ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΕ΄!!
ΝΙΚΗΤΑΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(κατὰ τὰ ἐλλείποντα ὑπὸ Κυρίλλου Κογεράκη μητρ. Ῥόδου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Χριστωνύμων τὰ τάγματα, ἐν ᾠδαῖς ἀλαλάξωμεν, καὶ ᾀσμάτων ἄνθεσι καταστέψωμεν, τὸν μαργαρίτην τῆς πίστεως, Νικήταν τὸν ἔνδοξον, ἀνακράζοντες αὐτῷ· ὦ Μαρτύρων ὡράϊσμα, τοὺς τὴν μνήμην σου, ἐκτελοῦντας συντήρει ἀνωτέρους, τῶν παγίδων τοῦ δολίου, καὶ πάσης ἄλλης κακώσεως.
Τῇ ἀγάπῃ φλεγόμενος, τοῦ Χριστοῦ τὴν καρδίαν σου, τῶν ἐν γῇ ὡς πάνσοφος κατεφρόνησας, καὶ τῶν βαρβάρων διήλεγξας, στεῤῥῶς τὴν θρασύτητα, καὶ ἐνήθλησας πυρί, τῆς ζωῆς τῆς ἀμείνονος, ὀρεγόμενος· ἧς τρυφήσας μακάριε Νικήτα, ἐκδυσώπει τὸν Δεσπότην, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Εὐθαρσῶς ὡμολόγησας, τοῦ Κυρίου τὸ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα ὡς θεόσοφος, τῶν θεομάκαρων ἐν ὄψεις, Νικήτα ἀήττητε, καὶ ἐχθρῶν τῶν νοητῶν, τὴν ὀφρὺν ἐταπείνωσας, καὶ ἐνέπρησας, τῆς ἀκάνθας εἰδώλων τῆς λατρείας, τὸν ἀγώνα ἐτέλεσας, τοῦ μαρτυρίου πυρίκαυστος.
Ὡς τῆς νίκης ἐπώνυμος, δυσμενῶν τὴν παράταξιν, ἀνδρικῶς ἐνίκησας ἀξιάγαστε, νικοτελέσιν ἀγῶσί σου, καὶ ἄφθαρτον νίκηθρον, ὑπεδέξω ἐκ Θεοῦ, καὶ εἰς πόλιν ἀνέδραμες, ἐπουράνιον, νικηφόρος Νικήτα καὶ παρέστης, τῷ παντάνακτι πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.
Δόξα. Ἦχος β΄.
Τοῦ ἐν Σταυρῷ δι’ ἡμᾶς ὑψωθέντος, καὶ τὸν θάνατον θανάτῳ νεκρώσαντος, ὡς πλήρης ἀνδρείας πνευματικῆς καὶ δυνάμεως, τὸ πάθος προθύμως μιμησάμενος, μέτοχος ἀνεδείχθης ἐν οὐρανοῖς, τῆς τῶν Ἁγίων μακαριότητος, Νικήτα νικῆτορ Ἀθλοφόρε· ὅθεν, τοῖς τελοῦσιν ἀξίως τὴν μνήμην σου, σύμμαχος ἔσο ἐν βίῳ παντί, τῇ παναλκίμῳ δυνάμει πρεσβείας σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σύ μου σκέπη κραταιά, ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅπλῳ τῷ τοῦ Σταυροῦ, συντρίψας τὸν δυνάστην, Νικήτα φερωνύμως, ἐδέξω θείας νίκης, χειρὶ Χριστοῦ τὰ ἔπαθλα.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἤνθησας ἀκανθῶν, ἐν μέσῳ ὡς εὐῶδες, τῆς εὐσεβείας ῥόδον, Νικήτα διαπνέων, ὀσμὴν τῷ κόσμῳ χάριτος.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου ἐξανθήσει.
Πίστεως τοῦ Χριστοῦ, ἀθλήσεως ἀγῶσι, τὸν τρόπαιον ἔγειρας, Νικήτα ἀφθαρσίας, τὸν στέφανον ἀπέλαβες.
Δόξα. Τριαδικόν.
Ἴσχυσεν ἀνδρικῶς, Τριὰς Ὑπεραγία, τῷ θεϊκῷ Σου κράτει, νικῆσαι ὁ Νικήτας, τῆς πλάνην τὴν παράταξιν.
Καὶ νῦν. Θεοτοκίον.
Χαίροις ἡ τὸν Θεόν, κυήσασα ἀφράστως, ἀνύμφευτε Μαρία· Αὐτὸν οὖν ἐκδυσώπει, σωθῆναι τοὺς τιμῶντάς Σε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος
Νικήσας ὦ Νικήτα, τῶν βαρβάρων θρασύτητα, ἀπτοήτως εἰσῆλθες πρὸς τὸ στάδιον χαίρων, καὶ ᾔσχυνας ἀνόμων τὰς βουλάς, γενναίᾳ τῇ ἐνστάσει σου σοφέ, καὶ τελέσας τὸν ἀγῶνα, διὰ πυρὸς ᾖρας νίκης βραβεῖα. Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτην δείξαντι.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε· ἡμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα, σθένος δικαίων, ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος, ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα, ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι, Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε· δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.
Ἕτερα τοῦ Ἁγίου Νικήτα Ἦχος α. Τῶν οὐρανίων
Tὸν ἀλιτήριον Μάρτυς κατεπολέμησας, τῇ
παναλκίμῳ πίστει, τοῦ Σωτῆρος θεόφρον, βασάνους ὑπομείνας· ὅθεν σοφέ, τοὺς βαρβάρους
ἐπέστρεψας, πρὸς τὸν τῶν ὅλων Δεσπότην καὶ ποιητήν, καὶ δοξάζουσιν αὐτὸν
εὐσεβῶς.
Τὰ ἀκροθίνια Μάρτυς ἐκ τῶν βαρβάρων
Χριστῷ, δόξαν προσάξας ὤφθης, ἀθλητὰ θεηγόρε, θανὼν ὑπὲρ Τριάδος∙ ὅθεν σαφῶς,
καὶ τὸ στέφος ἀπείληφας, καὶ ὡς φωστὴρ διαλάμπεις θεοπρεπῶς, ἐν τῷ κόσμῳ ἀξιάγαστε.
Tὴν εὐσεβῆ πανοπλίαν ἀμφιεσάμενος, πρὸς πόλεμον ἐδείχθης, Χριστοῦ τοῦ Βασιλέως, Νικῆτα ἀθλοφόρε, ὥς περ ποτέ, Γεδεὼν ὁ παγκράτιστος, τῶν ἀλλοφύλων τὰ στίφη καταβαλών, ῥωμαλέᾳ παῤῥησίᾳ σου.
Δόξα. Ἦχος πλ. β΄
Φωστῆρα τῶν Μαρτύρων σε ἔγνωμεν, Νικῆτα τοῦ Χριστοῦ ἀθλητά∙ σὺ γὰρ τοῦ ἐπὶ γῆς ἀξιώματος, τὴν δόξαν καταλείψας, καὶ πατρικὴν ἀθεΐαν βδελυξάμενος, τοὺς θεούς αὐτῶν συνέτριψας, καὶ νικητικῶς τοὺς βαρβάρους κατῄσχυνας, ὑπὲρ Χριστοῦ τὸ μαρτύριον τῆς ὁμολογίας ἐκπληρώσας∙ καὶ στρατιώτης τοῦ ἐπουρανίου Θεοῦ γέγονας, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν εὐεργέτην τοῦ παντός, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... ὁ αὐτός.
Τῶν προφητῶν αἱ φωναὶ τὸ ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι΄ οὗ τῆς ἀρχαίας ἀρᾶς ἠλευθερώθημεν, ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου συνοψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ΄ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Προκείμενον: Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.
Στίχος· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου οἴκου Ἰακώβ.
Στίχος· Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τις ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, ὅτι ἀπ΄ ἀρχῆς πάρεξ ἐμοῦ ὁ σώζων, ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἡμῖν ὁ ἀλλότριος· Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ΄ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τις ἀποτρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ', 1-3)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄
Πίστει καὶ πόθῳ ἀναφλεχθείς, τῷ πρὸς τὸν Δεσπότην σου ζέοντι καὶ τῷ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ, ὥσπερ κλίμακι χρησάμενος, ἀνῆλθες πρὸς οὐρανίους λειμῶνας κἀκεῖθεν τῇ θεόθεν δοθείσῃ σοι χάριτι, ἐποπτεύεις τοὺς τελοῦντας τὴν μνήμην σου Νικήτα πανσεβάσμιε, καὶ τοὺς σοὺς γεραίροντας ἀγῶνας, μεγαλομάρτυς πανθαύμαστε.
Ἦχος β΄
Λῆξιν προορῶν τὴν μέλλουσαν, γενναιόφρον Νικήτα πολύαθλε, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως προθύμως ἐχώρησας, τὰς βασάνους ὡς τρυφὰς ἡγούμενος, τὸν δὲ θάνατον ὡς ζωὴν λογιζόμενος, καὶ νομίμως τελέσας τὸν δρόμον τοῦ μαρτυρίου σου, τὸν τῆς νίκης στέφανον, παρὰ Χριστοῦ νομίμως εἴληφας, πρεσβεύων ἀδιαλείπτως ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων τὰ ἆθλα σου.
Ἦχος γ΄.
Δαυϊτικῶς τὸν πολυμήχανον ἐχθρόν, ὡς ἄλλον Νικήτα Γολιάθ, τῇ σφενδόνῃ τῶν ἄθλων σου κατέβαλες. Μέγα ὄντως τὸ σὸν κατόρθωμα, ὃ καὶ Ἀγγέλων τὰς τάξεις, πρὸς ὑμνῳδίαν καὶ αἴνεσιν ἐκίνησε. Διὸ σήμερον οἱ πιστοί, τὴν μνήμην σου πανηγυρίζοντες, τὴν ἁγίαν σου ἄθλησιν μακαρίζομεν, καὶ εὐλαβῶς ἐκβοῶμέν σοι· ὁ ἐν ὑψίστοις μεγάλως δοξασθείς, καὶ ἰαμάτων χαρίσματα λαβών, τὰς ἀλγηδόνας ὦ Μάρτυς θεράπευσον, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Ἦχος δ΄
Ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον τυράννων, Νικήτα ἀήττητε, τῶν βαρβάρων τὴν θρασύτητα ᾔσχυνας, τὴν δὲ εὐσέβειαν ἀπτοήτῳ φρονήματι ἐκήρυξας, πυρὸς βρέμμοντος κατατολμήσας, διὸ τὴν οὐράνιον ἐκληρώσω δόξαν παρ΄ αὐτοῦ, καὶ σὺν ἀγγέλοις ἀγαλλόμενος, ἀκοίμητος ὑπάρχεις φρουρὸς τῶν γεραιρόντων σε, καὶ τελούντων τὴν πάνσεπτον μνήμην σου.
Ἦχος πλ. α΄.
Ἐξέλαμψε σήμερον, ἡ πανένδοξος μνήμη τοῦ Ἀθλοφόρου, ὡς ἥλιος ἐξαστράπουσα τοῖς πέρασι, καὶ καταλαμπρύνουσα τὰς ψυχὰς τῶν πιστῶν, καὶ φωτίζουσα τὰς διανοίας, τῶν πόθῳ προσιόντων αὐτῷ· οὗτος γάρ, ὡς καλὸς στρατιώτης, ἠνδρίσατο κατὰ τῶν τυράννων, καὶ τὸν ὅπλον τοῦ Σταυροῦ ἐν ἑαυτῷ περιφέρων, τὸν πολυμήχανον δράκοντα κατέβαλε· καὶ εὐθαρσῶς καὶ ἀνδρείως, κατὰ τῶν βαρβάρων ἀντιπαραταξαμένος, τρανῶς Χριστὸν τὸν Θεὸν ἡμῶν ἐκήρυξε. Διὸ καὶ ἀθλητικοὺς ἀγῶνας ὑπομείνας, καὶ βασάνους δριμυτάτους, καὶ πυρὶ πυρποληθείς, τὸν ἀμαράντινον τοῦ μαρτυρίου στέφανον ἐκομίσατο· ὅθεν συμφώνως αὐτῷ ἐκβοήσωμεν· Μεγαλομάρτυς Ἀθλητὰ Νικήτα ἔνδοξε, λύτρωσαι ἐκ κινδύνων, τοὺς τὴν μνήμην σου ἐκ πόθου ἑορτάζοντας, καὶ πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄
Μαρτυρικὴ σήμερον πανήγυρις ἐπέστη, ἀθλητικῶν παλαισμάτων θεωρίαν προτιθεμένη, Νικήτα τοῦ νικηφόρου καὶ πανενδόξου ἀθλητοῦ. Δεῦτε οὖν πιστοί, τῶν θεαμάτων τῆς καλῆς αὐτοῦ νίκης κατατρυφήσωμεν, καὶ ἐμπλησθῶμεν πνευματικῆς εὐφροσύνης, αἰτούμενοι τοῖς εὐπαῤῥησιάστοις αὐτοῦ ἱκεσίαις, παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν... τοῦ Σταυροῦ, ἦχος ὁ αὐτός.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ στρατιώτης Χριστοῦ, ὁ καταισχύνας δυσμενῶν τὴν παράταξιν, καὶ νίκης παρὰ Κυρίου, ὡς ἀληθὴς νικητής, τοὺς λαμπροὺς στεφάνους κομισάμενος· ἀγάπης γὰρ κρείττονος, ἐν καρδίᾳ δεξάμενος, τὴν θείαν φλόγα, εἰς τὸ στάδιον ἔδραμες, τῆς ἀθλήσεως ἀφειδήσας τοῦ σώματος· ὅθεν ἀνευφημοῦμέν σε, πιστῶν τὰ συστήματα, καὶ κατανύξει καρδίας, Νικήτα Μάρτυς βοῶμέν σοι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὁ τοῦ Χριστοῦ Ἀθλητής, ὁ οὐρανίῳ ἐναθλήσας φρονήματι, καὶ πλάνης τῆς τῶν εἰδώλων, τὴν θεομάχον ὀφρύν, ταπεινώσας Μάρτυς τῇ ἐνστάσει σου· ἠθῶν καθαρότητος, ἱερώτατον τέμενος, ἔμψυχος οἶκος, δωρεῶν θείου Πνεύματος, καὶ κυπάρισσος, εὐσεβείας εὐθύδρομος· μέγιστε θεοδόξαστε, Νικήτα πολύαθλε, ὁ ἀληθῶς ἐν Δακίᾳ, τρόπαιον στήσας αἰώνιον. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Δῆμος, πανευκλεῶν Ἀθλητῶν, ὥσπερ θυμίαμα προσήνεγκας εὔοσμον, Νικήτα τροπαιοφόρε, τῷ Βασιλεῖ τοῦ παντός, τῷ εὐσθενεστάτῳ μαρτυρίῳ σου· μεθ’ ὧν τὸν Παράδεισον, στεφανίτης κατέβαλες, ἔνθα τοῦ ξύλου, τῆς ζωῆς τῆς ἀμείνονος, ἐκοινώνησας, ὡς Χριστοῦ φίλος γνήσιος· ὅθεν τοὺς καταφεύγοντας, πιστῶς τῷ τεμένει σου, ἀπὸ παντοίων κινδύνων, σαῖς ἱκεσίαις διάσωσον, ἀεὶ ἵνα Μάρτυς, ἀνυμνοῦμέν σου προθύμως, τὰ κατορθώματα.
Δόξα... ἦχος πλ. δ΄
Τῆς νίκης ἐπώνυμος ἀνεδείχθης, Μάρτυς Νικῆτα πανσεβάσμιε, ἐν σταδίῳ κηρύξας Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐναντίον βασιλέων καὶ τυράννων αὐτὸν ὁμολογήσας∙ διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν φιλοχρίστων ἀνάκτων, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς.
Καὶ νῦν... ὁ αὐτός.
Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα∙ Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλεται, ἐν κυμβάλοις Δαυϊτικοῖς ὕμνον σοι προσφέροντα, καὶ λέγοντα∙ Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν∙ δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος
Νικήσας ὦ Νικήτα, τῶν βαρβάρων θρασύτητα, ἀπτοήτως εἰσῆλθες πρὸς τὸ στάδιον χαίρων, καὶ ᾔσχυνας ἀνόμων τὰς βουλάς, γενναίᾳ τῇ ἐνστάσει σου σοφέ, καὶ τελέσας τὸν ἀγῶνα, διὰ πυρὸς ᾖρας νίκης βραβεῖα. Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτην δείξαντι.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, καθίσματα. Ἦχος α΄. Τὸν τάφον Σωτήρ.
Ἰδοὺ ἡ παμφαής, νῦν ἐπέστη ἡμέρα, Χριστοῦ εὐσθενοῦς, Ἀθλοφόρου Νικήτα, ὡς ἥλιος ἐκλάμπουσα, φωταυγείᾳ τῆς χάριτος, ἐν ᾗ ἅπαντες, οἱ εὐσεβεῖς συνελθόντες, μεγαλύνομεν, τὸν θαυμαστὸν ἐν Ἁγίοις, Θεὸν εὐφραινόμενοι.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα∙ ἀλλ᾿ ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ᾽ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.
Μετὰ τὴν β΄ στιχολογίαν καθίσματα. Ἦχ. πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον
Τὰς ἐν κόσμῳ ἀξίως ὑπεριδών, καὶ Χριστὸν ὁλοτρόπως ἐπιποθῶν, ἀντέστης στεῤῥότατα, βασιλεῖ τῷ παράφρονι, θυσίας ἀνιέρους, προσφέρειν κελεύοντι, εἰδώλοις τοῖς ἀψύχοις, Νικήτα μακάριε· ὅθεν ὑπομείνας, δριμυτάτους βασάνους, γενναίως ἐνήθλησας, ἐν καμίνῳ καὶ ἤσχυνας, τοῦ ἐχθροῦ τὰ σοφίσματα· νῦν δὲ ἐν ταῖς ἀφθάρτοις σκηναῖς, θείας δόξης μετέχων δεόμεθα, τῆς τῶν παθῶν ἀδοξίας, ἡμᾶς πάντας λύτρωσαι.
Δόξα... καὶ νῦν… τοῦ Σταυροῦ. Ὅμοιον.
Τὸν Σταυρὸν τοῦ Σωτῆρος ἐπὶ τῆς γῆς, κεκρυμμένον ἀφείλατο ἡ σεμνή. Χαρᾶς τε ἐμπίμπλησιν, οἰκουμένης τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει ἐπὶ τὰ βασίλεια. Ὅθεν ἡ Ἑλένη, τῷ Υἱῷ ἀνεβόα· ὑφάπλωσον, Δέσποτα, ταῖς χερσί σου καὶ πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου· κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.
Μετὰ τὸν πολυέλεον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὑπεριδὼν τὰς κοσμικὰς ἀπολαύσεις, τὸν τοῦ Χριστοῦ ὀνειδισμὸν στεῤῥοψύχως, μεγαλομάρτυς ἔνδοξε ἐβάστασας, καὶ τῷ μαρτυρίῳ σου, ἀνδρικῶς τῶν ἀθέων, ᾔσχυνας τὴν βέβηλον, ὦ Νικήτα θρησκείαν· ὅθεν ἡμᾶς τιμῶντάς σε πιστῶς, ἀπὸ κινδύνων εὐχαῖς σου διάσωσον.
Δόξα... Καὶ νῦν...
Ἐν Παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανίῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ Σταυρώσει σου Κύριε.
Εἶτα, οἱ ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον τοῦ Ἁγίου Δημητρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα... Ταῖς τοῦ ἀθλοφόρου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Οἰκοδομήσας ὡς νουνεχής, τῆς καθαρᾶς σου ψυχῆς τὸν πύργον, ἐν ἀῤῥήκτῳ πέτρᾳ τῆς πίστεως, κατὰ τὸ θεῖον τοῦ Κυρίου σου λόγιον, ἐν τῶν βασάνων τῇ καταιγίδι διέμεινας, ἀσάλευτος ὦ Νικήτα πολύαθλε· ὅθεν ὁ Κύριος εὑρών σε, μονὴν παρὰ σοὶ ἐποιήσατο· Ὃν νῦν δυσώπει ἐκτενῶς, ὡς παῤῥησίαν πολλὴν πλουτήσας, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Εἶτα, οἱ κανόνες τοῦ Σταυροῦ, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νίκης σε μέλπω τὸν φερώνυμον πρόμον. Θεοφάνους.
ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Νεκρώσας τὸ τῆς σαρκός μου φρόνημα, τὸν νοῦν καταύγασον, φωτιστικῇ λαμπρότητι, τὴν σὴν ἀνυμνῆσαι πανήγυριν, ὡς νικητὴς πανάριστος, καθικετεύων, ὦ Νικήτα, Χριστόν.
Ἰὸν τῶν ἐκ τῶν παθῶν γενόμενον ἀποτιθέμενος, τοὺς αἰκισμοὺς ὑπέμεινας στεῤῥῶς, καὶ χιτῶνα τὸν ἔντιμον, μαρτυρικῶς ἐνδέδυσαι, ἐκ τῶν αἱμάτων ὑφαινόμενον.
Καινήν τε καὶ θαυμασίαν ἔδειξας ὁδὸν ἀθλήσεως, ὑπὲρ ἡμῶν τὸ ξύλον προσπαγείς· ἀπαρχὴ γὰρ γεγένησαι τῆς τῶν μαρτύρων, Δέσποτα ὁμολογίας καὶ στεῤῥότητος.
Θεοτοκίον.
Ἡ πύλη τῆς πρὸς ἡμᾶς σου Κύριε, συγκαταβάσεως, ἀνατολὴν καὶ ἥλιον καὶ φῶς, μυστικῶς σε καλούμενον, ὑπερφυῶς ἐξήστραψε, διπλοῦν τῇ φύσει τὸν φιλάνθρωπον.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί…
Στεῤῥότητι τῆς ψυχῆς, τὰς τῶν τυῤῥάνων ἀπειλὰς ἔφερες, μάρτυς Χριστοῦ ἔνδοξε, θείᾳ δυναστείᾳ ῥωννύμενος.
Σαρκὸς σου τὸν σκορπισμὸν καὶ τῶν μελῶν τὴν ἐκκοπὴν ἥνωσας, μάρτυς Χριστοῦ τῷ ἔρωτι, ἃ σου τὴν ψυχὴν συνεκράτησαν.
Εὐφραίνεται ἐπὶ σοὶ ὁ τῶν μαρτύρων τοῦ Χριστοῦ σύλλογος, μνήμην τὴν σὴν σήμερον, ἐπιτελουμένην θεώμενος.
Θεοτοκίον.
Μαρία τὸ καθαρὸν τῆς παρθενίας καὶ σεπτὸν σκήνωμα, τὰ χαλεπὰ τραύματα, τῆς ἐμῆς καρδίας θεράπευσον.
Κάθισμα. Ἦχος δ΄. Τὸ προσταχθέν
Πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς μάρτυς Νικήτα, τοὺς τῆς ἀθλήσεως χορῶν γενναιοφρόνως, ἅπαν ἔῤῥιψας ἄχθος κόσμου τε καὶ βίου, πατρῷαν τε τῶν βαρβάρων εἰδωλικήν, θρησκείαν καταπατήσας ὡς βδελυράν, τῷ Χριστῷ ἠκολούθησας, δαιμόνων πᾶσαν ἰσχύν, εἰς τέλος κατηδάφισας, καὶ τὸ στέφος ἀπείληφας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός σου.
ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα….
Ἐνηδόμενος Κυρίου τῇ θεωρίᾳ, καὶ ταῖς αὐτοῦ λαμπρότησιν, ἐντρυφῶν Νικήτας, πάσχων οὐκ ᾐσθάνετο, καὶ χαίρων ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Λελυτρωμένος τῷ αἵματι τοῦ Δεσπότου, ὁ ἀθλητὴς Νικήτας, τὸ ἴδιον αἷμα, χαίρων προσκομίζει Χριστῷ, δι΄ ὃν ἀναιρούμενος· Δόξα σοι Θεέ μου ἐκραύγαζε.
Πεπυρσευμένος τῷ αἵματι τοῦ Σωτῆρος, εἰδωλικὴν ὁ Μάρτυς, κατεπάτησε φλόγα, πᾶσαν τε δαιμόνων ἰσχύν, καὶ κραυγάζει τῷ κτίσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ὡραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος σοῦ τοῦ βασιλέως τῶν βασιλευόντων, Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς θεοδόχος δοξάζεται.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς...
Τίς δύναται λαλεῖν σοῦ Νικήτα τὰ ἔπαθλα, πανεύφημε τοὺς στεφάνους, οὓς δωρεῖται Χριστός σοι, ὑπὲρ αὐτοῦ ἀθλήσαντα;
Οἱ μάρτυρες ἐν γῇ τοὺς ἀγῶνας ἀνύσαντες, οὐράνιον ἐν ὑψίστοις, παρὰ σοῦ ζωοδότα τὴν ἀντίδοσιν ἔλαβον.
Νῦν λάμπεις ὡς φωστήρ, ὦ Νικήτα πανεύφημε, φῶς δεύτερον χρηματίσας, τῷ φωτὶ τῷ μεγάλῳ, ἐνδόξως παριστάμενος.
Θεοτοκίον.
Φῶς ἄχρονον ἡμῖν, ὑπὸ χρόνον γενόμενον, ἐγέννησας Θεομῆτορ, τοῖς ἐν σκότει τοῦ βίου, καὶ κόσμον κατεφώτισε.
ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς...
Ἐθέλχθης, ταῖς καλλοναῖς τοῦ Κτίσαντος ἔνδοξε, καὶ τὰς ἐκεῖθεν ἐμφάσεις, δεδεγμένος μάκαρ ἀνεπτερώθης, καὶ θανάτου, ἀλογήσας αὐτῷ προσεχώρησας.
Ῥεόντων, λογισμῷ οὐ χρησάμενος ἔμφρονι τὰ μὴ κενούμενα Μάρτυς προτιμήσας, σῶμά σου τοῖς βασάνοις, ὦ Νικήτα, μετ΄ εὐφροσύνης χαίρων παρέδωκας.
Θεοτοκίον.
Ὡς μῆλον, ἐν τῷ δρυμῷ σε μόνον εὑράμενος, καὶ καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσε.
Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Τῆς πλάνης τεμών, τὸ κράτος τῇ ἐνστάσει σου, καὶ νίκης λαβών, τὸ στέφος τῇ ἀθλήσει σου, τοῖς Ἀγγέλοις ἔνδοξε, συναγάλλῃ Νικῆτα φερώνυμε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Γνῶσιν ἐνθεὶς τὴν ψυχή μου, κάθαρόν μου τὴν φρένα καὶ τῶν σῶν ἐντολῶν ἐργάτην Σῶτερ ἀνάδειξον, ἵνα ἰσχύσω καταπαλαῖσαι τὰς ποικίλας τῶν παθῶν μου ἐπαναστάσεις, νικητικὸν ἀφθαρσίας βραβεῖόν τε δέξασθαι, πρεσβείαις τοῦ σοῦ γενναίου ἀθλοφόρου Νικήτα, φιλάνθρωπε∙ καὶ γὰρ αὐτὸς ἡμᾶς ἐν τῇ μνήμῃ αὐτοῦ συνεκαλέσατο, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῷ αὐτῷ μηνὶ ιε´, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ….
Νῦν ἀπροσίτῳ τῇ λαμπηδόνι καταστραπτόμενος, μάρτυς τοὺς ὑμνοῦντας νῦν τὴν σὴν ἑορτὴν τῷ φωτί σου καταλάμπρυνον. Εὐλογητὸς εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Ὑπερηγάσθη σοῦ τὴν ἀνδρείαν τὰ στρατεύματα μάρτυς τῶν Ἀγγέλων βλέποντα καρτερῶς ἐναθλοῦντά σε καὶ λέγοντα· Εὐλογητὸς εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον.
Μετὰ τῆς ἄνω χοροστασίας ὁ ἀσώματος, χαῖρε Θεοτόκε πάναγνε, Γαβριὴλ ἀγαλλόμενος κραυγάζει σοι· Εὐλογημένη σὺ ἐν γυναιξὶ ὑπάρχεις Πανάμωμε Δέσποινα.
ᾨδὴ η. Χεῖρας ἐκπετάσας.
Ὁλόκληρον θῦμα καὶ δεκτὸν, προσήγαγες Νικήτα πάνσοφε, καὶ ὁλοκάρπωμα γέγονας, εὐωδίας τῷ δεσπότῃ σου, τῷ σταυρωθέντι δι΄ ἡμᾶς, μετ΄ εὐφροσύνης βοῶν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Νομίμως ὡς θεῖος ἀριστεύς, ἐχθροῦ τὰς φάλαγγας καταστρεψάμενος, ἀξίως εἴληφας στέφανον, τὸν τῆς νίκης τὸν ἀμάραντον, ἐκ ζωηφόρου δεξιᾶς, ᾗ νῦν παρέστηκας ἀνακράζων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ποθήσας ἀσχέτως τὸν Χριστόν, τῷ τούτου αἵματι, τὸν σὸν κατέμιξας, καὶ τεμνόμενος μάστιξι, καὶ ποικίλοις ἀναιρούμενος· ὧ περ καὶ νῦν ὡς μιμητής, συμβασιλεύεις βοῶν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ῥύπον τὸν τῆς φύσεως ἡμῶν, Χριστὸν κυήσασα τὸν μόνον ἄχραντον, σαφῶς ἀπέπλυνας ἄχραντε Θεοτόκε παναμώμητε· καὶ Χερουβεὶμ καὶ Σεραφεὶμ, γέγονας ὕπερθεν, τῶν βοώντων πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος...
Ὅλον ἐμαυτόν σοι προσφέρων, θεομακάριστε Νικήτα, ἵνα σε πλουτήσω προστάτην, πρὸς τὸν Δεσπότην σῴζειν δυνάμενον, ἐκ πάσης περιστάσεως, καὶ σωτηρίας θείας πρόξενον.
Μάρτυς ἀληθῶς χρηματίσας, τῆς ἀληθείας ἀθλοφόρε, τῇ ἐνυποστάτῳ καὶ σεπτῇ νῦν ἀληθείᾳ χαίρων παρίστασαι, τὰ τῶν ἀγώνων ἔπαθλα, σὺν παῤῥησίᾳ κομισάμενος.
Ὅρμῳ γαληνῷ προσωρμίσθης, ἀναπαυσάμενος τῶν πόνων, καὶ στεφανηφόρος χορεύεις ἐν παραδείσῳ, μετὰ μαρτύρων χοροῦ τοίνυν ὡς θεοδόξαστον, πάντες ἀξίως σε δοξάζομεν.
Νέμοις μοι τὴν ἄφθονον χάριν, τοὺς τῶν ἐπαίνων σοι τοῖς λόγοις πλέξαντι προθύμως στεφάνους, ῥυόμενός με τῆς ἁμαρτίας μου, καὶ τῶν δεινῶν μου πράξεων, ταῖς σαῖς πρεσβείαις Παμμακάριστε.
Θεοτοκίον.
Νόμων τῶν τῆς φύσεως δίχα, τὸν νομοδότην ἀποτίκτεις, σάρκα γεγονότα ἀτρέπτως, δι΄ εὐσπλαγχνίαν ἀνεξιχνίαστον, εὐλογημένη Ἄχραντε, δυσὶν οὐσίαις γνωριζόμενον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῶν ἀθλοφόρων καύχημα, μαρτύρων ἀγαλλίαμα, σὺ ἀνεδείχθης θεόφρον, ὡς ἀριστεύσας κατ΄ ἄμφω σταυρῷ περιφυκτόμενος, ἀλλὰ νῦν παριστάμενος, τῷ θρόνῳ τοῦ παντάνακτος, σὺν ἐκλεκτῶν ταῖς χορείαις, τοὺς εὐφημοῦντάς σε σῶζε.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ἦχος β'. Τῶν μαθητῶν ὁρώντων σε.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς Νικήτα πανεύφημε, τῆς αἰωνίου ζωῆς, ὁλικῶς ὀρεγόμενος, τὰ τῆς γῆς ἐμίσησας, θεολήπτῳ φρονήματι, καὶ ἐν καμίνῳ ἀθλήσας ἄριστα, ἐχθροῦ κατήσχυνας, τὴν αὐθάδειν· ὢ τῆς ἀνδρείας σου, τῆς ἐνθέου ἔνδοξε! Δι’ ἧς Χριστοῦ, τοῦ Θεοῦ τὸ ὄνομα, ὑπερεδόξασας.
Μάρτυς Νικήτα πολύαθλε, ὁμολογήσας Χριστοῦ, τὸ γλυκύτατον ὄνομα, ἀσεβῶν ἐν ὄψεσιν, ὡς σοφίας ἀνάπλεως, πολλὰς βασάνους χαίρων ὑπέμεινας, ἐν αἷς ἀδάμας ὤφθης τῆς πίστεως· ὢ τῆς μεγίστης σου, καρτερίας ἔνδοξε! Δι’ ἧς οἰκτρῶς, τὸν ἀρχαῖον δράκοντα, κατετραυμάτισας.
Μάρτυς Νικήτα πανένδοξε, τοὺς τῶν βαρβάρων θεούς, νουνεχῶς βδελυξάμενος, τῷ Χριστῷ ἐλάτρευσας, καθαρῶς ὡς θεόσοφος, ᾧ καὶ θυσίαν ζῶσαν προσήνεγκας, σαὐτὸν ἀθλήσας πυρὶ ὡς ἄσαρκος· ὢ τῶν ἐνθέων σου, παλαισμάτων ἔνδοξε! Δι’ ὧν ἡμῖν, ὡς ἀστὴρ ἀνέτειλας, φωτοειδέστατος.
Μάρτυς Νικήτα στεῤῥότατε, ἀναδειχθεὶς νικητής, κατ’ ἐχθροῦ τοῦ ἀλάστορος, νίκης τὸ ἀκήρατον, ἐκομίσω διάδημα, καὶ νικηφόρος τῷ παντοκράτορι, Θεῷ παρέστης ὅλος λαμπόμενος, δόξης τῆς κρείττονος, ταῖς ἀκτίστοις ἔνδοξε μαρμαρυγαῖς· ὅθεν σε γεραίρομεν, ἐπαγαλλόμενοι.
Δόξα. Ἦχος πλ. β'
Σήμερον ἡ οἰκουμένη πᾶσα, τῇ τοῦ ἀθλοφόρου ἀγάλλεται ἀθλήσει∙ καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Χριστομάρτυς βοᾷ σοι∙ θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'
Σήμερον τὸ φυτὸν τῆς ζωῆς ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν∙ καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανούς, καταγγέλλει ἀνύψωσιν, δι᾿ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται∙ διὸ εὐχαρίστως βοήσωμεν, Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι᾿ αὐτοῦ συνανυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς ἀξίωσον τοὺς ὑμνοῦντάς σε
Δοξολογία μεγάλη καὶ ἀπόλυσις
Μεγαλυνάριον τοῦ ἁγίου.
Πάντων νοσημάτων ἀπαλλαγὴν πόνων καὶ κινδύνων καὶ δαιμόνων ἐπιβολῆς, τὸν ναὸν τοῦτον πιστοῖς πᾶσι ἐδείξω, Νικήτα ἀθλοφόρε, φάρμακον ἕτοιμον.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὑπερθαύμαστον Χριστοῦ στρατιώτη, τὸν καταισχύναντα ἐχθροῦ τὰς ἐφόδους, οἱ εὐσεβεῖς ὑμνήσωμεν κραυγάζοντες· Μάρτυς ἀκατάπληκτε, τοῦ Κυρίου Νικήτα, ταῖς πανευπροσδέκτοις σου, πρὸς Αὐτὸν ἱκεσίαις, ὡς συμπαθὴς διάσωσον ἡμᾶς, ἀπὸ κινδύνων, καὶ πάσης κακώσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῶν Μαρτύρων ταῖς στρατιαῖς, ἐν τῷ οὐρανίῳ, στρατοπέδῳ Μάρτυς σοφέ, Νικήτα τὸν πάντων Βασιλέα, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε.
Ἐξήνθησας Μάρτυς ἐξ ἀκανθῶν, μυρίπνοον ἄνθος, εὐωδίαν τὴν μυστικήν, Νικήτα παμμάκαρ ἀποπνέων, δι’ ἧς ψυχήν μου τὴν τάλαιναν μύρισον.
Ποικίλοις χειμάζομαι πειρασμοῖς· διὸ καταφεύγω, τῇ ἁγίᾳ σου ἀρωγῇ, Νικήτα παμμάκαρ ἀνακράζων· ἐλέησόν με εὐχαῖς ταῖς τιμίαις σου.
Θεοτοκίον.
Κυήσασα ἄχραντε τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, κόσμον ἔσωσας τῆς φθορᾶς· διό Σε ἀεὶ ἀνευφημοῦμεν, πανευλαβῶς τὴν Σὴν χάριν αἰτούμενοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Στρατιώτης Κυρίου περιφανὴς πέφηνας, καὶ διὰ πυρὸς τὸν ἀγῶνα χαίρων ἐτέλεσας· ὅθεν Νικήτα ἡμῖν, πολεμουμένοις κακίᾳ, τοῦ ἐχθροῦ συμμάχησον, ὡ συμπαθέστατος.
Τῷ πυρὶ ὦ Νικήτα τῶν ἱερῶν ἄθλων σου, τὴν δαιμονικὴν τῶν εἰδώλων πλάνην ἐνέπρησας· ὅθεν πολύαθλε, τὰς τῶν παθῶν μου ἀκάνθας, τῷ πυρὶ κατάφλεξον, τῆς ἱκεσίας σου.
Ἐγκωμίοις τιμῶμεν τοὺς καρτεροὺς πόνους σου, οὓς τῶν οὐρανίων τῷ πόθῳ, Νικήτα ἤνεγκας, καὶ ἀνακράζομεν· ὑπὲρ ἡμῶν τὸν Δεσπότην, Μάρτυς ἐξιλέωσαι, ταῖς μεσιτείαις σου.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη τὸν παλαιὸν ἄνθρωπον, θέλων ὡραιῶσαί με Λόγος, ὁ ὑπερούσιος, σάρκα προσείληφεν, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων· ὢ τῶν μυστηρίων Σοι! Δι’ ὧν σῳζόμεθα.
Διάσωσον, μεγαλομάρτυς Νικήτα τῇ χάριτί σου, τῶν τοῦ δολίου ἐχθροῦ ἐπιθέσεων, τοὺς σύμμαχόν σε ἐν πίστει προσκαλουμένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀθλήσας στεῤῥῶς Νικήτα μέχρι αἵματος, Χριστοῦ τοῦ Θεοῦ, τὸ πάθος ἐξεικόνισας, καὶ αὐτῷ παρίστασαι, ἀνεσπέρῳ φωτὶ λαμπρυνόμενος· διὸ φῶς αἴτει ἄνωθεν ἡμῖν, ὡς ἔχων πλουσίαν τὴν συμπάθειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴς δι’ ἀθλήσεως, γεγονὼς Νικήτα ἀκαταγώνιστε, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, νικητήν με εὐχαῖς σου ἀπέργασαι.
Μετανοίας τὰς πύλας μοι, ἔνδοξε Νικήτα δεῦρο ὑπάνοιξον, τῆς ἐνθέου σου χρηστότητος, τῷ ἀνοικτηρίῳ ἱκετεύω σε.
Τοὺς πιστῶς καταφεύγοντας, τῷ σεπτῷ ναῷ σου Νικήτα κράτιστε, τῆς εὐνοίας σου ἀξίωσον, ὡς ἂν εὐφημοῦμέν σε σῳζόμενοι.
Θεοτοκίον.
Ῥυπωθεὶς δι’ ἀμέλειαν, Μῆτερ καταφεύγω τῇ εὐσπλαγχνίᾳ Σου, καὶ κραυγάζω Σοι· ἀνάβλυσον, μετανοίας μοι ὕδωρ καθάρσιον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σθένει τοῦ Σταυροῦ, Ἀθλητὴς φανεὶς ἀήττητος, ἐξεδήμησας πρὸς ἄπονον ζωήν, μνημονεύων ὦ Νικήτα τῶν τιμώντων σε.
Βλῦσον δαψιλῶς, τῶν χαρίτων σου τὰ νάματα, ὦ Νικήτα Ἀθλοφόρων καλλονή, τοῖς προσπίπτουσι πιστῶς τῇ συμπαθείᾳ σου.
Βλέψον ἐφ’ ἡμᾶς, ἱλαρῷ Νικήτα ὄμματι, καὶ πρυτάνευσον ἡμῖν τοῖς ταπεινοῖς, ταῖς εὐχαῖς σου τῶν πταισμάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ἴθυνον ἡμῶν, ἀσφαλῶς τὰ διαβήματα, πρὸς νομὰς τὰς ζωηφόρους Μαριάμ, βακτηρίᾳ ἀληθεῖ τῆς συμπαθείας Σου.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Θυσίαν ζῶσαν Θεῷ, σαυτὸν Νικήτα προσήνεγκας, πυρὶ ὁλοκαυτωθείς, ὡς πλήρης φρονήσεως· διὸ εὐφημοῦμέν σε, τὰς πρὸς τὸν Δεσπότην, ἐξαιτοῦντες ἱκεσίας σου.
Εἰρήνην ταῖς σαῖς εὐχαῖς, τοῖς εὐφημοῦσί σε δώρησαι, καὶ πᾶσι τὸν ἱλασμόν, Νικήτα χορήγησον, Χριστὸν ἱλεούμενος, τὸν δοξάσαντά σε, Ἀθλητὴν ὡς περιλάλητον.
Διάσωσον συμπαθῶς, ἀπὸ κινδύνων καὶ θλίψεων, καὶ πάσης ἐπιβουλῆς, Νικήτα πανεύφημε, τοὺς ἀγαλλιάσεως, ἐν φωνῇ ὑμνοῦντας, τὴν πληθὺν τῶν θαυμασίων σου.
Θεοτοκίον.
Λυτρούμενος διὰ Σοῦ, τῶν καθ’ ἑκάστην θλιβόντων με, Μαρία Μῆτερ Θεοῦ, πιστῶς ἀνακράζω Σοι· ἁγνὴ χαῖρε Δέσποινα, ἡ τῶν ἐν ἀνάγκαις, προστασία ἀκαταίσχυντος.
Διάσωσον, μεγαλομάρτυς Νικήτα τῇ χάριτί σου, τῶν τοῦ δολίου ἐχθροῦ ἐπιθέσεων, τοὺς σύμμαχόν σε ἐν πίστει προσκαλουμένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς νικητὴς φερωνύμως ἀήττητος, παρὰ Θεοῦ ὑπεδέξω τὸ νίκηθρον, Νικήτα μαρτύρων ἀγλάϊσμα· διὸ ἡμῖν εὐλαβῶς εὐφημοῦσί σε, τὴν θείαν σου χάριν πρυτάνευσον
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν..
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Νίκης τὸ διάδημα, ὡς νικητὴς φερωνύμως, παρὰ τοῦ παντάνακτος, οὐρανόθεν εἴληφας παμμακάριστε· καὶ ἀνελήλυθας, κατηγλαϊσμένος, μαρτυρίου σου τοῖς στίγμασιν, εἰς τὰ οὐράνια, δόξης τῆς ἀφθάρτου σκηνώματα, Νικήτα καὶ παρίστασαι, νῦν τῷ Ἀθλοθέτῃ θεούμενος. Αὐτὸς οὖν δυσώπει, ὡς ἔχων παῤῥησίαν ἐκτενῶς, ὑπὲρ ἡμῶν ἵνα εὕρωμεν, ὀφλημάτων ἄφεσιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεδείχθης πολίτης καρτερῶς ἐναθλήσας τῆς Βασιλείας Χριστοῦ, Νικήτα Ἀθλοφόρε, ἧς μέτοχόν με δεῖξον, συμπαθῶς τὸν ἀνάξιον, καθικετεύων θερμῶς, Θεὸν τὸν ἐν Τριάδι.
Δεξιοῖς με προβάτοις ὅταν κρίνῃς τὸν κόσμον σύνταξον Λόγε Θεοῦ, πρεσβείαις εὐπροσδέκτοις, Νικήτα τοῦ ἐνδόξου, τοῦ νομίμως ἀθλήσαντος, διὰ πυρὸς ὑπὲρ σοῦ, τοῦ μόνου ζωοδότου.
Νοσημάτων παντοίων πειρασμῶν τε κινδύνων καὶ συμφορῶν χαλεπῶν, συντήρει ἀνωτέρους, Νικήτα Ἀθλοφόρε, τοὺς πιστῶς ἐκβοῶντάς σοι· χαῖρε Χριστοῦ τοῦ Θεοῦ, ὁ θεῖος στρατιώτης.
Θεοτοκίον.
Λυμαινόμενος Μῆτερ τοῦ ἀρχαίου δυνάστου ἐπιδρομαῖς χαλεπαῖς, θερμῶς Σε ἱκετεύω, ὡς ἄμετρον πλουτοῦσα, πρὸς ἀνθρώπους συμπάθειαν, ἐλέησόν με τὸν Σόν, πανάθλιον οἰκέτην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸ τῆς κακίας, σκότος διάλυσον Μάρτυς, τὸ καλύψαν τὴν ἀθλίαν μου καρδίαν, φωτὶ τῷ ἀΰλῳ, τῆς θείας χάριτός σου.
Σκέπε ἀπαύστως, τῶν πρεσβειῶν σου τῇ σκέπῃ, τοὺς ὑμνοῦντάς σε Νικήτα Ἀθλοφόρε, καὶ ἀσπαζομένους, τὴν θείαν σου εἰκόνα.
Ῥώμην μοι δίδου, καὶ ψυχικὴν εὐτονίαν, παμμακάριστε Νικήτα Ἀθλοφόρε, ἵνα τοῦ Κυρίου, τὸ θέλημα πληρώσω.
Θεοτοκίον.
Ὄμβρισον Μῆτερ, ζωῆς ἀΰλου τὸ ὕδωρ, τῇ ἀθλίως αὐχμωθείσῃ μου καρδίᾳ, ἵνα Σε γεραίρω, τὴν κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ θεῖος Ἀθλοφόρος, καὶ δεδοξασμένος, Μάρτυς Νικήτα θερμῇ ἀντιλήψει σου, τῆς ἐν τῷ κόσμῳ, με ζάλης, δεῖξον ἀνώτερον.
Εἰρήνευσον τὸν κόσμον, ἄρχον τῆς εἰρήνης, ταῖς τοῦ Νικήτα θερμαῖς παρακλήσεσι, τοῦ διά σε ἠθληκότος, ἐνθέῳ ἔρωτι.
Νικήτα Ἀθλοφόρε, τῇ σαλευομένῃ, ταῖς προσβολαῖς τῆς κακίας καρδίᾳ μου, ὡς συμπαθὴς τὴν γαλήνην, δεῦρο πρυτάνευσον.
Θεοτοκίον.
Ὑπερδεδοξασμένη, Μῆτερ τοῦ Ὑψίστου, ἐν σωφροσύνῃ τελείᾳ τὸν βίον μου, ἐνίσχυσόν με διάγειν, ὡς εὐσυμπάθητος.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Μαρτύρων κλέος λαμπρόν, ἔνδοξε Νικήτα, ὡς ἀθλήσας περιφανῶς· χαίροις ὁ νικήσας, τὸν ὄφιν φερωνύμως, καὶ νίκηθρον ὑψόθεν, λαβὼν τὸν ἄφθαρτον.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐνηθληκότα, σθένει θείῳ διὰ πυρός, Νικήτα ἐν ὕμνοις, τιμήσωμεν ἀξίως, τὴν μνήμην ἐκτελοῦντες, αὐτοῦ τὴν εὔσημον.
Τὸν τροπαιοφόρον τοῦ Ἰησοῦ, Μάρτυρα Νικήτα, εὐφημήσωμεν οἱ πιστοί· οὗτος γὰρ ἀνδρείως, πυρποληθεὶς τὸ σῶμα, τὴν ὕλην τῆς ἀπάτης, ἐναπετέφρωσε.
Χαίροις εὐσεβείας ἄνθος τερπνόν, καὶ τῆς Ἐκκλησίας, ὁ ἀσύλητος θησαυρός· χαίροις Ὀρθοδόξων, ἡ φωταυγὴς λυχνία, Νικήτα Ἀθλοφόρε, ἀκαταγώνιστε.
Ἀνδρείως ἀθλήσας διὰ Χριστόν, εἴληφας τὴν χάριν, τῶν ἰάσεων δαψιλῶς, δι’ ἧς πολυτρόπως, τοὺς χρήζοντας Νικήτα, εὐεργετεῖν τιμῶντας, τὴν θείαν μνήμην σου.
Χαίρων τῶν βασάνων ὑπενεγκών, τὰς σφοδρὰς αἰκίας, ὦ Νικήτα διὰ Χριστόν, τῆς ἐπουρανίου, τρυφῆς κατηξιώθης, σὺν τῶν Ἁγίων Πάντων, ταῖς ὁμηγύρεσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, καρτερόφρον Ἀθλητά, ὁ διὰ πυρὸς ἐναθλήσας, ὑπὲρ τῆς δόξης Χριστοῦ· χαίροις ὁ τὸν βάσκανον, αἰσχύνας δράκοντα· χαίροις νίκης τὸν στέφανον, λαβὼν οὐρανόθεν, καὶ ζωῆς τὴν κρείττονα, σκηνὴν εὑράμενος· πρέσβευε ἀεὶ τῷ Κυρίῳ, ἵνα τοῖς πιστῶς σε τιμῶσιν, ἱλασμὸν καὶ ἔλεος δωρήσηται.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου