ΝΟΕΜΒΡΙΟΣ ΚΓ΄!!
ΑΜΦΙΛΟΧΙΟΣ ΙΚΟΝΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Συμπληρωθεῖσα κατὰ τὰ ἐλλείποντα ὑπὸ Κυρίλλου Κογεράκη, Μητροπολίτου Ῥόδου)
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ΄, καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀμφιλοχίου τὴν μνήμην πανηγυρίσωμεν, τοῦ φαεινοῦ
λαμπτῆρος, τῆς Χριστοῦ Ἐκκλησίας, βοῶντες· Χαῖρε Πάτερ ὁ τῆς ζωῆς, τὰς ἀβύσσους
εὑράμενος, καὶ προϊστάμενος πάντων τῶν εὐσεβῶς, εὐφημούντων τοὺς ἀγῶνάς σου.
Ἀνατεθεὶς τῷ Κυρίῳ ἀπὸ νεότητος, τῶν ἀρετῶν δοχεῖον,
εὐαγὲς ἀνεδείχθης, καὶ θεία μυροθήκη τοῦ παντουργοῦ, Ἀμφιλόχιε Πνεύματος, οὗ
καὶ ὑπέρμαχος ὤφθης τῶν ἀσεβῶν, διελέγξας τὴν παράνοιαν.
Πράξιν ἐλλόγιμον ἔχων, καὶ λόγον ἔμπρακτον, τῶν
λογικῶν προβάτων, ὁ Χριστὸς σὲ ποιμένα, προβάλλεται θεόφρον σὺ δὲ καλός,
Ἀμφιλόχιε Ὅσιε, ποιμὴν ἐδείχθης μιμήσει θεοπρεπεῖ, τοῦ μεγάλου Ἀρχιποίμενος.
Ὁ τῆς δευτέρας Συνόδου, μέγας ὑπέρμαχος, ὁ τοῦ
Μακεδονίου, διελέγξας τὴν πλάνην, τιμάσθω νῦν ἐν ὕμνοις χαρμονικῶς, ὁ σοφὸς
Ἀμφιλόχιος, ὡς ἀπὸ πάσης ῥυόμενος συμφορᾶς, τοὺς αὐτῷ πιστῶς προστρέχοντας.
Δόξα. Ἦχος δ΄.
Ἀσκητικαῖς ἀγωγαῖς, τοῦ Παρακλήτου τὸ φῶς, ἐν τῇ ψυχῇ
σου εἰσδεξάμενος, ἐπὶ θρόνου ὑψηλοῦ, τῆς ἀρχιερωσύνης ἐκάθισας πάτερ Ἀμφιλόχιε
Ὅσιε· καὶ τὸν τῆς σοφίας λόγον, μείζονα δι’ ἀρετῆς κτησάμενος, τὰς θεομάχους
αἱρέσεις κατέβαλες, καὶ τῇ οἰκουμένῃ ἐβρόντησας, Ὀρθοδοξίας τὰ πάνσεπτα
δόγματα. Ὅθεν σήμερον οἱ πιστοί, τελοῦντες τὴν μνήμην σου, τοὺς ἱερούς σου
ἀγῶνας γεραίρομεν, καὶ ἐκ καρδίας βοῶμέν σοι· Πρέσβευε ἐκτενῶς τῷ ἐν Τριάδι
Θεῷ, σωθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Γεωργίου
Νικομήδειας.
Σήμερον ὁ θεοχώρητος Ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου
προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια
ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ᾿ ὧν καὶ ἡμεῖς
ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος
μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος
β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Χορευε ἱερῶς, Χριστοῦ ἡ Ἐκκλησία, τοῦ τῆς Ὀρθοδοξίας,
προμάχου ἐκτελούσα, τὴν μνήμην τὴν ὑπέρτιμον.
Στίχ.:
Τὸ
στόμα μου λαλήσει σοφίαν...
Ἔθραυσας μιαράν, αἱρετικῶν ἀπάτην, ἐν Πνεύματι Ἁγίῳ,
φθεγξάμενος πανσόφως, παμμάκαρ Ἀμφιλόχιε.
Στίχ.: Οἱ Ἱερεῖς
σου Κύριε ἐνδύσονται δικαιοσύνην...
Χαίροις ὁ φαεινός, φωστὴρ τῆς Ἐκκλησίας, ἔργοις καὶ
λόγοις λάμψας, καὶ πλάνης διαλύσας, τὸ σκότος Ἀμφιλόχιε.
Δόξα Πατρί. Τριαδικόν.
Ἤσχυνας ἀληθῶς, αἱρέσεις τὰς ληρώδεις, τὴν μίαν
Θεαρχίαν, τρισὶν ἐν χαρακτῆρσι, κηρύξας Ἀμφιλόχιε.
Καὶ νῦν. Θεοτοκίον.
Χαίροις ὦ Μαριάμ, ἡ τοῦ Κυρίου Μήτηρ, καὶ μόνη
Θεοτόκος, τῆς Εὔας ἡ τὴν λύπην, σῷ τόκῳ καταργήσασα.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Ῥητορεύσας τὰ θεῖα, θεολόγῳ σου στόματι, τῶν αἱρετικῶν
τὰς ἐπάρσεις, Ἀμφιλόχιε ᾔσχυνας· καὶ λάμψας ὡς οὐράνιος ἀστήρ, ἀκτῖσι τῶν
πολλῶν σου ἀρετῶν, ὑπὲρ λόγον τε καὶ ἔννοιαν τὰς ψυχάς, φωτίζεις τῶν ἐκβοώντων
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ
σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐλλάμψει τῇ ἄνωθεν, ὡς καθαρὸς αὐγασθείς, τῷ κόσμῳ
ἐξέλαμψας, θεολογίας φωτί, σοφὲ Ἀμφιλόχιε· σὺ γὰρ ἐκπολεμήσας, τὰς ληρώδεις
αἱρέσεις, ὤφθης τοῦ μυστηρίου, τῆς Τριάδος ἐκφάντωρ. Διὸ σὲ εὐσεβῶς οἱ πιστοί,
ἀεὶ μακαρίζομεν.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ἦχος δ’.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας
ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν
τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς
οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ
Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Ἀπενεχθήσονται φάσκει ὁ Θεοπάτωρ Δαυΐδ, τῷ Βασιλεῖ
παρθένοι, ἐν Ναῷ τοῦ Κυρίου, ὀπίσω σου Παρθένε μετὰ φαιδρῶν, τῶν λαμπάδων
χορεύουσαι, καὶ εἰς τὰ Ἅγια φέρουσαί σε Ἁγνή, ὡς ἁγίαν κιβωτὸν τοῦ Θεοῦ.
Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν
λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ
Παρθένῳ συμπλέξωμεν, καὶ μεθεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.
Ἐξανοιγέσθω ἡ πύλη τοῦ θειοτάτου ναοῦ, καὶ εἰσδεχέσθω
ἔνδον, τὴν οὐράνιον πύλην, καὶ πανηγυριζέτω φύσις βροτῶν, καὶ σκιρτάτωσαν
Ἄγγελοι, συνεορτάζοντες ἅμα φαιδρῶς ἡμῖν, τῆς Θεομήτορος τὴν Εἴσοδον.
Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος δ΄. Ἔδωκας
σημείωσιν.
Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν
παθῶν κληρωσάμενος, τῷ κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν ἡγεμονίαν,
κατὰ τοῦ χείρονος ζυγῷ, δικαιοτάτῳ Πάτερ χρησάμενος· ἐντεῦθεν ἐπιτήδειος, πρὸς
θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, Ἱεράρχα θεόπνευστε.
Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν
αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογίᾳ, τῇ ἀκριβεστάτῃ, καὶ τὴν
διαίρεσιν φυγών, καὶ τὴν κακίστην Πάτερ συναίρεσιν· ἐν ὅροις δὲ διέμεινας, τῆς
εὐσεβοῦς ἡμῶν πίστεως, καὶ Τριάδα ἐκήρυξας, ἐν μονάδι Θεότητος.
Τέχνην σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν
ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκύνητον, συνετῶς διδάσκων, ὡς ἀπροσκυνήτου,
παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκὼς
ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὡς αὐτὸς οἶδεν Ὅσιε.
Δόξα Πατρί. Ἦχος δ΄.
Δεῦτε σήμερον οἱ πιστοί, Ἀμφιλόχιον τὸν Χριστοῦ
Ἱεράρχην, εὐλαβῶς ἐγκωμιάσωμεν τὸν θεόληπτον τοῦ Ἰκονίου ποιμένα, καὶ τῆς
Ἐκκλησίας θεόσοφον διδάσκαλον· τὸν ἐν σοφίᾳ καὶ ἀρετῇ ἀπροσίτῳ, τῆς εὐσεβείας
τρανώσαντα τὸ μέγα μυστήριον, καὶ αἱρετικῶν μωρολόγων τὴν ἔπαρσιν, θείῳ στόματι
ὁλοσχερῶς καταισχύναντα. Κύριε πρεσβείαις αὐτοῦ, Ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου
στήριξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον
ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθείσαν,
τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων ἀναδειχθεῖσαν
Θεοτόκον. Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα
ἔλεος.
Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον
τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν.
Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ
ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ
ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν
ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ
θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος
γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς
δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν
καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας
καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον
συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ
ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ
περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ
κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ
ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ
ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν
ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας.
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ
ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία
γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ
ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ
ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε
σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν
μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής·
καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις
ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς
ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας
κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ
συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων
ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ
διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα
γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ
κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν
ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς
ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ
ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ
ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν.
Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν
εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς
ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν
αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα
δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει
αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ
δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται
γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν·
ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ
ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν
καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς
τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α΄.
Ἀπὸ νεότητος Θεῷ ἀνατεθείς, δι’ ἐναρέτου σου βίου,
Ἱεράρχα Ἀμφιλόχιε Ὅσιε, ἀρετῶν δοχεῖον ἀνεδείχθης, καὶ σοφίας οὐρανίου,
καταγώγιον τερπνὸν ἐχρημάτισας· ἐντεῦθεν τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τὴν
σοφίαν τοῖς λόγοις σου διήλεγξας, καὶ τρισὶν ἐν χαρακτῆρσι, τὴν μίαν Θεαρχίαν
ἀνακηρύξας, αἱρετικῶν τὰς γλώσσας ἐφίμωσας. Ὅθεν Ὀρθοδοξίας ὤφθης φωστήρ, καὶ
εὐσεβείας ὑποφήτης θαυμαστός, παιδεύων πάντας ἡμᾶς, τῷ ἐν Τριάδι μέλπειν Θεῷ·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ.
Ἦχος β´.
Τῆς οὐρανίου σοφίας, τὸν πλοῦτον θησαυρίσας, τὴν μίαν
Θεαρχίαν ἐν τρισὶ χαρακτῆρσι, θεοπρεπῶς ἐθεολόγησας, Ἀμφιλόχιε Ἱεράρχα σεβάσμιε
καὶ τῶν αἱρετικῶν τὰς γλωσσαλγίας διελέγξας, Ὀρθοδοξίας στῦλος ἀῤῥαγής, ἐν
ἡμέραις πονηραῖς ἀναδέδειξαι· διὸ νῦν ἐν οὐρανοῖς, μετέχων τῆς ἀϊδίου ζωῆς,
πρέσβευε Πάτερ ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄.
Θεοδόσιον τὸν τῆς Ῥωμαίων, βασιλείας τὰ σκῆπτρα κατέχοντα,
συνετὼς ἐνουθέτησας, παραιτούμενόν ποτε, τοὺς βλασφήμους τῆς Ἐκκλησίας
ἀπώσασθαι ἐν τοῖς ἀνακτόροις γὰρ ἐπιστάς, τὸν ἐκείνου παρέδραμες υἱὸν
ἀπροοκύνητον ἀγανακτοῦντος δὲ αὐτοῦ, θαρσαλέως ἔφης, αὐτῷ ὦ Ἀμφιλόχιε· Τέχνην
ἐγὼ ἐσοφισάμην βασιλεῦ, σὺ δὲ ἀκοῦε, καὶ ἐνωτίζου ταῦτα· παρορωμένου
ἀπροσκυνήτου τοῦ Υἱοῦ, ἀγανακτήσει ὁ Πατὴρ δικαιότατα, ὁ τοῦτον πρὸ τῶν αἰώνων,
ἐκτετοκὼς ὑπὲρ ἔννοιαν· ἐνωτίζου οὖν βασιλεῦ, καὶ τῆς Ἐκκλησίας δίωξον, τοὺς
ἀρνουμένους ψάλλειν· Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, τῷ ἐν
Τριάδι Θεῷ, ἐν μονάδι οὐσίας.
Δόξα Πατρί. Ἦχος πλ. δ΄.
Βασιλείῳ τῷ τῆς Καισαρείας φωστῆρι μαθητεύσας, παρ’
αὐτοῦ ἐμυήθης θεολογίας τὰ μυστήρια, Ἱεράρχα πανεύφημε Ἀμφιλόχιε. Ὅθεν θεολόγῳ
γλώττῃ σου, τῆς παντουργοῦ Τριάδος, τὸ μονόσεπτον κράτος διετράνωσας, ἐν μέσῳ
θεοφόρων Πατέρων πολλῶν, Ὀρθοδοξίας τὰ δόγματα ἀνακηρύξας, καὶ διέλυσας
αἱρετικῶν τὰς γλωσσαλγίας, τὴν μίαν Θεαρχίαν ἐν τρισὶ χαρακτῆρσι, διδάξας
προσκυνεῖν εὐσεβῶς. Διὸ κατ’ ἀξίαν ἐν οὐρανοῖς ἐδοξάσθης, καὶ ἐπληρώθης τοῦ
ὑπὲρ ἔννοιαν φωτός, πρεσβεύων διηνεκῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν
ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ
Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα
ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν σοι σκηνώσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ
ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν.
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ἠγλαἱσμένε ἱερὲ Ἀμφιλόχιε,
Θεῷ ὁ ἱερατεύσας, ἀγγελικῶς ἐπὶ γῆς, ὡς σοφίας πλήρης καὶ συνέσεως· τὸ στόμα
τῆς χάριτος, ἡ κιθάρα τοῦ Πνεύματος, ὁ τῆς σοφίας, φαεινότατος ἥλιος, ὁ
αἱρέσεων, διαλύσας τὴν νέφωσιν· μύστης ὁ ἱερώτατος, τῆς ἄνωθεν γνώσεως, ὁ μωρολόγων
αἰσχύνας, γραφαῖς καὶ λόγοις τὴν ἐπαρσιν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.:
Τὸ
στόμια μου λαλήσει σοφίαν...
Χαίροις Ἱεραρχῶν ἡ κρηπίς, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ
στῦλος ἄσειστος, τὸ ῥεῖθρον τῆς εὐσεβείας, ἅπασαν ἄρδον ψυχήν, θεηγόρε πάτερ
Ἀμφιλόχιε· Χριστοῦ τοῦ παντάνακτος, τὸ θεόληπτον μίμημα, τῶν εὐσεβούντων, τὸ
ἀτίνακτον στήριγμα, τῶν τιμώντων σε, εὐλαβῶς τὸ προτείχισμα· ῥήτωρ ὁ
ἐνθεώτατος, δογμάτων τῆς πίστεως, τοῦ Καισαρείας φωστῆρος, ὁ μαθητὴς ὁ
παμφίλτατος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.: Οἱ Ἱερεῖς
σου Κύριε ἐνδύσονται δικαιοσύνην...
Χαίροις ὁ Ἰκονίου ποιμήν, τῆς οἰκουμένης παιδευτὴς ὁ
θεόληπτος, ὁ πάνσοφος δημηγόρος, τῶν μεγαλείων Θεοῦ, θεοφόρε πάτερ Ἀμφιλόχιε·
Χριστοῦ τῆς κενώσεως, χελιδὼν ἡ πολύλαλος, τῆς ἀληθείας, ἀηδὼν ἡ γλυκύλαλος,
τῶν αἱρέσεων, ἡ ἀμφίστομος μάχαιρα· ξίφος τὸ τέμνον ἅπασαν, ἐχθροῦ τὴν
κακότητα, Μακεδονίου τὴν πλάνην, ὁ καθελὼν ἀληθέστατα. Χριστὸν ἐκδυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν τῆς εὐσεβείας φωστῆρα, καὶ τῆς Ἐκκλησίας λαμπτῆρα,
χρεωστικῶς τιμήσωμεν, τὸν θεῖον Ἀμφιλόχιον. Οὗτος γὰρ ὁ πανεύφημος, δι᾿ ἀρετῶν
ἐργασίας, πάσης γεγονὼς σοφίας ἔμπλεως, σάλπιγξ μεγαλόφωνος, τῶν εὐσεβῶν
δογμάτων ἀνεδείχθη· καὶ θεολόγῳ στόματι, πνευματομάχων τὴν πλάνην καθελών, τοῦ
Παναγίου Πνεύματος, ἐτράνωσε τὴν προσκύνησιν. Ὅθεν αὐτῷ εὐλαβῶς ἐκβοήσωμεν
Τρισμακαριώτατε Πάτερ, μετὰ Βασιλείου τοῦ θαυμαστοῦ διδασκάλου σου, ἐν τῇ πέτρᾳ
τῆς ἀληθείας, στερέωσον ἡμῶν τὰς ψυχάς, τῶν ἐν πίστει καὶ πόθῳ ἀνευφημούντων
σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος.
Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν Ναῷ ἁγίῳ
προσάγεται καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενετῆς τοῦ Προδρόμου, καὶ βοᾷ
γηθοσύνως· Ἤγγικεν ἡ προστασία τῶν θλιβομένων, ἐν ναῷ ἁγίῳ ὡς Ἅγια, ἀφιερωθῆναι
εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα
ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἄμωμον Δέσποιναν.
Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν
ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ
ἀγαλλιάσθε.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Ῥητορεύσας τὰ θεία, θεολόγῳ σου στόματι, τῶν αἱρετικῶν
τὰς ἐπάρσεις, Ἀμφιλόχιε ᾔσχυνας· καὶ λάμψας ὡς οὐράνιος ἀστήρ, ἀκτῖσι τῶν
πολλῶν σοῦ ἀρετῶν, ὑπὲρ λόγον τε καὶ ἔννοιαν τὰς ψυχάς, φωτίζεις τῶν ἐκβοώντων·
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ
σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐλλάμψει τῇ ἄνωθεν, ὡς καθαρὸς αὐγασθείς, τῷ κόσμῳ
ἐξέλαμψας, θεολογίας φωτί, σοφὲ Ἀμφιλόχιε· σὺ γὰρ ἐκπολεμήσας, τὰς ληρώδεις
αἱρέσεις, ὤφθης τοῦ μυστηρίου, τῆς Τριάδος ἐκφάντωρ. Διό σε εὐσεβῶς οἱ πιστοί,
ἀεὶ μακαρίζομεν.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ἦχος δ’.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων
σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν
Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε
τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον σου.
Χριστοῦ τοῦ δι’ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος, ἐδείχθης
ἀληθής, τῆς Θεότητος ῥήτωρ, σοφίας ὡς ἔμπλεως, ἱερὲ Ἀμφιλόχιε, καὶ κατῄσχυνας,
κατασκευὰς τὰς βλασφήμους, τῶν αἱρέσεων· διό σε πάντες τιμῶμεν, καρδίας
εὐθύτητι.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἀννης, προσφέρεται
Θεῷ, Ἱερῶ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν· ἥν εὐλόγησε, ὁ
ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ΄. Κατεπλάγη Ἰωσήφ.
Εὐφημείσθω μοι λαμπρῶς, ὁ Βασιλείου μαθητής,
ἀνυμνείσθω μοι φαιδρῶς, ὁ τοῦ Κυρίου μιμητής, τῆς εὐσεβείας τιμάσθω μοι ἡ
κινύρα, ὁ σοφὸς ποιμήν, Ἀμφιλόχιος, ὕμνοις καὶ ᾠδαῖς, γεραιρέσθω μοι, ὁ καθελὼν
αἱρέσεων τὴν πλάνην, τῇ πανοπλίᾳ τῆς πίστεως· πολλὴν γὰρ ἔχων, χάριν πρεσβεύει,
ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ· καὶ τεχθεῖσα
ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ
ναῷ, ὡς θεῖος ὄντως Ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα
ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη
Θεόνυμφε καὶ Ἀειπάρθενε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ.
δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς καρδίας τὸ ὄμμα ὡς νουνεχής, τῶν αἰώνων ὑψώσας τῷ
Ποιητῇ, σοφίας τῆς κρείττονος, ὑπεδέξω τὰς χάριτας, καὶ θεοσόφῳ γλώσσῃ, λαμπρῶς
διετράνωσας, τῆς πίστεως τὸν λόγον, σοφὲ Ἀμφιλόχιε. Ὅθεν θείας δόξης, κοινωνὸς
ἀνεδείχθης, καὶ εὗρες τὴν ἄβυσσον, τῆς ζωῆς παμμακάριστε, ἐκτελέσας τὸν δρόμον
σου. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τὸ προσταχθέν.
Ἀγαλλιάσθω ὁ Δαυΐδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ
σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε, Μαρία ἡ φωτοφόρος θεία λαμπάς,
καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ· ἥν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ
χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.
Τὸ
α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται
δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, ζήτει τῇ ιγ΄ Νοεμβρίου.
Ὁ Ν´.
Δόξα Πατρί: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.: Ἐλεῆμον,
Ἐλέησόν με, ὁ Θεός...
Ὅσιε πάτερ Ἱεράρχα Ἀμφιλόχιε, τῆς Ὀρθοδόξου πίστεως,
κρατύνας τὰ δόγματα, ἐδοξάσθης κατ’ ἀξίαν, παρὰ Θεοῦ Παντοκράτορος· ᾧ πρέσβευε
ἐκτενῶς, τῆς ἀδοξίας τῶν ἀτίμων παθῶν, ῥυσθῆναι τοὺς τιμῶντάς σε.
Εἶτα ὁ Κανῶν τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ
Ἀκροστιχίς: Τὸν τὴν πλάνην λοχῶντα
μέλπω ποιμένα. Ποίημα: Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον
πέλαγος
Τοὺς λόγους τῶν δυσσεβῶν αἱρέσεων, καὶ τὰ φρυάγματα,
ὀρθοδοξίας αἴγλῃ λαμπρυνθείς, εὐμαρῶς διεσκέδασας, ἐν ᾗ τοὺς σὲ γεραίροντας,
Ἱεροφάντα περιφρούρησον.
Ὁ πάντων τὴν σωτηρίαν Κύριος, ἀεὶ βουλόμενος, τῆς
ἱερᾶς σε ποίμνης ὁδηγόν, ἱεράρχα προβάλλεται, λόγῳ καὶ βίῳ λάμποντα,
διαφερόντως θεασάμενος.
Νομίμως ὑπεραθλεῖν ἑλόμενος, τῆς Ἐκκλησίας Χριστοῦ, τῇ
παντευχίᾳ Πάτερ τοῦ Σταυροῦ, σεαυτὸν περιέφραξας, καὶ νικητὴς τῇ χάριτι, καὶ
στεφανίτης ἀναδέδειξαι.
Θεοτοκίον.
Τὸν Λόγον τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον, καὶ
τῆς αὐτῆς οὐσίας καὶ μορφῆς τῷ τεκόντι ὑπάρχοντα, σεσαρκωμένον τέτοκας,
ἀνερμηνεύτως Ἀπειρόγαμε.
ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία
σου Χριστὲ κράζουσα.
Ἡ θεία καὶ φωταυγής, τῶν σῶν δογμάτων λαμπηδὼν ἔσβεσε,
τὴν δυσσεβῆ φάλαγγα, τῶν αἱρετικῶν Ἀμφιλόχιε.
Ναμάτων ζωοποιῶν, ὡς ποταμὸς ὢν ἐκ Θεοῦ ἔμπλεως,
Ἀρχιερεὺς γέγονας, οἷς οἱ εὐσεβεῖς ἀρδευόμεθα.
Πλουσίαις μαρμαρυγαῖς, καταλαμπόμενοι τὸν νοῦν
ἤστραψας, τὴν μυστικὴν Ὅσιε, τῶν σῶν διδαγμάτων εὐπρέπειαν.
Θεοτοκίον
Λυχνίαν σε φωτεινήν, καὶ ψυχοτρόφον ἀληθῶς τράπεζαν,
καὶ κιβωτὸν Πάναγνε, πάντες οἱ πιστοὶ καταγγέλλομεν.
Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ'. Ταχὺ
προκατάλαβε
Λαμπρύνεις τὰ πέρατα, ἐν τῇ σῇ μνήμῃ σοφέ, τὸ σῶμα
ἐκβλύζει σου, τῶν ἰαμάτων πηγάς, Ἀμφιλόχιε ἔνδοξε· ὅθεν καὶ ἀσθενείας,
ἀπαλλάττεις παντοίας, πίστει τούς προσιόντας, τῷ σεπτῷ σου τεμένει, καὶ νῦν
πταισμάτων τὴν λύσιν, αἴτησαι πᾶσιν ἡμῖν.
Καὶ τῆς Ἑορτῆς. Ὅμοιον.
Δαυΐδ προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων
ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον· Εἴσελθε ἡ Κυρία, εἰς ναὸν
Βασιλέως· εἴσελθε ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται· ἐξ ἡ ς μέλι καὶ γάλα μέλλει
πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.
ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.
Ἀμφιλοχίου τοῦ θείου καὶ θεηγόρου, τὴν ἱερὰν πανήγυριν
θεόφρονες δεῦτε, πίστει συγκροτήσωμεν, τοῖς τούτου διδάγμασι, καὶ θεολογίαις
νευρούμενοι.
Νυμφαγωγὸς θεοφόρε τῆς Ἐκκλησίας, τῆς ἐν Χριστῷ
γενόμενος, τῷ κάλλει τῶν λόγων, ταύτην κατεκόσμησας, καὶ τῇ ὡραιότητι, τῆς
ὀρθοδοξίας ἐφαίδρυνας.
Ἡ θεολόγος σου γλῶσσα καὶ θεηγόρος, τῆς ἀρχικῆς
Τριάδος τὸ μονόσεπτον κράτος, πᾶσι διετράνωσε, καὶ μίαν θεότητα, σέβειν ἐν
τρισὶν Ὑποστάσεσι.
Θεοτοκίον
Νέαν σκηνὴν σε Παρθένε κατανοοῦμεν, καὶ καθαρὸν
ἁγίασμα τοῦ πάντων Δεσπότου· τοῦτον γὰρ ἐγέννησας, σαρκὶ καθ' ὑπόστασιν,
συνδεδραμηκότα Πανάμωμε.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον
ἐλήλυθας,
Λαμπόμενος φωτί, Τρισηλίου θεότητος, ἐκάθισας ἐπὶ
θρόνου, τῆς Ἀρχιερωσύνης, θεόφρον, Ἀμφιλόχιε.
Ὁλόκληρον σαυτόν, τῷ Θεῷ καθιέρωσας, καὶ γέγονας
θεοκήρυξ, μεγαλόφωνος Πάτερ, παμμάκαρ Ἀμφιλόχιε.
Χαρμόσυνος ἡμῖν, ἑορτὴ καὶ πανίερος, ἐφέστηκεν ἡ τοῦ
θείου, καὶ σοφοῦ Διδασκάλου, τὸν κόσμον ἁγιάζουσα.
Θεοτοκίον
Ὢ πάντων τῶν Πιστῶν, εὐπρεπὲς ἐγκαλλώπισμα, πανάχραντε
Θεομῆτορ, τῆς ψυχῆς μου τὸν ῥύπον, ἀπόπλυνον πρεσβείαις σου.
ᾨδὴ ς'. Θύσω σοι μετὰ φωνῆς, αἰνέσεως
Κύριε.
Νεκρώσας, τὸ τῆς σαρκὸς χαμαίζηλον φρόνημα, τῆς
ἀπαθείας τὴν χάριν, ἐστολίσω Πάτερ Ἱερομύστα, καὶ πανάγνοις, διδαχαῖς τὴν
Τριάδα ἐκήρυξας.
Τῷ φόβῳ, στοιχειωθεὶς τῷ θείῳ θεόληπτε, καὶ τὴν ψυχὴν
μολυσμάτων, καθαρὰν τηρήσας, θεολογίας ἀνεδείχθης, ἱερώτατον ὄργανον Ὅσιε.
Θεοτοκίον
Ἁγνὸν σε, καὶ καθαρὸν γινώσκοντες σκήνωμα, τοῦ
Βασιλέως τῆς δόξης, καὶ ναὸν καὶ θρόνον τοῦ Πανυψίστου, δυσωποῦμεν, τὰς ψυχὰς
ἡμῶν σῶσαι Πανύμνητε.
Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἡ θεία βροντή, ἡ σάλπιγξ ἡ τοῦ Πνεύματος, πιστῶν
φυτουργέ, καὶ πέλεκυς τῶν αἱρέσεων, Ἱεράρχα, Ἀμφιλόχιε, τῆς Τριάδος θεράπον
μέγιστε, σὺν Ἀγγέλοις πέλων ἀεί, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Κοντάκιον ἕτερον. Ἦχος πλ. δ΄. Τῇ
ὑπερμάχῳ.
Τῆς εὐσεβείας διετράνωσας τὴν δύναμιν, καὶ τῶν
αἱρέσεων τὸ θράσος καταβέβληκας, Ἀμφιλόχιε μακάριε Ἱεράρχα. Ἀλλ᾿ ὡς φῶς τῆς
θείας δόξης θεασάμενος, ταῖς ἀκτῖσι τῶν χαρίτων σου καταύγασον, τοὺς βοῶντάς
σοι· Χαίροις Πάτερ θεόληπτε.
Ὁ Οἶκος.
Γεωργήσας τῷ λόγῳ, τῶν πιστῶν τὰς καρδίας, θεόφρον
Ἀμφιλόχιε πάτερ, ταύτας γονίμους τῷ Θεῷ, τῷ Ποιητῇ καὶ Κυρίῳ τῆς κτίσεως, ἔδειξας
ἀληθέστατα διὸ σοι Πάτερ ἐκβοῶμεν·
Χαῖρε τὸ στόμα τῆς εὐσεβείας·
χαῖρε ἡ γλῶσσα τῆς ἀληθείας.
Χαῖρε δημηγόρε δογμάτων τῆς πίστεως·
χαῖρε ἐκμαγεῖον σοφίας τῆς κρείττονος.
Χαῖρε ἄνθος εὐωδέστατον οὐρανίου βιοτῆς·
χαῖρε ῥόδον ἱερώτατον γεωργίας μυστικῆς.
Χαῖρε ὅτι καθεῖλες τῶν βλασφήμων τὸ θράσος·
χαῖρε ὅτι ἐδέξω τὰ τῆς χάριτος δῶρα.
Χαῖρε Τριάδος μύστης οὐράνιος·
χαῖρε Κυρίου φίλος θεόληπτος.
Χαῖρε ἐχθροῦ τὴν ἀπάτην αἰσχύνας·
χαῖρε ἡμᾶς συμπαθῶς προστατεύων.
Χαίροις
Πάτερ θεόληπτε.
Συναξάριον.
Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου.
Σταλείς,
Ἀμφιλόχιε, νεκρῶν ἀμφίοις,
Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.
Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.
Εἰκάδι ἐν τριτάτῃ θάνατος
λάβεν Ἀμφιλόχιον.
Οὗτος, ἐκ νεαρᾶς ἡλικίας πάντα βαθμὸν
ἐκκλησιαστικὸν παραλλάξας καὶ ἀσκήσει καὶ θείᾳ γνώσει διαλάμπων, ψήφῳ τοῦ
κοινοῦ προχειρίζεται Ἐπίσκοπος τῆς Ἰκονιέων πόλεως ἐν τοῖς χρόνοις
Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν βασιλέων, παρατείνας τὴν ζωὴν μέχρι Θεοδοσίου
τοῦ μεγάλου βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. Ὃς καὶ Διδάσκαλος τῆς ὀρθοδόξου
Πίστεως γεγονώς, καὶ κατὰ τῆς Ἀρείου λύμης στεῤῥῶς ἀντιταξάμενος, πολλοὺς
διωγμοὺς καὶ θλίψεις ὑπέμεινε παρὰ τῶν ἀσεβῶν, συναγωνιστὴς γεγονὼς τῶν
μακαρίων Πατέρων κατὰ τῆς Εὐνομίου βλασφημίας. Οὗτος καὶ τῶν ἐν τῇ δευτέρᾳ
Συνόδῳ τῶν ἑκατὸν πεντήκοντα Πατέρων εἷς ὑπάρχων, τὰ πλεῖστα διηγωνίσατο κατὰ
Μακεδονίου τοῦ Πνευματομάχου καὶ τῶν φοιτητῶν Ἀρείου. Μετὰ δὲ τὸ κρατῆσαι τῆς
βασιλείας Θεοδόσιον τὸν μέγαν καὶ τὸν νέον Οὐαλεντινιανὸν καταστρέψαι, καὶ
νικήσαντα ἐπανελθεῖν, ἠντιβόλει ὁ μέγας Ἀμφιλόχιος τὸν βασιλέα Θεοδόσιον
ἀπώσασθαι τοὺς Ἀρειανοὺς καὶ τοῖς Ὀρθοδόξοις ἀνεῖναι τὰς ἐκκλησίας. Ἐπεὶ δὲ ὁ
βασιλεὺς παρῃτεῖτο, ἐξεῦρε μηχανὴν ὁ θαυμάσιος· καὶ παρελθὼν εἰς τὰ βασίλεια,
τὸν μὲν βασιλέα Θεοδόσιον ἠσπάσατο, τὸν δὲ υἱὸν αὐτοῦ Ἀρκάδιον καταλιπών,
ὑφειμένως οὐκ ἠσπάσατο. Ἐπὶ τούτῳ ὁ βασιλεὺς δυσχεράνας, οἰκείαν ὕβριν ἐκάλει
τὴν τοῦ παιδὸς παρ᾿ αὐτοῦ ἀτιμίαν. Ὁ δὲ σοφώτατα ἐκκαλύπτει τὸ δρᾶμα, καί
φησιν· Ὁρᾷς, ὦ βασιλεῦ, πῶς οὐ φέρεις σὺ τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ
χαλεπαίνεις; πίστευσον οὖν, ὅτι καὶ τοὺς τὸν Υἱὸν τοῦ Θεοῦ βλασφημοῦντας,
ὁμοίως καὶ ὁ Θεὸς ἀποστρέφεται καὶ μισεῖ. Τότε συνεὶς ὁ βασιλεύς, νόμους
ἔγραψε, τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντας. Οὗτος ὁ ἀοίδιμος ἀνήρ, ἐπὶ
πλείστοις χρόνοις ποιμάνας τὸ τοῦ Χριστοῦ ποίμνιον, καὶ λόγους ὀρθοδόξους
συντάξας καὶ εἰς βαθὺ γῆρας ἐλάσας, ἐν εἰρήνῃ ἀνεπαύσατο.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς
ἡμῶν Γρηγορίου, Ἐπισκόπου
τῆς Ἀκραγαντίνων Ἐκκλησίας.
Ἐξ Ἀκραγάντων πρὸς Θεὸν
χωρεῖς Λόγον.
Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.
Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.
Οὗτος ὁ Ἅγιος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας
Ἰουστιανοῦ τοῦ ῥινοτμήτου, ὁρμώμενος ἐκ πόλεως Ἀκράγαντος, τῆς Σικελῶν
ἐπαρχίας, Χαρίτωνος καὶ Θεοδότης γέννημα, ἀνδρῶν εὐσεβῶν καὶ ἐν αὐταρκείᾳ
ζώντων καὶ πάσῃ ἀρετῇ κεκοσμημένων. Οὗτοι τῇ θεοσεβείᾳ προσκείμενοι, ὀκταετῆ
ὑπάρχοντα τὸν παῖδα, παρέδωκαν τοῖς ἱεροῖς γράμμασιν ἐκπαιδεύεσθαι. Ὁ δὲ παῖς
ἐγένετο πάνυ σπουδαῖος καὶ ἄοκνος ἐν τῇ τῶν ἱερῶν γραμμάτων ἀναλήψει, ὥστε ὑπὸ
πάντων θαυμάζεσθαι. Ὀκτωκαίδεκα δὲ ἐτῶν γενόμενος, σφραγίζεται κληρικὸς παρὰ
τοῦ ἐν ἁγίοις Ποταμίωνος καὶ τὴν κόρην κείρεται, ἐπιτήδειος ὑπάρχων ἐν ταῖς
ἀναγνώσεσι, τῇ τῆς φωνῆς καλλιεπείᾳ.
Τούτου οὖν ἐν μιᾷ τῶν νυκτῶν ἐπὶ τοῦ
ἐδάφους ὑπνοῦντος, ἔμπροσθεν τῆς κλίνης τοῦ Ἀρχιδιακόνου Δαμιανοῦ, κέκληκεν
αὐτὸν Ἄγγελος Κυρίου ἐκ τρίτου, καθὰ καὶ τὸν Σαμουήλ, καὶ εἶπεν αὐτῷ·
Εἰσηκούσθη ἡ δέησίς σου· λοιπὸν τάχυνον, καὶ πορεύθητι. Ὁ δέ, μὴ μελήσας,
ἐξῆλθε καὶ κατέλαβε τὴν Καρθαγένην· καὶ εὑρὼν ἐκεῖσε τὸν παρὰ τοῦ Θεοῦ
πεμφθέντα αὐτῷ Μᾶρκον Μοναχὸν πνευματοφόρον, παρ᾿ αὐτῷ ἔμεινε χρόνους τέσσαρας.
Κἀκεῖθεν μετ᾿ αὐτοῦ ἐν Ἀντιοχείᾳ ἀνῆλθε, καὶ μεγάλως θαυμαστωθείς, ἐκεῖθεν ἐκ
θείας ἐπιφανείας, ἀνῆλθε προσκυνήσων εἰς Ἱεροσόλυμα, καὶ Διάκονος γίνεται ὑπὸ
Μακαρίου Ἐπισκόπου Ἱεροσολύμων. Εἶτα κατέλαβε τὴν Κωνσταντινούπολιν,
ἐμφανισθεὶς τῷ τηνικαῦτα Γεωργίῳ Πατριάρχῃ· ἐν οἷς καὶ Σύνοδος κατὰ Σεργίου καὶ
Πύῤῥου καὶ Παύλου συνεκροτήθη.
Τούτοις οὖν συμπλακεὶς ὁ Γρηγόριος καὶ
ἱκανῶς διελέγξας τὴν αὐτῶν φρενοβλάβειαν, καὶ μέχρι τῶν τοῦ βασιλέως ἀκοῶν τῆς
περὶ αὐτοῦ φήμης διαδραμούσης, πάλιν εἰς τὴν πρεσβυτέραν Ῥώμην ἐξώρμησε, καὶ
τῆς οἰκείας πατρίδος Ἀκραγάντων τοὺς οἴακας ἐγχειρίζεται, μεγάλως διαλάμψας καὶ
διαπρέψας ἐν τῇ Ἐκκλησίᾳ καὶ θαύματα μέγιστα ἐκτελέσας καὶ τὸ τῆς ἀρχιερωσύνης
κατακοσμήσας ἀξίωμα. Ἐξ οὗ οἱ περὶ τὸν Σαβῖνον καὶ Κρησκεντῖνον φθόνῳ
βαλλόμενοι, μυρίους ἐπήγαγον πειρασμούς· καὶ ἐγκλήματα κατ᾿ αὐτοῦ συῥῥάψαντες,
πρὸς τὸν Πάπαν Ῥώμης αὐτοῦ κατηγόρουν.
Ὁ δὲ τοῖς τούτων ἀπατηλοῖς λόγοις
δελεασθείς, ἐγκατάκλειστον αὐτὸν ἐν φρουρᾷ καθίστησιν, ἐπὶ χρόνους δύο καὶ
ἥμισυ. Καὶ αὖθις τοῦτον ἐκεῖθεν ἐξάγει προστάξει βασιλικῇ, μετὰ τῶν αὐτοῦ
κατηγόρων δικασθησόμενον. Ὅτε καὶ τὰ παραδοξότατα ἐκεῖνα σημεῖα, τῶν τε ξύλων
καὶ τῶν ἀνθράκων ἐπετελέσθη, τοῦ Θεοῦ τὸν ἴδιον θεράποντα ὑπερδοξάσαντος· καὶ
γνόφῳ μέλανι τῶν ἀνοσίων ἐκείνων καὶ ἀνιέρων κατεκαλύφθη τὰ πρόσωπα καὶ κατεζοφώθη,
ὥστε καὶ μέχρι τῆς σήμερον οὕτω φαίνεσθαι κατὰ γενεάν. Ἥ τε ὑπ᾿ αὐτῶν
φενακισθεῖσα κόρη, ὀλεθρίῳ δαίμονι αὐτάρκως παιδευθεῖσα,παρὰ τοῦ Ἁγίου
ἔμπροσθεν παντὸς τοῦ λαοῦ ἰάθη. Καὶ ὁ Ἅγιος αὖθις εἰς τὴν ἰδίαν πατρίδα
μεγαλοπρεπῶς ἐπανῆλθε, μείζονα τῶν προτέρων ἐπιτελῶν σημεῖα καὶ τέρατα. Οὗτος,
πλεῖστα ἐπιβιώσας θεοπρεπῶς ἔτη, ἐν βαθυτάτῳ γήρᾳ τὸν βίον ἀπέλιπε, πρὸς Κύριον
ἐκδημήσας.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Σισινίου τοῦ
Μάρτυρος.
Πολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον
βίας,
Μετῆλθε Σισίνιος ἐκ βίας βίου.
Μετῆλθε Σισίνιος ἐκ βίας βίου.
Οὗτος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας
Διοκλητιανοῦ καὶ Ἀλεξάνδρου ἡγεμόνος, ἐκ πόλεως Κυζίκου ὁρμώμενος. Καὶ
Ἀλεξάνδρῳ διαβληθεὶς τῷ ἡγεμόνι, ἵπποις ἀγρίοις προσδέδεται, καὶ τρέχειν
ἀναγκάζεται, καὶ ἀφειδῶς τύπτεται, καὶ διὰ τῶν μυκτήρων ὄξος δριμὺ δέχεται καὶ τῇ
εἱρκτῇ ἀποῤῥίπτεται. Πολλὰς δὲ καὶ ἑτέρας βασάνους καθυπομείνας καὶ θαύματα
μέγιστα ἐκτελέσας, μέσον Συνόδου ταῖς νευραῖς τῶν αὐτοῦ δογμάτων τὸν Ἄρειον
ἀπηγχόνησεν, Ὁμοούσιον ἀποφηνάμενος τῷ Πατρὶ τὸν Υἱόν. Οὕτω καλῶς καὶ θεοφιλῶς
πολιτευσάμενος καὶ νομίμως ἀθλήσας, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ
τελειοῦται.
Ζῶν Ἰσχυρίων, ἰσχὺς ἦν
Ἐκκλησίας,
Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει.
Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ
τελειοῦται.
Ταρσοῦ πρόεδρος Ἕλενος
θυηπόλος,
Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.
Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.
Διήγησις ὀπτασίας Ἰωάννου τινός, πάνυ
ὠφέλιμος.
Φοβοῦ Κριτὴν ὀφθέντα, ψυχή,
κατ᾿ ὄναρ,
Φοβοῦ δὲ μᾶλλον ἡνίκ᾿ ἔλθῃ καθ᾿ ὕπαρ.
Φοβοῦ δὲ μᾶλλον ἡνίκ᾿ ἔλθῃ καθ᾿ ὕπαρ.
Ἐγένετό
τις ἀνήρ, ἐν ταῖς ἡμέραις Κωνσταντίνου τοῦ βασιλέως, ὃς καὶ γνωστὸς ἦν αὐτῷ διά
τινος ἐπιστήμης γνωριζόμενος. Οὗτος, ἀσέμνως τὸν ἑαυτοῦ βίον μετερχόμενος, τὴν
γέενναν οὔποτε ἀνετυπώσατο. Ὁ δὲ πρὸς τὸ συμφέρον πάντα καλῶς οἰκονομῶν Κύριος,
δι᾿ ὀπτασίας τούτῳ τὴν διόρθωσιν πραγματεύεται.
Ἔδοξε γάρ ποτε τὸν ἄνδρα βλέπειν καθ᾿
ὕπαρ, τῆς οἰκείας ἐπιστήμης εἶδος προσαγαγεῖν τῷ βασιλεῖ, ὡς μετὰ ταῦτα
προσομιλεῖν ἀλλήλοις καὶ συναγάλλεσθαι. Εἶθ᾿ οὕτως ἔδοξεν ἀπογυμνῶσαι τὸν
βασιλέα μάχαιραν καὶ τὴν κόμην συναγαγεῖν τοῦ ἀνδρὸς εἰς ἕνα ἐπίδεσμον καὶ
πειρᾶσθαι τέμνειν ταύτην ἀνηλεῶς· καὶ τοῦ ἀνδρὸς τὸν αὐχένα συχνῶς ἐπικλίνοντος
καὶ τῷ δοκεῖν πρὸς τὸν βασιλέα ἐπιγελῶντος, ἐμβριθῶς τὸν βασιλέα πρὸς ἐκεῖνον
φθέγξασθαι· Ὅτε σου τὰς τρίχας ἡ μάχαιρα καταφάγεται, τότε σου καὶ τοῦ αἵματος
ὁ τράχηλος ἐμπλησθήσεται. Προσεπιτούτοις, τῇ καταφορᾷ τῆς μαχαίρας, καὶ αὐτὸς ὁ
τράχηλος ἔδοξεν ἀποτμηθῆναι· καὶ πλησίον τοῦ θώρακος τῆς μαχαίρας ἐλθούσης, ὁ
ἀνὴρ ἀγωνιῶν, βοήθειαν ὅθεν δήποτε προσεκαλεῖτο. Ἐκ δὲ τοῦ δέους καὶ τοῦ φόβου
καὶ τοῦ φρικώδους ἐκείνου ἀγῶνος, πρὸς ἑαυτὸν ὅλως ἔκθαμβος ἐγεγόνει· καὶ τῷ
Σταυρῷ ἑαυτὸν σημειωσάμενος, Εὐχαριστῶ σοι ὄνειρε, ἔλεγεν, ὅτι μοι τὸν φοβερὸν
τοῦτον ἀγῶνα εἰς φάντασμα ἀπετέλεσας. Καὶ πάλιν, ὡς οἶμαι, ὁ αὐτὸς μεμένηκεν
ἀδιόρθωτος.
Μετὰ δέ τινα χρόνον ὁ αὐτὸς περιοδευθεὶς
νόσῳ, ἐκ Θεοῦ τὴν βοήθειαν ἐπεκαλεῖτο. Τότε πάλιν οὐκ ἐν ὀνείροις, ἀλλ᾿ ἐν
ἐκστάσει ἤδη γενόμενος, ὁρᾷ ἑαυτὸν ἐπί τινος σεκρετικῆς ἑστῶτα καθέδρας, ἢ
μᾶλλον δικαστικῆς καταστάσεως, καὶ ταύτης προκαθεζόμενον ἔβλεπέ τινα
φοβερώτατον βασιλέα, στολὴν ἠμφιεσμένον ἀρχιερατικὴν καὶ βασιλικήν. Ἐξ ἑκατέρων
δὲ τῶν τούτου μερῶν, καθῆσθαι ἔνθεν κἀκεῖθεν ἱεροπρεπεῖς τινας κατενόει·
ἑστάναι δὲ ἑαυτὸν κάτωθεν ὑπελάμβανεν ἤδη τῶν φαινομένων ἐκείνων. Πρὸς τὰ δεξιὰ
δὲ τούτου εὐειδεῖς τινας ἑστῶτας εὐνούχους ὑπετόπαζεν· ἐξ εὐωνύμων δέ τινα
ταπεινότερον ἄλλον καὶ προσηνέστερον ἔβλεπε· βόθρον δέ τινα σκοτεινὸν ὄπισθεν
καὶ φοβερὸν κατενόει, ὀδύνην μεγάλην τῷ βλέποντι παρεχόμενον. Καὶ οὕτως ἑαυτὸν
ἑστάναι σὺν τρόμῳ ὑπετόπαζε, καί φησι πρὸς αὐτὸν ὁ προκαθήμενος βασιλεύς· Ἆρά
γε οἶδας, ὅς τις ἐγώ, ὦ νεανία; Κἀκεῖνος· Γινώσκω, Δέσποτα, ὅτι σὺ εἶ ὁ
σαρκωθεὶς δι᾿ ἡμᾶς, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός, ὡς αἱ καθ᾿ ἡμᾶς Γραφαὶ
περιέχουσι. Καὶ πάλιν ὁ βασιλεὺς πρὸς αὐτόν· Καὶ εἰ ἀπὸ τῶν Γραφῶν, ὡς σύ φής,
ἐμὲ διέγνως, οὐδὲ τοὺς συγκαθέδρους ἀγνοεῖς· καὶ πῶς ἐπελάθου τῆς ἀπειλῆς, ἧς
σοι πάλαι Κωνσταντῖνος ὁ βασιλεὺς ἠπειλήσατο; ἢ ἀγνοεῖς τὸ λεγόμενον; Οὐκ
ἀγνοῶ, φησί, Δέσποτα, ἀλλ᾿ εἰσέτι καὶ τοῦ φόβου τὰ λείψανα ἐν τῇ ψυχῇ περιφέρω.
Καὶ εἰ τοῦ φόβου τὰ λείψανα ἐν τῇ ψυχῇ περιφέρεις, πῶς ἐπιμένεις τοῖς
ὀλεθρίοις; Ὅμως μάθε διὰ πείρας, ὅτι περ καὶ πρῴην ἐγώ, καὶ οὐχὶ Κωνσταντῖνος,
τὴν φοβερὰν ἐκείνην πεῖραν τῆς βασάνου ἐπήγαγον. Καὶ τοῦτο εἰπών, ἔδοξε νεύσει
μόνῃ τοῖς παρεστῶσι κελεῦσαι, ἀκοντίσαι τὸν ἄνδρα εἰς τὸν ὄπισθεν αὐτοῦ
ἐπιφαινόμενον βόθυνον· ὁ δὲ γοερῶς τὴν τῆς Θεοτόκου ἐπεκαλεῖτο βοήθειαν. Ἔδοξε
δὲ κἀκείνην μέσον εὑρεθῆναι καὶ φωνῆς ἀκοῦσαι λεγούσης· Ἄφετε τοῦτον ἀπελθεῖν
διὰ τὴν τῆς Μητρὸς δέησιν.
Καὶ ὡς ὁ τῆς ὀπτασίας λόγος τὸ πέρας
εἴληφε, σύντρομος ὁ ἀνὴρ γεγονὼς καὶ πρὸς ἑαυτὸν ἐπανελθών, τὸ φανὲν παράδοξόν
τινι τῶν εὐλαβῶν Μοναχῶν διηγήσατο. Καὶ ὁ Μοναχὸς πρὸς αὐτόν· Δός δόξαν τῷ Θεῷ,
ὅτι τοιαύτης διδασκαλίας κατηξίωθης· καὶ διεγέρθητι, ἀδελφέ, μὴ καὶ σὺ πάθῃς τὰ
παραπλήσια, ἃ μέλλω σοι διηγήσασθαι. Κατὰ γὰρ τὴν σὴν ὀπτασίαν, τοιοῦτόν τις
ἐθεάσατο· ἄνδρα τινὰ τῶν ἐν τοῖς πρώτοις τοῦ σεκρέτου πρωτεύοντα, Γεώργιον
τοὔνομα, βιαίως ἀπαγόμενον δέσμιον ἔν τινι φοβερῷ χάσματι καὶ ἀποῤῥίπτεσθαι
μέλλοντα. Ἐν ᾧ τις εὐπαῤῥησιάστως τοὺς ἀπάγοντας ἐπικατασχών, τοῦτον ἀφεθῆναι
προσῄτει μέχρις ἡμερῶν εἴκοσι, παρεγγυώμενος αὐτοῖς τὴν τούτου διόρθωσιν. Ὡς δὲ
λοιπὸν ὁ ἀνήρ, τῇ βοηθείᾳ τοῦ ἐγγυωμένου, ἐγένετο ἄνετος, ὁ ταῦτα βλέπων,
ἀνανήψας καὶ συνεὶς τὸ βλεπόμενον, ἀναγγεῖλαι τὸ ὅραμα πρὸς αὐτὸν τὸν Γεώργιον
ἔσπευσεν· ἦν γὰρ καὶ γνωστὸς αὐτῷ· ὁ δὲ τούτων ἀκούσας καὶ ἀντ᾿ οὐδενὸς
λογισάμενος, ἔμεινεν ὁ αὐτός. Καὶ τῶν εἴκοσι ἡμερῶν διελθουσῶν, ἀνάρπαστος
γέγονεν ὁ Γεώργιος, τὴν ὀφειλὴν πάντως ἀποδώσων, ὡς ὑπέσχετο.
Ταῦτα κατὰ προσθήκην τοῦ Μοναχοῦ
συνείραντος, ὁ ἀνὴρ ἀκούσας καὶ ἐν νῷ βαλὼν ὧν ἐθεάσατο, τὰ ἑαυτοῦ
ἀνερυθριάστως δημοσιεύσας καὶ τὸν βίον πρὸς κρείττονα μεταβολὴν μεταῤῥυθμίσας,
ἤρκεσεν ἐπὶ πολὺ θεαρέστως βιώσας· καὶ μεταστάς, ἀπῆλθε πρὸς τὰς αἰωνίους
μονάς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Διονυσίου, Πατριάρχου
Κωνσταντινουπόλεως, τοῦ ὕστερον ἐν τῇ Μονῇ τῆς Εἰκοσιφοινίσσης ἀσκήσαντος.
Διπλοῦν ὁ Χριστὸς σῇ κάρᾳ βάλλει στέφος,
Διπλῇ ἅτ’ ἀσκήσαντος ἐν κόσμῳ Πάτερ.
Ἀρχιερέων ἠδ’ Ὁσίων κλέος ὄντα σ’ ἀείδω.
Οὗτος, ἐγεννήθη εἰς τὴν περιφανῆ
Πελοπόννησον, κατὰ τὰς ἀρχὰς τοῦ ιε΄ αἰῶνος, ἀπὸ γονεῖς εὐσεβεῖς καὶ ἐναρέτους,
καὶ ἀφοῦ ἐδιδάχθη τὰ πρῶτα ἱερὰ γράμματα, μὴ δυνάμενος νὰ εὕρῃ περισσοτέραν
μάθησιν ἐν τῇ πατρίδι του, κατέφυγεν εἰς τὴν Κωνσταντινούπολιν, καὶ φθάσας ἐκεῖ
προσεκολλήθη εἰς τὸν ἱερώτατον καὶ ἐπὶ σοφίᾳ καὶ ἀρετῇ παντοίᾳ περίφημον
Μητροπολίτην Ἐφέσου κύριον Μᾶρκον τὸν Εὐγενικόν, ἀπὸ τὸν ὁποῖον καὶ ἐδιδάχθη
πᾶν εἶδος μαθήσεως καὶ ἀρετῆς. Ἐπειδὴ δὲ κατ’ ἐκείνους τοὺς χρόνους, κρίμασιν
οἷς οἶδεν ὁ Κύριος, συνέβη καὶ ἡ ἄλωσις τῆς Πόλεως, ἠχμαλωτίσθη καὶ ὁ Ἅγιος,
καὶ ἐδοκίμασεν ἀπείρους βασάνους, βιαζόμενος νὰ ἀρνηθῇ τὴν ἀμώμητον πίστιν,
ἀλλ’ ὑπέμεινεν ὁ ἀοίδιμος μὲ μεγάλην γενναιότητα, ἕως οὗ χριστιανός τις
θεοσεβὴς ἐξ Ἀνδριανουπόλεως τὸν ἠλευθέρωσε διὰ μεσιτειῶν καὶ δωρεῶν. Ἔμεινε
λοιπὸν πάλιν ἐν Πόλει μετερχόμενος κατ’ ἰδίαν τὴν μοναχικὴν ζωήν, καὶ
προαγόμενος κατά τε ἀρετὴν καὶ σοφίαν. Ἀλλὰ καὶ μ’ ὅλον τὸ ὅτι ὑπέκρυπτεν
ἑαυτόν, καὶ ἀπέφευγε τὰς κοσμικὰς τύρβας, καὶ τὴν δόξαν τῶν ἀνθρώπων, ἡ ἀρετή
του δὲν ἔμεινε μέχρι τέλους κεκρυμμένη, ἀλλ’ ἐκροτεῖτο πανταχοῦ, καὶ ὑπὸ πάντων
ἐτιμᾶτο, διὸ καὶ ἐκλέγεται καὶ ψηφίζεται Μητροπολίτης Φιλιππουπόλεως· καὶ ἐν ᾧ
θεαρέστως καὶ θεοφιλῶς διῴκει τὸ ἐμπιστευθὲν αὐτῷ λογικὸν ποίμνιον, ψηφίζεται
Πατριάρχης Κωνσταντινουπόλεως μὲ τρόπον τοιοῦτον, κατὰ τὸ ἔτος 1476.
Ἡ ἀρετὴ τοῦ ἀοιδίμου τούτου ἀνδρὸς
ἐκροτήθη τόσον, ὥστε ἡ φήμη του εἰσεχώρησε καὶ μέσα εἰς τὰ βασιλικὰ παλάτια,
καὶ τὸν ἐσέβετο μεγάλως ἡ μητρυὰ τοῦ Σουλτὰν Μεχμέτη. Ἐξωσθέντος δὲ κατ’
ἐκεῖνον τὸν καιρὸν τῆς πατριαρχείας Μάρκου τοῦ Ξυλοκαράβη, προεβιβάσθη εἰς
αὐτὸν διὰ συνεργείας τῶν Τραπεζουντίων, καὶ μὲ δόσιν ἀσυνήθη εἰς τὸν βασιλέα χιλίων
φλωρίων, Συμεὼν ὁ Τραπεζούντιος. Καὶ ἐπειδὴ συνέβη σχίσμα μεταξὺ τοῦ κλήρου καὶ
τῶν χριστιανῶν· καὶ οἱ μὲν ἤθελον τὸν Μᾶρκον, οἱ δὲ τὸν Συμεών· μαθοῦσα τοῦτο
Μαρία, ἡ μητρυὰ τοῦ βασιλέως, ἔβαλεν ἐπὶ δίσκου χρυσοῦ δύο χιλιάδας φλωρίων ἐξ
ἰδίων, καὶ προσφέρουσά τα τῷ βασιλεῖ, τὸν παρεκάλεσε νὰ ἐκδώσῃ θέσπισμα διὰ νὰ
ἐκλεχθῇ Πατριάρχης ὁ Διονύσιος, ὅπερ καὶ ἐγένετο. Οὗτος ἐκυβέρνα τὸν λαὸν
εὐσεβῶς τε καὶ θεαρέστως, γενόμενος παράδειγμα παντοίας ἀρετῆς. Ἀλλ’ὁ πονηρὸς
διάβολος, ὅστις ἀείποτε πολεμᾷ τὰ καλά, διήγειρε κατὰ τοῦ Διονυσίου χαιρεκάκους
τινας καὶ κακετρεχεῖς κληρικούς, οἱτινες, μὴ δυνάμενοι νὰ προσάψωσιν εἰς αὐτὸν
καμμίαν ἄλλην κατηγορίαν, ἐτόλμησαν νὰ εἴπωσι ὅτι ἦτο περιτμημένος. Τότε, ὁ
Ἅγιος συνήθροισε πληρεστάτην Σύνοδον, καὶ ἀναστὰς ἐν τῷ μέσῳ, ἔδειξε παῤῥησίᾳ
ἀκέραιον τὴν σάρκα τῆς ἀκροβυστίας του καὶ οὔτω κατῃσχύνθησαν οἱ ἐναντίοι, καὶ
πεσόντες κοινῶς ἅπαντες, ἐζήτουν συγχώρησιν, παρακαλοῦντές τον μετὰ θερμῶν
δακρύων νὰ δεχθῇ τὴν μετάνοιά των. Ὁ Ἅγιος, ὡς ἀνεξίκακος, τοὺς ἐσυγχώρησεν·
ὅμως, κατ’ οὐδένα τρόπον δὲν ἐπείσθη, ἀλλὰ παραιτηθεὶς ἀπὸ τὸν θρόνο μὲ ἄκραν
του εὐχαρίστησιν, καὶ ἀναχωρήσας ἀπὸ τῆς Πόλεως, ἦλθεν εἰς τὴν Ἱερὰ Μονὴ τῆς
Εἰκοσιφοινίσσης, ὅπου ἐνδυθεὶς τὸ μοναχικὸν σχῆμα, ὑπέβαλε τὸν ἑαυτόν του εἰς
τοὺς ἀσκητικοὺς ἀγῶνας. Καὶ ὑπομείνας μέχρι τέλους καρτερικώτατα, ἔφθασεν εἰς
τὴν τελειοτάτην άρετὴν καὶ ἁγιότητα, ὥστε καὶ ζῶν ἐγένετο αὐτουργὸς πολλῶν
θαυμάτων. Καὶ ζήσας θεαρέστως τὸ ὑπόλοιπον τῆς ζωῆς του, πρὸς Κύριον ἐξεδήμησε.
Ὁ ἱερὸς οὗτος ἀνήρ, ἀνώρθωσε σχεδὸν ἐκ
θεμελίων, ἐμεγάλυνε, ἐκαλλώπισε μὲ διαφόρους οἰκοδομάς, καὶ ἐν ἐνὶ λόγῳ ἔφερε
τὴν Ἱερὰν αὐτὴν Μονήν εἰς μεγαλοπρέπειαν. Ὥστε, κατὰ δίκαιον λόγον πρέπει νὰ
ὀνομάζηται καὶ νέος κτήτωρ αὐτῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς
ἡμῶν Μητροφάνους Ἱεράρχου,
τοῦ ἐν τῷ σχήματι μετονομασθέντος Μακαρίου, πρώτου Ἐπισκόπου Βορονεζίς ἐν ἔτει
ᾳψγ΄ (1703).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς
ἡμῶν Ἀλεξάνδρου τοῦ Νέβσκη,
τοῦ Μεγάλου Δουκός, τοῦ Ῥώσσου
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες
τῇ Περσικῇ.
Μυστικωτάταις, θεηγορίαις ταῖς σαῖς προσέχοντες, πόθῳ
τὴν Ἀρείου Πάτερ κατατομήν, τῆς Θεότητος ἐκφεύγομεν, Τριάδα ἄκτιστον, ὁμοούσιον
πίστει δοξάζοντες.
Ἐληλεγμένον, ταῖς διδαχαῖς σου Μακεδόνιον, Πάτερ
καθορῶντες Πνεῦμα τὸ ἀγαθόν, τῷ Πατρί τε καὶ Γεννήματι, συμπροσκυνούμενον, καὶ
συνυπάρχον πίστει δοξάζομεν.
Λόγῳ τρανώσας, τὴν ὑπὲρ λόγον Λόγου σάρκωσιν, σέβειν
ἐν δυσὶν οὐσίαις Θεόν, θεοφρόνως ἐξεπαίδευσας, καὶ τὴν διαίρεσιν, καὶ τὴν
σύγχυσιν φεύγειν θεόληπτε.
Θεοτοκίον
Πάντες προθύμως, τὴν Θεοτόκον εὐφημήσωμεν, δεῦτε οἱ
σωθέντες πίστει τοῦ ἐξ αὐτῆς, γεννηθέντος ἀνακράζοντες· Εὐλογημένη σὺ ἐν
γυναιξὶν ὑπάρχεις Πανάχραντε.
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων
χάσματα.
Ὡραιώθησαν ᾀσματικῶς αἱ σιαγόνες σου, θεολογοῦντος
τρανῶς, Τριάδα ἄναρχον ἄκτιστον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισί,
Πάτερ θεόσοφε, ᾗ βοῶμεν· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Πλοῦτόν σοι καὶ δόξαν ἀκραιφνῆ, ἡ ἐνυπόστατος, Σοφία
δέδωκε, θεολογήσαντι Πάνσοφε, εὐσεβῶς καὶ τῶν αἱρέσεων, καταβαλόντι τὴν ὀφρύν,
καὶ πόθῳ ψάλλοντι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ πᾶσι παρέχων τὴν ζωήν, ὡς ἱεράρχην πιστὸν καὶ
θεοῤῥήμονα, ἐν Ἐκκλησίᾳ σε Ὅσιε, πρωτοτόκων εἰσῳκίσατο, ἱερουργοῦντα μυστικῶς,
καὶ πίστει μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ἰδοὺ νῦν ἐκλέλοιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων
ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν
τῶν ἐθνῶν Χριστόν, ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους.
Μίαν τρισυπόστατον φύσιν, πανευσεβῶς θεολογήσας, τὴν
παμβασιλίδα Τριάδα, τὴν θεαρχίαν τὴν ἀκατάληπτον, νῦν ὑπ' αὐτῆς τετίμησαι,
ἱεροφάντορ Ἀμφιλόχιε.
Ἔχων πρὸς Θεὸν παρρησίαν, ὡς ἱεράρχης θεοφόρε, τῶν τὴν
ἱερὰν καὶ φωσφόρον, τελούντων μνήμην, σοῦ παμμακάριστε, διὰ παντὸς μνημόνευε,
τῷ σῷ Δεσπότῃ παριστάμενος.
Νέμοις μοι τὴν ἄφθονον χάριν, τῷ τοὺς ἐπαίνους σοι
θεόφρον, πλέξαντι προθύμῳ καρδίᾳ, τὴν τῶν πταισμάτων λύσιν αἰτούμενος, ὡς
ἱερεὺς πιστότατος, Ὅσιε Πάτερ Ἀμφιλόχιε.
Θεοτοκίον
Ἀδὰμ μὲν ἀπόγονος ὤφθης, τοῦ δὲ Θεοῦ Μήτηρ ἐδείχθης·
σὺ γὰρ ἀπ' αἰῶνος ἐφάνης, Ἁγιωτέρα πάσης τῆς κτίσεως, εὐλογημένη Πάναγνε· διό
σε πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
συνέλθωμεν.
Τοῦ Πνεύματος τὴν ἔλλαμψιν, ἐν ψυχὴ δεδεγμένος,
Μακεδονίου ἤλεγξας, τὴν κακόπιστον πλάνην, καὶ θεοσοφοῖς σου λόγοις, τὴν
Χριστοῦ Ἐκκλησίαν, ἐνθέως κατεκόσμησας, Ἀμφιλόχιε πάτερ· ὅθεν τρυφῆς, τῆς
ἀφράστου ἔτυχες ἐν ὑψίστοις, καὶ τῆς ζωῆς μετέλαβες, ἐπαξίως τοῦ ξύλου.
Ἕτερον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Τοῦ Πνεύματος τοῦ Παντουργοῦ, τὴν Θεότητα Πάτερ,
λαμπρῶς ἐθεολόγησας, τῆς Συνόδου ἐν μέσῳ, ὑπείκων διδασκαλίαις, Βασιλείου Ὅσιε,
τοῦ θείου σου διδασκάλου, μεθ’ οὗ ἀεὶ τὸν Θεόν, Ἀμφιλόχιε σοφέ, ὑπὲρ ἡμῶν
ἐκδυσώπει.
Της Ἑορτῆς, ὅμοιον
Τοῦ ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα,
χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας
τρεφομένη, χειρὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος δ΄. Ὠς γενναῖον ἐν
Μάρτυσιν.
Ἐνεργείας τοῦ Πνεύματος, πρυτανεῖον τὸ ἔμψυχον,
εὐσεβείας ῥήτορα τὸν θειότατον, τὴν τῶν αἱρέσεων μάχαιραν, Τριάδος τὸν
πρόμαχον, ὀρθοδόξων τὸν πυρσόν, τὸν σοφὸν Ἀμφιλόχιον, εὐφημήσωμεν, τῶν πιστῶν
αἱ χορεῖαι ὁμοφώνως, Ἱεράρχα ἐκβοῶντες, τοὺς ὑμνολόγους σου φύλαττε.
Θεοῤῥήμονι γλώττῃ σου, τῆς Τριάδος ἐκήρυξας, γνῶσιν
παμμακάριστε τὴν σωτήριον, καὶ τῇ μαχαίρᾳ τῶν λόγων σου, εἰς τέλος κατέκοψας,
τὰ ζιζάνια σοφέ, τῶν ματαίων αἱρέσεων, Ἀμφιλόχιε, καὶ ἐπαίδευσας πάντας
καταλλήλως, ὀρθοδόξως ἀπονέμειν, τῷ Λυτρωτῇ τὴν προσκύνησιν.
Βασιλείου τοῦ μάκαρος, μαθητὴς ἐχρημάτισας, Ἱεραρχα
ὅσιε Ἀμφιλόχιε, καὶ τοῖς αὐτοῦ θεῖοις ἴχνεσι, προφρόνως ἑπόμενος, ἀνεδείχθης
μαχητής, τῆς Τριάδος πραότατος, καὶ κατέβαλες, ἀλλοφύλλων αἱρέσεων τὸ θράσος,
θείῳ στόματι τρανώσας, τῆς εὐσεβείας τὰ δόγματα.
Πανοπλίᾳ τῆς κρείττονος, Ἀμφιλόχιε γνώσεως, ἀσεβῶν
διέκοψας τὴν παράταξιν, καὶ ἀληθῶς διετράνωσας, τὸ κράτος τῆς πίστεως,
ἀφειδήσας διωγμῶν, καὶ κινδύνων καὶ θλίψεων ὅθεν σήμερον, εὐσεβείας ὡς θεῖον
ὑποφήτην, καὶ ὑπέρμαχον ὑμνοῦμεν, τῶν εὐσεβῶν τὰ συστήματα.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον οἱ δῆμοι τῶν πιστῶν συνελθόντες, ἐν ᾄσμασι
θεοφρόνως κροτήσωμεν, ἐπὶ τῇ μνήμη τοῦ σοφωτάτου Ἱεράρχου, καὶ πνευματικῶς
χορεύοντες, αὐτῷ εὐλαβῶς ἀναβοήσωμεν· Χαίροις ὁ Βασιλείῳ, τῷ οὐρανοφάντορι
μαθητεύσας, καὶ παρ’ αὐτοῦ μυηθείς, θεολογίας τὰ ἀπόῤῥητα μυστήρια χαίροις ὁ
τὴν χάριν, τοῦ Πνεύματος δεξάμενος, καὶ ἐν αὐτῷ τὰς βλασφήμους αἱρέσεις,
γενναίως ἐκπολεμήσας· χαίροις ὁ τοῦ Ἰκονίου θεόληπτος ποιμήν, τῆς Ἐκκλησίας τε
ὁ θεῖος διδάσκαλος, καὶ τῆς δευτέρας Συνόδου τῶν Πατέρων, ὁ κραταιὸς ὑπέρμαχος.
Πρέσβευε οὖν ἐκτενῶς, Ἀμφιλόχιε πάτερ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς
πανηγυρίσωμεν, καὶ τὴν Θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν ναῷ Κυρίου
προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς
κατοικητήριον τοῦ παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων. Παρθένοι,
λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον.
Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνούσαι τὴν
Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν
χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένη, τῇ ἀεὶ
πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὁ τοῦ Ἰκονίου θεῖος ποιμήν, καὶ τοῦ Βασιλείου, ὁ
θεόληπτος μαθητής, τῶν πνευματομάχων, ὁ μέγας καθαιρέτης, ἀξίως εὐφημείσθω, νῦν
Ἀμφιλόχιος.
ΠΑΡΑΚΛΗΣΙΣ
(Ποίημα Ἱσιδώρας Μοναχής)
Εὐλογήσαντος
τοῦ Ἱερέως· τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως καὶ τά ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Χρηματισθεὶς ὡς καθαρὸς μετ’ Ἀγγέλου, καὶ μυηθεὶς
χερουβικῶς Ἱεράρχα, ἐν σεαυτῷ τὸν ὕμνον τὸν τρισάγιον, Πάτερ Ἀμφιλόχιε
ἱερούργησας ὃντως, Τριάδα ὁμόθρονον, ὀρθοδόξως κηρύξας· καὶ νῦν Χριστὸν μὴ
παύσῃ δυσωπῶν, ὑπὲρ τῶν πίστει ὑμνούντων σὰς χάριτας.
Δόξα. Ὅμοιον.
Ἐν φωταυγίᾳ μυστικῇ θεηγόρε, τὸ Εὐαγγέλιον λαβὼν ὑπ’
ἀΰλῶν, θεοβουλήτως ἤστραψας ἰσάγγελε, Πάτερ Ἀμφιλόχιε, ὡς ποιμὴν Ἰκονίου, ψυχὰς
ἐκκαθαίρων νῦν, τῇ θερμῇ σου πρεσβείᾳ· διὸ τοῖς χρῄζουσι μὴ παύσῃ χορηγῶν, ὡς
ἐλεήμων, δωρήματα πρόσφορα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε...
Ὁ
Ν΄.
Καί ὁ κανών, οὗ ἡ ἀκροστιχίς : Ἀμφιλόχιε,
τὸ φῶς λόχευσόν μοι. Ἰσιδώρα.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Ἀκτῖνας φωτὸς τοῦ τρισολαμποῦς, σεπτὲ Ἱεράρχα,
Ἀμφιλόχιε θεωρῶν, διάλυσον σκότωσιν νοός μου καὶ ἐπιλάμψεως θείας ἀξίωσον.
Μερίμνῃ τῇ ἄνωθεν λοχευθείς, Ποιμὴν Ἰκονίου, ἐπὶ χλόην
ζωοποιόν, ἐποίμαινας Πάτερ ἐν τοῖς κρίνοις, ἀρωμάτων ἐν κήποις χρηστότητος.
Φαιδρὸς εἰσελήλυθας εἰς ναόν, οὐράνιον Πάτερ, εἰς
ἀθέατα ἐντρυφῶν, καὶ νῦν Ἀμφιλόχιε καρδίας, καὶ ψυχὰς ἡμῶν πάντων οὐράνωσον.
Θεοτοκίον.
Ἱλέωσαι Κόρη τὸν σὸν Ὑἱόν, συγχώρησιν δοῦναι,
ἐπταισμένων ἵνα ὑμνῶ, νοΐ καθαρῷ σὰς ἀντιλήψεις, Παρθενομῆτορ ἐμόν ἀγαλλίαμα·
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Λαμπαδοῦχος ἐφάνης, πυριστεφὴς Ὅσιε, τῆς θεολογίας
τρανώσας τὴν γνῶσιν ἅπασι, διὸ ὑπάναψον ἐν ταῖς ψυχαῖς ἡμῶν φλόγα, θείας
ἀγαπήσεως, Ἀμφιλόχιε.
Ὀδυνῶν τῶν παθῶν μου καὶ προσβολῶν δράκοντος, ῥῦσαὶ με
πρεσβείᾳ σου Πάτερ, τῇ πανοικτίρμονι, πόμα τὸ ᾔδιστον, βλύζων ἐμοὶ ἀπαθείας,
Πάτερ Ἀμφιλόχιε, καὶ κατανύξεως.
Χριστοκλήτως ἐκφαίνων ποιμαντικὰς χάριτας, πύλας
ἐννοιῶν ἀθανάτων, ἤνοιξας Ἅγιε, διὸ σωτήριον ἡμῖν λοχείαν παρέχεις, Πάτερ
Ἀμφιλόχιε, ἀγαλλιάσεως.
Θεοτοκίον.
Ἰατῆρα δυσώπει, ὃν ἐν γαστρὶ ἔφερες, δύσμορφον εἰκόνα
ὦ Μῆτερ, καθωραΐσαι μου· καὶ γὰρ σὲ εὕρηκε πάντερπνον σφόδρα ὁ κάλλει, ἐν
βροτοῖς ὑπέρκαλος καὶ ὡραιότατος.
Διάσωσον, ἡμᾶς ἐκ πλάνης καὶ θλίψεως ψυχοφθόρου,
Ἀμφιλόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, πίστει, καὶ εὐλαβείᾳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ....
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄.
Πρεσβεία θερμή.
Τὴν γνῶσιν λαβὼν ζωῆς τὴν ἀδαπάνητον, τὸν νοῦν σου
σοφὲ ἐπλήρωσας λαμπρότητος, βοῶν πρὸς τὸν Ποιμένα σου, ποῦ ποιμαίνεις ὦ Λόγε σὰ
θρέμματα, διὸ εἰς ὄρη θείας καλλονῆς, ἀνάφερε πάντας Ἀμφιλόχιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐγεώργησας λόγῳ σου, λογικοὺς λειμῶνας ἀνθέων πίστεως,
διὸ μύρον ὡς πολύτιμον, ἡμᾶς θέλγει Πάτερ, ἡ σὴ εὔνοια.
Τὰς αὐγὰς ἰριδίζων μοι, τῶν κρειττόνων Πάτερ φέρειν
ἐνίσχυσον, εὐωδίαν καθαρότητας, ἵνα Ἀμφιλόχιε γεραίρω σε.
Ὀμβροφόρος ὡς νέφωσις, ἐξ αὐχμοῦ με ῥύεται ἡ πρεσβεία
σου, βουλευμάτων τοῦ ἀλάστορος, δρόσον οὐρανίαν ὑετίζουσα.
Θεοτοκίον.
Φωτοφόρε Παράδεισε, τοῦ λαμπροῦ νυμφῶνος μὲ
καταξίωσον, ἡ παστὰς θείας σαρκώσεως, ἡ κεχρυσωμένη τῇ ἁγνείᾳ σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης ἀῤῥαγές, ἐκκλησίας περιτείχισμα, διὸ στήριξον ἐν
πίστει ἀκλινεῖ, τὸ ποίμνιόν σου, ὀρθοδόξως Ἀμφιλόχιε.
Σκήνωμα τερπνόν, ἔνθα μένεις μοι εὐτρέπισον, ἵνα
πρόσωπον πρὸς πρόσωπον ὁρῶ, ὃν κατεπόθησας παμμάκαρ Ἀμφιλόχιε.
Λόχευσον ἡμῖν, ἁγιάσματος τὴν εὔκλειαν, ὁ φερώνυμον
τὴν κλῆσιν βεβαιῶν, Ἀμφιλόχιε κατ’ ἄμφῶ νέμων ἴασιν.
Θεοτοκίον.
Ὄμβρησον ἡμῖν, οἶνον θείας ἐπιγνώσεως, ἀναστέλλοντα
τὴν μέθην τῶν παθῶν, ἡ θεῖον βότρυν τῆς ζωῆς ἀποκυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Χορείαις, ἀγγελικαῖς συναυλίζῃ, ὁ βιώσας ἐν σώματι
ἀΰλως· καὶ νῦν ἡμῖν πατρικῇ εὐστοργίᾳ, ἐλθὲ καὶ δίδου γλυκεῖαν παράκλησιν, ὁρᾶν
τὸ ὄντως ἐφέτον, τῷ νοΐ Ἀμφιλόχιε πάντοτε.
Ἐκλάμψας, ἱερωσύνης τῷ φάει, ὑπ’ Ἀγγελῶν ὡς λαβὼν
χρῖσμα θεῖον, τοὺς ἀφορῶντας πρὸς σὲ ἐκ καρδίας, ἐκ ῥύπου βλάβης καὶ θλίψεων
λύτρωσαι, ὦ Ἀμφιλόχιε σεπτέ, τῶν δογμάτων ἡ λύρα ἡ εὔσημος.
Ὑπάρχεις, τῶν ὑπερβάσεων μύστης, θεοτύπωτος εἰκὼν
ἀποῤῥήτων, διὸ ἐμὲ ἐν ἀβύσσῳ κακίας, βεβυθισμένον ὦ Πάτερ ἀνέλκυσον, δεήσει σου
τῇ φωταυγεῖ, ὑπερκόσμιε νοῦ Ἀμφιλόχιε.
Θεοτοκίον.
Σὲ ὁ Λόγος, ὁ τοῦ Πατρὸς Θεοτόκε, ὡς χρυσοῦν
θυμιατήριον εὗρεν, ἐν ᾧ ἀνάψας σαρκώσεως θαῦμα, ἐν εὐωδίαις ἡμᾶς κατηγλάϊσε,
ζωῆς ἀῤῥήτου Μαριάμ, δυσωδίας φθορᾶς ἐκλυτρούμενος.
Διάσωσον ἡμᾶς, ἐκ πλάνης, καὶ θλίψεως ψυχοφθόρου,
Ἀμφιλόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, ἐν πίστει καὶ εὐλαβείᾳ.
Ἄχραντε...
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Προστασία τῶν χριστιανῶν.
Λειτουργὸς ὡς ὑπαρχῶν εὐπρόσδεκτος Ἅγιε, τῷ φωτὶ τῷ
τρισηλίῳ θέσει θεουμένος, ἐλθὲ τάχει, καὶ ἐξελοῦ ἡμᾶς ἐκ συμφορῶν, δεινῶν νόσων
τε καὶ χαλεπῶν, μηχανευμάτων τοῦ ἐχθροῦ, θεουργὲ Ἀμφιλοχιεν. Ἴθυνον διανοίας,
πρὸς τρίβον τῆς μετανοίας, διδοὺς ὑψόθεν χαρμονήν, ἀγαπήσει τῇ πατρῷα σου.
Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται
δικαιοσύνην...
Στίχ.: Τίμιος ἐναντίον Κυρίου...
Εὐαγγέλιον ἱεραρχικόν.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν μὲ ὁ Θεός... Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι.
Αἴγλῃ αὐγαζόμενος, χειροθεσίας Ἀγγέλων, Πάτερ
Ἀμφιλόχιε, ῥήσεσι χειλέων σου ἐναπέφραξας, ἀσεβῶν στόματα, τῶν μὴ προσκυνούντων,
τῆς Τριάδος τὸ ὁμότιμον, ἐλαίῳ ἄνωθεν ποιμαντορικῶς σφραγισάμενος· διὸ μανίας
δράκοντας, ὄτρωτον συντηρεῖ μὲ πάντοτε, ἵνα σου δοξάζω δωρήματα προνοίας
ἐναργοῦς καὶ γλυκασμοὺς ἀντιλήψεων, ἐπιχεομένων μοι.
Σῶσον
ὁ Θεὸς τὸν λαόν Σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀσφρανθεὶς ἡδυπνόων, ἀρωμάτων τοῦ Πνεύματος Ἀμφιλόχιε,
παθῶν τῆς δυσωδίας, εὐτόνῳ σου δεήσει, ἀπαλλάττεις ἑκάστοτε, ἐν συντριβῇ ἱερᾷ,
τοὺς σὲ ὑμνολογοῦντας.
Νοητῇ ἐν δρεπάνῃ, κακοδόξων βλαστήματα ἐξεμέλισας,
ζιζάνια ἐκκαίων, λυμαντικὰ σπερμάτων, Πάτερ τῆς πίστεως, καρποφυλάττων ἡμῖν,
ῥαδάμνους σωτηρίας·
Μετουσίᾳ τῇ θείᾳ, Ἀμφιλόχιε Πάτερ θέλγει ἀείποτε,
ἀΰλων ἁρμονίας, διὸ κεκυφυῖαν, τὴν ψυχήν μου ἐνίσωσαν, τῇ σταθερᾷ Ἰησοῦ,
εὐθύτητι ἁγίᾳ
Θεοτοκίον.
Ὁ Υἱός σου ἐσθῆτα, περιθείς σοι Πανάχραντε τῆς
Θεότητος, διάχρυσον ἐξόλου, ὡς ᾆσμα τῶν ᾀσμάτων κατεκόσμησε χάρισι, ἐν
κροσσωτοῖς ποικιλτοῖς, Πατρὸς τῆς εὐδοκίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰάσεις βρύεις, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν
εἰκόνα σου θεόπτα, καὶ γὰρ πλουτεῖς πᾶσι, θαυμάτων σου τὴν αἴγλην.
Ἱερωσύνης, τὴν εὐλογίαν παμμάκαρ, συμπαθῶς ἐκχέεις
τοῖς αἰτοῦσι, δρόσῳ γὰρ ἐπλήσθης, ψεκάδων εὐσπλαγχνίας.
Σκεῦος ἐδείχθης, τῆς θεϊκῆς ἐπιπνοίας, Ἀμφιλόχιε Πάτερ
ἀξίως, ποίμνην σου εὐθύνων, εἰς τρῖβον μετανοίας.
Θεοτοκίον.
Ιερωτέραν, τῶν οὐρανίων ταγμάτων, σὲ γινώσκομεν
Πανύμνητε Μαρία, τέλος γὰρ ὑπάρχεις δημιουργίας πάσης.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Δεχόμενοι εὐχαῖς σου, αὔρας ζωηφόρους, συναθροισθέντες
τῇ θείᾳ εἰκόνι σου, λοχαίους στάχυας Πάτερ ἀναδρεπόμεθα.
Ὠραῖος ἐνεφάνης· φωτὸς ταῖς ἀγλαΐαις, ἀμωφιλοχεύων
ἰάσεις τοῖς χρήζουσι, ὦ Ἀμφιλόχιε, τρόποις τῆς σῆς χρηστότητος.
Ῥοαῖς τῶν σῶν θαυμάτων, σβέννυς πῦρ ἀνθράκων, τῶν
πειρασμῶν καὶ τῶν θλίψεων Ὅσιε, εὐχῇ σοῦ φύσεως τρέπων τὰ ὁροθέσια.
Θεοτοκίον.
Ἁγνείας ἐν κοιλάσι, ὡς δορκὰς τρυφῶσα, βόσκεις νομαῖς
ταῖς τοῦ Πνεύματος Δέσποινα, ἐπιθυμία Υἱοῦ σου ἡμᾶς ἡδύνουσα.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Κλήσει ἀσωμάτων ὡς πιστωθείς, πρὸς σκοπὸν λατρείας
παναχράντου καὶ λογικῆς, θείᾳ προμήθειᾳ, Ποιμὴν ἐτελειώθης, Τριάδος λαμπηδόσι,
ὦ Ἀμφιλόχιε.
Θημὼν πεπυκασμένος ἐν ἀρεταῖς, καρποὺς ἀθανασίας
διανέμεις καὶ γλυκασμόν, πατρῴας ἱκεσίας, πικρίας ῥυομένης, Πατέρων ᾆσμα θεῖον,
ὦ Ἀμφιλόχιε.
Χαίροις εὐδοκίας ἱερουργός, δοθεῖσάν σοι χάριν
σφραγισάμενος ἱερῶς, τυπώματι θείῳ, ἁγιασμοῦ θεόπτα, ἐν λόγῳ τε καὶ ἔργῳ, ὦ Ἀμφιλόχιε.
Πόθῳ ἱερατευσας τῷ Χριστῷ, οὐράνιοι πύλαι· διὸ ἤρθησαν
ἐξ αὐτῶν, τῇ θέᾳ σου μύστα, ἵνα εἰσέλθῃς ἔνδον, τοῖς στίγμασι Δεσπότου, ὡς
σημειούμενος.
Ἐδίδαξας Πάτερ θεολογεῖν, Τριάδος τὸ δόγμα καὶ
λατρεύειν μίαν ἀρχήν, ἁπλῆν τῇ οὐσίᾳ, τρισάριθμον προσώποις, τὴν ποίμνην σου
φυλάττων λύκοις ἀλύμαντον.
Δίδου εὐλογίας τοῖς ἐπὶ σέ, Πάτερ ἀφορῶσι, καὶ ἐκ
νάρδων καρδιακῶν, ἐπίχεε μύρα, ψυχαῖς ἐπιποθούσαις, τὸ φίλτρον τοῦ Δεσπότου, ὦ
Ἀμφιλόχιε.
Πᾶσαι τῶν Ἀγγέλων...
Τὸ
τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἥν ψάλλομεν τὸ ἑξῆς :
Ἦχος β᾿ ·Ὅτε ἐκ τοῦ ξύλου.
Χλαίνῃ τοῦ Ποιμένος φαιδρυνθείς, χάριν τὴν πολύφωτον
ἔργῳ, πᾶσιν ἐπλούτησας, βίον τοῦ Δεσπότου σου ἐν τοῖς παθήμασι, διεξάγων
θεόπνευστε, διὸ μὴ ἐλλίπῃς, δόσεις τὰς ἀΰλους σου νέμειν τοῖς μέλπουσι, θεῖά
σου λοχεύματα πόθῳ, τὴν χαρὰν αἰτούμενος πᾶσι, Πάτερ Ἀμφιλόχιε καὶ ἔλεος.
Δέσποινα πρόσδεξαι .......
Τὴν πᾶσαν ἐλπίδα μου...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου