις γενόμενος. Πίστιν δὲ τὴν ὀρθόδοξον, ἐκήρυξας
Ὅσιε, τὴν τοῦ τυράννου μανίαν, ἀντ᾿ οὐδενὸς λογισάμενος, Χριστὸν ἱκετεύων, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Φλόγα τῆς πρὸς Θεὸν ἀκλινοῦς, καὶ
διαπύρου καὶ θερμῆς ἀγαπήσεως, ἐξάψας τὸν οὐρανόθεν, ἀντεκομίσω πυρσόν, εὐδοκίαν
θείαν σοι μηνύοντα, ναὸν ἁγιώτατον, ἀρετῆς παιδευτήριον, οἰκοδομῆσαι, καὶ ψυχῶν
φροντιστήριον· ὃν ἀρξάμενος, εὐσεβῶς ἐτελείωσας· ἔνθα καὶ τὸ πολύαθλον, κατάκειται
σῶμά σου, θήκαις ὁσίαις Παμμάκαρ, διαφερόντως τιμώμενον. Χριστὸν δωρηθῆναι, ταῖς
ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Ὄντως ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ
οἴκου τοῦ Θεοῦ Θεοδόσιε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος
Πάτερ ἐορτάζοντος, τερπνῆς ἀκουσάμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου,
θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει μακάριε, ἧς μόνης ἐφιέμενος, τὴν
σάρκα ἐνέκρωσας, ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
πάτερ, τῆς ἀληθείας παναρμόνιον ὄργανον, ἀσκητικὸν γυμνάσιον συνεκρότησας ἐν τῇ
ἐρήμῳ, ἔνθα τὴν κοινὴν ἐδίδαξας βίωσιν, κλῖμαξ γὰρ θεία πρὸς οὐρανοὺς ἀνάγουσα
ἐπώφθη ὁ θεόληπτος βίος σου, Θεοδόσιε, τοῦ Παρακλήτου πολύεδρε κρύσταλλε καὶ
μοναστῶν ἀλεῖπτα. Λιταῖς σοῦ οὖν εὐπροσδέκτοις ὑψόθεν, τρισόλβιε, ἀξίωσον ἡμᾶς
τοὺς ὑμνοῦντας σὲ ἀπαύστως, τυχεῖν τοῦ ἐλέους τοῦ Κτίσαντος ἐν τῇ ἡμέρᾳ τῆς
κρίσεως.
Καὶ νῦν. Ὁ αὐτὸς
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε
βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν
ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης
ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ καὶ ἐπὶ γῆς
ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις
Μεγαλυνάριον.
Ὕψος
δυσαντίβλεπτον ἀρετῶν, ἴνδαλμα σοφίας, Θεοδόσιε ἱερέ, τῆς κοινῆς ἐν μάνδραις,
βιώσεως ἡγήτωρ, καὶ κλέϊσμα ἀζύγων, ὤφθης θεόσδοτον.
ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογήσαντος τοῦ Ἱερέως,
τὸ Κύριε Εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, καὶ τὸ ἑξῆς Τροπάριο. Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς
προσπελάζοντας τῇ θείᾳ μονῇ σου, καὶ τὴν θερμήν σου ἀρωγὴν ἐκζητοῦντας,
τρισμάκαρ Θεοδόσιε, θαυμάτων πηγή, ῥῦσαι ἐκ τῆς ὄφεως ἀνηκέστου μανίας, καὶ
χορήγει δύναμιν, ὑγίειαν καὶ ῥῶσιν, ἵνα σὲ πάντες μέλπωσιν ᾠδαῖς, ὡς ἰατρεῖον
ἀδάπανον πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε...
Εἶτα ὁ Ν΄ ψαλμός, καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΘΕΟΔΟΣΙΟΥ ΛΙΤΑΣ ΠΡΟΣ ΘΕΟΝ ΑΙΤΟΥΜΑΙ. Χ(αραλάμπους).
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Θεὸν
τὸν εἰρήναρχον καὶ ζωῆς, τὸν δότην ἀπαύστως καθικέτευε τοῖς πιστῶς, αἰτοῦσι τὴν
σὴν θερμὴν πρεσβείαν, ῥῶσιν διδόναι, κλεινὲ Θεοδόσιε.
Ἐρήμου
θεόφρον ὑφηγητά, ὑψικομε φοῖνιξ, καὶ δροσίζουσα Ἀερμών, ἀπέλασον νέφη τῆς ψυχῆς
μου καὶ θεϊκὴν δρόσον ταύτῃ ἐπόμβρησον.
Ὁσίων
πολύτιμε θησαυρέ, κοινοῦ βίου πρῶτε, Θεοδόσιε ἱερέ, ὁσίως ἀνύσαι μὲ τὸν βίον ἐν
ψυχικῇ ἠρεμίᾳ ἀξίωσον.
Θεοτοκίον.
Δυσώπει,
Πανύμνητε ἐκτενῶς, τὸν τῆς ὑφηλίου, Κτίστην μόνον σοφὸν Θεόν, ὡς μήτηρ Αὐτοῦ
προσφιλέστατη, πέμψαι ἡμῖν τὸ Αὐτοῦ θεῖον ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ὁσιώτατε
πάτερ, Μωγαρισσοῦ καύχημα, Βηθλεὲμ τὴν ἔρημον πᾶσαν ὁ πόνων πλήθεσι, καθαγιάσας
Χριστῷ, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν σὴν μνήμην πρέσβευε, ὦ Θεοδόσιε.
Στύλος
ὤφθης ἀζύγων, καθηγητὴς πάνσοφος, καὶ ἀκέστωρ τῶν ἱκετῶν σου πάνυ ταχύτατος,
διὸ προσπίπτοντές σοι, ἀναβοῶμεν ἐκ πάσης, συμφορᾶς ἀπάλλαξον, Πάτερ σοὺς
πρόσφυγας.
Ἱκετεύομεν
βέλη, τοῦ μιαροῦ δράκοντος, ἀφ’ ἡμῶν ἀπέλασον τάχος, ἀσκητικώτατε, ὁ τῇ δυνάμει
Χριστοῦ, κατατροπώσας τὸν πλάνον, καὶ Αὐτοῦ τῇ χάριτι, δάφνας δρεψάμενος.
Θεοτοκίον.
Οὐρανῶν
ὑπέρτερα, ἡ τὸν Χριστὸν Κύριον, ἐν τῇ σῇ νηδύϊ ἀφράστως, Κόρη, χωρήσασα, τῆς
σῳζομένων τυχεῖν, μερίδος ἐν τῇ ἡμέρᾳ. Ἄσπιλε, τῆς κρίσεως πάντας ἀξίωσον.
Διάσωσον,
ἐξ ἀῤῥώστιας λοιμώδους καὶ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ κραταιᾷ πρεσβείᾳ σου
σπεύδοντας, φανέ, Θεοδόσιε, μονοτρόπων.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία
θερμή.
Χαρίτων
κρατήρ, καὶ φρέαρ ἀνεξάντλητον, θαυμάτων πολλῶν ἐπώφθης, Θεοδόσιε διὸ πάντες
σπεύδοντες τῇ θερμῇ, σοφέ, ἀντιλήψει σου ἐκ χαλεπῶν κινδύνων, συμφορῶν καὶ
βλάβης ταχέως ἐκλυτρούμεθα.
ᾨδὴ
δ´. Εἰσακήκοα Κύριε.
Ὑπὲρ
φύσιν τὴν βρότειον, ἠγωνίσω ὄλβιε Θεοδόσιε, τῶν ψυχῶν θεράπον γνήσιε, καὶ τῶν
θλιβομένων καταφύγιον.
Ληστρικὰς
ἀποδίωξον, ἐπιθέσεις πάτερ ἐκ τῶν τιμώντων σε, καὶ γαλήνην ἐπιβράβευσον, ταῖς
ψυχαῖς αὐτῶν, ὦ Θεοδόσιε.
Ἰατρεῖον
ἀδάπανον, τὸ σεπτὸν σεμνεῖόν σου ἀναδέδεικται, ἀπελαῦνον ἅπαν νόσημα, ἐκ τῶν
ἱκετῶν σου, Θεοδόσιε.
Θεοτοκίον.
Τίς
ἀξίως ὑμνήσει σου, ἔνδοξε Παντάνασσα τὰ θαυμάσια, ἐκβοῶμεν οἱ προστρέχοντες, τῇ
ἀκαταπαύστῳ μεσιτείᾳ σου.
ᾨδὴ
ε´. Φώτισον ἡμᾶς.
Ἄδοντες
φαιδρῶς, τὰ σὰ τίμια παλαίσματα, καὶ τοὺς πόνους σου βοῶμεν ἐκ παθῶν, τοὺς σοὺς
ἱκέτας συντηρεῖ, κλεινέ, ἀπήμονας.
Στέφος
ἐκ Θεοῦ, Θεοδόσιε ἀπείληφας, τῶν σῶν ἀγώνων καὶ νῦν τὸν Λυτρωτήν, καθικετεύεις
ὑπὲρ τῶν πιστῶς τιμώντων σε.
Πᾶσαν
λοιμικήν, φυγαδεύεις νόσον Ὅσιε, τῇ στεῤῥᾷ σου παῤῥησίᾳ πρὸς Θεόν, τῶν ἐν ἐρήμῳ
ἀζύγων ὦ ἀκροθίνιον.
Θεοτοκίον.
Ῥῦσαι
Μαριάμ, ἐκ λιμοῦ σεισμοῦ καὶ θλίψεων, τοὺς κραυγάζοντας ἐν πίστει ἀκλινεῖ·
χαίροις τοῦ κόσμου, Μητρόθεε, παραμύθιον.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Οἱ
μώλωπες, τῆς ψυχῆς προσώζεσαν, τῆς δυστήνου μου ἀζύγων Ἀλείπτα, καὶ δυσωδίαν
φρικτὴν ἐμποιοῦσιν, ἀλλὰ προστρέχων τῇ θείᾳ δυνάμει σου, ἀναβοῶ σοι εὐλαβώς,
τὰς πληγάς μου ταχὺ ἀποξήρανον.
Στενώσεως,
λυπηράς, κακώσεων καὶ σκανδάλων ἀπολύτρωσαι τάχος, τοὺς σοὺς ἱκέτας ὡς πένητα
πάλαι, ἐκ τοῦ θυμοῦ διασώσας τοῦ λέοντος, φιλάνθρωπε θαυματουργέ, ἀσκητὰ
γεραρέ, Θεοδόσιε.
Θεράπευσον,
τῆς ψυχῆς μου τραύματα καὶ τοῦ σώματος πολλὰς ἀλγηδόνας, ὁ θεραπεύσας γυνὴν
ἁψαμένην τοῦ σου κρασπέδου, σοφὲ Θεοδόσιε, ἐξ ἀνιάτου καὶ δεινῆς ἀσθενείας,
δυνάμει τῆς πίστεως.
Θεοτοκίον.
Ἐκύκλωσαν,
ὥσπερ τίγρεις ἄγριαι, τὴν ψυχήν μου καὶ ἀκόρεστοι κύνες, ἁγνὴ Παρθένε θεόνυμφε
Κόρη, αἱ τοῦ δολίου δυνάμεις καὶ ἕλκουσι, πρὸς ᾌδην ταύτην πλὴν θαῤῥῶν, τῇ σῇ
σκέπῃ ταχὺ διασῴζομαι.
Διάσωσον,
ἐξ ἀῤῥώστιας λοιμώδους καὶ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ κραταιᾷ πρεσβείᾳ σου
σπεύδοντας, φανέ, Θεοδόσιε, μονοτρόπων.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄.
Προστασία τῶν Χριστιανῶν.
Ἡγεμῶν
τῆς κοινῆς βιοτῆς τε καὶ πρώταρχε, ἀρετῶν θεϊκῶν ὅρος ὄντως ὑψίλοφον, μὴ
παρίδῃς ἀπεγνωσμένας, Ὅσιε, φωνὰς τῶν προσφύγων σου, ἀλλὰ ταχύ, τῷ Λυτρωτῇ σου ἐκτενῶς,
Θεοδόσιε, πρέσβευε, ἵνα ἐξ ἀμετρήτων κινδύνων καὶ ἀλγηδόνων ῥυσθῶμεν ἅπαντες
ἡμεῖς οἱ τὴν μνήμην σου γεραίροντες.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον.
(Λουκ. στ΄, 17-33)
Τῷ
καιρῷ ἐκείνῳ, ἐστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ
πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ
οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει
ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰατο πάντας. Καὶ αὐτὸς
ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἐλεγε· Μακάριοι οἱ πτωχοί,
ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεῖα τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι
χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν
μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ
ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν
ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τῶν σῶν Ἁγίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β΄.
Κλῆμα
ὥσπερ δίκαιος, ἐν τοῦ Κυρίου τῷ οἴκῳ, φυτευθὲν ἐξήνθησας, βότρεις ἐνασκήσεως
καὶ πραότητος, ἐξ ὧν καὶ τρέφονται, οἱ σὲ ἀνυμνοῦντες, καὶ προστρέχοντες σῇ
χάριτι, ἐν τῷ τεμένει σου, τῷ σεπτῷ καὶ πίστει τὸν Κύριον, τοῦ κόσμου θεῖον
ἥλιον καὶ Θεὸν τῶν ὅλων δοξάζουσι, κλέος μονοτρόπων, σοφίας Θεοδόσιε κρουνέ, μὴ
μὲ παρίδῃς τὸν ἄθλιον, τὸν παρακαλοῦντά σε.
ᾨδὴ
ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλονύκτοις
καμάτοις, προσευχαῖς ἀσιγήτοις, νηστείαις δάκρυσι, καὶ κλίσεσι γονάτων τοῦ
πλάνου ἐτροπόσω τὰς ὀρδάς, Θεοδόσιε, καὶ νῦν ἐν πόλῳ οἴκων ὑπὲρ ἡμῶν
πρεσβεύεις.
Γοερῶς
ἱκετεύω, σὲ ἐρήμου πολίτα ὦ Θεοδόσιε, ἀπὸ λοιμώδους νόσου, ἀνάγκης τε καὶ
βλάβης ἀσινῆ διαφυλάττε, κάμε τὸν μέλποντά σε, ἀπαύστως εἰς αἰῶνας.
Ἀσωμάτων
τοῖς δήμοις καὶ ὁσίων ταῖς τάξεσι, Θεοδόσιε, ἀριθμηθεὶς πρεσβεύεις ὑπὲρ τῶν σὲ
τιμώντων τῷ Δεσπότῃ τῆς κτίσεως, γεώργιον ἀρετῶν καὶ στῦλε ἐγκρατείας.
Θεοτοκίον.
Ἰατρὸν
σὲ πλουτοῦμεν, Ὑπερύμνητε Κόρη, ἐν γῇ θειότατον, καὶ εὐσεβεῖ τῇ πίστει, δεόμεθά
σου τάχος, πᾶσαν νόσον ἀπέλασον, ἐπώδυνον ἀφ᾿ ἡμῶν, τῶν σὲ μεγαλυνόντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν
μοναζόντων, ὑπογραμμὲ καὶ ἐρήμου, πολιοῦχε Θεοδόσιε τρισμάκαρ, μέμνησο τῶν
πίστει σὲ ἀνυμνολογούντων.
Ὁσίων
πέλεις, πανευκλεὴς ὑφηγήτωρ, Θεοδόσιε, τῶν κοινοβίων πρῶτε, καὶ θερμὸς μεσίτης
ἡμῶν πρὸς τὸν Σωτῆρα.
Ὕμνον
σοὶ ψάλλει, ἡ τῶν πιστῶν σου χορεία, ἐν μονῇ σου Θεοδόσιε, τῇ θείᾳ, σπεύδουσα
ἐν δίναις τῇ σῇ ἐπιστασίᾳ.
Θεοτοκίον.
Μῆτερ
ἁγία, πρὸς ἀφθαρσίας λειμῶνας, ὀλισθήσαντας φθορᾷ τῆς ἁμαρτίας, ἴθυνον σοὺς
δούλους, τοὺς σὲ δοξολογούντας.
ᾨδὴ
θ´. Κυρίως Θεοτόκον.
Ἀκοίμητος
προστάτης τῆς μονῆς σου πέλεις καὶ ἀντιλήπτωρ ταχὺς τῶν τιμώντων σέ,
Κοινοβιάρχα θεόφρον, ὦ Θεοδόσιε.
Σῶσαι
τὸν Κτίστην ὑπὲρ τῶν τὴν σὴν μνήμην ἐπιτελούντων, σοφὲ Θεοδόσιε, καὶ
εὐφημούντων ἀπαύστως τὰ σὰ παλαίσματα.
Χαρίτωσον,
ἐρήμου κλέϊσμα, τοὺς πόθῳ προσπεφευγότας τῇ θείᾳ πρεσβείᾳ σου καὶ εἰρηναῖον τὸν
βίον τούτοις σὺ δώρησαι.
Θεοτοκίον.
Ἀνάκτορον
τοῦ Κτίστου πάγχρυσον καὶ θρόνε Αὐτοῦ πολύτιμε, κόσμου Παντάνασσα, τῆς
Ἐκκλησίας τὰ σκάνδαλα τάχος κόπασον.
Ἄξιόν
ἐστιν. Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Τὴν
κοινὴν ἐδίδαξας βιοτὴν, ἐν ταῖς θείαις μάνδραις Θεοδόσιε ἱερέ, καὶ ταῖς σῶν
δακρύων, ῥοαῖς τὸ τῆς ἐρήμου, κατήρδευσας παμμάκαρ, ἄγονον ἔδαφος.
Ὕψος
δυσαντίβλεπτον ἀρετῶν, ἴνδαλμα σοφίας Θεοδόσιε ἱερέ, τῆς κοινῆς ἐν μάνδραις,
βιώσεως ἡγήτωρ, καὶ κλέϊσμα ἀζύγων ὤφθης θεόσδοτον.
Κοινοβίων
πρῶτε καὶ εὐθαλές, ἄνθος τῆς ἐρήμου Θεοδόσιε τὸν Θεόν, ἐκτενῶς δυσώπει, ὑπὲρ
τῶν ἀνυμνούντων, τῶν σῶν στεῤῥῶν ἀγώνων τὰ κατορθώματα.
Ἐκ
δεινῶν παντοίων τὴν σὴν μονήν, ἄτρωτον συντήρει Θεοδόσιε ἱερέ, καὶ τοὺς σοὺς
ἱκέτας, ἐκ τῆς τοῦ παλαμναίου, μανίας ἵνα πάντες σὲ μεγαλύνουσι.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες
μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
κοινῆς τῶν ἀζύγων βιοτῆς ὤφθης πρώταρχος, ἡγεμών τε Πάτερ Ὁσίων καλλονὴ
Θεοδόσιε, ἐκ ῥίζης γὰρ τιμίας ἐκφυείς, ἀνέθηλας καρποὺς τῶν ἀρετῶν, τοὺς
προξένους σωτηρίας. Διὸ σοὶ γηθοσύνως ἀνακράζομεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ὁδηγόν σε πρὸς ζωήν, ἄληκτον δείξαντα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’
ἥν ψάλλομεν: Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πρῶτε
κοινοβίων ἱερέ, πρότυπον σεπτὸν μονοτρόπων, θεοειδὲς ἀσκητά, ῥῦσαι τοὺς ἱκέτας
σου ἐξ ἐνεστώσης φθορᾶς δυσμενοῦς τοῦ ἀλάστορος μανίας καὶ βλάβης, ἵνα
μεγαλύνωμέν σε εἰς αἰῶνα φαιδρῶς, πάτερ Θεοδόσιε θεῖε, σκέπη κραταιά τε καὶ
τεῖχος τῶν προσπελαζόντων τῷ τεμένει σου.
Δέσποινα,
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην
σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου