Τρίτη 28 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 12. ΟΣΙΟΙ ΠΑΤΕΡΕΣ ΕΝ ΑΡΧΙΜΑΝΔΡΙΤΗ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΒ΄!!
ΟΣΙΟΙ ΠΑΤΕΡΕΣ ΕΝ ΑΡΧΙΜΑΝΔΡΙΤῌ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἀμέμπτῳ Πατέρες ἀγωγῇ, νυχθημέροις δάκρυσι, συντονωτάταις ἀσκήσεσιν, ὁσίαις πράξεσι, λογισμοῖς ἐνθέοις, καὶ παννύχοις στάσεσιν, ἐκλάμποντες θεόφρονες Ἄγιοι, κατεφωτίσατε, νῆσον Κύπρον ἀμαρύγμασιν, εὐσεβείας ὑμῶν καὶ χρηστότητος.

Ἀσκήσεως πόνοις τοῖς ὑμῶν, κώμη καλλωπίζεται, Ἀρχιμανδρίτης μακάριοι, ἐν ᾗ διήλθετε, πλεῖστον χρόνον βίου, τοῦ ὐμῶν τοῖς ἴχνεσι, σεπτοῦ Θεοδοσίου ἑπόμενοι, ἐνθέῳ ἔρωτι· ὅθεν πάντας τοὺς γεραίροντας, τοὺς ἀγῶνας, ὑμῶν βλάβης ῥύσασθε.

Λειψάνων τὸ σπήλαιον ὑμῶν, ἀσκηταὶ θειότατοι, Ἀρχιμανδρίτης ὡς εὔοσμος, λειμὼν ἐν ἔαρι, πάντας κατευφραίνει, εἰς αὐτὸ τοὺς σπεύδοντας, σορὸν σεπτὴν ὑμῶν κατασπάσασθαι, καὶ πέμψαι αἴνεσιν, τῷ ὑμᾶς λαμπρῶς δοξάσαντι, καὶ ταμεῖα, ἰάσεων δείξαντι.

Πατέρων χοροῦ θεοειδοῦς, μνήμην τὴν πανίερον, ἐπιτελοῦντες γηθόμενοι, βοῶμεν· Ὅσιοι, τῆς Ἀρχιμανδρίτης, ἄστρα παμφαέστατα, καὶ λύχνοι φωταυγεῖς θείας χάριτος, Χριστῷ πρεσβεύσατε, τῶν παθῶν ἡμῶν σκοτόμαιναν, ἐκδιῶξαι, ὑμῶν ταῖς ἐντεύξεσι.

Δόξα. Ἦχος β΄.
Τὸ θεοειδὲς σύνταγμα τῶν ἐν Ἀρχιμανδρίτῃ Πατέρων, καὶ σεπτῶν ἀσκητῶν δῆμον, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτοι γάρ, τῇ ἀρετῇ ἐμπρέψαντες, πρὸς ἐπιδόσεις θείας ἡμᾶς παιδεύουσι, τοὺς πιστῶς κατασπαζομε΄νους, αὐτῶν τὰ πάνσεπτα λείψανα, καὶ ζηλοῦντας αὐτῶν τὰ παλαίσματα. Καὶ νῦν ἐν ἀγκάλαις Ἀβραὰμ ἀναπαυόμενοι, καὶ τοῦ θείου κάλλους ἀπολαύοντες, ἀπαύστως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐν Ἰορδάνῃ ποταμῷ ἰδών σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον, ἔλεγε Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; Εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν σεαυτῷ. Υἱοῦ; ἀλλ' αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς· Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς. 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὄμιλε ἱερέ, θεοειδῶν Πατέρων, τῶν ἐν Ἀρχιμανδρίτῃ, ἀσκητικῶς λαμψάντων, φαιδρύνεις κτίσιν ἅπασαν.

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ἔχοντες τῆς ψυχῆς, τὰς κόρας ἐστραμμένας, πρὸς οὐρανὸν Πατέρες, ὑπέρτεροι προσύλων, καὶ γεηρῶν ἐδείχθητε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Χαίρετε προσευχῆς, καὶ ἀπαθείας κρίνα, τὰ ἐν Ἀρχιμανδρίτῃ, βλαστήσαντα τῇ Ἄνῳ, καὶ Κύπρον κατευφράναντα.

Δόξα. Τριαδικόν.
Κτίσεως Πλαστουργέ, Τρισήλιε Θεότης, Πατέρων εὐπροσδέκτοις, λιταῖς Ἀρχιμανδρίτης, ἐλέησον τὸν κόσμον Σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, Σαῖς μητρικαῖς πρεσβείαις, προσφεύγομεν ἀπαύστως, οἱ ἐν τοῦ βίου δίναις, ταῖς ζοφεραῖς στενάζοντες.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν Ὁσίων Πατέρων σεπτὴν ὁμήγυριν, μοναδικῇ πολιτείᾳ καὶ ἄκρᾳ ὑπακοῇ, τῷ Κυρίῳ Ἰησοῦ εὐαρεστήσασαν, ὡς ἀσκητὰς θεοειδεῖς, καὶ προστάτας ἀκλινεῖς, τῆς Ἄνω Ἀρχιμανδίτης, ἀξιοχρέως τιμῶντες, τὴν μεσιτείαν ἐκδεχόμεθα.
Δόξα. Ὅμοιον.
Εὐωδίαν οὐράνιον ἀποπνέουσιν, ὑπὲρ τοῦ ἔαρος κρίνα, Πατέρες πανευκλεεῖς, τὰ μυρίπνοα ὑμῶν καὶ θεῖα λείψανα, Ἀρχιμανδρίτης θεαυγεῖς, καὶ φωσφόροι ἀσκηταί, ἃ πίστει νῦν προσκυνοῦντες, χάριν λαμβάνομεν θείαν, τὴν ἐξ αὐτῶν ἀφθόνως βλύζουσαν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν
Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ· ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο, Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος. 

Τρόμῳ, λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ· κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι, χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί· φόβῳ δὲ συνέχομαι ὅλος, μὴ με πῦρ τὸ ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος. 

Ἦλθον, ἐκ Παρθένου σαρκωθείς, ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι τοῦ Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα, καὶ βάπτισόν με σαρκί· ὅπως τῶν δρακόντων συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου, πᾶσαν ἁμαρτίαν αἴρων Κύριος. 

Ἕτερα. Τῶν Ἁγίων. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς θεοφόρους Πατέρας, ἀσκήσει λάμψαντας, ἐν τῇ Ἀρχιμανδρίτῃ, πανευσχήμοσιν ὕμνοις, τιμήσωμεν συμφώνως καὶ ἱεροῖς, μελῳδήμασιν ἅπαντες, ὡς ἀρετῶν οὐρανίων μυσταγωγούς, καὶ πυξία θείας χάριτος.

Τὴν παμφαῆ καὶ φωσφόρον ὑμῶν πανήγυριν, ἐπιτελοῦντες πόθῳ, κλέη Ἀρχιμανδρίτης, θεόπνευστοι Πατέρες καὶ ἀσκητῶν, ἰσαγγέλων καυχήματα, τῆς ποιτείας γεραίρομεν τῆς ὑμῶν, τὰ θεάρεστα παλαίσματα.

Τῆς εὐσεβείας τοὺς στύλους τὰ διαυγέστατα, τῶν δωρεῶν ἀγγεῖα, τοῦ σεπτοῦ Παρακλήτου, μεσίτας πρὸς τὸν Κτίστην καὶ ἀρωγούς, ὡς πιστῶν εὐφημήσωμεν, Ἀρχιμανδρίτης κραυγάζοντες μυστικῶς, χαῖρε ἄθροισμα θεόληπτον.

Δόξα. Ἦχο πλ. β΄.
Τὴν λαμπρὰν καὶ φωτοφόρον ὁμήγυριν, τῶν ἐν Ἀρχιμανδρίτῃ θεοφιλῶς  ἀσκησάντων Πατέρων, δεῦτε πάντες οἱ πιστοὶ ἀξιοχρέως εὐφημήσωμεν· οὗτοι γὰρ καμάτοις θεαρέστοις καὶ ἀειῤῥύτοις δάκρυσι, καταστείλαντες σαρκὸς τὸ φρόνημα, πρότυπα ὤφθησαν εὐσεβείας καὶ ἀγωγῆς ψυχοτρόφου· ἐκμετρήσαντες οὖν τὸ ζῆν, καὶ κληρονόμοι γενόμενοι τῆς οὐρανῶν Βασιλείας, τῷ παμβασιλεῖ Χριστῷ πρεσβεύουσι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι’, 21-32)
Χείλη δικαίων ἐπίσταται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ. ἐν γέλωτι ἄφρων πράσσει κακά, ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν. ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή. παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής, δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα. ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ. φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται. ἐγχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. ὀχύρωμα ὁσίου φόβος Κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει, ἀσεβεῖς δὲ οὐκ οἰκήσουσι γῆν. στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ ἀυτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμέινατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῶ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ Ἀρχιμανδρίτης ἡ κώμη ἡ πέριδοξος, ἐνδιαίτημα ἔνθεον καὶ κονίστρα παλαισμάτων θείων, τῆς πληθύος τῶν Ὁσίων Πατέρων· ἐν σοὶ γὰρ διέλαμψαν ἀκτῖσιν ἀγωγῆς θεοφίλου, οἱ προκείμενοι εἰς ἔπαινον ἀσκηταὶ θεοφόροι, δακρύων οἱ χεύμασιν ἁγιάσαντες τὴν χθόνα σου. Αὐτῶν καὶ ἡμεῖς τὴν μνήμην ἑορτάζοντες, καὶ τὰ παλαίσματα γεραίροντες, τὰς θεοπειθεῖς πρεσβείας πρὸς Κύριον αἰτούμεθα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τὸν Σταυρὸν τοῦ Κυρίου αἴροντες ἐπ’ ὤμων, καὶ τοῖς ἴχνεσι τοῦ κοινοβιάρχου Θεοδοσίου ἀκολουθοῦντες, ἐν τῆς Πάφοι τοῖς ἄλσεσι θεοφιλῶς ἠγωνίσασθε Ὅσιοι. Παριδόντες γὰρ τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως, καὶ σαρκὸς νεκρώσαντες ἅπαν φρόνημα, τὴν ζωοποιὸν χάριν τοῦ Πνεύματος ἐπλουτήσατε πνευματέμφοροι. Στεφάνους οὖν δεξάμενοι ἀϊδιότητος, καὶ τῷ ἀγωνοθέτῃ Χριστῷ συνόντες, μὴ παύσησθε Αὐτοῦ δεόμενοι ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τὸ ἀσκητικὸν ὑμῶν τριβώνιον λαμπρύναντες, δακρύων καὶ ἱδρώτων ὑμῶν μαργαρίταις, ἀγγελόμορφοι Πατέρες, πρὸς οὐρανίαν ἀνήλθετε παστάδα, καὶ εἰς χαρὰν εἰσήλθετε τοῦ Νυμφίου Χριστοῦ. Αὐτῷ οὖν μὴ παύσησθε πρεσβεύοντες Ἅγιοι, ὑπὲρ ὑγείας ἄμφω ψυχῶν καὶ σωμάτων, τῶν τιμώντων ὑμῶν τὴν πάντιμον μνήμην, καὶ δοξαζόντων ἀπαύστως, τὸν ὑμᾶς ἐπὶ τῆς γῆς ἰσχύσαντα Κύριον.

Δόξα. Ἦχος δ΄.
Τὸν χορὸν τῶν Ὁσίων Πατέρων, τῶν ἐν Ἀρχιμανδρίτῃ Χριστὸν ἀσκητικῶς δοξασάντων, πᾶς τῶν Κυπρίων ὁ σύλλογος, ὕμνοις μελισταγέσιν εὐφημήσωμεν. Χειραγωγοὶ γὰρ πιστῶν πέλουσι πρὸς σωτηρίαν, καὶ ἠθῶν ἀμέμπτων φυτοκόμοι, καὶ φρυκτωροὶ ἀρετῆς καὶ ἐν Κυρίῳ τελειώσεως, τῶν πιστῶν βοώντων· ἀσκηταὶ πανσεβάσμιοι, οἱ λαμπρῶς παρὰ Χριστοῦ δοξασθέντες, μὴ παύσησθε Αὐτὸν δυσωποῦντες, δαψιλῶς ἡμῖν καταπέμψαι, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ τῶν Ὁσίων πληθύς, Ἀρχιμανδρίτης θεοφόροι οἰκήτορες, πυρσεύματα ἐγκρατείας, ἀγάπης θείοι πυρσοί, ταπεινοφροσύνης ὡραΐσματα, ἱερῶν ἀναβάσεων, ἀκτημοσύνης, οἱ λειμῶνες οἱ εὔοσμοι, θείου Πνεύματος, μυροθῆκαι ἡδύταται, γνώμονες ἀποτάξεως, προσύλου φρονήματος, καὶ ζηλωταὶ τῶν ἀΰλων, καὶ αἰωνίων μὴ παύσησθε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις, τῶν μοναστῶν ὁρμαθός, Θεοδοσίου οἱ βαδίσαντες ἴχνεσι, τοῦ θείου κοινοβιάρχου, ἀδιαλείπτῳ εὐχῇ, στάσεσι παννύχοις, καὶ στερήσεσιν, ἀπαύστοις θειότατοι, ἀσκηταὶ οἱ κοσμήσαντες, τὴν νῆσον Κύπρον, τῶν δακρύων τοῖς χεύμασι, καὶ ἀσκήσεων, ἱεροῖς ἀγωνίσμασιν· ὅθεν ὑμῶν τὴν πάντιμον, τελοῦντες ἐν ᾄσμασι, καὶ πανσεβάσμιον μνήμην, τὸν στεφοδότην δοξάζομεν, Χριστὸν κατ’ ἀξίαν, τοῖς Αὐτὸν ἐπιζητοῦσι, στεφάνους νέμοντα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Χαίροις, τῶν ἀσκητῶν ὁ χορός, τοῦ Παρακλήτου ἐναρμόνια ὄργανα, ἐν Ἄνῳ Ἀρχιμανδρίτῃ, οἱ τὸν ἀγῶνα καλῶς, τῆς θεοσεβείας περατώσαντες, νηστείας ἀρχέτυπα, ἀπαθείας λευκάνθεμα, ἀγαθωσύνης, καὶ πραότητος σύμβολα, ἀνασκήσεως, ψυχοτρόφου ὑπέρφωτοι, λύχνοι οἱ καταυγάσαντες, τῆς Κύπρου τὰ πέρατα, βολαῖς ὑμῶν ἐγκρατείας, καὶ θαυμασίων πρεσβεύσατε, Χριστῷ σβέσαι πάντων, ἀγνωσίας σκοτομήνην, ἡμῶν ψυχόλεθρον.
Δόξα. Ἦχος πλ. δ΄.
Πυρὶ τοῦ θείου ἔρωτος, ἀναλώσαντες τὸ γεηρὸν φρόνημα, ὡς λαμπάδες ἀκραιφνοῦς πολιτείας ἀνήφθητε, Πατέρες Ἀρχιμανδρίτης ὁσιώτατοι, ὑπερόπται γὰρ τῶν φθαρτῶν γενόμενοι, καὶ τὰς ματαίας μερίμνας τοῦ κόσμου μισήσαντες, ἐχθροῦ τὰς ἐνέδρας συνετρίψατε, καὶ Χριστῷ εὐαρεστήσατε ὑμῶν ἀγῶσι. Καὶ νῦν τῆς ἀθανάτου εὐκλείας, Χριστοῦ τοῦ Ζωοδότου ἀνακεκαλυμμένως τρυφῶντες, πρεσβεύσατε δεόμεθα Ἅγιοι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν Ὁσίων Πατέρων σεπτὴν ὁμήγυριν, μοναδικῇ πολιτείᾳ καὶ ἄκρᾳ ὑπακοῇ, τῷ Κυρίῳ Ἰησοῦ εὐαρεστήσασαν, ὡς ἀσκητὰς θεοειδεῖς, καὶ προστάτας ἀκλινεῖς, τῆς Ἄνω Ἀρχιμανδίτης, ἀξιοχρέως τιμῶντες, τὴν μεσιτείαν ἐκδεχόμεθα.
Δόξα. Ὅμοιον.
Εὐωδίαν οὐράνιον ἀποπνέουσιν, ὑπὲρ τοῦ ἔαρος κρίνα, Πατέρες πανευκλεεῖς, τὰ μυρίπνοα ὑμῶν καὶ θεῖα λείψανα, Ἀρχιμανδρίτης θεαυγεῖς, καὶ φωσφόροι ἀσκηταί, ἃ πίστει νῦν προσκυνοῦντες, χάριν λαμβάνομεν θείαν, τὴν ἐξ αὐτῶν ἀφθόνως βλύζουσαν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.







ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χορὸν ἀσκητικόν, θεοφόρων Πατέρων, τιμήσωμεν λαμπρῶς, οἱ πιστοὶ κατὰ χρέος, τῆς Κύπρου κοσμήτορας, καὶ θερμοὺς ἀντιλήπτορας, πόθῳ κράζοντες· Ἀρχιμανδρίτης τῆς Ἄνω, φῶτα πάμφωτα, παθῶν ἡμῶν τὴν σκοτίαν, ταχὺ ἀπελάσατε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, ἐπέφανε σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκπληττόμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα. 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Γονάτων ταῖς κλίσεσι χαμαικοιτίᾳ εὐχῇ, στερήσεσι δάκρυσι νηστείᾳ ὑπακοῇ, καὶ νήψει τρισόλβιοι, Ἄνω Ἀρχιμανδρίτης, θεοφόροι Πατέρες, πνεῦμα προκαθαρθέντες, χαρισμάτων δοχεῖα, ἐδείχθητε Χριστοῦ τοῦ Θεοῦ, ἄγαν ὑπέρτιμα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν• ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν• Σῶσον τὸν κόσμον σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς διαλάμψαντας, φαιδρῶς ἀσκήσεσι, στεῤῥοῖς τιμήσωμεν, ψαλμοῖς εὐσχήμοσιν, Ἀρχιμανδρίτης τοὺς σεπτούς, Πατέρας καὶ ταύτης ῥύστας, ζοφερᾶς λοιμώξεως, ὢν τὰ πάντιμα λείψανα, εὐωδίαν πνεόντα, τοὺς αὐτοῖς προσπελάζοντας, ἡδύνουσι καὶ πίστει βοῶντας· χαῖρε Ὁσίων σμῆνος θεῖον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης• ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν• Δόξα Θεῷ τῷ ἐν Τριάδι.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Εὐαγγέλιον, ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοὺς βαδίσαντες ἀκλινῶς ἐν Κύπρῳ, ἀληθοῦς ἀθανασίας τὴν πορείαν, καὶ ἀξιωθέντας τῆς αἰωνίου ζωῆς, Ὁσίους Πατέρας τιμήσωμεν κράζοντες· Ἀρχιμανδρίται ἀσκηταὶ ἐνθεώτατοι, οἱ πεποικιλμένοι φωτὶ θεοσδότων χαρίτων, Θεὸν δυσωπεῖτε κατοικτειρῆσαί με, τὸν δείλαιον ὑμῶν ἱκέτην.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ὁσίων οὗ ἡ ἀκροστιχίς: Πατέρων ὅμιλον μέλπω Ἀρχιμανδρίτης. Χ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Πατέρες θειότατοι, οἱ ἀγλαῶς ἐλλαμπόμενοι, φωτὶ τῆς Θεότητος, τῆς Τριλαμποῦς καὶ χαρᾶς, συμμετέχοντες, τῆς ἀϊδίου τόνδε, ἡμῶν ὕμνον δέξασθε, ὡς δῶρον πάντιμον.
σκήσει ἐκλάμψαντες, ἐν Κύπρῳ πάνσεπτοι Ὅσιοι, Πατέρων ὁμήγυρις, Ἀρχιμανδρίτης κλεινή, τὴν σκοτόμαιναν, τοῦ κόσμου συναφείας, Χριστοῦ θείᾳ χάριτι, ἀπεδιώξατε.
Τῷ σπέει πανεύφημοι, ἐν ᾧ ἀπόκεινται λείψανα, ὑμῶν τὰ μυρίπνοα, Πατέρες θεοειδεῖς, προσπελάζοντες, ἀῤῥήτου εὐωδίας, πληρούμεθα ἅπαντες, καὶ εὐφραινόμεθα.
Θεοτοκίον.
κ Σοῦ ἀνεβλάστησε, ξύλον ζωῆς Μητροπάρθενε, ἡμῶν εἰς ἀπόλαυσιν, τῶν Σὲ ὑμνούντων λαμπρῶς, ὥσπερ ἄρουραν, εὐλογημένην ὄντως, ἣν χάριν ἐπίανε, τοῦ Παντοκράτορος.












ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
ωννύμενοι σθένει οὐρανίῳ, ἀσθένειαν πᾶσαν φυσικήν, παρείδετε θεόφρονες, Πατέρες καὶ ἐπλήσθητε, ὑπερφυοῦς δυνάμεων, ἐν τοῖς ὑμῶν ἀγωνίσμασιν.
ς ἔαρος κρίνα πανευώδη, μυρίζουσι λείψανα ὑμῶν, Ἀρχιμανδρίτης Ὅσιοι, Πατέρες και ἡδύνουσιν, αὐτὰ τοῖς κατασπάσασθαι, ἐπιζητοῦσιν ἑκάστοτε.
Νικήσαντες δόλιον βελίαρ, καμάτοις ἀσκήσεως σεπτοῖς, Θεῷ προσῳκειώθητε, τῷ Βασιλεῖ τῆς κτίσεως· διὸ Πατέρες σκάμματα, ὑμῶν πρὸς θέωσιν ᾄδομεν.
Θεοτοκίον.
Νενέκρωται ᾍδης τῇ ἐγέρσει, ἁγνὴ ζωηφόρῳ Σοῦ Υἱοῦ, καὶ ἀπηλευθερώθησαν, οἱ ἐν δεσμοῖς ὑπάρχοντες· διό σε μακαρίζομεν, θεοχαρίτωτε Δέσποινα.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Νῦν Χριστῷ παρίστασθε, στεφανηφόροι, ἀσκηταὶ τρισένδοξοι, Ἀρχιμανδρίτης ὡς ἐχθρόν, τὸν μυσαρὸν κατατρώσαντες, ἀόκνοις πόνοις, ἐνθέου ἀσκήσεως.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Μακρυνθέντες τῶν τοῦ κόσμου, ἡδονῶν τρισμακάριστοι, καὶ πασῶν φροντίδων, γεηρῶν Ἀγγέλων συνήφθητε, χοροῖς Ὁσίων Πατέρων ὡραΐσματα· ὅθεν Κύριος, ὑμᾶς ἀξίως ἐδόξασεν.
ερώτατοι Πατέρες, νήσου Κύπρου κλεΐσματα, καὶ Ἀρχιμανδρίτης, Ἄνω θησαυροὶ πολυτίμητοι, τοὺς προσκυνοῦντας ὑμῶν τὰ θεῖα λείψανα, ἀξιώσατε, θεοφιλῶς πολιτεύεσθαι.
Λαμπηδόσιν ἐναρέτου, πολιτείας συνέσεως, καὶ αὐτομεμψίας, Κύπρον ἀσκηταὶ ἐφωτίσατε, τὴν νῦν ὑμνοῦσαν ὑμῶν τὰ κατορθώματα, καὶ τὴν ἄφατον, ἀκτημοσύνην καὶ ἔνδειαν.
Θεοτοκίον.
δηγήτρια τοῦ κόσμου, πρὸς λειμῶνας θεώσεως, κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου ἀνάγαγε, ἐκ τῆς φθορᾶς ἁμαρτάδων τοὺς οἰκέτας Σου, ἡ τὸν ἄνακτα, τῆς ἀφθαρσίας κυήσασα.





ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Νοὸς οἱ φυλάττοντες, θυρίδας θείᾳ χάριτι, Ὅσιοι Πατέρες καὶ ταμεῖα, οἱ ἐποφθέντες, παντοδαπῶν ἀρετῶν, φυλάξαι διάνοιαν ἡμῶν, ἄσπιλον πρεσβεύσατε, τῷ Χριστῷ καὶ ἀμόλυντον.
Μεγίστους τρισόλβιοι, Πατέρες διανύσαντες, πίστει ἐπὶ γῆς ἀγῶνας δόξης, τῆς ἐν τῷ πόλῳ, μεγίστης καὶ ὑπὲρ νοῦν, σαφῶς ἠξιώθητε Χριστοῦ· ὅθεν κάλλος ἄῤῥητον, καθορᾶτε γηθόμενοι.
Εὐφραίνονται ἅπαντες, οἱ πόθῳ προσερχόμενοι, θεῖοι ἀσκηταὶ Ἀρχιμανδρίτης, ὑμῶν λειψάνων, τὴν παναγίαν σορόν, ἀσπάσασθαι εἰς τὸ ἱερόν, μυροβόλον σπήλαιον, ἐν ᾧ ταῦτα κατάκεινται.
Θεοτοκίον.
Λυχνία φωτόλαμπρος, ἐδείχθης ἀπαυγάσματος, τοῦ Θεοῦ Πατρὸς Θεοκυῆτορ, ἁγνὴ Παρθένε, ἐκ Σοῦ γὰρ ὁ Λυτρωτής, βροτείου τοῦ γένους ἐκ φθορᾶς, ἐσαρκώθη ἄχραντε, ὑπὲρ λόγον καὶ ἔννοιαν.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Πατέρων δῆμε θεόληπτε, οἱ ἐν Ἀρχιμανδρίτῃ βιώσαντες, ἀμέμπτως Ὅσιοι, παρὰ Κυρίου ἐδέξασθε, στεφάνους χρυσοπλόκους, ἀϊδιότητος.
ς θαυμαστὰ τὰ παλαίσματα, ἃ ἐν Ἀρχιμανδρίτῃ θεόσοφοι, διηγωνίσασθε, τῶν γεηρῶν θείῳ ἔρωτι, ἁπάντων ἀποστάντες, καρτερικώτατα.
ρχιμανδρίτης κλεΐσματα, βροτοὶ ὡς ἰσουράνιοι ἄνωθεν, πολλὴν ἐδέξασθε, χάριν παρέχειν ἑκάστοτε, ὑμᾶς τοῖς προσιοῦσι, τοῦ βίου πρόσφορα.
Θεοτοκίον.
οὰς δακρύων τῶν δούλων Σου, τῷ μάκτῳ πρεσβειῶν Σου ἀπόσμηξον, Θεογεννήτρια, πρὸς τὸν Υἱόν Σου καὶ Κύριον, τὸν χαρμονῆς ἀλήκτου, μερόπων πρόξενον.















Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Εὐαρεστήσαντες Χριστῷ ὁσίαις πράξεσι, καὶ κατατρώσαντες βελίαρ ἅπαν φρύαγμα, ταπεινώσει ἐγκρατείᾳ εὐχῇ ἀόκνῳ, καὶ στερήσεσι Πατέρες τρισμακάριστοι, ἀσκηταὶ Ἀρχιμανδρίτης ἐδοξάσθητε· ὅθεν κράζομεν· Χαίροις τάγμα ἰσάγγελον.
Ὁ Οἶκος.
Ἄγγελοι σαρκοφόροι, ἐν τῇ Ἀρχιμανδρίτῃ, ἐδείχθητε ἀσκήσει Πατέρες, ὧν τὰ λείψανα ὁ βραβευτής, τῶν καλῶν καὶ πάσης Ποιητὴς κτίσεως, ὀδμαῖς ἀῤῥήτοις ἔπλησε· διόπερ νῦν ἡμεῖς βοῶμεν·
Χαίρετε, ἄνθη τῆς ἐγκρατείας·
χαίρετε, τείχη τῆς ἀκτησίας.
Χαίρετε, ἀσκήσεωςἄκρα κιννάμωμα·
χαίρετε, φρονήσεως θείας λευκάνθεμα.
Χαῖρε, σμῆνος ἐνθεώτατον, πολιτείας ἀκραιφνοῦς·
χαῖρε, στίφος θεοδόξαστον, βιοτῆς ὑπερφυοῦς.
Χαίρετε, τῶν Κυπρίων ἱεροὶ πολιοῦχοι·
χαίρετε, τῶν Ὁσίων φωτεινοὶ λαμπαδοῦχοι.
Χαίρετε, ἄστρα θείας ἐλλάμψεως·
χαίρετε, βάθρα ἄσειστα νήψως.
Χαίρετε, λείρια τοῦ Παραδείσου·
χαίρετε, στέμματα ἤθους ἀμέμπτου.
Χαίροις, τάγμα ἰσάγγελον.

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ὁσίων Πατέρων τῶν ἐν τῇ Ἄνῳ Ἀρχιμανδίτῃ τῆς Πάφου ἀσκησάντων.
Θεαυγεῖ βιοτῇ και εὐχῇ Πατέρες,
Χθόνα ἡγιάσατε Ἀρχιμανδίτης.
Εὐωδιάζουσιν ὡς ἔαρος ῥόδα ὑμῶν ὁστᾶ πατέρες ἅπασαν Κύπρον.
Τὰ τίμια αὐτῶν λείψανα ἀπόκεινται ἐν λαξευτῷ σπηλαίῳ ἔξωθεν τῆς κώμης τῆς Ἄνω Ἀρχιμανδρίτης, εὐωδίαν ἄῤῥητον ἀποπνέοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς
Τῆς πάντα λαμπρᾶς Τατιανῆς τῇ κάρᾳ,
Λαμπρὸν προεξένησε τὸ ξίφος στέφος.
Αὕτη ἦν ἐκ τῆς πρεσβυτέρας Ῥώμης, ἐπὸ τῆς βασιλείας Ἀλεξάνδρου, ἐκ πατρὸς ὑπατεύσαντος τρίς, κατὰ τὴν τῆς Ἐκκλησίας τάξιν Διακόνισσα. Διὰ δὲ τὸ τὸν Χριστὸν ὁμολογεῖν, ἤχθη τῷ βασιλεῖ· καὶ μετ’ αὐτοῦ εἰς τὸν τῶν εἰδώλων εἰσελθοῦσα ναόν, τὰ ἐν αὐτῷ ξόανα διὰ προσευχῆς κατέσεισε, καὶ εἰς γῆν κατέῤῥαξε. Διὸ καὶ τύπτεται τὸ πρόσωπον, καὶ ὀγκίνοις τὰ βλέφαρα διαῤῥύγνυνται. Εἶτα κρεμασθεῖσα ξέεται, καὶ ξηρᾶται τὴν κεφαλήν. Μετὰ ταῦτα δὲ πυρὶ καὶ θηρίοις φανεῖσα ἀνάλωτος, τὴν κεφαλὴν ἀποτέμνεται.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μερτίου
Θεὸν πόθων ὕψιστον, ἰσχυρὸν μόνον,
Μαστίζεται Μέρτιος ἰσχυρῶς ἄγαν.
Οὗτος ἤχθη ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, στρατευόμενος ἐπὶ τὸ τάγμα τῶν Μαύρων. Καὶ ἀναγκασθεὶς θυσίαν τοῖς εἰδώλοις προσαγαγεῖν, καὶ μὴ πειθόμενος, ἀποζώννυται τῆς στρατείας καὶ τοῦ ἀξιώματος, καὶ καταξαίνεται τὸ σῶμα ταῖς μάστιξιν. Ἐγκαρτερήσας δὲ ταῖς βασάνοις, μηδὲ φωνὴν ἐκπέμψαι, θάμβος καὶ ἔκπληξις παρέσχε τῷ τυράννῳ. Διό, ἐπὶ πολὺ τῆς βασάνους παραταθείσης, ἐπεὶ τόπος οὐχ εὑρίσκετο ἐν τῷ τοῦ Μάρτυρος σώματι, μωλώπων καὶ τραυμάτων ἀνέπαφος, ἀνεθῆναι αὐτὸν τῆς βασάνου προσέταξε, καὶ τῇ εἱρκτῇ ἐναποῤῥιφῆναι. Ὀκτὼ δὲ ἡμερῶν παρελθουσῶν, καὶ πολλοῦ ἰχῶρος ἐκ τοῦ καρτερικοῦ ἐκείνου σώματος ἀποῤῥέοντος, καὶ δυσωδίας πολλῆς γεγενημένης, λοιπὸν τοῖς πόνοις ἀποκαμὼν ὁ ἀοίδιμος, τὴν τιμίαν αὐτοῦ ψυχὴν εἰς χεῖρας Θεοῦ ἐπαφίησι.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Εὐθασία, ξίφει τελειοῦται.
Αὐτῆς κεφαλὴν ἐκ ξίφους Εὐθασία,
Αὐτῷ Θεῶ Σωτῆρι κόσμου προσφέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγιος Μάρτυρος Πέτρου τοῦ Ἀβεσαλαμίτη
Ἐπανθρακωθεὶς καρδίαν θείῳ πόθῳ,
Ἐπ' ἀνθράκων ἥδιστα Πέτρος ἐκπνέει.
Οὗτος, τῇ κατὰ πίστιν εὐσεβείᾳ καὶ τῇ κατὰ τὸ σῶμα ῥώμῃ ἀκμάζων, ἐν νεότητι τῆς ἡλικίας παῤῥησίᾳ τὸν Χριστὸν ὡμολόγησεν. Ὁ γοῦν ἄρχων Ἐλευθερουπόλεως, συλλαβὼν αὐτόν, καὶ μήτε κολακείαις χαυνώσας, μήτε ἀπειλαῖς καταπτήξας, πυρὶ τελειοῖ, ἐν ᾧ τὸν στέφανον τοῦ Μαρτυρίου ὁ Ἅγιος ἐκομίσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ὀκτὼ Μάρτυρες οἱ ἀπὸ Νικαίας, ξίφει τελειοῦνται.
Θνῄσκει χορός τις ὀκτάριθμος ἐκ ξίφους,
Αἰῶνος εὑρεῖν ὀγδόου ζωὴν θέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἠλιοὺ τοῦ θαυματουργοῦ.
Ἄλλος δέδεικται θαυματουργὸς Ἠλίας,
Ὁ θαυματουργὸς οὗτος ὄντως Ἠλίας.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Ἀφρικῇ· Ζωτικοῦ, Ῥογάτου, Μοδέστου, Καστουλίου τῶν στρατιωτικῶν

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρκαδίου

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φιλόθεος ὁ ἐν Ἀντιοχείᾳ ἐν τῷ  4ο αιώνι τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐπραξίας τῆς Ταβεννησιωτίσσης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐλογίας, μητρὸς τοῦ Ὁσίου Εὐθυμίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐϊλιανοῦ τοῦ ἐν Ἀνγκλέσεϋ Βρεττανίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βενεδίκτου τοῦ Βρετανοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλείου Σολόβσκι, τοῦ ἐν Ἐσθονίᾳ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γαλακτίωνος τοῦ διὰ Χριστὸν σαλοῦ τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ Ῥώσου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτινιανοῦ τῆς Λευκῆς Λίμνης τοῦ Ῥώσσου

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Χαριτόβρυτοι Ἀρχιμανδρίτης Ὅσιοι οἱ ἀπολαύοντες εὐκλείας νῦν θεϊκῆς, Χριστῷ μὴ ἐλλίπητε, ἀεὶ πρεσβεύοντες, δοῦναι ἅπασιν, ὑμᾶς τοῖς μακαρίζουσιν, ἄμφω δύναμιν καὶ ῥώμην.
να κρείττονος Πατέρες δόξης τύχοιτε σαρκὸς κινήματα μοναδικῇ βιοτῇ, ταχὺ κατεστείλατε· διὸ νῦν χαίρετε, ἐν τοῖς δώμασι, τῶν οὐρανῶν σὺν τάγμασι, λαμπροφόροις τῶν Ἀγγέλων.
Μακαρίζομεν ὑμᾶς ἐχθροῦ συντρίψαντας τὰ μηχανήματα τοῦ πλάνου καὶ πομνηροῦ, ἀπαύστοις ἐντεύξεσιν, πρὸς τὸν φιλάνθρωπον, καὶ ἀσκήσεσιν, ἀόκνοις τρισμακάριστοι, ἀσκηταὶ Ἀρχιμανδρίτης.
Θεοτοκίον.
πεκύησας τὸν Ποιητὴν καὶ Κύριον τὸν θεραπεύοντα τὰς ἀσθενείας ἡμῶν, ὑπὲρ φύσιν Δέσποινα, καὶ ἰατρεύοντα, τὰ ἑλκώματα, ψυχῶν ἁπάντων δούλων Σου, πολυστήνων καὶ σωμάτων.







ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Νίκας κατ’ ἐχθροῦ τοῦ παμβεβήλου, τοῖς πρόσφυξι τοῖς ὑμῶν Πατέρες δίδοτε, οἱ αὐτῶν τὴν ἔπαρσιν, καὶ ἰσχὺν πατήσαντες, ἀόκνοις ἀγωνίσμασι, καὶ τήξει σώματος, ἐν τῆς Ἀρχιμανδρίτης τῆς Πάφου, ἄλσεσι καὶ νίκης, τὰ γέρα εἰληφότες.
Δύναμιν κτησάμενοι θεόθεν, Πατέρες Ἀρχιμανδρίτης θεοδόξαστοι, τρίβον διηνύσατε, τὴν στενὴν ἀσκήσεως, καλῶς καὶ κατηντήσατε, εἰς ὕψος ἄῤῥητον, θεώσεως ἐν ᾧ ἀνυμνεῖτε, νῦν τὸν Ζωοδότην, καὶ Λυτρωτὴν ἀπαύστως.
άβδῳ στηριχθέντες θεοφόροι, Πατέρες τῆς τοῦ Χριστοῦ ἁγίας πίστεως, ἀρετῶν τὴν κλίμακα, σταθερῶς ἀνήθετε, καὶ εἰς νομὰς ἐφθάσατε, ἀϊδιότητος, ἐν αἷς σὺν τῶν Ἀγγέλων χορείαις, πέμπετε ἀπαύστως, Θεῷ τῷ ζῶντι αἶνον.
Θεοτοκίον.
ασαι ψυχήν μου τὴν νοσοῦσαν, καὶ ῥῦσαι ἐπιβουλῆς με τοῦ ἀλάστορος, ἵνα μεγαλύνω Σε, Μῆτερ ἀειποάρθενε, τὴν φαύλων ἐνθυμήσεων, τὸν νοῦν καθαίρουσαν, τοῦ δούλου Σου εὐχῶν μανδηλίῳ, Σῶν θερμῶν πρὸς Κτίστην, καὶ Τόκον Σου τὸν θεῖον.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Τίμιος ὑμῶν, Πατέρες ὁ θάνατος, Θεοῦ ἐνώπιον, καὶ λαμπρὰ ἡ ἄνοδος, ὑμῶν πρὸς δόμους, εὐκλείας κρείττονος, βοῶντες ὕμνοις στέφομεν, εὐήχοις πάντοτε, θείαν μνήμην, τὴν ὑμῶν πανένδοξοι, ἀσκηταῖ νήσου Κύπρου ἀνώνυμοι.
λιοι λαμπροί, ἀσκήσεως Ἅγιοι, τὴν μνήμην σέβομεν, τὴν ὑμῶν ὑπέρλαμπρον, καὶ προσκυνοῦντες, ὑμῶν τὰ λείψανα, τὰ μυροβόλα κράζομεν· Πατέρες Ὅσιοι, δυσωδίαν, τῶν παθῶν διώξατε, τῶν σπευδόντων ὑμῶν θείᾳ χάριτι.
Σκέπετε πιστούς, τοὺς μέλποντας σκάμματα, ὑμῶν τὰ πάντιμα, ἀσκηταὶ πανόλβιοι, Ἀρχιμανδρίτης καὶ μὴ ἐάσητε, ἡμᾶς γενέσθαι ἕρμαια, τοῦ παναλάστορος, ὡς ἀπάντων, ταχινοὶ ἀκέστορες, καὶ μεσῖται πρὸς Κύριον ἔνθερμοι.
Θεοτοκίον.
Χάριτος κρουνέ, ἀείῤῥύτε Δέσποινα, ἡμῶν ἀπόπλυνον, ἁμαρτίας βόρβορον, καὶ ἀφθαρσίας, χιτῶνα ἔνδυσον, τοὺς εἰς αἰῶνας ἅπαντας, Σὲ μακαρίζοντας, Θεοτόκε, ὡς πιστῶν βοήθειαν, ἀκλινῆ καὶ ἑτοίμην ἀντίληψιν.






Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.
Χορείαν τὴν ἀνώνυμον, Πατέρων εὐφημήσωμεν, ἐν Ἄνῳ Ἀρχιμανδρίτῃ, ἀγῶσι θείοις λαμψάντων, καὶ τὴν σορὸν τὴν πάντιμον, αὐτῶν κατασπασώμεθα, λειψάνων ἀνακράζοντες· ῥύσασθε θλίψεως πάσης, ὑμᾶς τοὺς πόθῳ τιμῶντας.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Βαβαὶ τῶν θείων ἔργων σου, Σωτήρ μου παντοδύναμε! Θεὸς γὰρ ὢν πρὸ αἰώνων, Παρθένου μήτραν ὑπέδυς, καὶ σὰρξ ἀτρέπτως γέγονας, καὶ ὕδασιν ἀπέπλυνας, τοῦ Ἰορδάνου Δέσποτα, βροτῶν τὴν φύσιν τοῦ ῥύπου, τῶν ψυχικῶν ἁμαρτάδων.

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς φωστῆρες ἐκλάμψαντες, ἐν τῇ Κύπρῳ μακάριοι, ταπεινοφροσύνης εὐχῆς καὶ νήψεως, Ἀρχιμανδρίτης θεόσοφοι, Πατέρες ἐπλήσθητε, οὐρανίων δωρεῶν· διὰ τοῦτο γεραίρουσα, ὑμᾶς σήμερον, τοῦ Χριστοῦ ἡ Ἁγία Ἐκκλησία, ὁλοθύμως θεοφόροι, ὑμῶν κηρύττει τὰς χάριτας.

Τῆς ἀσκήσεως μάργαρα, ἀκραιφνοῦς πολυτίμητα, καὶ χρηστοηθείας ἀφάτου σάπφειροι, περιφανῶς ἐδοξάσθητε, Πατέρες ἀνώνυμοι, ἐγκρατείας φρυκτωροί, καὶ δοχεῖα ὑπέρτιμα, θείου Πνεύματος· ὅθεν πάντες ὑμῶν τὴν θείαν μνήμην, καταστέφομεν ᾀσμάτων, καὶ ἐφυμνίων τοῖς ἄνθεσι.

Τὴν πηγὴν τὴν πολύκρουνον, θεοβρύτως βλαστάνουσαν, ὕδωρ τὸ ἁλλόμενον εἰς αἰώνιον, ζωὴν εὐσχήμως τιμήσωμεν, Πατέρων ὁμήγυριν, θεαυγῶν τὴν τὰς ψυχάς, τῶν πιστῶν καταρδεύουσαν, θείοις νάμασιν, ἀρωγῆς καὶ ἐνθέρμου προστασίας, οἱ αὐτῶν τὴν μεσιτείαν, πρὸς τὸν Θεὸν ἐκδεχόμενοι.

Τῶν Ὁσίων ἀκρότητες, ὡς τῷ Λόγῳ ἑπόμενοι, ἀληθῶς ἐδείχθητε βίῳ κρείττονι, διψῶσαι γὰρ ὥσπερ ἔλαφοι, ἐδράμετε Ὅσιοι, εἰς τῆς Πάφου τοὺς δρυμούς, προσχωρῆσαι τῷ τάγματι, τῷ θεόφρονι, τῶν ποθούντων Χριστῷ εὐαρεστῆσαι, ἐγκρατείᾳ ἀσιτίᾳ, καὶ νυχθημέροις δεήσεσι.

Δόξα. Ἦχος πλ. α΄.
Τοὺς ὡς ξένους καὶ παροίκους, πάντων τῶν ἐν τῷ κόσμῳ τερπνῶν καὶ ἡδέων, ἐν Ἄνῳ Ἀρχιμανδρίτῃ οἰκήσαντας Πατέρας, ἀξιοχρέως οἱ πιστοὶ τιμήσωμεν. Οὗτοι γάρ, τὰ ἄνω ποθοῦντες καὶ ζητοῦντες, καὶ τὰ τῶν ἀρετῶν ἄνθη ἀσκητικῶς καλλιεργοῦντες, ἠρέμως καὶ ἡσύχως τὸ πνεῦμα Κυρίῳ παρέδοσαν. Εὐωδία οὖν Χριστοῦ γενόμενοι, ταῖς ὀδμαῖς τῶν αὐτῶν ἱερῶν λειψάνων, εὐφραίνουσι τοὺς αὐτοὺς γεραίροντας, ὡς θερμοὺς παντὸς τοῦ κόσμου ἀντιλήπτορας.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐπεφάνης ἐν τῷ κόσμῳ, ὁ τὸν κόσμον ποιήσας, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις τῶν Πατέρων ὁ ὀρμαθός, τῆς Ἀρχιμανδίτης, ὁ μυρίσας ἀσκητικῇ, ἀγωγῇ τὸν κόσμον, καὶ ταῖς ὀδμαῖς εὐφράνας, σοροῦ τῶν σῶν λειψάνων, Κύπρου τὰ πέρατα.









Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου