Τρίτη 21 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 22. ΑΓΙΟΙ ΕΠΤΑ ΠΑΙΔΕΣ ΕΝ ΕΦΕΣῼ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΚΒ΄!!
ΠΑΙΔΕΣ ΕΠΤΑ ΕΝ ΕΦΕΣῼ
ΑΚΟΛΟΥΘΙΑ
(Συμπληρωθεῖσα ὑπὸ Χαραλάμπους Μπούσια.)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς ἑπταρίθμου Ἐφέσου Παίδων συνάξεως, τὴν μνήμην ἐκτελοῦντες, οἱ σαφῶς προσδοκῶντες, τὴν ἔγερσιν ἐκ τάφου πάντων νεκρῶν, εὐλαβῶς ἀνακράζομεν· χαίρετε Μάρτυρες πίστεως εὐσταλεῖς, προτυπώσεις ἀναστάσεως.

Ἀφθάρτου δόξης ἐν πόλῳ σεπτοὶ συνέστιοι, ἑπτὰ Ἐφέσου Παῖδες, ἀπελαύνετε πίστιν, νεκρὰν ὑμῶν πρεσβείαις πρὸς τὸν Θεόν, καὶ τὴν πίστιν κρατύνετε, τῶν ἐλπιζόντων ἀνάστασιν χοϊκῶν, καὶ ζωὴν τὴν αἰωνίζουσαν.

Ἑπτὰ Ἐφέσιοι Παῖδες οἱ τελευτήσαντες, ὁμοῦ ἐντὸς σπηλαίου, τοῦ Κυρίου προστάξει, ἠγέρθητε ἀφράστως καὶ ὥσπερ χθές, καθυπνώσαντες Ἅγιοι, συνδιελέγεσθε πάντες ὡς ἀληθῶς, καὶ τὴν πίστιν προησπίζατε.

Δεινῆς αἱρέσεως ῥίζαν τοὺς ἀποτέμνοντας, ἀνάστασιν μὴ εἶναι, τῆς ἀσόφως φασκούσης, καὶ πίστεως κομῶντας θείους καρπούς, ἐπαινέσωμεν κράζοντες· Ἑπτὰ Ἐφέσιοι Παῖδες τὴν τῶν νεκρῶν, προδηλοῦτε πᾶσιν ἔγερσιν.

Δόξα. Ἦχος β’.
Χαίρετε ἐν Κυρίῳ στεφανηφόροι Μάρτυρες, Ἐφέσιοι ἑπτάριθμοι Παῖδες, οἱ τὸ ὄνομα τοῦ Κυρίου ὁμολογήσαντες, ἐνώπιον Δεκίου· ὑμεῖς γὰρ ἠξιώθητε, μακροχρόνιον ἀνύσαντες ὕπνον, ἐγερθῆναι αὖθις, τὴν κοινὴν τῶν βροτῶν προτυποῦντες ἀνάστασιν. Μὴ παύσησθε οὖν Χριστῷ πρεσβεύοντες, συναριθμῆσαι καὶ ἡμᾶς τῇ τῶν σωζομένων μερίδι, ἐν τῇ ἡμέρᾳ τῆς δικαίας Αὐτοῦ, καὶ ἀδεκάστου Κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Στῦλοι θεοειδεῖς, ἰσάριθμοι σοφίας, ἑπτὰ Ἐφέσου Παῖδες, ὡς λίθου τοῦ Δεκίου, ἐθραύσατε τὸ φρύαγμα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Μάρτυρες ἀγλαοί, ἑπτάριθμοι Ἐφέσου, ἐξ ὕπνου ἐγερθέντες, μακροχρονίου πᾶσιν, ἀγγέλετε ἀνάστασιν.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄντως ὑπερφυῶς, ἠγέρθητε ἐξ ὕπνου, ἵνα σαρκὸς μερόπων, και τῆς ψυχῆς τοὺς πάντας, διδάξητε ἀνάστασιν.

Δόξα. Τριαδικόν.
Πάτερ πανσθενουργέ, σὺν Λόγῳ Σου συνθρόνῳ, βροτῶν λαβόντι σάρκα, καὶ Πνεύματί Σου θείῳ, Τριὰς Ἁγία δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ ἐκ νεκρῶν, σαρκὶ ἐξαναστάντος, Θεοῦ Υἱοῦ Σοὺς δούλους, ἀνάστησον πεσόντας, εἰς λάκκον ἀπογνώσεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἑπτάριθμοι Μάρτυρες, καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν· ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Παρανόμου προστάγματος, τῷ Θεῷ πειθαρχήσαντες, Παῖδες οἱ μακάριοι κατεφρόνησαν, καὶ δεσμευθέντες διέλυσαν, τῆς πλάνης τὸν σύνδεσμον, καὶ ἀξίαν κοσμικήν, ἀπωσάμενοι ἔλαβον, τὸ ἀξίωμα, τὸ αὐτοὺς περιδόξους ἐκτελέσαν, καὶ τὴν ἄνω προξενῆσαν, τῆς βασιλείας ἀπόλαυσιν.

Ἑαυτοὺς πρὸς τὰ σκάμματα, τῆς ἀθλήσεως Ἅγιοι, καρτερῶς γυμνάζοντες κατεκρύπτεσθε, ἐν τῷ σπηλαίῳ δεήσεσιν, ἀπαύστοις τὸν Κύριον, ἱκετεύοντες ἰσχύν, χορηγῆσαι καὶ δύναμιν· οἷς δὲ κρίμασιν, ὁ φιλάνθρωπος οἶδεν ἀφυπνῶσαι, ἐν εἰρήνῃ ὑμᾶς πάντας, θεαρχικῶς ἐγκελεύεται.

Μυστηρίῳ μυστήριον, τοῖς Ἁγίοις προστίθεται· ὡς γὰρ τελευτήσαντες, οὐκ ᾐσθάνοντο, οὕτω καὶ νῦν ἐγειρόμενοι, σαφῶς κατεπλήττοντο· εἰς γὰρ πίστωσιν νεκρῶν, ἀναστάσεως γέγονε, τὸ τελούμενον· ὅπερ γνόντες οἱ ταύτην ἀθετοῦντες, στερεοῦνται ἐν τῇ πίστει, δοξολογοῦντες τοὺς Μάρτυρας.

Ἕτερα. Ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Δεῦτε ἀνυμνήσωμεν, πιστοὶ λυχνίαν ἑπτάφωτον, τὴν φωτίσασαν πέρατα, τοῦ κόσμου πυρσεύμασι, τῆς αὐτῶν ἀνδρείας, πόθῳ ἐκβοῶντες· Ἐφέσου Παῖδες ἐκλεκτοί, οἱ τοῦ Δεκίου μανίαν θλάσαντες, καὶ πίστιν κραταιώσαντες, Χριστοῦ τὴν θείαν καὶ ἄμωμον, σκοτομήνην σκεδάσατε, τὴν ἡμῶν ἀθλοφόρητοι.

Λίθοι οἱ πολύτιμοι, τῆς εὐσεβείας τιμάσθωσαν, γενναιότητος σάπφειροι, καὶ ῥώμης ἀδάμαντες, Παῖδες τῆς Ἐφέσου, οἱ ἑπτὰ ὡς πᾶσιν, διακηρύττοντες τρανῶς, τὴν ἐκ τοῦ τάφου νεκρῶν ἀνάστασιν, καὶ τῷ Χριστῷ πρεσβεύοντες, ὑπὲρ ἡμῶν τῶν ἐν ᾄσμασι, τὴν αὐτῶν πανακήρατον, ἐκτελούντων πανήγυριν.

Ὥσπερ οἱ ἰσάριθμοι, αὐτῶν τυράννους κατήσχυναν, Μακκαβαῖοι οἱ ἄλκιμοι, Χριστὸν ὡμολόγησαν, πρὸ ἀνομοτάτου, καὶ στυγνοῦ Δεκίου, ἐν τῇ Ἐφέσῳ οἱ ἑπτά, γενναῖοι Παῖδες καὶ ὑπὲρ ἔννοιαν, ἐν ἄντρῳ ἐκοιμήθησαν, θῦσαι εἰδώλοις οἱ πάντιμοι, ἀποφεύγοντες χάριτι, τοῦ τὰ πάντα δεσπόζοντος.


Δόξα. Ἦχος πλ. β’.
Θωρακισθέντες τὴν τοῦ Χριστοῦ πανοπλίαν, τὸν εἰδωλόφρονα Δέκιον κατετροπώσατε, καὶ νίκης βραβεῖα ἤρατε, Παῖδες Ἐφέσου ἑπτάριθμοι· ὑμᾶς γὰρ Κύριος δοξάσας, ἀναστάσεως τῶν νεκρῶν εἰκόνας ἀνέδειξε, θαυμαστῶς ἀναστήσας ἐξ ὕπνου μακροχρονίου· διὸ νῦν τῇ πανσθενουργῷ Τριάδι παραγενόμενοι, μὴ ἐλλίπητε ἀεὶ ὑπὲρ πάντων δεόμενοι, τῶν τιμώντων πόθῳ, ὑμῶν μνήμην τὴν πάμφωτον.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. λζ΄, 1-14)
Ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα. καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα. καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου. τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. καὶ εἶδον καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ' αὐτοῖς. καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.











Λιτή. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοὺς ἐν Ἐφέσῳ Ἑπτὰ Παῖδας μακαρίζουσα, ὡς ἀναστάσεως προεικονίσεις, καὶ ἀνδρείας στηλογραφήματα. Θαυμαστῶς γὰρ οὗτοι θεόθεν ἐδοξάσθησαν, ἐξ ὕπνου μακροχρονίου ἀναστάντες, καὶ πλάνην αἱρετικῶν, τῇ αὐτῶν παραδόξῳ ἐγέρσει καταπατήσαντες. Ζωῆς οὖν τυχόντες τῆς ἀλήκτου, καὶ τῆς υἱοθεσίας τὸ δηνάριον λαβόντες, τῷ Πατρὶ καὶ Θεῷ ἀεὶ πρεσβεύουσιν, ὑπὲρ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος β’.
Δέκιος ὁ παράφρων ἐκέλευσεν, ἐμφραγῆναι τὸ στόμιον τοῦ σπηλαίου, ἐν ᾧ τῷ παμβασιλεῖ τὰς ψυχὰς ὑμῶν ἀπεθέσατε, Παῖδες Ἐφέσου ἑπτάριθμοι. Τὰς ἀργυρὰς αὐτὰς σφραγῖδας ἰδὼν ὁ τῆς πόλεως ἐπίσκοπος, μετὰ τὴν μακροχρόνιον ὑμῶν παράδοξον ἐξανάστασιν, καὶ ὑμᾶς ἔνδον τοῦ σπηλαίου καθημένους, Θεὸν ἐδόξασεν. Αὐτὸν οὖν καὶ ἡμᾶς ἀπαύστως δοξάζειν, τοὺς τὴν νεκρῶν προσδοκῶντας ἀνάστασιν, ἀξιώσατε Ἅγιοι, τῆς Ὀρθοδόξου ἡμῶν πίστεως σεπτὰ θησαυρίσματα.

Ἦχος γ’.
Ἀφθαρσίας ἐνδυσάμενοι στολὴν χρυσοΰφαντον, Ἰάμβλιχε Διονύσιε Ἰωάννη Κωνσταντῖνε, καὶ σὺν Ἐξακουστωδιανῷ καὶ Μαξιμιαλιανῷ Μαρτινιανὲ θεῖε, πίστιν τὴν νεκρὰν ἐκδιώκετε, καὶ ζῶσαν καὶ ἐλευθέραν Ἐκκλησίαν, προδιαγράφετε τὴν ποσδοκῶσαν τῶν νεκρῶν ἐξανάστασιν. Παῖδες Ἐφέσου ἑπτάριθμοι, οἱ ὀφρῦν τοῦ Δεκίου συντρίψαντες, καὶ ζωῆς ἐπιτυχόντες τῆς κρείττονος καὶ ἀϊδίου, μὴ παύσησθε δυσωποῦντες, τὸν ἀναστάντα ἐκ τάφου τριήμερον Κύριον, ἐγεῖραι ἡμᾶς τοὺς πεπτωκότας εἰς χάος ἀπογνώσεως, καὶ ἀξιῶσαι τῆς δεξιᾶς τυχεῖν μερίδος τῶν σωζομένων.

Δόξα. Ἦχος δ’.
Τοὺς νεκρωθέντας τῷ σώματι τῷ βροτείῳ, καὶ πρὸ τῆς κοινῆς ἀναστάσεως, παραδόξως ἐξαναστάντας, Ἑπτὰ Παῖδας τῆς Ἐφέσου οἱ πιστοὶ εὐσχημόνως μακαρίσωμεν. Οὗτοι γὰρ ἱερεῖα πανάμωμα ὀφθέντες τῆς πίστεως, αἱρετικοὺς ἄφρονας ἔδειξαν τῇ αὐτῶν ἐγέρσει, καὶ δόξης ἔτυχον ἀφθίτου ἐν οὐρανίοις σκηνώμασιν· ὅθεν τὴν αὐτῶν μνήμην σήμερον ἑορτάζοντες, καὶ τὰς θεοπειθεῖς αὐτῶν πρὸς Κύριον ἐκζητοῦντες πρεσβείας, Χριστὸν τὸν ἐκ τάφου τριήμερον ἀναστάντα δοξάσομεν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἐξακουστωδιανέ, Μαξιμιλιανὲ Ἰάμβλιχε πάνσεπτε, πανένδοξε Κωνσταντῖνε, σοφὲ Μαρτινιανέ, Ἰωάννη σῶφρον, Διονύσιε, λυχνία ἑπτάφωτε, Ἀθλοφόρων τῆς πίστεως, ἡ ταῖς ἀκτῖσιν, εὐψυχίας φωτίσασα, τὴν ὑφήλιον, καὶ σκεδάσασα ζόφωσιν, τῶν λατρευόντων εἴδωλα· διὸ νῦν γηθόμεναι, τῶν χριστωνύμων χορεῖαι, ὑμῶν τὴν μνήμην μακάριοι, ὁπλῖται Κυρίου, καταστέφομεν εὐήχοις, ᾠδαῖς καὶ ᾄσμασι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, Ἐφέσου Παίδων Ἑπτάς, οἱ τῷ Θεῷ καὶ Λυτρωτῇ πειθαρχήσασα, καὶ φρύαγμα τοῦ Δεκίου, τοῦ φαύλου καὶ μιαροῦ, σῇ λαμπρᾷ ἐνστάσει, καὶ στεῤῥότητι, τῆς γνώμης συντρίψασα· ὅθεν τὰ ἀξιώματα, καὶ πᾶσαν δόξαν, κοσμικὴν ἀπωσάμενοι, γενναιότατοι, Βασιλείας ἐτύχετε, τῶν οὐρανῶν πρεσβεύοντες, Χριστῷ τῷ παντάνακτι, τῷ ἀναστάντι ἐκ τάφου, τοὺς πεπτωκότας εἰς ἄβυσσον, δεινῆς ἀπωλείας, ἀναστῆσαι καὶ ποιῆσαι, υἱοὺς τῆς χάριτος.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Βλέπων, τὴν Ἐκκλησίαν Χριστοῦ, ταραττομένην ἐκ τῆς πλάνης αἱρέσεως, ἀνάστασιν τῆς μὴ εἶνα, φασκούσης οἴμοι νεκρῶν, ἄναξ ὁ θεόφρον, Θεοδόσιος, ἐθρήνει καὶ Κύριον, ἐκτενῶς καθικέτευε, ἀποκαλῦψαι, τούτῳ πᾶσαν ἀλήθειαν, θεοδόξαστοι, νεανίσκοι ἑπτάριθμοι· ὅθεν σαφῶς ἀνέστησεν, ἐξ ὕπνου ὁ Ὕψιστος, μετὰ παρέλευσιν πλείστων, ἐτῶν πρὸς πίστωσιν ἄσειστον, ἐγέρσεως πάντων, τῶν βροτῶν ὑμᾶς Ἐφέσου, ὦ παιδομάρτυρες.

Δόξα. Ἦχος πλ. δ'
Δεῦτε πᾶσα κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, καὶ ἐν φωναῖς ἀλαλαγμοῦ, αἶνον Θεῷ ἀναπέμψωμεν, τῷ πρὸ τῆς κοινῆς ἀναστάσεως, τὴν ἀνάστασιν ἡμῖν ἐμφανίσαντι, καὶ τοὺς πρὸ τριακοσίων δύο καὶ ἑβδομήκοντα τετελευτηκότας χρόνων Ἁγίους Παῖδας ἑπτά, δι' ἱκεσίας εὐσεβοῦς Βασιλέως ἀναστήσαντι ἐκ χοός, εἰς πτῶσιν ἀπίστων ἐχθρῶν, καὶ αἰσχύνην αἰώνιον, δόξαν δὲ καὶ ἔπαινον τῶν φοβουμένων αὐτόν· οἶδε γὰρ Κύριος, δοξάζειν τοὺς αὐτόν ἀντιδοξάζοντας· θέλημα γὰρ ποιεῖ τῶν φοβουμένων αὐτὸν ἐν ἀληθείᾳ, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἑπτάριθμοι Μάρτυρες, καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν· ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐφέσιοι Ἑπτά, Ἀθληταὶ νεανίαι, δι’ ὧν ὑπερφυῶς, τῆς αἱρέσεως δόγμα, διώκεται Ἅγιοι, καὶ ἐκλάμπει ἀλήθεια, ἀναστάσεως, τῆς τῶν ψυχῶν καὶ σωμάτων, ἀναστήσατε, ἡμᾶς βαράθρου κακίας, ὑμῶν παρακλήσεσι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν πάντων Ποιητήν, καὶ Δεσπότην τεκοῦσα, ἀφράστως τῆς φθορᾶς, ἠλευθέρωσας γένος, βροτῶν καὶ ἀνέβλυσας, ῥεῖθρα αἰωνιότητος, τοῖς δοξάζουσιν, ἀεί Σε ὡς Θεοτόκον, Μητροπάρθενε, εὐλογημένη Μαρία, χαρᾶς ἡμῶν πρόξενε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ζωὴ καὶ ἀνάστασις τοῖς Ἐφεσίων Παισί, τοῖς ὁμολογήσασι Χριστοῦ τὴν κλῆσιν τρανῶς, ἐδόθη ὡς δώρημα· ὅθεν αὐτοὶ θανέντες, ἐξανέστησαν ξένως, ᾄδοντες τῷ Κυρίῳ, χαριστήριον αἶνον, ζωῆς καὶ τοῦ θανάτου ἀεί, τῷ κυριεύοντι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χριστὸν σωματώσασα Θεοῦ τὸν Λόγον ἁγνή, ἐθέωσας σύστημα μεγαλυνόντων βροτῶν, ἀεὶ Σὰ θαυμάσια· ὅθεν καὶ τῆς Ἐφέσου, οἱ ἑπτάριθμοι Παῖδες, ἤθλησαν ἀνενδότως, τοῦ Υἱοῦ Σου ἀγάπῃ, τοῦ νέμοντος ἀξίως πιστοῖς, ἄφθαρτον στέφανον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Χορὸν ἑπτάριθμον, σέλας ἑπτάφωτον, πηγὴν ἑπτάκρουνον, τὴν ἀναβλύζουσαν, τῆς ἀναστάσεως νεκρῶν γλυκύτατον ὄντως ὕδωρ, καὶ τερπνὸν ἑπτάκλωνον, δένδρον ἄνθη μυρίπνοα, φέρον θείας χάριτος, ἐγκωμίοις νῦν στέψωμεν, βοῶντες τῆς Ἐφέσου τῶν Παίδων· χαῖρε ἑπτὰς ἡγιασμένη.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοὺς ἀγαπήσαντας ὑπὲρ τῆς νεότητος ἀκμὴν Κύριον, Ἑπτὰ Ἐφέσου Παῖδας τοὺς ἀθλήσεως δρόμον ἀνύσαντας, ἐγκωμίων ἄνθεσιν καταστέψωμεν. Οὗτοι γὰρ ὁμοῦ ἐν σπηλαίῳ κλεισθέντες, προσηύξαντο τοῦ δεσμοῦ λυθῆναι τοῦ σώματος, καὶ μὴ παραδοθῆναι Δεκίῳ τῷ εἰδωλόφρονι· ὑπνώσαντες οὖν μακροχρονίως, χάριτι θείᾳ ἐξανέστησαν, ἵνα πάντας διδάκωσι τὴν τῶν νεκρῶν ἀνάστασιν, ἣν καὶ ἡμεῖς προσδοκῶμεν γηθόμενοι.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς: Τὴν ἑπτάφωτον Μαρτύρων σέβω χάριν. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον
Τὴν θείαν, καὶ φωταυγῆ πανήγυριν, ὑμῶν τοὺς σέβοντας, ὡς τῷ μεγάλῳ Μάρτυρες φωτί, παρεστῶτες δεόμεθα, περιφανῶς πρεσβεύσατε, παθῶν ἀχλύος ἐκλυτρώσασθαι.
νίκα, τὸ δυσσεβὲς καὶ ἄλογον, ἔγνωτε πρόσταγμα, παρακελεῦον θῦσαι βδελυκτοῖς, τοῦ Θεοῦ τοῖς προστάγμασιν, ὠχυρωμένοι Μάρτυρες, ἀπαρασάλευτοι γεγόνατε.
Νηστείαις, καὶ προσευχαῖς προσείχετε, κατακρυπτόμενοι, καὶ ἑαυτοὺς πρὸς πάλην δυσμενῶν, ἑτοιμάζοντες Ἅγιοι· ὅθεν ὑμᾶς ὁ Κύριος, ἀπαρατρώτους διεφύλαξεν.
Θεοτοκίον
Εὑρών σε,καθαρωτέραν Πάναγνε, πάσης τῆς κτίσεως, ὁ καθαρὸς ἐνῴκησεν ἐν σοί, ἐξοικίσαι βουλόμενος, τὴν ἐν' Ἀδὰμ οἰκήσασαν, παρανομίαν ὡς φιλάνθρωπος.

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.
Προσήχθητε Βασιλεῖ, ὁμολογῆσαι δυσσεβεῖ Μάρτυρες, τὸ τοῦ Θεοῦ ὄνομα, τοῦ ἐν οὐρανοῖς βασιλεύοντος.
Τὴν πίστιν περιφανῶς, ἐνδεδυμένοι ὡς φαιδρὸν θώρακα, τοῖς τοῦ ἐχθροῦ βέλεσιν, ἄτρωτοι ἐμείνατε Μάρτυρες.
ντέστητε ἀνδρικῶς, τῷ παρανόμῳ Βασιλεῖ Ἅγιοι, σέβας ὑμῖν ἄλογον, φέρειν τοῖς εἰδώλοις προστάττοντι.
Θεοτοκίον
Φορέσας με ἐκ τῶν σῶν, θείων αἱμάτων ὁ Χριστὸς Ἄχραντε, καταστολὴν χάριτος, πάλαι γυμνωθέντα ἐνέδυσεν.







Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε
Ὡς στῦλοι ὑπάρχοντες, τῆς Ἐκκλησίας Χριστοῦ, τὰ τείχη ἐρρήξατε, τῆς ἀπιστίας σοφοί, ἑπτάφωτοι Μάρτυρες· ὅθεν πρὸ τοῦ θανάτου, τὴν Ἑλλήνων μανίαν, πάλιν δὲ μετὰ πότμον, τῆς αἱρέσεως ζάλην, ἐλάσαντες πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

ᾨδὴ δ'. Δι' ἀγάπησιν Οἰκτίρμον
ραιώθησαν οἱ Παῖδες ὡραιοτάτως, τῷ τοῦ Παντὸς Δεσπότῃ, οἰκειούμενοι· ὅθεν, πᾶσαν ἀπεκρούσαντο, κακίαν τοῦ ὄφεως.
Τὰς πλουσίας ἐκδεχόμενοι ἀντιδόσεις, πάντα τὸν πλοῦτον πᾶσι, πενομένοις κενοῦσιν, ὄλβον ἀντικτώμενοι, οἱ Ἅγιοι ἄφθαρτον.
Οἱ εὐγένειαν τὴν ἄνω ἠγαπηκότες, ἐξ εὐγενῶν γονέων, γεννηθέντες οὐδόλως, εἵλοντο δυσγένειαν, κακῶν ἐπισύρεσθαι.
Θεοτοκίον
Νέον βρέφος ἀπεκύησας τὸν προόντα, γεγηρακότα κόσμον, νεουργοῦντα Παρθένε, θείαις ἐπιγνώσεσι· διὸ σε δοξάζομεν.

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς
Μαξιμιλιανόν, Ἰωάννην, Ἰάμβλιχον, Μαρτῖνόν τε τοὺς φωστῆρας, τοὺς τὰ πέρατα πάντα, φωτίζοντας τιμήσωμεν.
Αἰνέσωμεν πιστοί, Ἀντωνῖνον τὸν Ἔνδοξον, Ἐξακουστωδιανόν τε, Διονύσιον πόθῳ, τὸν πάνσοφον δοξάζοντες.
εόντων καὶ φθαρτῶν, ἀντηλλάξασθε Ἅγιοι, τὰ ἄφθαρτα καὶ μηδόλως παλαιούμεθα· ὅθεν ἀξίως μακαρίζεσθε.
Θεοτοκίον
Τὴν πώρωσιν Ἁγνή, τῆς ψυχῆς μου διάλυσον, καὶ δίδου μοι εὐαισθήτως, τοῦ Υἱοῦ σου προσέχειν, τοῖς θείοις ἐπιτάγμασιν.











ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς
περθεν, εἰδωλικοῦ πελάγους ἐκπλέοντες, οἰακιζόμενοι ὅπλῳ, τοῦ Σταυροῦ λιμένας τοὺς αἰωνίους, Ἀθλοφόροι, νῦν ἐφθάσατε θέσει θεούμενοι.
αίνοντες, σταλαγμοῖς τῶν δακρύων τὸ ἔδαφος, τῇ πρὸς Θεὸν ἱκεσίᾳ, ἐκοιμήθητε χρόνοις πλείοσι· καὶ τὴν πάντων, ἀναστάντες δηλοῦτε ἀνάστασιν.
θαῦμα! πῶς οἱ πλείοσι χρόνοις ὑπνώσαντες, τὴν ἐσομένην τῶν πάντων, ἀβεβαίαν πλείστοις ἀνάστασιν, βεβαιοῦνται, αἱρετικῶν ἐμφράττοντες στόματα.
Θεοτοκίον
Νέκρωσον, τῆς σαρκός μου Παρθένε τὸ φρόνημα, ἡ τὴν Ζωὴν τετοκυῖα, τὴν θανάτῳ θάνατον καθελοῦσαν, καὶ τοὺς Παῖδας παραδόξῳ ἐγέρσει δοξάσασαν.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ἁγίους Παῖδας Ἑπταρίθμους εὐφημήσωμεν, τοὺς ἐν Ἐφέσῳ τὴν ὀφρῦν Δεκίου θλάσαντας, καὶ ἐν ἄντρῳ πολυχρόνιον ὕπνον ξένως, διανύσαντας ὡς πᾶσιν ἐξανάστασιν, προτυποῦντας τὴν κοινὴν ἀνθρώπων ᾄσμασι, θείοις κράζοντες· Παιδομάρτυρες χαίρετε.
Ὁ Οἶκος.
Ἄγγελοι φωτοφόροι, ἀνεδείχθητε Παῖδες, ἑπτάριθμοι Ἐφέσου ἀνδρείας, ἀναστάσεως γὰρ τῶν νεκρῶν, ἐκμαγγεῖα θεῖοι Ἀθληταὶ πέλετε· διὸ νῦν ὑμῖν κράζομεν, ἀνάστασιν οἱ προσδοκῶντες·
Χαίρετε, Παῖδες πνευματοφόροι·
χαίρετε, λύχνοι οἱ φωτοφόροι.
Χαῖρε, μυροθήκη εὐῶδες Ἰάμβλιχε·
χαῖρε, ῥώμης στήλη λαμπρὲ Διονύσιε.
Χαῖρε, σκεῦος θείας χάριτος Ἐξακουστωδιανέ·
χαῖρε, ὄργανον ἐλλάμψεως θείας Μαρτινιανέ.
Χαῖρε, ὦ Ἰωάννη Ἀθλοφόρων σεμνότης·
χαῖρε, ὦ Κωνσταντῖνε, νέων πάντων λαμπρότης.
Χαῖρε, Μαξιμιλιανὲ πάνσοφε·
χαῖρε, ἀνδρείας λύχνε ἑπτάφωτε.
Χαίρετε, κρίνα ζωῆς ἀθανάτου·
χαίρετε, μύρα χαρᾶς ἀκηράτου.
Παιδομάρτυρες χαίρετε.






Συνάξαριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ Μαξιμιλιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἀντωνίου, Ἐξακουστωδιανοῦ, καὶ Ἰωάννου.
Παῖδες λιπόντες πρὸς μικρὸν μακροὺς ὕπνους,
ὕπνωσαν αὖθις τὸν μετ' εἰρήνης ὕπνον.
Πλειὰς ἑπτάφωτος Ἐφεσίων Παίδων,
νεκρῶν δεικνύετε ἀνάστασιν πᾶσι.
Οὗτοι οἱ Ἅγιοι Παῖδες ἦσαν ἐν ταῖς ἡμέραις Δεκίου τοῦ βασιλέως. Διαβληθέντες εἰς αὐτὸν ὡς χριστιανοί, ὡδηγήθησαν ἐνώπιον αὐτοῦ πρὸς ἀπολογίαν. Αἰτησάμενοι καιρὸν παρ’ αὐτοῦ πρὸς τοῦτο διεμοίρασαν τὰ ὑπάρχοντα αὐτῶν τοῖς πένησι καὶ καταφυγόντες εἰς σπήλαιον ἐνεκλείσθησαν ἐν αὐτῷ. Ὁ βασιλεὺς ἀνακαλύψας τὴν εἴσοδον τοῦ σπηλαίου ἐν τῇ ἀναζητήσει αὐτῶν ἐκέλευσεν αὐτὴν ἐμφραγῆναι. Μετὰ παρέλευσιν ἐτῶν 372, ἐν ἐποχῇ ἀκριβῶς καθ’ ἣν ἐπὶ Θεοδοσίου τοῦ μικροῦ οἱ αἱρετικοὶ διέβαλλον τὸ δόγμα τῆς ἀναστάσεως, ἐξελθόντες οὗτοι τοῦ σπηλαίου, ὡς ἐξ ὕπνου ἐγερθέντες, διεπίστωσαν τὴν μέλλουσαν τῶν νεκρῶν ἀνάστασιν. Χάριν εἰλήφασι δαψιλῆ θεόθεν θεραπεύειν τοὺς ἐξ ἀϋπνίας τρυχομένους κατωδύνως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβερκίου, ἐπισκόπου Ἱεραπόλεως
Δοὺς Ἀβέρκιος χοῦν χοῒ θνητῶν νόμῳ,
Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει, θέσει.
Οὗτος γέγονεν ἐπίσκοπος Ἱεραπόλεως Φρυγίας Σαλουταρίας, ἐπὶ τῆς βασιλείας Μάρκου Ἀντωνίνου, θαυμάτων πολλῶν καὶ ἰάσεων αὐτουργός. Οἴνου γὰρ καὶ ἐλαίου μετὰ καὶ ἑτέρου εἴδους ἐν ἀγγείῳ βληθέντων ἑνί, ἀσύγχυτον φυλαχθῆναι αὐτῶν τὴν κράσιν πεποίηκε δι’ εὐχῆς· καὶ λίθον μέγιστον προσέταξεν ἀνακομισθῆναι παρὰ τοῦ δαίμονος ἀπὸ Ῥώμης εἰς Φρυγίαν· ὃν καὶ ἀντὶ στήλης τῷ τάφῳ αὐτοῦ προσέπηξε· καὶ θερμὰ ὕδατα διὰ προσευχῆς ἀπὸ τῶν τῆς γῆς λαγόνων ἐξήνεγκεν. Οὕτω βιώσας ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τὸ λειπόμενον τῆς ζωῆς, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀλεξάνδρου ἐπισκόπου, Ἡρακλείου, Ἄννης, Ἐλισάβετ, Θεοδότης καὶ Γλυκερίας
Τμηθεὶς ὁ σεπτός, Ἀλέξανδρος αὐχένα,
Καὶ Μάρτυς ἐστίν, οὐ θύτης Χριστοῦ μόνον.
Θεοδότην ἄγχουσι καὶ Γλυκερίαν,
Θεοῦ γλυκείας ἠγαπηκυίας δόσεις.
«Στῶμεν καλῶς, καὶ θῶμεν αὐχένας ξίφει»,
Ἀθληφόροι λέγουσιν ἀλλήλαις δύο.
Ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος, ἐπίσκοπος ὤν, καὶ πολλοὺς διδάσκων καὶ ἐπιστρέφων καὶ βαπτίζων, ἐκρατήθη παρὰ τοῦ ἡγεμόνος· καὶ πολλὰ τιμωρηθεὶς καὶ ξεσθείς, καὶ ἀναγκασθεὶς θῦσαι τοῖς εἰδώλοις, οὐκ ἐπείσθη. Ἰδὼν δὲ τὴν καρτερίαν αὐτῦ Ἡράκλειος ὁ στρατιώτης, ἐπίστευσε τῷ Χριστῷ, καὶ πολλὰ καὶ αὐτὸς τιμωρηθεὶς πρότερον, ἀπετμήθη τὴν κεφαλήν. Θαυματουργήσας δὲ ὁ Ἀλέξανδρος, ἔτι δὲ καὶ γενόμενος ἐκ τῶν πληγῶν ὑγιῆς, τῇ τοῦ Κυρίου ἐπισκέψει καὶ χάριτι, ἐπεσπάσατο πρὸς τὴν τοῦ Χριστοῦ πίστιν καὶ γυναῖκας τινὰς τέσσαρας, Θεοδότην καὶ Γλυκερίαν, Ἄνναν καὶ Ἐλισάβετ· αἵ τινες ἐνώπιον τοῦ ἡγεμόνος, ἐλέγξασαι τὴν τῶν εἰδώλων πλάνην, τὰς κεφαλὰς ἀπετμήθησαν. Ὕστερον δὲ πάντων καὶ ὁ Ἀλέξανδρος τῷ ξίφει κρουσθείς, ἐτελειώθη.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ζαχαρίας, ἐν τῇ θαλάσσῃ τελειοῦται.
Θεῖόν γε κυβιστῆρα τὸν Ζαχαρίαν,
ἔνδον κυβιστήσαντα τοῦ βυθοῦ κάλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥούφου.
Ἥδιστα Ῥοῦφος γῆς ἀπῆλθε καὶ βίου.
ἡγεῖτο καὶ γάρ, καὶ βίον καὶ γῆν ὄναρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λώτ.
Ὁ τῆς νέας Λὼτ καὶ νέος Λὼτ τὸν τρόπον,
Tῲ Λὼτ συνοικεῖ τῆς παλαιᾶς ἀξίως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλαλίου, τοῦ ἐπισκόπου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Νέου Ἱερομάρτυρος Γρηγορίου, ἐπισκόπου Μεθώνης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ
Σὺν Ἰαμβλίχῳ, Ἐξακουστωδιανόν, Μαρτινιανόν, ἅμα Ἀντωνίνῳ καὶ τὸν εὐκλεῆ, Ἰωάννην, Διονύσιον Μαξιμιλιανόν, τοὺς τοῦ Χριστοῦ τιμήσωμεν Μάρτυρας.
γκεκρυμμένοι, τῷ τὰ κρυπτὰ εἰδότι ηὔχεσθε, παῦσαι φανερὸν τὸν φθόνον τοῦ δυσσεβοῦς, κεκρυμμένως· καὶ θανόντες δέ, τὴν φοβερὰν τυποῦτε ἀνάστασιν.
Βίαις οὐδόλως, παρανομούντων κατεκάμφθητε, σέβας τοῖς εἰδώλοις νεῖμαι θεοστυγές· διὰ τοῦτο πίστει σέβομεν, ὑμῶν τὰ λείψανα, ἁγιασμὸν λαμβάνοντες Ἅγιοι.
Θεοτοκίον
φθης Ἀγγέλων, θεοκυῆτορ ὑπερέχουσα· ὤφθης, Ἀθλητῶν κραταίωμα ἀληθῶς· ὤφθης πάναγνε διάσωσμα, τῶν γινωσκόντων σε, παναληθῆ τοῦ Λόγου λοχεύτριαν.










ᾨδὴ η. Χεῖρας ἐκπετάσας Δανιήλ
Χαίρει Ἐφεσίων ἡ λαμπρά, σαφῶς Μητρόπολις, ὑμᾶς πλουτήσασα, πρὸς τὸν Πανάγαθον Ἅγιοι, πρεσβευτὰς καὶ ἀντιλήπτορας, ξένον ὀφθέντας ἐπὶ γῆς, τοῖς πᾶσι θέαμα, τῇ ἐγέρσει τῇ παραδόξω, δι' ἧς ἐδοξάσθητε.
γρυπνοι ὠράθητε ἡμῶν, μετὰ τὴν κοίμησιν, Πάνσοφοι φύλακες, κατακοιμήσαντες κύματα, ἀπιστίας καὶ ἐμφράττοντες, αἱρετιζόντων ἐμφανῶς, ἄθεα στόματα, παραδόξως νεύσει Θεοῦ, ἐκτελοῦντες θαυμάσια.
ήγνυται ὑμῶν πρὸ τῶν ποδῶν, ὁ πλάνος κείμενος, νεκρὸς ἀναίσθητος, ὁ πρὶν καυχώμενος ἄμετρα, καὶ οἰήσει σκοτιζόμενος, καὶ μεγαλύνεται Χριστός, ὁ μεγαλύνας ὑμᾶς, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
ερολογίαις ἱεραῖς, ὑμνολογήσωμεν τοὺς Παῖδας σήμερον, οὓς περ κατέστεψε Κύριος, ἀμαράντοις διαδήμασι, καὶ ἐμεγάλυνε, πολλῶν θαυμάτων λάμψεσι, μελῳδοῦντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Νοσοῦσαν Παρθένε τὴν ἐμήν, ψυχὴν θεράπευσον, καὶ τὸν ἐνόντα μοι, παθῶν ἀπόπλυνον βόρβορον, καὶ τῷ βήματι παράστησον, τοῦ Παντοκράτορος Θεοῦ, ὅλον σῳζόμενον, ἵνα μέλπω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους
δοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, Δαυῒδ ὁ θεῖος ἀνεβόα, ἀλλ' ἢ οἰκεῖν ἐν ὁμονοίᾳ, Ἁγίους Παῖδας σεπτὰ σκηνώματα, τὴν πρὸς τὸν Κτίστην ἕνωσιν, τετηρηκότας ἀδιάσπαστον.
φθητε ἑπτώροφος οἶκος, Μάρτυρες θεῖοι τῆς Τριάδος, ἔνδον ἐν σπηλαίῳ θανόντες, καὶ τῶν εἰδώλων οἴκους συντρίψαντες, καὶ πρὸς ναὸν οὐράνιον, εὐσεβοφρόνως μετοικήσαντες.
Σκίρτησον Χριστοῦ Ἐκκλησία, στύλους ἑπτὰ βαστάζοντάς σε, ἔχουσα Κυρίου τοὺς Παῖδας, δι' ὧν πεπτώκει τείχη ἀνίδρυτα, κακοπιστίας χάριτι, τοῦ τὴν ζωὴν νεκροῖς ἐμπνέοντος.
μεροφαεῖς ὡς ἀστέρες, πᾶσαν τὴν γῆν φωταγωγεῖτε, θείων ἀρετῶν καὶ θαυμάτων, φαιδραῖς ἀκτῖσι Παῖδες μακάριοι· διὸ ἡμῶν φωτίσατε, τὰ τῆς καρδίας αἰσθητήρια.
Θεοτοκίον
Φέρεις ἐν ἀγκάλαις τὸν πάντα, θεία κατέχοντα παλάμῃ· ὃν περ ἐκδυσώπει Παρθένε, ἐμὲ τὸν μόνον ὄντα κατάκριτον, δι' εὐσπλαγχνίαν ἄφατον, ἐναγκαλίσασθαι καὶ σῶσαί με.




Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἰάμβλιχον τιμήσωμεν, φωσφόρον Διονύσιον, θεοειδῆ Κωνσταντῖνον, πανευσθενῆν Ἰωάννην, σὺν Ἐξακουστωδιανῷ, σοφῷ Μαξιμιλιανῷ, καὶ Μαρτινιανῷ στεῤῥῷ, ἑπτὰ ἀρίστους Ἐφέσου, καὶ γενναιόφρονας Παῖδας.
Θεοτοκίον
Εὐλόγησον τοὺς δούλους Σου, εὐλογημένη Δέσποινα, ἡ ἀναβλύσασα κόσμῳ, τὸν ποταμὸν εὐλογίας, Χριστὸν τὸν ζωοπάροχον, Θεάνθρωπον καὶ Κύριον, περάτων τῶν τῆς κτίσεως, πανευλαβῶς ἐκβοῶμεν, τῶν χοϊκῶν αἱ χορεῖαι.

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἐφέσου ἑπτάριθμον χορόν, Παίδων εὐφημήσωμεν, τῆς παρθενίας τὰ λείρια, καὶ τῆς ἀθλήσεως, στύλους τοὺς ἀσείστους, εὐσχημόνως κράζοντες· Δεκίου οἱ πατήσαντες ἔπαρσιν, καὶ τὴν ὑπέρτιμον, τοῦ Χριστοῦ ὁμολογήσαντες, κλῆσιν πᾶσιν, εἰρήνην βραβεύσατε.

Νεκρῶν τὴν ἀνάστασιν ἀεί, πᾶσι καταγγέλετε, Παῖδες Ἐφέσου ἑπτάριθμοι, Μαρτύρων πρότυπα, οἱ ἐν τῷ σπηλαίῳ, ὕπνον μακροχρόνιον, ἀνύσαντες καὶ ξένως τῇ χάριτι, Θεοῦ μακάριοι, ἐγερθέντες ἵνα στόματα, κακοδόξων ταχέως σφραγίσητε.

Φανοὶ ἀναστάσεως λαμπροί, Παῖδες ἀνεδείχθητε, οἱ τάχος δόγμα αἱρέσεως, ἀποδιώξαντες, καὶ τῆς ἀληθείας, φέγγος καταυγάσαντες, ψυχῆς δηλούσης ὅτι καὶ σώματος, ἐστὶν ἀνάστασις, καθὰ γέγραπται πανεύφημοι, Ἀθλοφόροι, καυχήματα πίστεως.

Σεπτὸν Ἐξακουστωδιανόν, Ἰωάννην ἄλκιμον, πανευλαβῆ Διονύσιον, ἀνευφημήσωμεν, καὶ σὺν Ἰαμβλίχῳ, Κωνσταντίνῳ ἔμφρονι, Μαξιμιλιανῷ οὐρανόφρονι, καὶ τῷ παμμάκαρι, Μαρτινιανῷ κραυγάζοντες· χαῖρε σμῆνος, Μαρτύρων ἑπτάριθμον.

Δόξα. Ἦχος πλ. α’.
Τῆς ἀναστάσεως τὸ φῶς τὸ ἄδυτον καὶ αἰώνιον ἀνατείλαντες, τὴν σκοτείαν τῶν φασκόντων μὴ εἶναι ἀνάστασιν ἐσκεδάσατε, Παῖδες Ἐφέσου ἑπτάριθμοι· μὴ οὖν παύσησθε οὐρανόθεν Χριστῷ πρεσβεύοντες, τῷ τριημέρῳ ἐκ τάφου ἀναστάντι, κατατάξαι καὶ ἡμᾶς μετὰ τῶν σωζομένων, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Πάντες εὐφημοῦμεν πανευλαβῶς, τοὺς Ἁγίους Παῖδας, τοὺς ἑπτὰ εἰς τὸν ἀριθμόν, τοὺς ἐν τῇ Ἐφέσῳ, ὑπὲρ τῆς εὐσεβείας, θανόντας καὶ τὴν ἔγερσιν, προμηνύσαντας.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου