Τρίτη 21 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 25. ΑΓΙΑ ΜΑΡΤΥΣ ΧΡΥΣΑΝΘΗ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΚΕ΄!!
ΧΡΥΣΑΝΘΗ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἱσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἐν ἑορτίῳ ἡμέρᾳ ἀγαλλιάσεως, συνευφρανθῶμεν δεῦτε, ὦ φιλέορτοι πάντες, ὕμνοις ὑπαντῶντες πνευματικοῖς, τὴν πολύαθλον Μάρτυρα, τῆς Ἐκκλησίας ἀμνάδα τὴν λογικήν, τὴν Χρυσάνθην τὴν πανεύφημον.

Αἱ τῶν Ἀγγέλων χορεῖαι ὑπερεθαύμασαν, τὴν ἀνδρικήν σου γνώμην, ὦ Χρυσάνθη θεόφρον, φύσεως λαθοῦσα τὸ ἀσθενές, μετὰ τόλμης ἐχώρησας, πρὸς τοὺς ἀγῶνας καὶ ἔλαβες ἐκ Θεοῦ, τὰ βραβεῖα τῆς ἀθλήσεως.

Ὡσεὶ ἀδάμας Χρυσάνθη ἐνεκαρτέρησας, τὰς ἀλγεινὰς βασάνους, καὶ σαρκὸς τὰς αἰκίσεις, κράζουσα Κυρίῳ ἀπὸ ψυχῆς· τοῦ Σοῦ φίλτρου Νυμφίε μου, οὐκ ἀποστήσομαι ὅλως ἀλλὰ πιστή, διαμένω ἄχρι τέλους μου.

Τῆς Ἐκκλησίας λαμπάδα χρυσαυγεστάτην σε, τῆς οἰκουμένης λύχνον, εὐσεβείας εἰκόνα, πίστεως ἁγίας ὑπογραμμόν, ὦ Χρυσάνθη σε ἔγνωμεν, τοῦ μαρτυρίου ἀστράπτουσαν καλλοναῖς, διὰ τοῦτό σε γεραίρομεν.

Δόξα. Ἦχος α΄.
Δεῦτε ἐγκωμίων ἄνθεσι πιστοί, στεφανώσωμεν τὸ τῆς πίστεως Χριστοῦ, πολυτίμητον καὶ χρυσαυγέστατον ἄνθος, Χρυσάνθην τὴν ἁγίαν καλλιμάρτυρα. Αὕτη γὰρ τὴν τῆς ἀθλήσεως βαδίσασα ὁδόνν, εἰς τὴν χαρὰν κατέπαυσε τοῦ Παραδείσου, εὐωδίαν τε παρέχει κρείττονα καὶ μυστικήν, τοῖς δοξάζουσιν αὐτῆς τὴν μνήμην τὴν πανένδοξον.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις τῶν Ἀθλητῶν, ἡ ἄκαμπτος στεῤῥότης, τῆς ἀληθείας στῦλος, τὸ κλέος τῶν Μαρτύρων, Χρυσάνθη καρτερόψυχε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἄνθεσι ἱεροῖς, ᾀσμάτων εὐαρέστων, αἱ τῶν πιστῶν χορεῖαι, αἰνέσωμαι Χρυσάνθην, τὴν θείαν χριστομάρτυρα.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Σέβω καὶ καὶ προσκυνῶ, Θεὸν τὸν ἐν Τριάδι, καὶ Ποιητὴν τῶν ὅλων, ἐνώπιον τυράννων, Χρυσάνθη ὡμολόγησας.

Δόξα. Τριαδικόν.
Ἕναν συμπροσκυνῶ, Θεὸν τρισὶ προσώποις, ἐξ οὗ τὸ εἶναι ἔχω, Πατέρα σὺν Υἱῷ τε, καὶ Πνεῦμα τὸ ὁμότιμον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, Κυρία τῶν Ἀγγέλων, ἐλπὶς περάτων κόσμου, Θεὸν ταῖς μητρικαῖς Σου, πρεσβείαις ἐξιλέωσαι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χρυσαφίῳ συνάμα τῷ στεῤῥῷ ὁμοζύγῳ σου, στέφος μαρτυρίου ἐδέξω, ὦ Χρυσάνθη πολύαθλε· Χριστὸν ὁμολογήσασα Θεόν, καὶ πόνους ὑποστᾶσα ἀνδρικῶς, ἐχαλκεύθης ἐν καμίνῳ τῶν ἀλγεινῶν, καὶ ὡς χρυσὸς διέλαμψας· χαίροις τῆς καρτερίας ἡ ἰσχύς, χαίροις κανὼν τῆς πίστεως, χαίροις τῆς οὐρανίου ἐκλογῆς, τὸ ἄνθος τὸ μυρίπνοον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.





ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
ᾈσμάτων τοῖς ἄνθεσι πιστοί, εὐαρέστως στέψωμεν, τὴν τοῦ Χριστοῦ καλλιμάρτυρα, Χρυσάνθην πάνσεμνον, τὰ αὐτῆς τιμῶντες, ἀνδρικὰ παλαίσματα, τῆς γνώμης τὸ εὐθὲς καὶ ἀκέραιον, συμφώνως κράζοντες· ταῖς πρὸς Κύριον πρεσβείαις σου, ἡμᾶς Μάρτυς ἐν τῇ πίστει στήριξον.

Τῶν ἄθλων σου θείας ἀπαρχάς, ὦ Χρυσάνθη ἔφερες, τῷ σῷ Νυμφίῳ ὡς δώρημα, καὶ πλοῦτον εὔσημον, πρὸς Αὐτὸν βοῶσα, ἐκτενῶς καὶ λέγουσα· τῆς σῆς ὁλοτελοῦς ἀγαπήσεως, οὐδὲν χωρίσει με, οὐχ αἱ θλίψεις οὐχ αἱ βάσανοι, οὐχ ὀδύναι, οὐ σαρκὸς ἐπίπονα.

Ἐπ’ ὄρους ἐτέθης ὑψηλοῦ, ὡς λυχνία πάγχρυσος, τῆς οἰκουμένης τὰ πέρατα, φαιδρῶς λαμπρύνουσα, καλλοναῖς ἐνθέοις, ὦ Χρυσάνθη πάντιμε, ψυχὰς τῶν εὐσεβῶν ἱλαρύνεις τε, φωτὶ τῶν ἄθλων σου, καὶ διδάσκεις τοῦ πορεύεσθαι, σωτηρίας εἰς ὁδὸν τὴν εὔθετον.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς Χρυσάνθης τῆς Μάρτυρος, τὰ γενναῖα παλαίσματα, καὶ τοὺς ἄθλους Ἄγγελοι κατεπλάγησαν· πῶς γυναικείῳ ἐν σώματι, στεῤῥῶς κατεπάτησε, τοὺς ἀσάρκους δυσμενεῖς, καὶ τὸ στέφος ἐδέξατο, τὸ οὐράνιον, σὺν Ἀγγέλοις Θεὸν τὸν ἐν Τριάδι, ἀνυμνοῦσα καὶ τὴν δόξαν, Αὐτοῦ ἀπαύστως δοξάζουσα.

Τοῦ Σταυροῦ ἐνεδήσατο, τὴν ἀήττητον δύναμιν, ἡ Χρυσάνθη λέγουσα μετὰ πίστεως· οὐ μὲ φοβήσουσι βάσανοι, οὐ θλίψεις πτοοῦσί με, οὐδὲ ξίφους ἀπειλή, τῆς ἀγάπης χωρήσουσι, τοῦ Νυμφίου μου, τὴν Αὐτοῦ προσδοκῶ γὰρ Βασιλείαν, ἣν παρέχει τοῖς τηροῦσιν, Αὐτοῦ τὰ θεῖα προστάγματα.

Μαρτυρίου τοῖς στίγμασιν, ὦ Χρυσάνθη κεκόσμησαι, καὶ ὡς πλοῦτον εὔσημον καὶ βαρύτιμον, ταῦτα Κυρίῳ προσήγαγες, βραβεῖά τε ἔλαβες, παρ’ Αὐτοῦ τῆς οὐρανῶν, Βασιλείας τὸ ἔνδυμα, καὶ κατώκησας, εἰς φωτὸς τοῦ ἀδύτου τὸν νυμφῶνα, σὺν Ἁγίοις καθορῶσα, Αὐτοῦ τὴν δόξαν τὴν ἄῤῥητον.





Δόξα. Ἦχος α΄.
Τοῖς ποικίλοις ἄνθεσι τῶν ἐγκωμίων, δεῦτε πιστοὶ εὐαρέστως στεφανώσωμεν, Χρυσάνθην τὴν τιμίαν καὶ ἔνδοξον καλλιμάρτυρα· χαίροις, λέγοντες αὐτῇ, τῆς ἀληθείας στῦλε ἀπερίτρεπτε, καὶ τῆς εὐσεβείας εἰκὼν θεοχάρακτε· χαίροις, τῆς πίστεως ἄνθος εὐωδέστατον, καὶ τῆς Ἐκκλησίας λύχνε χρυσαυγέστατε· γνώρισον καὶ ἡμῖν τὸ φῶς τῆς θείας ἐπιγνώσεως, ἵνα ἐν αὐτῷ πορευόμενοι, φθάσωμεν εἰς τοῦ Παραδείσου τὴν χαρὰν τὴν ἀνεκλάλητον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Εὐφραίνου σκίρτα καὶ χόρευε, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ἐπὶ τῇ μνήμῃ σήμερον, Χρυσάνθης τῆς γενναίας καὶ εὐκλεοῦς σου Μάρτυρος· καὶ ταύτης τοὺς ἄθλους καὶ τὰ τρόπαια, ἐν αἰνέσει θεία αὖθις ὕμνησον, καὶ κατ’ ἀξίαν ἐξαιρέτου χάριτος μεγάλυνον, δοξάζουσα Θεόν, τὸν ἐν Ἁγίοις Αὐτοῦ ἀεὶ ἐδοξαζόμενον.

Ἦχος β΄.
Ὡς τοῦ Δεσπότου σου Χριστοῦ δούλη πιστὴ καὶ ἀγαθή, τὸ δοθέν σοι τάλαντον φιλοτίμως ὑπερηύξησας, ὦ Χρυσάνθη Μάρτυς χαριτώνυμε· καὶ ἐν ἀγῶσι τοῖς καλοῖς ἐπιδοθεῖσα, ταῖς ἀριστείαις τῶν ἄθλων σου διέπρεψας, ἀκούσασα παρὰ τοῦ οὐρανίου Ἀθλοθέτου σου, τὸ εἴσελθε εἰς τὴν χαρὰν τῆς ἀληθινῆς μακαριότητος.

Ἦχος γ΄.
Τὸ ἄνθος τῆς πίστεως τὸ χρυσοῦν καὶ εὐῶδες καὶ πολύτιμον, Χρυσάνθην τὴν Ἁγίαν, μύροις τῶν ᾀσμάτων δεῦτε ὑπαντήσωμεν, Χριστοῦ γὰρ εὐωδία γέγονε, τοῦ μαρτυρίου τὸ ἄρωμα, προχέουσα τῇ κτίσει· καὶ ἀθλητικῆς τιμῆς τὸν πλοῦτον βεβαιοῦσα, συγκαλεῖτα πάντας ἡμᾶς εἰς πανήγυριν πνευματικήν, τοῦ δοξάζειν τὸν Θεὸν τὸν ἐλεήμονα.




Ἦχος δ΄.
Τῷ βήματι τῶν τυράννων παραστᾶσα, ἡ Μάρτυς τοῦ Χριστοῦ Χρυσάνθη, οὕτω ἐβόα λέγουσα· ἕνα Θεὸν τὸν ἐν Τριάδι προσκυνῶ, τὸν Βασιλέα πάσης κτίσεως, καὶ Τοῦτον ὁμολογῶ, ὡς μόνον ἀληθινὸν καὶ παντοκράτορα, καὶ ὑπὲρ τούτου πρὸς τὸ στάδιον εἰσέρχομαι τοῦ μαρτυρίου, ἵνα γνῶσιν οἱ λαοί, τὴν τῆς χειρὸς Αὐτοῦ δύναμιν τὴν ἀκατανίκητον.

Ἦχος πλ. α΄.
Τοῦ μαρτυρίου τὴν ὁδὸν ἐβάδισε, τὴν τεθλιμμένην καὶ στενήν, Χρυσάνθην ἡ πολύαθλος, μὴ πτοηθεῖσα τῶν βασάνωνν ἀπειλάς, μὴ δειλιάσασα τῆς σαρκὸς τὰ ἀλγεινά· ἀλλὰ Χριστοῦ τῷ φίλτρῳ τετρωμένη, περιχαρῶς τὰς θλίψεις ἔφερε, καὶ ἔφθασε εἰς Παραδείσου τὰς σκηνάς, ἔνθα ἐστὶ τῆς χαρᾶς τῆς ἀτελευτήτου ἡ ἀπόλαυσις.

Ἦχος πλ. β΄.
Τοῦ ἀδύτου φωτὸς τὸν λύχνον τὸν χρυσαυγῆ καὶ ὑπέρκαλλον, τὸν τῆς Ἐκκλησίας λίθον χρυσοπρεπῆ καὶ πολύτιμον, Χρυσάνθην τὴν Ἁγίαν Μάρτυρα, δεῦτε πάντες ὑμνῳδίαις ἐπαινέσωμεν· καὶ γὰρ αὕτη τὰ τοῦ κόσμου δεσμὰ διαῤῥήξασα, εἰς οὐρανοὺς ἔσχε τὸ πολίτευμα, ἔνθα ἐστὶ τῶν εὐφραινομένων, ἡ χαρὰ ἡ ἀναφαίρετος.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν ταῖς θλίψεσι τοῦ μαρτυρίου, πολυειδῶς ἐδοκιμάσθης, ὦ Χρυσάνθη χριστομάρτυς καρτερόψυχε, καὶ ὡς ἀδάμας ἔμεινας ἀκλόνητος, τοῦ Ἀθλοθέτου σου Θεοῦ τῇ πίστει στηριχθεῖσα κραταιῶς· διὸ καὶ ὡς ὁ Παῦλος .εκραζες βοῶσα ἐκτενῶς· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, παρ’ οὗ καὶ προσδοκῶ, τῆς αἰωνίου ζωῆς τὴν δόξαν τὴν ἀκήρατον.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.








Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἀρετῶν ὁ λειμών, τῆς εὐσεβείας τὸ εὐῶδες θυμίαμα, τὸ ἄνθος τῆς Ἐκκλησίας, τὸ χρυσαυγὲς καὶ τερπνόν, τὸ τῆς ἀληθείας ἐγκαλλώπισμα· εἰκὼν καρτερίας, ἡ τῆς ἀνδρείας ἀπόδειξις, ὁμολογίας, ἡ ἀρίστη βαβαίωσις, ἣν ἐσφράγισας, ὦ Χρυσάνθη τοῖς ἄθλοις σου· μύρον τῆς ἁγιότητος, πλουσίως ἡ βλύζουσα, καὶ τῶν πιστῶν τὰς καρδίας, ἐν εὐλογίαις εὐφραίνουσα, τῶν πόθῳ τιμώντων, τῶν ἐνθέων σου ἀγώνων, τὰ κατορθώματα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε, μετ’ ἐγκωμίων πιστοί, τὴν πολιτείαν τῆς Χρυσάνθης τιμήσωμεν, τῆς Μάρτυρος τῆς γενναίας, τῆς δι’ ἀγάπην Χριστοῦ, ὁμολογησάσης τὴν ἀλήθειαν· σαρκὸς γὰρ τὰ ἄλγη, ἐν καρτερίᾳ ὑπέμεινε, καὶ ὡς ἀδάμας, ἐν ταῖς θλίψεσι ἔμεινε, βεβαιώσασα, τὴν τῆς πίστεως δύναμιν· ὅθεν καὶ κατενίκησεν, ἐχθρῶν τὰ βουλεύματα, καὶ ἐκ Κυρίου ἐστέφθη, νικητικοῖς διαδήμασι, ζωῆς αἰωνίου, εἰς σκηνὰς τὰς φωτοφόρους, κατασκηνώσασα.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅπλον, τοῦ ζωηφόρου Σταυροῦ, ἀναλαβοῦσα ὦ Χρυσάνθη πανεύφημε, εἰσῆλθες ἐν τῷ σταδίῳ, καὶ στεῤῥοτάτῃ φωνῇ, πίστιν τὴν ἁγίαν διετράνωσας· οὐδείς με χωρίσει, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ἀναβοῶσα· οὐχ αἱ θλίψεις αἱ πρόσκαιροι, οὐχ αἱ βάσναοι, οὐδὲ ξίφος οὐ θάνατος· πάντα ἡγοῦμαι σκύβαλα, τοῦ κόσμου τὰ θέλγητρα, καὶ μαραινόμενον ἄνθος, καὶ παρερχόμενον ὄνειρον, ἐμοὶ εἷς ὑπάρχει, τοῦ Κυρίου ου ὁ ἔρως, ἐν ᾧ συντάσσομαι.

Δόξα. Ἦχος πλ. α΄.
Ἐν φωνῇ ἀγαλλιάσεως μεγαλύνωμεν πιστοί, τοὺς μεγάλους ἄθλους καὶ τὰ τρόπαια, Χρυσάνθης τῆς Ἁγίας καὶ ἐνδόξου Μάρτυρος· αὕτη γὰρ ὡς ἀδάμας, ἐκαρτέρησε τὰς βασάνους τὰς πικράς, μὴ πτοηθεῖσα τὰς ἀπειλὰς τῶν ὠμοτάτων τυράννων, βοῶσα καὶ λέγουσα· ἐμοὶ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος μέγα καὶ ἀσφαλέστατον· καὶ γὰρ ἡτοιμάσατο Χριστός, τοῖς φίλοις αὐτοῦ τοῖς πιστοῖς καὶ ἀγαθοῖς, τὸν πλοῦτον τὸν ἄφθαρτον, καὶ ζωὴν ἀληθινήν τε καὶ αἰώνιον.






Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χρυσαφίῳ συνάμα τῷ στεῤῥῷ ὁμοζύγῳ σου, στέφος μαρτυρίου ἐδέξω, ὦ Χρυσάνθη πολύαθλε· Χριστὸν ὁμολογήσασα Θεόν, καὶ πόνους ὑποστᾶσα ἀνδρικῶς, ἐχαλκεύθης ἐν καμίνῳ τῶν ἀλγεινῶν, καὶ ὡς χρυσὸς διέλαμψας· χαίροις τῆς καρτερίας ἡ ἰσχύς, χαίροις κανὼν τῆς πίστεως, χαίροις τῆς οὐρανίου ἐκλογῆς, τὸ ἄνθος τὸ μυρίπνοον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Αἰνέσωμεν πιστοί, ἐγκωμίοις ἐνθέοις, τὴν Μάρτυρα Χριστοῦ, τὴν ἐν ἄθλοις γενναίαν, Χρυσάνθην τὴν ἀήττητον, καὶ αὐτῆς ἐπαινέσωμεν, τὰ παλαίσματα, καὶ τοὺς μεγάλους ἀγῶνας, οὓς διήνυσεν, διὰ τὴν πίστιν Κυρίου, ἣν πόθῳ ἠσπάσατο.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ κλίμαξ Ἰακώβ, ἣν τεθέαται πάλαι, συνάπτουσα τὴν γῆν, οὐρανοῖς Σὺ ὑπάρχεις, Παρθένε πανακήρατε, Μαριὰμ ὅτι ἔτεκες, τὸν ποιήσαντα, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ ἑνώσαντα, τὰ διεστῶτα τὸ πρώην, σαρκὸς τῷ προσλήματι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Καρτερικῶς τῇ σαρκὶ ὑπέστης πόνους, διὰ Χριστοῦ τοῦ ἐραστοῦ σου τὴν ἀγάπην, ὦ Χρυσάνθη γενναία τούτου Ἀθληφόρε· τῷ κάλλει τοῦ μαρτυρίου οὖν εὐπρεπῶς, ἐκλάμπεις καὶ κατευφραίνεις πνευματικῶς, τοὺς ἐν ὕμνοις τιμῶντάς σου, τὴν ἐν τῇ πίστει σπουδήν, καὶ πόθῳ ἐκβοώντας σοι· χαίροις Μάρτυς πολύαθλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν Προφητῶν ὁ χορὸς ὁ θεηγόρος, τὴν ὑπὲρ νοῦν Σου λοχείαν Θεοτόκε, ἀνυμνῶν ἐν ταῖς βίβλοις ταῖς θεοχαράκτης, ἐκάλει Σε ὄρος σύσκιον καὶ δασύ, καὶ στάμνον ὡς μανναδόχον Ἄρτου ζωῆς, καὶ μετάρσιον κλίμακα, εἰς Οὐρανῶν τὰς Μονάς, ἀνάγουσα τοὺς ᾄδοντας· χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡς χρυσὸς ἐν τῷ πυρί, τῶν ἀνυποίστων ἀλγεινῶν, δι’ ἀγάπην τοῦ Χριστοῦ, τοῦ σοῦ Νυμφίου καὶ Θεοῦ, ἐδοκιμάσθης Χρυσάνθη γενναία Μάρτυς, κράζουσα ἐχθροῖς κατενώπιον· πάντα καρτερῶ τὰ ἐπίπονα, ἵνα ζωῆς κερδίσω αἰωνίου, τὸν ἀμαράντινον στέφανον, χαρᾶς τε τύχω, ἐπουρανίου ἐν σκηναῖς τῶν Δικαίων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παραβάσεως καρπόν, Εὔα φαγοῦσα παρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς, καὶ ἀπογνώσεως βρόχοις συνεδεσμεῖτο· Σὺ δὲ Μαριὰμ ἀειπάρθενε, λόγοις Γαβριὴλ ὑπακούσασα, τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας· Χριστὸν ὃς πάλιν, ἐν Παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.




Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε Δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός....
Τὴν τοῦ Σταυροῦ πανοπλίαν ἐνδυσαμένη, καὶ τὴν ψυχικὴν ἀνδρείαν κτησαμένη, ἡ καλλιμάρτυς τοῦ Χριστοῦ Χρυσάνθη, εἰς ἀγῶνας ἔδραμεν ἀθλητικούς· καὶ τοῦ ἐχθροῦ τὴν δύναμιν καταβαλοῦσα, ἔλαβε τὰ τῆς νίκης ἔπαθλα, καὶ τῆς οὐρανίου ἀμοιβῆς τὰ εὔσημα βραβεῖα, Βασιλείαν εἰς ἀληθινὴν καὶ αἰώνιον μεταχωρήσασα.

Εἶτα, οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Χρυσάνθην τὴν Μάρτυρα ὑμνέω. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Χρυσάνθης τῆς Μάρτυρος, τὰ ἱερὰ ἀγωνίσματα, τὰ ἔνδοξα τρόπαια, καὶ τὴν ἐν ἄθλοις σπουδήν, μεγαλύνωμεν, πιστοὶ ἐν ὑμνῳδίαις, καὶ ταύτης ζηλώσωμεν, ζῆλον τὸν ἔνθεον.
οαῖς τῶν αἱμάτων σου, Μάρτυς Χρυσάνθη πολύαθλε, τὴν γῆν ἐπορφύρωσας, ἐν εὐπρεπείᾳ πολλῇ, καὶ ἐλεύκανας, ψυχήν σου ἣν παρέθου, χερσὶ τοῦ Κυρίου σου, Ὃν καὶ ἐπόθησας.
λώδους συγχύσεως, καὶ κοσμικῆς ματαιότητος, ἐμφρόνως διέῤῥηξας, τοὺς ψυχοφθόρους δεσμούς, καὶ ἀπέδωκας, Χρυσάνθη τὴν στοργήν σου, Χριστῷ τῷ Νυμφίῳ σου, μετὰ πιστότητος.
Θεοτοκίον.
Σοὶ πρέπει πανύμνητε, θεοχαρίτωτε Δέσποινα, τὸ χαῖρε ὡς τέξασα, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν λυτρώσαντα, ἡμᾶς ἐκ τῆς κατάρας, χαράν τε δωρούμενον, τὴν ἀτελεύτητον.











ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
γγέλων οὐράνιαι χορεῖαι, ὁρῶσα τὴν σὴν ὑπομονήν, ἐν πόνοις τῆς ἀθλήσεως, Χρυσάνθη καρτερόψυχε, ὡς ἀληθῶς ἐθαύμασαν, αὐτῶν τοὺς τρόπους γὰρ ἔφθασας.
Νικήσασα τάξεις πολεμίων, Χρυσάνθη τῷ ὅπλῳ τοῦ Σταυροῦ, ἐδόξασας τὸν Κύριον, τὸν θείως δοξαζόμενον, ἐν τοῖς Ἁγίοις πάντοτε, καὶ θαυμαστῶς θαυμαζόμενον.
Θελήσει Χρυσάνθη ἑκουσίᾳ, ἐπ’ ὤμων σου ἦρας τὸν ζυγόν, Χριστοῦ τὸν ἱερώτατον, καὶ ἐν σταδίῳ ἔδραμες, Αὐτοῦ τὸ μέγα ὄνομα, ὁμολογῆσαι τρανότατα.
Θεοτοκίον.
μήτρα Σου Κόρη Θεοτόκε, ἐδέχθη τὸν ἄναρχον Θεόν, ἐκ Σοῦ δι’ ἀγαθότητα, τὴν σάρκα προσλαβόμενον, καὶ οὐρανῶν ἀνώτερος, θρόνος ἐδείχθης πανάμωμε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σπουδήν σου ἐν κόποις μαρτυρικοῖς, τὴν πυγμήν σου ἐν ἔργοις τοῖς ἱεροῖς, Ἀγγέλων τὰ στρατεύματα, ἀληθῶς κατεπλάγησαν, ὅτι αὐτοὺς τοὺς τρόπους, Χρυσάνθη ἐζήλωσας, ἀθλητικοῖς παλαίσμασι καλῶς ἀριστεύσασα, πόνους τῇ σαρκί σου, ὑπομείνασα πλείστους, τῷ πόθῳ τοῦ Κτίστου σου, τὰς βασάνους βαστάσασα, καὶ ἀκλόνητη μείνασα· ἔπαθλα διὸ ἐκ Θεοῦ, καὶ τὴν αἰώνιον δόξαν ἐκέρδισας, κατοικήσασα ἔνθα, τῆς χαρᾶς ἡ ἀπόλαυσις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθενίας Σου βάθος καταπλαγείς, καὶ ἁγνείας Σου ὕψος ἐκθαμβηθείς, ὁ μέγας Ἀρχιστράτηγος, Γαβριήλ Σοι ἱστάμενος, ἐν εὐλαβείᾳ Κόρη, τὸ χαῖρε ἐφώνησε· καὶ τῆς χαρᾶς τὸ ἄγγλεμα, Πατρόθεν Σοι ἔφερεν· ὅθεν ἀπειράνδρως, τοῦ Θεοῦ τε καὶ Λόγου, Μητέρα γεγένησαι, καὶ τῷ κόσμῳ ἐπήγασας, τὴν αἰώνιον λύτρωσιν· χαῖρε Σοι διὸ καὶ ἡμεῖς, φωναῖς αἰνέσεως πάντες προσάδομεν, τὸ γὰρ πλήρωμα ὅλον, τὸ τῆς χάριτος κέκτησαι.












ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νύκτα πλάνης τὴν ζοφώδη, καὶ τὸ σκότος τὸ δυσμόρφον, τῶν στυγνῶν εἰδώλων, ἔλυσας Χρυσάνθη πανεύφημε, καὶ τοὺς ἐν βάθει κειμένους, τῆς πωρώσεως, καθωδήγησας·ἐν τῷ φωτὶ τῷ τῆς γνώσεως.
Τὰς τιμὰς τὰς ἐπιγείους, καὶ τρυφὴν τὴν ἐπίκηρον, ἡδονὰς τοῦ κόσμου, δόξαν τε ματαίαν καὶ ῥέουσαν, ὡς μαραινόμενον ἄνθος ἐθεώρησας, καὶ ἠγάπησας, Μάρτυς Χρυσάνθη τὸν Κύριον.
λιόμορφον τὸ κάλλος, τῆς μορφῆς τῆς ἁγίας σου, θαυμαστὸν τὸ κλέος, τῆς θεοειδοῦς σου λαμπρότητος, ἡ σὴ σεμνότης κοσμία, καταθέλγουσα, τοὺς τιμῶντάς σε, Μάρτυς Χρυσάνθη ἀοίδιμε.
Θεοτοκίον.
Νεκρωθέντας παραβάσει, τοὺς ἀνθρώπους ἐζώωσας, καὶ τοὺς πρὶν φθαρέντας, δόξῃ ἀφθαρσίας ἐκόσμησας Θεογεννῆτορ Παρθένε, ἀπειρόγαμε, ὡς κυήσασα, τὸν Ζωοδότην καὶ Κύριον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μαρτύρων ἐζήλωσας, τοὺς ἄθλους καὶ τὰ τρόπαια, ὅλης ἐκ ψυχῆς σου καὶ καρδίας, Μάρτυς Χρυσάνθη καὶ εἰς ἀγῶνας καλούς, εἰσῆλθες καὶ σθένει θεϊκῷ, ἔθραυσας τὴν δύναμιν, τοῦ ἐχθροῦ τοῦ ἀλάστορος.
γγέλων στρατεύματα, ἐν θάμβει κατεπλάγησαν, Μάρτυς μεγαλώνυμε Χρυσάνθη, τὴν καρτερίαν καὶ ψυχικήν σου ἰσχύν, πῶς ἔνδον βασάνων χαλεπῶν, ἔμεινας ἀκλόνητος, ὥσπερ στῦλος τῆς πίστεως.
οδόχρων ἔνδυμα, ἐν δόξῃ καὶ σεμνότητι, ἔσχες περιβόλαιον ὡς θεῖον, ἠγλαϊσμένον ταῖς τῶν αἱμάτων ῥοαῖς, καὶ τοῦτο Χρυσάνθη τῷ Θεῷ, ἔδωκας ὡς τίμημα, ψυχικῆς σου νυμφεύσεως.
Θεοτοκίον.
Τὸ μέγα μυστήριον, τοῦ τόκου Σου θεόνυμφε, νόας τῶν Ἀγγέλων καταπλήττει, καὶ τῶν ἀνθρώπων τὸν λογισμὸν ἐξιστᾶ, πῶς μήτηρ ἐγένου τοῦ Θεοῦ, ἅμα καὶ παρθένος τε, ὡς πρὸ τόκου διέμεινας.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
ψώθης Μάρτυς πανεύφημε, ἐν οἴκῳ τοῦ Θεοῦ ὡς κυπάρισσος, καὶ κατεκάλυνας, τῆς Ἐκκλησίας τὸ πρόσωπον, ταῖς καλλοναῖς Χρυσάνθη, τῶν θαυμασίων Σου.
ωσθεῖσα Μάρτυς ἀήττητε, τῷ σθένει τοῦ Θεοῦ τῶν δυνάμεων, ἐν ἀγωνίσμασι, τοῖς ἱεροῖς ἐνδιέπρεψας, καὶ τὸ τῆς νίκης στέφος, Χρυσάνθη ἔλαβες.
γάλλου σκίρτα καὶ χόρευε, χαρᾶς τῆς αἰωνίου συμμέτοχε, Χρυσάνθη πάνσεμνε, ἐπὶ τῆς γῆς γὰρ ὑπέμεινας, τὰς ἀλγεινὰς βασάνους, Θεῷ τῷ ἔρωτι.
Θεοτοκίον.
ψίστου θρόνος περίδοξος, παλάτιον ὑπάρχεις ὁλόφωτον, καὶ πύλη πάγχρυσος, πρὸς οὐρανοὺς ἡ ἀνάγουσα, τοὺς ἐν φθορᾷ κειμένους, Μαρία ἄχραντε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὥσπερ ἄνθος τίμιον, τοῦ Παραδείσου, ἀναβλύζεις χάριτος, ἀθλητικῆς τὴν χαρμονήν, Μάρτυς Χρυσάνθη πανεύφημε· χαροποιοῦσα, τοὺς πίστει τιμῶντάς σε.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς καρτερίας τὴν λαμπάδα τὴν χρυσόφωτον, ὑπομονῆς τε τὴν σφραγίδα τὴν ἀνόθευτον, τὴν ἐν θλίψεσι βασάνων δοκιμασθεῖσαν· τὴν ἐν ἄθλοις μαρτυρίου διαλάμψασαν, τὴν Χρυσάνθην τὴν γενναίαν μακαρίσωμεν, πίστει κράζοντες· Χαίροις Μάρτυς ἀήττητε.
Ὁ Οἶκος.
Ἄθλησιν εἰς γενναίαν, εἰσελθοῦσα προθύμως, Χρυσάνθη ἡ ἀήττητος Μάρρυς, τῆς νίκης γέρα ἄφθαρτα ἐδέξατο, καὶ στέφος τὸ χρυσοῦν τῆς οὐρανίου κληρονομίας· πρὸς δὲ καὶ ὕμνους παρ’ ἡμῶν ἀκούει νῦν, τῶν πόθῳ ψαλλόντων οὕτως·
Χαίροις, ὁ πύργος τῆς εὐσεβείας·
χαίροις, τὸ σθένος τῆς καρτερίας.
Χαίροις, τῆς ἀληθείας ἡ ἀκράδαντος ἰσχύς·
χαίροις, τῆς ὁμολογίας ἡ ἀπτόητος φωνή.
Χαίροις, πίστεως ἁγίας, ἡ τρανώσασα τὸ κράτος·
χαίροις, τῶν δεινῶν τυράννων, ἡ συντρίψασα τὸ θράσος.
Χαίροις, ἡ διὰ βασάνων καθελοῦσα τὸν ἐχθρόν·
χαίροις, ἡ οἰκειοτρόπως προσεγγίσασα Χριστῷ.
Χαίροις, δούλη τοῦ Κυρίου, ἡ πιστὴ ἐν Ἐκκλησίᾳ·
χαίροις, ἄνθος Παραδείσου, πνέον θείαν εὐωδίαν.
Χαίροις, ἀρετῶν ἐνθέων ὁ πολύτιμος χρυσός·
χαίροις, ἄθλων τῶν μεεγάλων, ὁ ὡραῖος θησαυρός.
Χαίροις Μάρτυς ἀήττητε.

Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἁγία Μάρτυς Χρυσάνθη, ξίφει τελειοῦται.
Μαρτυρίου στίγμασι Χρυσάνθη στολισθεῖσα,
τῷ Ἀθλοθέτῃ σου Χριστῷ παρίστασαι ἐν δόξῃ.
Εἰκάδι πέμπτῃ Χρυσάνθη, ξίφους τελευτήν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Οὐαλλέριος καὶ Χρυσάφιος, ξίφει τελειοῦνται.
Διττοῖς Ἀθληταῖς ἡ τιμωρία ξίφος,
Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαρκιανοῦ καὶ Μαρτυρίου, τῶν νοταρίων.
Χριστοῦ καλάμους τοὺς Νοταρίους νόει,
Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους.
Παύλου τοῦ Ὁμολογητοῦ πατριαρχοῦντος Κωνσταντινουπόλεως, μετὰ τὴν κοίμησιν Ἀλεξάνδρου, ἐπὶ τῆς βασιλείας Κωνσταντίου τοῦ Ἀρειανοῦ, ἐπεὶ αὐτὸς ὁ ἐν Ἁγίοις Παῦλος, ὑπερόριος ἐν Ἁρμενίᾳ γενόμενος, τὸ μακάριον τέλος ἐδέξατο, ἀποπνιγεὶς παρὰ τῶν Ἀρειανῶν, καὶ αὐτοὶ δὲ οὗτοι οἱ Ἅγιοι διὰ τὴν Ὀρθόδοξον πίστιν ἀναιροῦνται μαχαίρᾳ, καὶ θάπτονται ἐν τῇ Μελανδησίᾳ πύλῃ, ἐν αὐτῇ τῇ Κωνσταντινουπόλει, τοποθεσίᾳ τοῦ Δευτέρου· ὧν τὸν ναὸν μετὰ ταῦτα ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος, ἐκ βάθρων ἤγειρεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταβιθᾶς, τῆς ἐν Ἰόππῃ.
Ποῦ σοι, Ταβιθᾶ, Πέτρος; εἰ γὰρ ἦν πάλιν,
Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου.
Ἀναστάσιε, σοῦ δέ τι γράψω χάριν;
Xριστοῦ χάριν σπεύσαντος ἐκθανεῖν ξίφει.
Οὗτος αὐτόκλητος πρὸς τοὺς τυράννους ἀπελθών, καὶ τὸν Χριστόν, ἀληθινὸν Θεὸν καὶ τοῦ παντὸς Ποιητήν, κηρύξας πεπαῤῥησιασμένως, ἐξέπληξεν ἅπαντας· καὶ τὸ ἀμετάθετον αὐτοῦ ἰδόντες, ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμον, καὶ τῇ θαλάσσῃ ἐναπέῤῥιψαν. Γυνὴ δὲ εὐλαβὴς ἐκ τοῦ βυθοῦ ἀναλαβοῦσα τὸ ἅγιον αὐτοῦ λείψανον, μύροις καὶ ὀθονίοις εἰλήσασα, ἐν ᾧ κατεσκεύασεν εὐκτηρίῳ οἴκῳ ἐναπέθετο· οὗ τῇ καταθέσει, πολλαὶ ἰάσεις γεγόνασι, καὶ μέχρι τοῦ νῦν γίνονται, εἰς δόξαν τοῦ φιλανθρώπου Θεοῦ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος, ξίφει τελειοῦται.
Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει,
Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι!

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σαβῖνος, πυρὶ τελειοῦται.
Εἰσδύς τὸ πῦρ χορευε, Μάρτυς Σαβίνε,
θείαν χορείαν, πρόξενον θείου στέφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὔαρος, ὁ ἐν Αἰγύπτῳ, ξίφει τελειοῦται.
Kάρας δυναστῶν δαιμόνων ἐν ἐκστάσει,
Oὔαρος ἐξέκοψεν ἐκκοπεὶς κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου, ἐπισκόπου Ἀμάστριδος.
Tὸ θεῖον ἐν γῇ καὶ θανὼν ὑμνεῖς Πάτερ,
ἡμῶν ἐκεῖνο σοῖς ἀνυμνούντων λόγοις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Παππίας, Διόδωρος καὶ Κλαυδιανός, ξίφει τελειοῦνται.
Kάρας ἀθλητῶν τρεῖς τριῶν τέμνει ξίφος,
Oἷς ταὐτὸν ἦν φρόνημα τριτταῖς ἐν κάραις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύο Μάρτυρες οἱ ἐν Θράκῃ, μέσον δύω πετρῶν συμπιεσθέντων, τελειοῦνται.
Eὗρον πονηροὶ καὶ κυλίστραν πετρίνην,
ἐν ᾗ σύναθλοι συμπιέζονται δύω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Φαύστος, Βασίλειος καὶ Λουκιανός, ξίφει τελειοῦνται.
Tριῶν συνάθλων ἓν διὰ ξίφους τέλος,
Oἱ τὸν Θεόν φρονοῦσιν ἕν τε καὶ τρία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Νικηφόρος καὶ Στέφανος, ξεόμενοι τελειοῦνται.
Ξεσθεῖσι Νικηφόρῳ καὶ τῷ Στεφάνῳ,
Νικηφόρου στέφανος ἐπλάκη τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Φιλαδέλφου καὶ Πολυκάρπου.
Ὑπῆρξεν ὄντως ἡ τελευτὴ τοῦ βίου,
Kαὶ Φιλαδέλφῳ καὶ Πολυκάρπῳ φίλη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου, ἐπισκόπου Πάφου.
Πάφου πρόεδρος ἔνδον ἐκρύβη τάφου,
Kαὶ τ’ ἄλλα Mακάριος οὐ κλῆσιν μόνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Μαρτύριου τοῦ ἐγκλείστου, καὶ Μαρτυρίου τοῦ διακόνου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μεγαλύνομεν ἐν ὕμνοις ἀγαλλόμενοι τὴν θείαν μνήμην σου, Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, Χρυσάνθη ἀοίδιμε, καὶ μεγαλώνυμε, ἐξαιτούμενοι, τὰς πρὸς Θεὸν πρεσβείαις σου, ἐν ταῖς θλίψεσι τοῦ βίου.
Νικηφόροις σου καὶ θείοις ἀγωνίσμασι τὸ μέγα Ὄνομα, τοῦ Ἀθλοθέτου Χριστοῦ, ἀξίως ἐδόξασας, καὶ κατετράνωσας· ὅθεν ἔλαβες, τῆς θείας δόξης στέφανον, ὦ Χρυσάνθη μακαρία.
ν τοῖς ὤμοις σου Χρυσάνθη παναοίδιμε τὸν τοῦ Κυρίου σου, χρηστὸν λαβοῦσα ζυγόν, προθύμως ἐχώρησας, πρὸς τὰ παλαίσματα, τῆς ἀθλήσεως, τοῦ μαρτυρίου ἔπαθλα, ἐπαξίως δεξαμένη.
Θεοτοκίον.
ραιότητι τοῦ κάλλους Σου θελγόμενος θεῖος Ἀρχάγγελος, Παρθενομῆτορ ἁγνή, τὸ χαῖρε Σοὶ ἔψαλλε, ἀγαλλιώμενος, χαῖρε χαρᾶς τὸ πλήρωμα, ἡ πηγὴ τῆς εὐλογίας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
χνεσι τιμίοις τῶν Μαρτύρων, Χρυσάνθη μετὰ συνέσεως ἐβάδισας, κράζουσα καὶ λέγουσα· ὅλης ἐξ ἰσχύος σου, τῆς τοῦ Θεοῦ ἀγάπης με, οὐδεὶς χωρίσει με, οὐ βάσανοι οὐ θλίψεις οὐ ξίφος, οὐχ αἱ ἀπειλαί τε, τυράννων ὠμοτάτων.
Σέβω σου Χρυσάνθη τοὺς ἀγῶνας, τιμῶ σου τὰ ἱερὰ ἀνδραγαθήματα, στέργω τὴν ἀνδρείαν σου, πόθῳ μεγαλύνω τε, τὴν θαυμαστήν σου ἄθλησιν, δι’ ἧς ἐκέρδισας, τὸν στέφανον τῆς νίκης ἀξίως, καὶ κληρονομίαν, ζωῆς τῆς αἰωνίου.
σχυσας ἐχθρῶν κατ’ ἐναντίων, Χρυσάνθη δυναμωθεῖσα κραταιότατα, σθένει τοῦ Κυρίου σου, θείως ὃν ἐδόξασας, Αὐτοῦ Σταυρὸν τὸν τίμιον, ὡς ὅπλον ἔχουσα, καὶ ἔδειξας, τοῖς ἔθνεσι πᾶσι, τῶν κατορθωμάτων, τῶν σῶν τὰ μεγαλεῖα.
Θεοτοκίον.
Δέχου παρ’ ἡμῶν τῶν ἱκετῶν Σου, Παρθένε Θεοκυῆτορ τὰ ἐγκώμια, χαῖρε ἐκβοώντων Σοι, Κόρη ἀειπάρθενε, τῆς εὐλογίας πλήρωμα, τὸ ὑπερτέλειον, ἀντίδοσις, χαρᾶς αἰωνίου, καὶ τῶν προπατόρων, ἀνάκλησις τελεία.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
σπερ ἀπαρχήν, Κυρίῳ προσέφερες, Χρυσάνθη πάνσεμνε, τρόπαια τῆς νίκης σου, τῶν σῶν ἀγώνων τὰ ἀκροθίνια, καὶ τῆς στεῤῥᾶς ἀνδρείας σου, τὸ ἀκατάβλητον· δι’ ἧς κράτος, ἔθραυσας τὸ ἄστατον, τῶν ἀθέων τυράννων ἀήττητε.
είθροις ἱεροῖς, τῶν θείων αἰμάτων σου, τὴν γῆν ἐπότισας, καὶ ἐκαρποφόρησας, Χρυσάνθη Μάρτυς στάχυν πολύφορον, καὶ τὰς ψυχὰς ἐκτρέφοντα, πιστῶν ἑκάστοτε, τῶν τιμώντων, πόθῳ ἀδιστάκτῳ σε, καὶ τὴν σὴν ἐκτελούντων πανήγυριν.
νθος ὡς σεπτόν, Χρυσάνθη ἀοίδιμε, ὀσμὴν τὴν κρείττονα, μαρτυρίου ἔδωκας, καὶ Παραδείσου θεῖα σκηνώματα, πανευπρεπῶς ἐκόσμησας, ἔνθα κατώκησας, σὺν Ἀγγέλοις, ὕμνον τὸν τρισάγιον, προσφωνοῦσα Θεῷ τῷ Κυρίῳ σου.
Θεοτοκίον.
Σοὶ μετὰ χαρᾶς, τὸ χαῖρε κραυγάζομεν, ἀγαλλιώμενοι· χαῖρε Μητροπάρθενε, βροτείου γένους ἡ ἐπανόρθωσις, εἰς οὐρανοὺς ἀνάγουσα, τοὺς πεποιθότας Σοι, καὶ τὰς πύλας, πᾶσιν ἡ ἀνοίξασα, Παραδείσου ζωὴν ὡς πηγάσασα.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Περιχαρῶς διέβης, τοῦ μαρτυρίου τὴν ὁδόν, μὴ πτοηθεῖσα ὅλως, τὰ τῶν βασάνων ἀλγεινά, πίστιν Χριστοῦ δὲ Χρυσάνθη, ὁμολογοῦσα εὐτόνως.
Θεοτοκίον.
Ἡ φωτοφόρος πύλη, ἡ ὁδηγοῦσα τοὺς θνητούς, εἰς τῆς ζωῆς τὰς ἐπαύλεις, Σὺ εἶ Παρθένε Μαριάμ, καὶ διασώζεις θανάτου, τοὺς σέβοντάς Σου τὸν τόκον.
















Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Συμφώνως τιμήσωμεν πιστοί, ἐν ᾠδαῖς καὶ ᾄσμασι, τὴν ἱερὰν καὶ πανεύφημον, Κυρίου Μάρτυρα, τὴν σεμνὴν Χρυσάνθην, καὶ αὐτῆς θαυμάσωμεν, τὰ θεῖα καὶ λαμπρὰ κατορθώματα, καὶ πόθῳ εἴπωμεν· ἐν τῇ πίστει ἡμᾶς στήριξον, ταῖς θερμαῖς σου, πρὸς Θεὸν δεήσεσιν.

Τὸ ὅπλον τὸ μέγα τοῦ Σταυροῦ, συμμαχίαν ἔχουσα, ὡς κραταιὰν καὶ ἀσάλευτον, ἀτρόμως ἔδραμε, πρὸς στεῤῥοὺς ἀγώνας, ἡ Χρυσάνθη κράζουσα· σαρκὸς οὐ δειλιῶ τὰ ἐπίπονα, οὐδὲ τὸν θάνατον, τῶν Μαρτύρων γὰρ τὸν στέφανον, καὶ τὴν δόξαν προσδοκῶ τὴν μέλλουσαν.

Ὡς ἄνθος τῆς πίστεως Χριστοῦ, εὐωδία κρείττονα, ἡμῖν παρέχεις ἑκάστοτε, Χρυσάνθη ἔνδοξε, μαρτυρίου θλίψεις, καρτερῶς γὰρ ἤνεγκας, καὶ νῦν εἰς τῆς χαρᾶς τὰ σκηνώματα, οἰκεῖς δοξάζουσα, σὺν Ἀγγέλων τοῖς στρατεύμασι, τὸν Δεσπότην καὶ Θεὸν τοῦ σύμπαντος.

Ὁδὸν μαρτυρίου τὴν στενήν, καὶ τραχείαν ἔδραμες, Μάρτυς Χρυσάνθη πολύαθλε, καὶ οὐ σεσάλευσαι, προσβολαῖς βασάνων, καὶ πικρῶν αἰκίσεων, ἀλλ’ ἔστης ὡς ἀδάμας ἀκλόνητος, χρυσοῦν λαμπότερον, ἐν τῇ κτίσει διαλάμπουσα, καὶ τὸν πλοῦτον τῆς ζωῆς δεικνύουσα.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν τοῦ Χριστοῦ στεφανηφόρον Μάρτυρα, ἐπαίνοις ἐγκωμίων στεφανώσωμεν, Χρυσάνθην τὸ χρυσοῦν ἄνθος τῆς ἀμωμήτου πίστεως. Ταῖς βασάνοις γὰρ ἐδοκιμάσθη, καὶ ἐν τῇ ὑπομονῇ ἐχαλκεύθη τῆς ἀθλήσεως, σὺν τῷ Παύλῳ λέγουσα· οὐδεὶς τῆς ἀγάπης τοῦ Χριστοῦ μὲ χωρίσει, ἔχω γὰρ Τοῦτον ἐν παντὶ ἐνδυναμοῦντά με, καὶ παρέχοντά μοι θησαυρούς, τοῦ πλούτου τῆς ζωῆς τοῦ ἀσυλήτου, καὶ τοῦ Παραδείσου δόξαν τὴν ἀμάραντον.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Πίστεως λυχνίαν τὴν χρυσαυγῆ, τὴν τοῦ μαρτυρίου διαλάμπουσαν τῷ φωτί, καὶ τῆς ἀγνωσίας, σκεδάζουσαν τὴν πλάνην, Χρυσάνθην τὴν γενναίαν ἀνευφημήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου