Δευτέρα 20 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 14. ΟΣΙΟΣ ΠΑΧΩΜΙΟΣ ΧΙΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΥ 14!!
ΠΑΧΩΜΙΟΥ ΟΣΙΟΥ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Χαραλάμπους Μπούσια)

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Παχώμιε Ὅσιε, Χριστὸν ἀγαπήσας ἔδραμες ἀκολουθήσαι τοῖς ἴχνεσιν Αὐτοῦ, καὶ ἄνικμον ἐν τῷ Προβατείῳ ὄρει ἄντρον ᾤκησας, ἐν ᾧ ἀδιαλείπτως εὐχόμενος καὶ κακουχούμενος, πάθη ὄντως κατεμάρανας τοῦ σαρκίου τοῦ σου τὰ χαμαίζηλα.

Παχώμιε Ὅσιε, Χριστοῦ τῷ γλυκεῖ κεντούμενος ἀγάπης βέλει κατηύθυνας σὰ διαβήματα, πρὸς ἡγιασμένου Σάββα Λαύραν πάνσεπτον εἷς Τόπους τοὺς Ἁγίους γηθόμενος, εἷς ἥν βιώσεως τῆς μονήρους τὰ μαθήματα, ἐδιδάχθης καὶ τρόπους ἀσκήσεως.

Παχώμιε Ὅσιε, υἱὸς τοῦ φωτὸς γενόμενος, πολιτευθεὶς ὡς ἰσάγγελος,
τοὺς προσιόντας σοι σκοτασμοῦ εὐχαῖς σου τῶν παθῶν ἀπήλλαξας, καὶ θλίψεων καὶ βλάβης τοῦ ὄφεως, οὗ κατεπάτησας, τὰς παγίδας καὶ τὰ ἔνεδρα, συμμαχίᾳ σεπτέ, θείου Πνεύματος.

Παχώμιε Ὅσιε, μονῶν κτίτωρ ἐχρημάτισας ἐν νήσῳ Χίῳ, καὶ ἄσειστον πιστῶν προπύργιον νουθετῶν γὰρ νήφων, πᾶσιν ὑφηγούμενος τὰ κρείττονα, νηστεύων, εὐχόμενος καὶ πρὸς μετάνοιαν κατευθύνων σοι τοὺς σπεύδοντας διδασκάλων σοφῶν ὤφθης ἔκτυπον.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ὁδηγὸν τῶν πεπλανημένων· καὶ ἀλείπτην τῶν μονοτρόπων, Παχώμιον, τὸν τῆς Χίου νέον ἀσκητήν, ἐγκωμιάσωμεν ᾄσμασιν, οὗτος γὰρ ὡς ἄνθος ἀειθαλὲς πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων εὐφραίνει ταῖς ὀδμαῖς τῆς ἀρετῆς αὐτοῦ πάντα χριστώνυμον, διὸ καὶ τὴν ἐτήσιον μνήμην αὐτοῦ ἄγοντες, ἐξαιτούμεθα τὰς ἀόκνους αὐτοῦ πρεσβείας πρὸς τὸν μόνον σώσαι κόσμον δυνάμενον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ φύλαττε ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τὸν Ἐφραθᾶ.
Σπήλαιον ἱερὸν ἀσκήσεως πατέρων τριῶν, μονῆς τῆς Νέας, Παχώμιε, κτιτόρων, κατῴκησας ὡς ἄσαρκος.

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δένδρον ἀειθαλὲς καὶ σύγκαρπον ἐπώφθης, πάθη ὄντως κατεμάρανας, τοῦ σαρκίου τοῦ σου τὰ χαμαίζηλα.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἤρθης πρὸς τὰς μονάς, τῶν οὐρανῶν δομήσας, σεπτὰς μονὰς ἐν Χίῳ, ἐν αἷς καλλιεργεῖται ἡ ἀρετή, Παχώμιε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, πανσθενουργὲ Θεότης, Τριὰς ὑπεραγία, βοῶντες προσκυνοῦμεν, ἀείποτε τὸ κράτος Σου.

Καὶ νῦν. Θεοτοκίον.
Σκέπασον μυστικῶς, ἁγνὴ Θεοκυῆτορ, ὑπὸ τὴν θείαν σκέπην τῶν σῶν πτερύγων πάντας, τοὺς πόθῳ σὲ γεραίροντας.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσας ὡς ἄσαρκος ἐν τοῖς ἐσχάτοις καιροῖς, τὴν Χίον ἡγίασας ἱδρώτων ἀσκητικῶν, Παχώμιε, ῥείθροις σου· βίῳ γὰρ ἐναρέτῳ θεωθεὶς ἐποπτεύεις, ἄνωθεν ὑμνηπόλων εὐλαβῶν σοῦ χορείας, καὶ ἅπασι βραβεύεις ἰσχύν, ῥῶσιν καὶ δύναμιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.









ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους η΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀσκητὴν τὸν θεόπνουν καὶ θεοείκελον, ἐν χρόνοις τοῖς ἐσχάτοις, γεννηθέντα ἐν Χίῳ, καὶ βίῳ ἐναρέτῳ καὶ ἀκραιφνεῖ, ἀγλαΐσαντα σύμπαντα, ἐγκωμιάσωμεν ᾄσμασι μελιχροῖς, νῦν θειότατον Παχώμιον.

Ὁ πάντας θέλων σωθῆναι βροτούς Παχώμιε, ἐκ τοῦ βοθύνου φόνου, ἀκουσίου παλάμαις, σὲ ὕψωσεν ἀχράντοις ὄντως Αὐτοῦ πρὸς ἐπάλξεις χρηστότητος, καὶ μετανοίας πρὸς ὕψος πνευματικόν, δυσθεώρητον πανόσιε.

Ὁσίου Σάββα τὴν Λαύραν ῥοαῖς κατήρδευσας, δακρύων σου τιμίων, ἐν ἐσχάτοις τοῖς χρόνοις, Παχώμιε πατέρων ὑπογραμμὲ καὶ ὁσίων ἑπόμενε, τοῖς τρόποις πάλαι λαμψάντων ἀσκητικοῖς, ἐν ἐρήμῳ κατορθώμασι.

Τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις ἐν Χίῳ λάμψαντα, φωτοειδῆ ἀστέρα, πολιτείας μονήρους, Παχώμιον τὸν θεῖον ἐν ἀσκηταῖς, ἀρετῆς ὑφηγήτορα, ἀνευφημήσωμεν κράζοντες· πρὸς νομὰς οὐρανῶν ἡμᾶς κατεύθυνον.

Ἵνα τὸν ῥύπον καθάρῃς ἀνόμων πράξεων, τοῦ σου προτέρου βίου, εἰς τὴν Λαύραν τοῦ Σάββα, τοῦ θείου ἐν τοῖς Τόποις τοῖς ἱεροῖς, προσωρμίσθης Παχώμιε, ἐν ἡ ἐδείχθης πυξίον ὑπακοῆς, προσευχῆς καὶ ταπεινώσεως.

Περικλεῆ παρθενῶνα τῷ θείῳ ἄνακτι, Μεγάλῳ Κωνσταντίνῳ, ἐν τῇ νήσῳ τῆς Χίου, ἐδόμησας ἀρτίως μοναζουσῶν, ὡς εὐχῆς ἐργαστήριον, καὶ ἀρετῆς ἀνακτόριον εὐπρεπές, θεοφρούρητε Παχώμιε.

Τοῦ Προβατείου ἐν Χίῳ τοῦ ὀροὺς σπήλαιον, πνευματικὴν κονίστραν, τῶν ἀγώνων σου ἔχων, ἐχθρὸν τὸν ψυχοκτόνον καὶ μιαρὸν κατενίκησας Ὅσιε, καὶ στεφηφόρος ἀνῆλθες εἰς οὐρανοῦ, τὰ σκηνώματα Παχώμιε.

Ἀφιλοχρήματος πέλων τοὺς χρείαν ἔχοντας, ἠλέεις καὶ πρὸς πάντας, τῆς ἀγάπης σου πλοῦτον, ἐδίδους καθ᾿ ἑκάστην νεοφανῶν, ἀσκητῶν ἐγκαλλώπισμα, καὶ Νεκταρίου διδάσκαλε τοῦ σεπτοῦ, θεοφόρητε Παχώμιε.


Δόξα. Ἦχος πλ. β´.
Τὸν πολυτίμητον μετανοίας ἀδάμαντα καὶ σάπφειρον ἀκραιφνοῦς πολιτείας καὶ νήψεως, Παχώμιον, τὸν δομήτορα τῆς ἱερᾶς Σκήτεως τῶν Ἁγίων ἐν Χίῳ Πατέρων, ἐγκωμίων καταστέψωμεν ᾄσμασιν οὗτος γὰρ συντόνῳ ἐν σπηλαίῳ ἀσκήσει σαρκὸς μαράνας τὰ σκιρτήματα τὸν νοῦν ἐπτέρωσε πρὸς τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς Κύριον καὶ νῦν σὺν ἀγγέλοις ἀπολαύων ἀλήκτου ἐν πόλῳ ἀγαλλιάσεως ἐκτενῶς Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄. 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σοῦ. Πὰν ὁ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον, ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεται σοῦ· εὔθυνον τὰς ὀδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. Οἷ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἷ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὑ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἡ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπέρειδεν αὐτόν; Διότι οἰκτιρμῶν καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄. 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας, ζητήσατε αὐτὸν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθής, καὶ τῆς γλώσσης ἀκουστήςοτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ, ὅτι οὓς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.











ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε, μονοτρόπων καὶ μιγάδων τὰ συστήματα, τὴν μνήμην ἄγοντες τοῦ θεόφρονος Παχωμίου, δόξαν πέμψωμεν τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ ἡμῶν, οὗτος γὰρ βιαστὴς τῆς βασιλείας τῶν οὐρανῶν ὑπάρχων, ὑπερφυεῖς ἀγῶνας ἐτέλεσε καὶ τὰς πολυπλόκους παγίδας τοῦ πολεμήτορος συνέτριψε· καὶ νῦν σὺν Χριστῷ ἐν οὐρανίαις μοναῖς ἀγαλλόμενος, πρεσβεύει ἀπαύστως διδόναι εἰρήνην καὶ κατ᾿ ἄμφω ὑγίειαν τοῖς αὐτὸν τιμῶσιν ἀστασίαστον.

Ἦχος β΄.
Ἀποπλύνας τὸν τῆς νεότητος ῥύπον , τὴν ἀρετὴν ἐπιμελῶς ἤσκησας, καὶ ἀκλινῶς τηρήσας τὰς ἐντολὰς τοῦ Κυρίου, δοχεῖον διαυγὲς τοῦ Παρακλήτου γέγονας Παχώμιε· καθαγιάσας οὖν τὴν Χῖον τοῖς ἀπαύστοις σοῦ πόνοις, ἀνῆλθες εἰς πόλον δόξης, ἔνθα Χριστῷ πρεσβεύεις ἀξιώσαι καὶ ἡμᾶς τοὺς ἐκθύμως τιμῶντάς σε τῆς ἀγήρω μακαριότητος.

Ἦχος γ΄.
Τὸν τῆς Ἐλάτης γόνος τὸν τιμαλφέστατον, καὶ τῆς Χίου βλάστημα τὸ ἡδύπνοον, Παχώμιον τὸν νέον, θεοπρεπῶς μακαρίσωμεν, οὗτος γὰρ ἐκ νεότητος τὸν Σταυρὸν τοῦ Κυρίου αἴρων ἐπωμάδιον, ἐν προσευχῇ, νηστείᾳ καὶ μετανοίᾳ τὸν βίον διῆλθεν, ὁσίως οὖν πολιτευσάμενος, καὶ διαπρέψας ἐν ἀγαθοεργίαις τῆς ἀλήκτου χαρᾶς ἠξιώθη, ἔνθα πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τῶν ἁγίων Πατέρων τὸ ἔρημον σπήλαιον· κονίστραν πνευματικῶν ἀγώνων ἀνέδειξας, ὡς καὶ οἱ πρὸ σοῦ τῆς Νέας Μονῆς θεοφόροι δομήτορες, Παχώμιε τρισμακάριστε· καταπαλαίσας οὖν ἐν αὐτῷ τὸν πολυμήχανον δράκοντα, καὶ αὐτὸ ἁγιάσας τοῖς τῶν δακρύων σου χεύμασι, μετέστης πρὸς τὴν ὄντως ζωήν, πρεσβευτὴς ἡμῶν γενόμενος θερμότατος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.








Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Ἐλάτης βλαστός, τῆς νήσου Χίου τὸ περίβλεπτον καύχημα, τὸ βάθρον τῆς μετανοίας, νεοφανὲς ἀρετῆς, σέλας καταφαίνων ἁμαρύγμασιν, ἐνθέων ἀγώνων σου πάσῃ κτίσει, Παχώμιε, καὶ καταυγάζων, διδαχῶν σου πυρσεύμασι, τὰ συντάγματα, μονοτρόπων σεμνείων σου, ἅπερ χερσί σου ἤγειρας τιμίαις ἐν ἔτεσιν, ἐσχάτοις πρὸς τοῦ Κυρίου αἶνον τῆς δόξης ἀσίγητον, καὶ πρὸς μονοτρόπων καθοδήγησιν, πρὸς δόμους εὐκλείας κρείττονος.

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ πάντα κόσμου τερπνά· σκύβαλα, κόνιν καὶ σποδὸν λογισάμενος, καὶ ὄμματα ἐστραμμένα σχὼν διαρκῶς τῆς ψυχῆς, πρὸς τὴν ἄνω πόλιν τὴν οὐράνιον, Παχώμιε Ὅσιε, νήσου Χίου θησαύρισμα, ἠγιασμενου, Σάββα Λαύρας καλλώπισμα, καὶ περίδοξον, μονοτρόπων κειμήλιον, πρέσβευε τῷ Παντάνακτι, διδόναι μετάνοιαν καὶ ὀφλημάτων τὴν λύσιν ἡμῖν τοῖς ὕμνοις ἑκάστοτε, σὴν πάμφωτον μνήμην ἐκτελούσι γηθοσύνως, πνευματοφόρητε.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ δι᾿ ἀγώνων μακρῶν, τῶν ἐμπταισμένων ἀποπλύνας τὸν βόρβορον, ἐν ἔτεσι τοῖς ἐσχάτοις καὶ εἰς Χριστοῦ εἰσελθών, τὸν λαμπρὸν νυμφῶνα καὶ ὑπερφωτον, στολὴν φέρων πάνσεμνον, ἐγκρατείας καὶ νήψεως, ἀζύγων κλέος, θεοφόρε Παχώμιε, ὁσιότητος ,καὶ χρηστότητος τέμενος· σὺ γὰρ δομήτωρ πέφηνας μονῶν ἐνθεώτατος, ἐν αἷς ἀνδρῶν καὶ γυναίων χοροὶ δοξάζουσι, Κύριον καὶ σοῦ τοὺς ἀγῶνας τοὺς τιμίους ἀνυμνούσιν ᾠδαῖς καὶ ᾄσμασι.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν νεόφωτον τῶν ἀσκητῶν τῆς Χίου φωστῆρα, τὸ κάλλιστον θρέμμα τῆς νήσου ταύτης, καὶ τὴν μελίῤῥυτον φιλανθρωπίας σάλπιγγα, Παχώμιον τὸν Ὅσιον, μέλψωμεν κράζοντες· χαῖρε, τῶν εὐσεβῶν ὁ λαμπρὸς μαργαρίτης, δικαίων θεῖον ὡράϊσμα καὶ ἀρετῆς ἀκροθίνιον, χαῖρε, πρακτικὴς ἐραστὴς σοφίας, ταμιοῦχε τῆς χάριτος καὶ μονοτρόπων ἑξάνθισμα ἥδιστον, χαῖρε χελιδόφωνε ἀγάπης λύρα, ἀσφαλὲς πιστῶν ὀδοδείκτα καὶ ἐρήμου φοῖνιξ ὑψίκομε, μὴ παύσῃ οὖν ὑψόθεν ἐποπτεύων τοὺς ἐκζητοῦντας τὰς θερμάς σου πρὸς Κύριον πρεσβείας, καὶ μεγαλύνοντας τοὺς καμάτους σου ψαλμοῖς θεοτερπέσι καὶ θείοις μελίσμασι.





Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσας ὡς ἄσαρκος ἐν τοῖς ἐσχάτοις καιροῖς, τὴν Χίον ἡγίασας ἱδρώτων ἀσκητικῶν, Παχώμιε, ῥείθροις σου· βίῳ γὰρ ἐναρέτῳ θεωθεὶς ἐποπτεύεις, ἄνωθεν ὑμνηπόλων εὐλαβῶν σοῦ χορείας, καὶ ἅπασι βραβεύεις ἰσχύν, ῥῶσιν καὶ δύναμιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Ποθήσας τῷ Χριστῷ, καὶ Σωτῆρι συνείναι, ἀπαύστως τὰ ῥευστὰ ἐγκατέλιπες πάντα, τρισμάκαρ Παχώμιε, νήσου Χίου ὡράϊσμα· ὅθεν ἤσκησας, ὑπερφυῶς ἐν ἐσχάτοις χρόνοις, ὅσιε, ἀναδειχθεὶς τῶν πατέρων τῶν πάλαι ὁμόζηλος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβείαις τοῦ σεπτοῦ, Παχωμίου Παρθένε, ἀπέλασον ἡμῶν τῶν πταισμάτων ὁμίχλην, καὶ ἧμαρ ἀνάτειλον σωτηρίας τοῖς δούλοις σου, τοῖς ὑμνοῦσί σε, ὡς ἀῤῥαγῆ προστασίαν καὶ βοήθειαν καὶ ἐν κινδύνοις ὀξεῖαν, ἀντίληψιν Πάναγνε.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν βλαστὸν νήσου Χίου σοφὸν Παχώμιον, ὥσπερ ἐπίβουλον σάρκα τὴν φθειρομένην αὐτοῦ, τὸν μισήσαντα καὶ πνεῦμα τὸν πτερώσαντα, πρὸς τὸν Θεὸν ἀσκητικῇ ἀγωγῇ ἐν τοῖς καιροῖς, τιμήσωμεν τοῖς ἐσχάτοις, καὶ γὰρ πρεσβεύει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ὀργίλον καὶ φαῦλον Παρθένε δοῦλόν σου, ἐκ τῶν παθῶν σαῖς πρεσβείαις, πρὸς τὸν σεπτόν σου Υἱόν, ἀπολύτρωσαι καὶ τάχιστα ἀπόστρεψαι, ἐκ τοῦ οἰκέτου σου ἁγνή, τὴν ὀργὴν καὶ τὸν θυμὸν τὸν δίκαιον σῇ δυνάμει, Αὐτοῦ, ὡς ἂν ἐκβοῶ σοι· Χαῖρε, παθῶν μου ἀπολύτρωσις.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἀζύγων σέμνωμα ἐγκωμιάσωμεν, τῆς Χίου βλάστημα τὸ εὐωδέστατον, καὶ Λαύρας ἄνθος εὐθαλὲς τοῦ Σάββα τοῦ θεοφόρου, ὅτι τοῖς παλαίσμασι τοῖς αὐτοῦ ἄρτι ἥδυνε, μοναστῶν τὸν σύλλογον καὶ μιγάδων ὁμήγυριν, κραυγάζοντες φωναῖς ἠδυφθόγγοις· Χαίροις, Παχώμιε τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὔρῳ ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.






Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὀσιακὸν (Λουκ. στ΄, 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ζήτει τῇ Παρασκευὴ τῆς Β΄ Ἑβδομάδος.)
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β. Στ.: Ἐλεῆμον, ἐλέησόν με...
Τὴν ἀρετὴν ὑφηγούμενος πᾶσι, καὶ τῆς ἠθικῆς τοὺς κανόνας διδάσκων, μοναστῶν ποδηγέτης ἀπλανέστατος ἐχρημάτισας, θεοφόρε Παχώμιε, διὸ καὶ μάνδρας ἠξιώθης δομῆσαι θείας, καὶ Χίον ἁγιάσαι τοῖς ῥεύμασι, τῶν δακρύων σου ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, διδάσκαλε Νεκταρίου ὁσίου θεόσοφε.

Εἶτα, ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Παχώμιον, τῆς Χίου νέον ἀσκητήν, μέλπω. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παχώμιον νέον ἐν ἀσκηταῖς, τῆς Χίου ἀκτῖσι καταυγάσαντα νοηταῖς, στερεῶν παλαισμάτων, μελιῤῥύτοις ᾠδαῖς ἀξίως, πιστοὶ καταστέψωμεν.
στὴρ μετανοίας φωτολάμπης, ὄφθεις τῶν δακρύων ἀειῤῥύτοις σου ἐκροαῖς, ἀπέπλυνας φόνου, ἀκουσίου Ἄγαρ, υἱοῦ ῥύπον μάκαρ Παχώμιε.
Χαρίεις προσῆλθες εἰς τὴν μονήν, τοῦ Σάββα τοῦ θείου προσκυνήσας τὸν Γολγοθάν, καὶ Τάφον Χριστοῦ τὸν ζωηφόρον, ἵνα ὁσίων βαδίσῃς τὰ βήματα.
Θεοτοκίον.
ς πάντων ὑπάρχουσα βοηθός, ἐν βίου ταῖς δίναις, μὴ ἐάσῃς με Μαριάμ, γενέσθαι ἐχθροῦ τοῦ μισοκάλου, καὶ παμβεβήλου δεινὸν ὑποχείριον.














ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μονοτρόπων τοῖς δήμοις ἐπιποθῶν Ὅσιε, προσχωρήσαι σοῦ τῆς ἐρώσης πάλαι νεάνιδος, προτάσεις τὰς θελκτικάς, ἐν πλῷ πρὸς Τόπους ἁγίους, εὐσθενὲς Παχώμιε, τάχος ἀπέῤῥιψας.
λαρᾷ τῇ καρδίᾳ τοῦ τῆς μονῆς Ὅσιε, προεστῶτος λόγοις ὑπείκων ὤφθης Παχώμιε, ἠδυτερπὴς ῥοδεών, ὑπακοῆς κατευφραίνων, μοναστῶν τὸν σύλλογον, σὲ τὸν δεξάμενον.
δηγὸν ἔχων Σάββαν, πνευματικὸν ἄριστον, πρὸς τὴν ἀρετὴν τοὺς κανόνας βίου τοῦ κρείττονος, ὡς φοιτητὴς εὐπειθής, καὶ ταπεινὸς ἐδιδάχθης, Ὅσιε Παχώμιε, γέρας συνέσεως.
Θεοτοκίον.
Νὺξ παθῶν μὲ συνέχει καὶ χαλεπὴ ζόφωσις, σὸν φιλαμαρτήμονα δοῦλον, οἴμοι, Πανάχραντε· ἀλλὰ θαῤῥῶν σοι βοῶ· τῆς χάριτός σου ἀκτῖσι, σκέδασον σκοτόμαιναν τῆς ἁμαρτίας μου.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Νουθετῶν ἀσκούμενος, ὑποπιάζων, τὸ σὸν σῶμα ὅσιε, σκληραγωγίᾳ παντελεῖ, καὶ ἀσιγήτως εὐχόμενος, κανὼν ἐπώφθης, ἀζύγων Παχώμιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν καὶ Κύριον, ἐκδυσωπούσα, ὑπὲρ πάντων Δέσποινα, μὴ διαλίπῃς ἐκτενῶς, τῶν ἐκβοώντων ἑκάστοτε· Χαῖρε Μαρία, βροτῶν παραμύθιον.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Τῆς ἐρήμου, Παχώμιε, καύχημα γενόμενος καὶ τὸν ἄνθρωπον, ἁμαρτίας ἐκδυσάμενος, ἐνεδύσω νέον τὸν φιλόθεον.
συχάζων Παχώμιε, ἔν τινι σπηλαίῳ ψυχρῷ ἐμάρανας, τῆς σαρκὸς ὁρμᾷς καὶ ἤνθησας, ῥόδα μυροβόλα βίου κρείττονος.
Σῶμα πάτερ παρέδωκας, τὸ φθαρτὸν εἰς ἄμετρον κακοπάθειαν, ἵνα πνεύματος Παχώμιε, ἐμπλησθῇς σαφῶς τοῦ αἰωνίζοντος.
Θεοτοκίον.
Χαλεπῶν νόσων λύτρωσαι, τοὺς ἐπιζητοῦντας τὴν σὴν ἀντίληψιν, ἰατρεῖον κόσμου ἄμισθον, Κεχαριτωμένη Θεονύμφευτε.










ᾨδή ε´. Φώτισον ἡμᾶς.
σχυσας ἐχθροῦ, μηχανὰς παννύχοις στάσεσι, ταῖς ἀόκνοις σου πατῆσαι ἀσκητά, τοῦ ἀπαύστως πολεμοῦντός σε Παχώμιε.
ρμον γαληνόν, ἐν τῇ Χίῳ εὗρες σπήλαιον, τῶν Πατέρων Προβατείῳ ἐν βουνῷ, ὁ κονίστραν ἔσχες πόνων σου, Παχώμιε.
ψος νοητόν, ἀρετῆς νηστείας νήψεως, ταπεινώσεως ἀσκήσει σου στεῤῥᾷ, καὶ χρηστότητος κατέλαβες, Παχώμιε.
Θεοτοκίον.
Νέκρωσον σαρκός, τῆς ἡμῶν Ἁγνή, τὸ φρόνημα, καὶ πρὸς αἶνον τοῦ Υἱοῦ σου καὶ Θεοῦ, ἀδιάλειπτον ἡμῶν τὸ πνεῦμα ζώωσον.

ᾨδὴ στ´. Τὴν δέησιν.
νάρετον, πολιτείαν ὅσιε, ἐν τῇ Χίῳ ἀγὼν ἄρτι ἐδείχθης, ὑψοποιοῦ ταπεινώσεως σέλας, καὶ λαμπηδὼν παμφαὴς ἐγρηγόρσεως, διό σου πάντες μυστικῶς, ἀνυμνοῦμεν τὴν μνήμην Παχώμιε.
λόφωτον, προσευχῆς παλάτιον, καταδείξας τὸ σὸν σπήλαιον χάριν, εἴληφας ἄφθονον πάτερ θεόθεν, γιγνώσκειν πάντων ψυχῶν τὰ ἐνδοτέρα, Παχώμιε θαυματουργέ, καὶ τὰ πόῤῥῳ συμβάντα ὡς ἔγγιστα.
Νοῦν ἄκακον, καὶ πραΰν κτησάμενος, δι’ ἀσκήσεως συντόνου παμμάκαρ, ἐν τοῖς ἐσχάτοις καιροῖς ἐθεώθης, ἐγκρατευτὰ ἱερὲ κατὰ μέθεξιν, καὶ θείας χάριτος φωτί, τὴν ὁμίχλην θυμοῦ διεσκέδασας.
Θεοτοκίον.
πείρανδρε, Θεοτόκε Δέσποινα, τελειώσεως ἡμῖν δεῖξον τρίβους, ἵνα Υἱοῦ σου τοῖς ἴχνεσι πόθῳ, ἀκολουθοῦντες σαφῶς καταντήσωμεν, εἰς οὐρανίου χαρμονῆς, δυσαντίβλεπτον ὕψος, Πανάχραντε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν τῇ Χίῳ ἄρτι λάμψαντα ὡς ἥλιον, βολαῖς νηστείας ἀκτησίας καὶ χρηστότητος, ἀσκητὴν ἀνευφημήσωμεν ὡς φωσφόρον, μονοτρόπων τὸν αὐγάσαντα συστήματα, ἀρεταῖς θεοειδέσιν ὕμνοις πρέπουσι, πόθῳ κράζοντες· Χαίροις, πάτερ Παχώμιε.
Ὁ Οἶκος.
Ἄϋλον πολιτείαν ἐπιδείξας τῆς Χίου, Παχώμιε ἡγίασας νῆσον, καὶ δομήσας μονὰς ἱερά,ς ἐν αὐτῇ ἀπῆλθες πρὸς Χριστόν, ὅσιε, τὸν σὲ ἐνδυναμώσαντα· διό σοι ἐκβοῶμεν πόθῳ·
Χαῖρε, περίδοξος γόνος Χίου·
χαῖρε, ἡδύοσμος Παρακλήτου.
Χαῖρε, ἀσκητῶν τῆς ἐρήμου ἐφαμιλλος·
χαῖρε πρακτικῶν παλαισμάτων ὁ ἄριστος.
Χαῖρε, ὅτι ἐτραυμάτισας τὸν ἀρχέκακον ἐχθρόν·
χαῖρε, ὅτι λόγοις ἔθρεψας τοῖς σοῖς Χίου τὸν λαόν.
Χαῖρε, τῆς ἡσυχίας ἐραστὴς φλογοφόρος·
χαῖρε, τῆς ἀπαθείας γαληνότατος ὅρμος.
Χαῖρε πυρσός, Χριστοῦ ἀγαπήσεως·
χαῖρε φανός, σοφίας καὶ νήψεως.
Χαῖρε, μονῆς θείου Σάββα χρυσίον·
χαῖρε, ζωῆς ἐν Χριστῷ ἐκμαγεῖον.
Χαίροις, μάκαρ Παχώμιε.

Συναξάριον.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Παχωμίου, τοῦ ἐν Χίῳ.
Ὡς ἄλλος ὑψίκομος φοῖνιξ ἐν Χίῳ,
ἤνθησεν ἄρτι Παχώμιος ὁ νέος.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Παχώμιος ἐγεννήθη ἐν Ἐλάτῃ τῆς νήσου Χίου τῷ 1840 ἐκ γονέων πτωχῶν μὲν εἰς ὑλικὸν πλοῦτον, πλουσίων ὅμως εἰς πίστιν καὶ εὐσέβειαν. Μὴ τυχῶν παιδείας τῆς θύραθεν διὰ τὴν ἔνδειαν τῶν αὐτοῦ γονέων, ἐνωρὶς κατέφυγεν εἰς τὴν πάλαι κλεινὴν Βασιλεύουσαν δι᾿ ἐξεύρεσιν ἐργασίας. Αὐτόθι περιφερόμενος ἀνὰ τὰς ῥύμας ἐπώλει τοὺς τῆς λεμονέας καρποὺς καὶ ἐκέρδιζε τὰ πρὸς τὸ ζῆν ἀναγκαία. Ἐλθών, ὅμως, μίαν τῶν ἡμερῶν εἰς ἀντιπαράθεσιν μετὰ τίνος Ἀγαρηνοῦ καὶ ἐν ἀμύνῃ εὑρισκόμενος ἐφόνευσεν αὐτόν. Πολλὰ ἐκ τοῦ γεγονότος αὐτοῦ ὑπέμεινε βασανιστήρια καὶ ἐνεκλείσθη εἰς φυλακήν, ἔνθα ἀδιακόπως ηὔχετο πρὸς Κύριον ὑποσχόμενος αὐτῷ καὶ τῇ Κυρίᾳ Θεοτόκῳ τὴν ὁλικὴν αὐτοῖς ἀφιέρωσιν. Ἀξιωθεὶς ὅθεν οὑ μόνον ἐκφυγεῖν τῆς θανατικὴς καταδίκης, ἀλλὰ καὶ δραπετεῦσαι ἐκ τῆς φυλακῆς, ἴθυνε τὰ διαβήματα αὐτοῦ εἰς τοὺς Ἁγίους Τόπους, ἔνθα προσκυνήσας τὸν Φρικτὸν Γολγοθὰν καὶ τὸν Πανάγιον Τάφον, ὑπετάχθη τῇ μονῇ τοῦ Ὁσίου Σάββα. Ἐν αὐτῇ πρότυπον γενόμενος ὑπακοῆς τὴν κλίμακα ἀνήρχετο τῶν ἀρετῶν ἑαυτὸν σκληραγωγῶν καὶ καταστέλλων πᾶσαν σαρκὸς ἐπιθυμίαν. Λαβὼν τὸ μέγα ἀγγελικὸν σχῆμα, θεία βουλήσει καὶ εὐλογία τοῦ αὐτοῦ Γέροντος, ἦλθεν εἰς Χῖον, ἔνθα ἠσκήτευσεν ἐν τῷ σπηλαίῳ τῶν τριῶν ὁσίων Πατέρων, τῶν κτητόρων τῆς Νέας Μονῆς, παρὰ τὸ Προβάτειον ὅρος.
Ἐν τῇ εὐλογημένη αὐτοῦ πατρῷα νήσῳ, διὰ τῶν νυχθημέρων αὐτοῦ ἀσκητικῶν καμάτων ἤρθη εἰς ὕψος ἀρετῆς δυσαντίβλεπτον, ἐφάμιλλος γενόμενος τῶν πάλαι τῆς ἐρήμου ὁσίων καὶ ἰθύντωρ ἀπλανέστατος ψυχῶν πρὸς σωτηρίαν. Ἠξιώθη δομῆσαι οὑ μόνον τὴν ἱερὰν Σκήτην τῶν Ἁγίων Πατέρων, ἔνθα πλῆθος συνέλεξε μονοτρόπων ποθούντων τὴν θέωσιν, ἀλλὰ καὶ τὸν ἱερὸν παρθενῶνα τῶν ἁγίων Κωνσταντίνου καὶ Ἑλένης, ὡς καὶ τὸν περικαλλῆ ναὸν τῆς Ἁγίας Τριάδος ἐν τῇ πατρίδι αὐτοῦ Ἐλάτῃ.
Τὸν πνευματικὸν ἀγῶνα τελέσας καὶ τὴν ὀρθόδοξον πίστιν τηρήσας ἀνόθευτον ὁ διορατικὸς καὶ προορατικὸς Γέρων ἐκοιμήθη τὸν ὕπνον τῶν δικαίων ἐν τῷ ὑπ᾿ αὐτοῦ δομηθέντι παρθενῶνι τῇ 14ῃ Ὀκτωβρίου τοῦ 1905. Ἐτάφη εἰς τὴν ἱερὰν Σκήτην τῶν Ἁγίων Πατέρων, ἔνθα ὁ τάφος αὐτοῦ καὶ ἡ θήκη τῶν χαριτοβρύτων αὐτοῦ λειψάνων ὡς χείμαῤῥοι ἀστείρευτοι παρέχουσι τοῖς πιστοῖς τὰ ἰάματα. Αἱ πνευματικαὶ αὐτοῦ νουθεσίαι, οἱ συμβουλευτικοὶ κανόνες καὶ τὸ τυπικὸν τῆς μονῆς αὐτοῦ δεικνύασι πᾶσι τὴν πνευματικὴν αὐτοῦ τελειότητα, δι᾿ ἧς ἠξιώθη σκεῦος γενέσθαι τοῦ Παρακλήτου διαυγέστατον.











Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰγνατίου, ἀρχιεπισκόπου Μηθύμνης τοῦ Ἀγαλλιανοῦ.
Ἔπαινον ᾄδω ἱερῷ Ἰγνατίῳ,
ἀνθ’ ὧν ἐς ἀεὶ τοῖς ἅπασιν ἀρήγει.
Βῆ δ’ ὃ γ’ ἐς οὐρανὸν ἐν διὰδ’ Ὀκτωβρίου ἑπτάδος.
Τὴν καταγωγὴν ἕλκων πιθανώτατα ἐκ Βυζαντίου, ἐγεννήθη ὁ φωστὴρ οὗτος τῆς Ἐκκλησίας Ἰγνάτιος εἰς Φάραγγα τῆς Λέσβου. Ὁ πατὴρ αὐτοῦ, Μανουὴλ Ἀγαλλιανός ὀνομαζόμενος ἧν ἱερεύς, δι’ ὅ καὶ ὁ υἱὸς αὐτοῦ τὴν ἱερωσύνην ἠγάπησεν ἐκ παιδός. Ἔφερε δὲ οὗτος τὸ ὄνομα Ἰωάννης, ὅπερ διετήρησεν γενόμενος ἱερεύς, μετωνομάσθη δὲ Ἰγνάτιος ὅτε ἐγένετο Ἐπίσκοπος. Οὗτος ὁ μακάριος κτήτωρ τῆς σεβασμίας ἱερᾶς Μονῆς Λειμῶνος γενόμενος, καὶ τὴν ἑτέραν ἐν Καλλονῇ Μονὴν τῆς Μυρτιδιωτίσσης ἐν πατρώῳ χωρῷ ἱδρυμένην ἀνεκαίνισε καὶ ἐν ἀμφοτέραις θείῳ ζήλῳ πυρπολούμενος, τοὺς αἱρουμένους τῆς ἰσαγγέλου μοναχικῆς πολιτείας συνήγαγεν, τὰς δὲ Μονὰς Πατριαρχικοῖς γράμμασι εἰς τὸ διηνεκὲς κατοχυρώσατο. Τότε δέ, καὶ τῆς Ἐπισκοπῆς τῆς ἱστορικῆς καὶ παλαιφάτου ἱερᾶς Μητροπόλεως Μηθύμνης ἀξιοῦται ἥν καὶ ποίμανε θεοφιλῶς καὶ θεαρέστως τέτταρσιν ἔτεσιν. Οἷον δὲ ἄμεπτον βίον καὶ πολιτείαν ἐνάρετον ἔδειξεν ἐν τῷ μοναχικῷ ἐπαγγέλματι, τοιαύτην διετράνωσε καὶ ἐπὶ τῆς ἀρχιερατικῆς αὐτοῦ διὰ τῆς πληθύος τῶν θεαρέστων πράξεων καὶ κατορθωμάτων. Ἐξαιρέτως δὲ τῇ παιδείᾳ μεγάλα προσενεγκὼν καὶ πλεῖστα ὑπὲρ αὐτῆς διαθέσας καὶ σχολὴν περιώνυμον Λειμωνιάδα ἐγκαθιδρύσας, τῆς ὑποδούλου Λέσβου ὄντως φωτιστὴς ἐγένετο. Τοσαύτας καὶ τηλικαύτας ὑπηρεσίας τῇ Ἐκκλησίᾳ καὶ τῷ Ἔθνει ὁ Ἅγιος Ἰγνάτιος προσενεγκών, ἐν εἰρήνῃ τελειοῦται ἔτει 1567.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου.
Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα,
Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος.
Οὗτος ἦτον ἐκ τῆς Ῥώμης, βασιλεύοντος τοῦ Νέρωνος ἐν ἔτει νζ΄ (57), γόνος πλουσίων καὶ εὐσεβῶν, μαθητῶν τοῦ Ἀποστόλου Πέτρου. Κατὰ τὸν εἰκοστὸν χρόνον τῆς ἡλικίας του, πωλήσας ὅλον τὸ πρᾶγμά του, ἐπῆρε τὰ ἀργύρια, καὶ περιπατῶν ἀπὸ πόλεως εἰς πόλιν, ἔδιδεν ἐλεημοσύνην εἰς πένητας, διδάσκων ἀποστολικῶς τὴν εὐσέβειαν. Ἀπῆλθεν μετὰ δέκα ἔτη πρὸς τὴν πόλιν Πλακεντίαν καὶ Μεδιολάνων καὶ ἐκεῖ εὗρε φυλακωμένους δύο Ἁγίους χριστιανούς, τὸν Προτάσιον καὶ τὸν Γερβάσιον, με τοὺς ὁποίους ἐφιλιώθη. Τοῦτο μαθῶν ὁ ἄρχων τῆς Ἰταλίας Ἀνουλίνος, τὸν ἐσυμβούλευε νὰ μὴν ὑβρίζῃ τοὺς θεούς του, ἀφοῦ γνωρίσας τὴν γνώμην του, τοῦ ἔδωκεν πολλὰ ῥαπίσματα εἰς τὸ πρόσωπον, καὶ τὸν ἔδιωξεν ἀπὸ τὴν πολλὴν μὲ πολλὴν ἀτιμίαν ὡς μίασμα. Ἐξῆλθε, καὶ ἀπὸ ἐκεῖ πηγαίνει εἰς τὴν πόλιν Κίμελιν, διδάσκων καὶ βαπτίζων. Εἰς ὀπτασίαν ἐκεῖ βλέπει τὴν Θεοτόκον, καὶ τοῦ λέγει νὰ ὑπάγῃ εἰς τὴν Γαλλίαν. Ἐγερθείς, ἀπῆλθεν εἰς μίαν πόλιν τῆς Γαλλίας Μελίαν ὀνόματι, καὶ εἰς ὀλίγον καιρὸν τοὺς ἔφερεν σχεδὸν ὅλους εἰς τὴν ἀλήθειαν. Ἦτο δὲ ἐκεῖ μία γυνὴ ἐπιφανής, ἥτις εἶχε παιδίον τριῶν ἐτῶν, τὸ ὁποῖον τὸ ἐμπιστεύθῃ εἰς τὸν Ἅγιον, ὁ ὁποῖος τὸν ἐβάπτισε Κέλσιον. Ὑπῆγε δὲ καὶ εἰς ἄλλας πόλεις τῆς Γαλλίας. Μαθῶν δὲ τοῦτο ὁ ἄρχων Δεινόβαος, τὸν ἐξέτασεν μαζὶ μὲ τὸν Κέλσιον. Ἀφοῦ ὀ Ναζάριος ὁμολόγησε τὸν Χριστόν, ἐθυμώθῃ ὁ θηριόγνωμος, ἅρπαξεν ἀπὸ τὰς χεῖρας αὐτοῦ τὸν Κέλσιον, καὶ τὸν ἔδηρε ἀνηλεῶς. Τὸ δὲ παιδίον ἐδέχετο τὰς ἀνυπίστους πληγὰς μὲ ἀγαλλίασιν, λέγων· Αὐτὸς ὁ Θεὸς ὅπου λατρεύω νὰ σὲ κρίνῃ ἄδικε δικαστά, ὡς Κριτὴς δικαιότατος. Μετὰ ταῦτα τοὺς ἐφυλάκωσεν. Ἡ δὲ συμβία τοῦ ἄρχοντος τὸν παρακάλεσε ὅπως λυπηθῇ τὸ βρέφος, καὶ διὰ τοῦτο αὐτὸς ἀπέλυσεν αὐτούς. Ὑπήγαν δὲ οἱ Ἅγιοι εἰς ἄλλην χώραν τοῦ Τιβερίου, τὴν Τίμεριν, ἐπιστρέφων πολλοὺς πρὸς ἐπίγνωσιν. Μαθὼν δὲ τοῦτο ὁ Νέρων, ἔστειλε πρόσταγμα νὰ τοὺς φέρουν ἐνώπιόν του, ὅστις ἐδοκίμασε νὰ τους διαστρέψῃ. Ἀλλὰ δὲν ἐδυνήθη νὰ ἐκφοβήσῃ κἄν τὸ παιδίον. Ὅθεν, προστάσσει νὰ τοὺς ῥίψουσιν εἰς τὸ πέλαγος, καὶ οὕτως ἐβύθισαν αὐτούς. Ἀλλά, ἦλθεν Ἄγγελος καὶ τοὺς ἔβγαλεν εἰς τὴν γῆν χωρὶς βλάψιμον. Τοῦτο τὸ θαῦμα ἔσυρε πολλοὺς εἰς τὴν πίστιν. Ὁ δὲ Ναζάριος ὑπῆγε εἰς τὴν Γένουαν καὶ εἰς τὰ Μεδιόλανα. Ἐκεῖ ὁ ἄρχων Ἀνουλῖνος τὸν ἐφυλάκωσεν, καὶ κατ’ ἐντολὴν τοῦ Νέρωνος, ἐθανατώθῃ διὰ ξίφους μαζί με τὸν συνάθλους του Κέλσιον, Προτάσιον καὶ Γερβάσιον. Φιλόχριστός τις, κατὰ θείαν ἐντολὴν ἔβρήκε τὰ Ἅγια Λείψανα, καὶ τὰ ἔφερε εἰς τὸν οἶκόν του, καὶ τότε ἰατρεύθη μία θυγάτηρ, ἥν εἶχε παράλυτον. Ἐκρύπτοντο αὐτὰ ἕως τὸν καιρὸν τοῦ Μεγάλου Θεοδόσιου, καὶ τὰ ἔφερε εἰς τὰ Μεδιόλανα. Καθὼς τὰ ἅγια Λείψανα εἰσῆλθον εἰς τὰς πύλας τῆς πόλεως, ἐτέλεσαν θαυμάσια ἄπειρα· τυφλοὶ ἐφωτίσθησαν, χωλοὶ ἐπεριπατοῦσαν, λεπροὶ ἐκαθαρίσθησαν, καὶ οἱ δαίμονες ἀπὸ τοὺς πάσχοντας ἔφευγον, καὶ ἁπλῶς ὅλοι οἱ ἀσθενεῖς ὅπου ἠσπάθησαν αὐτά, ἐθεραπεύθησαν. Ὁ δὲ Θεοδόσιος, ἔκτισε καὶ εἰς τὸ Βυζάντιον ναὸν περιβόητον ἐπ’ ὀνόματι τῶν Ἁγίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου.
Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης,
Μέλη λιπὼν τέρποντα τὴν Ἐκκλησίαν.
Οὗτος ὁ Ἅγιος, ἔμεινεν ὀρφανὸς ἐνῷ ἤτο πολὺ νέος, ὅθεν ἔλαβεν αὐτὸν ὁ πατὴρ τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ὀνόματι Σέργιος καὶ τὸν υἱοθέτησεν διὰ ψυχικήν του σωτηρίαν, ἔχων πολλὴν πρόνοιαν περὶ αὐτοῦ καὶ κηδεμονίαν. Ἐπειδὴ δὲ ὁ πατὴρ τοῦ Δαμασκηνοῦ εἶχε πλοῦτον καὶ δόξαν πολλήν, διὰ τοῦτο προσέλαβε εἰς τὸν οἶκόν του, ἕνα πολυμαθῆ καὶ σοφὸν διδάσκαλον, ἀξίωμα ἔχοντα τῶν Ἀσιγκριτῶν μοναχὸν καὶ ὀνομαζόμενον καὶ αὐτὸν Κοσμᾶν. Εἰς τοῦτον λοιπὸν παρέδωκε καὶ τὸν κατὰ φύσιν υἱόν του Ἰωάννην, καὶ τὸν κατὰ θέσιν υἱόν του Κοσμᾶν. Ὅθεν, αὐτὸς ἐδίδαξεν κάθε σοφίαν θείαν καὶ ἀνθρωπίνην τοὺς νέους τούτους, οἵτινες, τυχόντες φύσεως δεξιᾶς, ἔμαθον παρ’ ἐκείνου ἐν ὀλίγῳ χρόνῳ ὅλην τὴν γραμματικὴν καὶ τὴν φιλοσοφίαν, πρὸς τούτοις δὲ καὶ ἀστρονομίαν, μουσικὴν καὶ γεωμετρίαν, καὶ ἐκ τούτου ἔγιναν εἰς ὅλους αἰδέσιμοι καὶ σεβάσμιοι. Ἔπειτα, μεταβάντες ἀμφότεροι εἰς τὴν Λαύραν τοῦ Ἁγίου Σάββα, ἔγιναν μοναχοί.
Μετὰ ταῦτα, ὁ μὲν μακάριος Ἰωάννης ἐχειροτονήθη Πρεσβύτερος ὑπὸ τοῦ Ἰωάννου Πατριάρχου Ἱεροσολύμων, ὀ δὲ ἀοίδιμος Κοσμᾶς, πολὺ παρακινηθεὶς ἀπὸ ὅλην τὴν Σύνοδον Ἱεροσολύμων, ἐν ἔτει 743, ἔγινεν ἐπίσκοπος Μαϊουμᾶ. Δύναται δὲ ἕκαστος νὰ γνωρίσῃ μὲ τὴν πεῖραν, πόσον μέγας καὶ θαυμάσιος ὑπῆρξε κατὰ τὸν λόγον καὶ τὴν γνῶσιν ὁ θεῖος οὗτος Κοσμᾶς, ἐὰν ἀναγνώσῃ ἐπιμελῶς τοὺς κανόνας καὶ τὰ τροπάρια, καὶ τὰ ἄλλα συγγράμματα ὅσα ἐφιλοπόνησεν ὁ ἀοίδιμος. Ὅθεν, ἐγένετο ἄριστος ᾀσματογράφος, ἀφ’ οὗ καὶ ποιητὴς καὶ μελῳδὸς ἐπονομάζεται. Καλῶς λοιπὸν καὶ θεαρέστως ποιμάνας τὸ ποίμνιόν του, καὶ εἰς βοσκὴν σωτηρίας αὐτὸν ὁδηγήσας, φθάσας δὲ εἰς γῆρας βαθύ, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ τοῦ γέροντος, τοῦ διὰ ξίφους τελειωθέντος.
Μετῆλθεν αὐχήν Σιλβανοῦ τομὴν ξίφος,
Κἀντεῦθεν ὤφθη Σιλβανὸς τομεὺς πλάνη.
Οὗτος ὁ Ἅγιος κατήγετο ἀπὸ τὴν χώραν τῆς Παλαιστίνης Γάζης, ἥτις καὶ Κωνσταντία ὠνομάσθη, ἦτο δὲ ἄνθρωπος πρᾷος καὶ ἄκακος, γηραλέος τὴν ἡλικίαν, στρατιώτης μὲν πρότερον, εἶτα δέ, διὰ τὴν ὑψηλὴν καὶ καθαράν του ζωήν, ἔγινε Πρεσβύτερος τῆς ἐν Γάζῃ Ἐκκλησίας. Οὗτος λοιπὸν παρασταθεὶς εἰς τὸν ἄπιστον λαὸν τῶν Καισαρέων, καὶ ἐλέγξας αὐτῶν τὴν ἀσέβειαν, ἐδάρη πικρῶς καὶ κατεξεσχίθη εἰς τὰς πλευράς. Ἔπειτα, κατεδικάσθη νὰ δουλεύη εἰς τὰ μεταλλεῖα τοῦ χαλκώματος, τὰ εὑρισκόμενα εἰς τοὺς τόπους τοὺς καλουμένους Ζωόρους. Ἐκεῖ δὲ εὑρισκόμενος, γίνεται Ἐπίσκοπος διὰ τῆς παροτρύνσεως τοῦ ἐκεῖ λαοῦ. Μετ’ ὀλίγον δὲ καιρόν, κατεξηραμμένος ὤν, τόσον ἐκ τοῦ γήρατος, ὅσον καὶ ἐκ τῆς ἀσθενείας, ἀπεκεφαλίσθη παρὰ τῶν εἰδωλολατρῶν, καὶ οὕτως ἔλαβεν ὁ ἀοίδιμος τοῦ μαρτυρίου τὸν στέφανον. Σὺν αὐτῷ ἀπεκεφαλίσθησαν καὶ ἄλλοι τεσσαράκοντα Μάρτυρες, ἐκ τῶν ὁποίων, ἄλλοι μὲν ἦσαν ἀπὸ τὴν Αἴγυπτον, ἄλλοι δὲ ἀπὸ τὴν Παλαιστίνην.



Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται.
Ἤνεγκε διπλῇ Μαρτύρων εἰκὰς ξίφος,
Αἴγυπτος οὕς ἤνεγκε καὶ Παλαιστίνη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου, πυρὸς τελειωθέντος.
Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος,
Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου.
Οὗτος, ἦτο ἀπὸ τὰ μέρη τῆς Ἐλευθερουπόλεως, ἐκ κώμης καλουμένης Ἀνίας (ἤ Ἀνέας), ἀνδρεῖος μὲν κατὰ τὴν ψυχήν, νέος δὲ ἅμα καὶ δυνατὸς κατὰ τὸ σῶμα. Ἀφ’ οὗ δὲ δοκίμασε πολλοὺς ἀγῶνας διὰ τὴν εὐσέβειαν, καὶ κατεφρόνησεν ὅλα τὰ ἐπίγεια, τελευταῖον ἔγινε θυσία καὶ ὁλοκαύτωμα εἰς τὸν Χριστόν, κατὰ τὸ ἕκτον ἔτος τῆς βασιλείας τοῦ Διοκλητιανοῦ, ἤτοι ἐν ἔτει 292, διὰ πυρὸς γὰρ τὸν τοῦ μαρτυρίου ἐκομίσατο στέφανον, ἀφ’ οὗ πρότερον ἔλαβε διάφορα βάσανα ὁ ἀοίδιμος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παρασκευῆς τῆς νέας τῆς Ἐπιβατινῆς.
Παρασκευὴν ὡς σκεῦος ἐκλελεγμένον,
Χριστὸς τίθησιν, ἐν ταμείῳ τοῦ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς παραδόξου σωτηρίας τὴν ὁποίαν ἐτέλεσε ἐν τῇ Νήσῳ τῆς Χίου, ἡ Ἁγία καὶ ἔνδοξος Ὁσιομάρτυς Παρασκευὴ χαλινώσασα τὴν ὁρμὴν τῆς θαλάσσης, καὶ εἰς τὰ ὀπίσω αὐτὴν ἀποστρέψασα, ἥτις ὡς ἐφάνη ὥρμησεν ὑπὸ θεϊκῆς ὀργῆς, διὰ νὰ καταποντίσῃ τὴν χώραν ὅλην.
Κατὰ τὸ ἔτος 1442, ὅταν ἐβασίλευεν ὁ λατινόφρων Ἰωάννης ὁ Παλαιολόγος, ὅστις ἔκαμε βιαίως τὴν ἕνωσιν εἰς τὴν Φλωρεντίαν τῆς Ἰταλίας, καὶ μετὰ ταῦτα ἐσπούδαζε νὰ τὴν στερεώσῃ εἰς κάθε τόπον, τότε ὁ φιλάνθρωπος Κύριος ἔδειξεν μεγάλην ἀγανάκτησιν κατὰ τῆς νήσου ταύτης, ὥστε ὁποῦ ἐφάνη πῶς νὰ ἐβουλήθῃ νὰ τὴν καταποντίσῃ μὲ ἕνα μερικὸν κατακλυσμόν, διὰ νὰ πλύνῃ τὰς ἁμαρτίας καὶ παρανομίας τῶν ἀνθρώπων, ὁποῦ τόσον πολλὰ τὸν ἐπαρώργιζον. Ἑσπέρα ἥτον ὁποῦ ἐξημέρωνεν ἡ ΙΔ΄ Ὀκτωβρίου, καὶ κάποιος ἱερομόναχος Ἀμβρόσιος, ἐπῆγε νὰ ψάλῃ κατὰ τὴν συνήθειαν τὸν ἑσπερινὸν εἰς τὴν ἐφημερίαν του ὁποῦ ἦτον ὁ ναὸς τῆς Ὁσιομάρτυρος Παρασκευῆς, ὅστις εὑρίσκεται εἰς τὸ ἀνώτερον καὶ ἀκρότατον μέρος τοῦ παλαιοκάστρου. Ὁ ἱερομόναχος ἔψαλλε τὸν ἑσπερινόν, καὶ βροχὴ ἄρχισε νὰ πίπτῃ, τόσον πολλὴ καὶ ῥαγδαία καὶ ἀδιάκοπος, ὥστε ὁποῦ δὲν ἐφαίνετο νὰ ἔπιπτε βροχή, ἀλλὰ πῶς ἐχύνοντο ποταμοί. Ὁ ἱερομόναχος, δὲν ἐδυνήθη πλέον νὰ ὑπάγῃ εἰς τὸ κελλίον του, ἀλλ’ ἔμεινεν εἰς τὴν Ἐκκλησίαν, καὶ τοῦ ἐφαίνετο ὅτι ὀργὴ θεϊκὴ εἶναι καὶ βούλεται ὁ Θεὸς νὰ καταποντίσῃ τὸ νησί, ὅθεν, καὶ κυριευμένος ἀπὸ φόβον μέγαν, ἤρχισε νὰ προσεύχεται καὶ νὰ παρακαλῇ τὸν φιλόψυχον Δεσπότην νὰ παύσῃ τὸν θυμόν του, καὶ νὰ μεταβάλλῃ τὴν δικαίαν του ἀγανάκτησιν εἰς οἰκτιρμοὺς καὶ ἔλεος πρὸς τὸν λαόν του, μὴν ἠξεύρων ἀκόμα, ὅτι καὶ ἠ θάλασσα εὐγῆκεν ἀπὸ τὰ ὅριά της, καὶ ὥρμησε μανικὴ τὸν ἀνήφορον πρὸς τὴν ξηράν, διὰ νὰ καταποντίσῃ τὴν χώραν.
Φαίνεται δὲ καθὼς ἔδειξαν τὰ πράγματα, ὁ ἱερεῦς ἐκεῖνος ὁ καλὸς Ἀμβρόσιος, ἦτον ἄνθρωπος εὐλαβὴς καὶ φοβούμενος τὸν Θεόν, καὶ τῇ ἀληθείᾳ Θεοῦ ἄνθρωπος, ἄξιος δηλαδὴ διὰ νὰ ἰδῇ μυστήρια Θεοῦ. Ὅτι, ἐκεῖ προσευχόμενος καὶ δεόμενος τοῦ Θεοῦ ὅλην τὴν νύκτα, διὰ νὰ κοπάσῃ τὴν μεγάλην του ὀργήν, κάποιαν ὥραν ἐκατέβασε τὸ στασίδι, καὶ ἐκάθισε διὰ νὰ λάβῃ μικρὰν ἄνεσιν ἀπὸ τὸν πολὺν κόπον, καὶ καθίσας ἀφύπνωσε μικρόν. Καὶ ἰδού, τοῦ ἐφάνη ἡ στέγη τῆς Ἐκκλησίας ἀνεωγμένη, καὶ ἐκεῖ εἰς τὸ ὕψος ἕνα φωτεινότατον σύννεφον, εἰς τὸ ὁποῖον μέσα εἶδε μίαν σεμνοτάτην γυναῖκα, ἡ ὁποία εἶχε τὰς χεῖράς της ὑψηλὰ ἐκτεταμένα πρὸς τὰ Οὐράνια, μὲ σχῆμα καὶ τάξιν, πῶς προσηύχετο. Ταῦτα ἰδὼν ὁ πρεσβύτερος ἐφοβήθη, καὶ ἔτρεμεν ἡ καρδία του, καὶ ἰδού, φωνὴ ἠκούσθη πρὸς αὐτὸν λέγουσα· Ἀμβρόσιε, μὴ φοβοῦ, ἐγὼ εἶμαι ἡ Ὁσιομάρτυς Παρασκευή, σέσωσταί σου ἡ πατρίς. Ταῦτα ἰδὼν καὶ ἀκούσας ὁ ἱερὸς Ἀμβρόσιος, ἀπετείναξεν ἀπὸ τοὺς ὀφθαλμούς του καὶ ἐκεῖνον τὸν ὀλίγον ὕπνον, μὲ δύο ἐναντιώτατα πάθη, ἤγουν μὲ φόβον καὶ χαρὰν εἰς τὴν καρδίαν του. Καὶ οὕτως ἄρχισε νὰ ψάλλῃ καὶ τὸν Ὄρθρον του μὲ περισσοτέραν εὐλάβειαν, καὶ ἐν τοσούτῳ ἔγινεν ἡμέρα, καὶ ἰδού, ἄνθρωποι ἐλθόντες ἀπὸ τὰ κάτω μέρη, (ἤδη γὰρ καὶ ἡ βροχὴ ἐκόπασεν ὀλίγον) ἀνήγγειλαν μὲ φόβον καὶ τρόμον, ὅτι ἡ θάλασσα εὐγῆκεν ἀπὸ τὰ φυσικά της ὅρια, καὶ ἔφθασεν ἕως τὴν Παναγίαν, τὴν καλουμένην Ἐλεημονίτριαν, καὶ φαίνεται πῶς ἀπηλεῖ νὰ καταποντίσῃ ὅλην τὴν χώραν, διὰ τὰς ἁμαρτίας τῶν κατοικούντων ἐν αὐτῇ. (Διηγοῦνται δὲ οἱ παλαιότεροι ἐξ ἀρχαίας παραδόσεως, ὅτι καὶ ἕως ἐπάνω εἰς τὸν Χριστὸν ἔφθασεν ἡ θάλασσα, καὶ μὲ ὁρμὴν μεγάλην ἀνέβαινε). Τότε, καὶ ὁ ἱερὸς Ἀμβρόσιος ἐδιηγήθη τὸ ὅραμα τῆς Ἁγίας Παρασκευῆς, καὶ ὁ λόγος διεδόθη κάτω εἰς τὴν χώραν, καὶ λαβόντες ὅλοι οἱ Χριστιανοὶ καλὰς ἐλπίδας ἀπὸ τὴν ὑπόσχεσιν τῆς Ἁγίας, ἐπρόσπεσαν εἰς τὸν Θεόν καὶ εἰς τὴν Ὁσιομάρτυρα Παρασκευήν, καὶ κάνοντες κοινὴν λιτανείαν μὲ τὴν εἰκόνα τῆς Ἁγίας, καὶ χύνοντες θερμὰ δάκρυα, ἐξιλέωσαν τὴν θείαν ἀγανάκτησιν, διὰ τῶν εὐπροσδέκτων πρεσβειῶν τῆς Ἀθληφόρου δούλης του, καὶ οὕτως ἔπαυσεν ἡ ἀγριαίνουσα θάλασσα, καὶ ἐστράφη πάλιν εἰς τὸν πρῶτόν της τόπον καὶ ἔμεινεν ἀβλαβὴς ἡ πόλις κατὰ τὴν ἀπόφασιν τῆς Ὁσιομάρτυρος. Καὶ οὐ μόνον δὲ τὴν ἐτήσιον μνήμην τοῦ τοιούτου θαύματος οἱ τότε χριστιανοὶ ἐπαράδωκαν εἰς ἡμᾶς, ἀλλὰ καὶ ναὸν περικαλλῆ ἐπ’ ὀνόματι τῆς Ἁγίας ἔκτισαν κάτω εἰς τὸ χεῖλος τῆς θαλάσσης διὰ νὰ κρατῇ εἰς τὸ ἑξῆς χαλινωμένην τὴν ἁγριότητα τῆς θαλάσσης. Ἐσώζετο δὲ εἰς πολλοὺς χρόνους ὕστερον ὁ ναὸς ἐκεῖνος, καὶ πολλὰ θαύματα καὶ ἰάματα ἐγίνοντο εἰς αὐτὸν μέσα. Ἀφ’ οὗ δὲ ὁ τόπος ἐπέρασεν εἰς ἄλλην ἐξουσίαν, ἐμεταβλήθη διὰ τὰς ἁμαρτίας μας καὶ ὁ θεῖος ναὸς ἐκεῖνος εἰς μιαρὸν καὶ βέβηλον ἐργαστήριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ ἁπλοῦ, Δουκὸς Τζερνηγοβίας τοῦ ἐν Σπηλαίῳ θαυματουργοῦ τοῦ Ῥώσσου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συμπονῶν πενομένοις καὶ συμπάσχων νοσοῦσι δεινῶς Παχώμιε, ἀγάπης τοῦ πλησίον ἐδείχθης μυροθήκη, καὶ κατηύφρανας ἅπαντας, τοὺς καθορῶντας τῆς σῆς, καρδίας πλοῦτον μέγαν.
Κυβερνήτης ἐν Χίῳ πεφηνὼς παρθενῶνος σοφὲ Παχώμιε, τοῦ θείου Κωνσταντίνου, κατηύθυνας χορείας ἀπλανῶς πρὸς τελείωσιν, μοναζουσῶν ἐν αὐτῷ καὶ θεϊκὸν λιμένα.
τοῦ Πνεύματος χάρις δαψιλῶς τοῦ ἁγίου σὲ ἐπεσκίασε, καὶ ἔδειξεν ἐν Χίῳ συνέσεως πυξίδα καὶ ταμεῖον Παχώμιε, παντοειδῶν ἀρετῶν, καὶ εὐσεβείας ἔργων.
Θεοτοκίον.
Τῆς ἡμῶν σωτηρίας θεοδόξαστε Κόρη ὑπάρχεις πρόξενος, κυήσασα ἐν μήτρᾳ τῇ σῇ ὑπεραφθόρῳ τὸν λυτρούμενον ἅπαντας, ἐκ τῶν δεσμῶν τῆς φθορᾶς, Χριστὸν τὸν Ζωοδότην.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
μῶν ὑπάρχεις, τῶν ἐκτελούντων σὴν μνήμην, τὴν ἁγίαν Παχώμιε τύπος, ἀκριβῆς καὶ γνώμων, εὐθὺς τῆς εὐσεβείας.
Νηστείας στῦλε, καὶ μετανοίας τειχίον, ὑψηλὸν τοὺς ἐν Χίῳ ἀπαύστως, εὐσεβεῖς στηρίζεις ἐν πίστει τῇ ἁγίᾳ.
Μονήρους βίου, φωτολαμπὴς μαργαρίτης, καὶ ἀδάμας στεῤῥὸς ἐγκρατείας, ὤφθης ἐπ᾿ ἐσχάτων, Παχώμιε τρισμάκαρ.
Θεοτοκίον.
λέους στάξον, ἐμοὶ ῥανίδας Παρθένε, τοῦ Υἱοῦ σου καὶ πίανον γαῖαν, τῆς ἐμῆς ἀνίκμου, καρδίας ἀνακράζω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λειμὼν χρηστοηθείας, καὶ θεοσοφίας, ἡδυτερπὴς κῆπος πάτερ Παχώμιε, ἀναδειχθεὶς εὐσεβούντων χοροὺς κατηύφρανας.
Πρὸς δόμους ἀφθαρσίας, ὅσιε ἀπῆλθες, καταλιπὼν τὸ σὸν πάντιμον σκήνωμα, ἡμῖν τοῖς πόνους γεραίρουσι σοὺς Παχώμιε.
ράϊσμα πατέρων, νήσου Χίου νέων, καὶ στηλογράφημα ἔμπνουν ἀσκήσεως, σὲ καταστέφομεν ὕμνοις λαμπροῖς Παχώμιε.
Θεοτοκίον.
Χειμάῤῥους συμπαθείας, Κεχαριτωμένη, μὴ διαλίπῃς καρδίας ἀρδεύουσα, κεχερσωμένας σῶν δούλων, νῦν προσφευγόντων σοι.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Καταυγασθεὶς θείῳ φέγγει, ἁμαρτιῶν νεανικῶν, ἀχλὺν ἐσκέδασας πάτερ, καὶ τῆς ἀσκήσεως στενήν, ὁδὸν διήνυσας χαίρων, ἄρτι Παχώμιε μάκαρ.
Θεοτοκίον.
Νεαμονίτισσα Μῆτερ, τοῦ Παχωμίου προσευχαῖς, εἷς τὸ Προβάτειον ὅρος, τοῦ ἐνασκήσαντος λαμπρῶς, τῆς οὐρανῶν βασιλείας, ἀξίωσόν με σὸν δοῦλον.













Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ ἱερὲ Παχώμιε, ἀσκητικῆς ἀγωγῆς, ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ὤφθης ἄνθος εὔοσμον, καὶ μυρίπνουν ὀσφράδιον, σκληραγωγίας καὶ ταπεινώσεως· διό σου πάντες τὴν μνήμην σέβοντες, τὴν πανακήρατον, δόξης αἶνον πέμπομεν τῷ Λυτρωτῇ, καὶ Θεῷ τοῦ σύμπαντος, τῷ σὲ κρατύναντι.

Πάτερ ἱερὲ Παχώμιε, ἐν τοῖς ἐσχάτοις καιροῖς, κατεφώτισας ἅπασαν, Χῖον συμπαθείας σου, καὶ ἀγάπης πυρσεύμασιν, οὐδεὶς γὰρ σπεύδων τῇ ἀντιλήψει σου, καὶ τῇ προνοίᾳ τῇ σῇ ᾐσχύνετο· ὅθεν τιμῶμέν σε, φιλανθρώπου δράσεως ὡς πρακτικόν, ὁδηγὸν καὶ σέμνωμα ἀγάπης κρείττονος.

Πάτερ ἱερὲ Παχώμιε, τῆς μετανοίας εἰκών, καὶ εὐχῆς ἐργαστήριον, ἐν σπηλαίῳ ἤσκησας, τῶν Πατέρων τῶν πρότερον, ἀνεγειράντων μονὴν τὴν ἔνδοξον, ἥν Νέαν πάντες ἐπονομάζομεν, Χίου δὲ ἤρδευσας, ταῖς ῥοαῖς ἱδρώτων σου πᾶσαν τὴν γῆν, καὶ δακρύων χεύμασι τοῖς ἀστειρεύτοις σου.

Πάτερ ἱερὲ Παχώμιε, ἀκολουθήσας σεμνῶς, τοῦ Κυρίου τοῖς ἴχνεσιν, εἰς τὴν Λαύραν ἴθυνας, θείου Σάββα τοὺς πόδας σου, καὶ ἡλικίας ἀποταξάμενος, τὰς ἐνοράσεις σαφῶς ἰσάγγελον, βίον διήνυσας, καὶ δοχεῖον πέφηνας ὑπακοῆς, τιμαλφές, θειότατον, ἀζύγων σέμνωμα.

Δόξα. Ἦχος πλ. α΄.
Τὸ νεαυγέστατον ἄστρον τῆς Ἐκκλησίας, καὶ νεόφωτον φωστῆρα σκληραγωγίας καὶ ἀσκήσεως, Παχώμιον τὸν Ὅσιον ἐγκωμιάσωμεν· οὗτος γὰρ μαρμαρυγαῖς ἀγάπης καὶ κρείττονος πολιτείας, κατηύγασε τὰς ψυχὰς τῶν ἐν Χίῳ βιούντων, καὶ Χριστῷ ἐπιποθούντων εὐαρεστῆσαι· καὶ νῦν σὺν Ἀγγέλων δήμοις ἀγαλλόμενος ἐν τῇ ἄνω πόλει, πρεσβεύει τῷ Παντάνακτι Κυρίῳ, ὑπὲρ τῶν πίστει τελούντων αὐτοῦ τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



Μεγαλυνάριον.
Χαίροις τῆς ἀσκήσεως ὁ κανών, χαίροις νήσου Χίου ἡ νεόφωτος λαμπηδών, χαίροις μετανοίας τῆς πρακτικὴς ἀκρότης, Παχώμιε Πατέρων θείων ἐκτύπωμα.







































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἰσαγγέλου ἐραστὴν πολιτείας, καὶ ζηλωτὴν τῶν ἀσκητῶν τῆς ἐρήμου, θεοειδῆ Παχώμιον, τῆς Χίου βλαστὸν ῥόδα ἑξανθήσαντα, ἐν Χριστῷ ἀπαθείας ἐν ἐσχάτοις ἔτεσιν εὐφημήσωμεν πόθῳ ἀναβοῶντες· πρέσβευε Χριστῷ ὑπὲρ προσφύγων θερμῶν σου, Παχώμιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Παχώμιε, ἀρετὴ συνοικεῖν ἀξίωσόν με. Χ. Μ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Παχώμιε ὅσιε ἀσκητά, φωστὴρ μονοτρόπων καὶ τῶν πάλαι ἡσυχαστῶν ὁμόζηλε, δεῖξόν μοι τὴν τρίβον, πρὸς ἀρετῆς καὶ σοφίας ἀπόκτησιν.
Ἀκτῖσι λαμπόμενος ἀρετῆς, Παχώμιε μάκαρ, πρὸς σκηνώματα οὐρανῶν, ἀνῆλθες Χριστὸν καθικετεύειν, ἡμῶν σκεδάσαι παθῶν τὴν σκοτόμαιναν.
Χιόνος, Παχώμιε, σὴν στολὴν ψυχῆς λαμπροτέραν καταδείξας ἀσκητικοῖς καμάτοις ἀξίωσον φορέσαι, καὶ σοὺς ἱκέτας στολὴν χιονόχροον.
Θεοτοκίον.
Ὡς Μήτηρ ἁπάντων χριστιανῶν, ἁγνὴ Θεομῆτορ, ἐν ἀγκάλαις σου μητρικαῖς, νεότητα βάσταξον Παρθένε, τὴν εὐμετάβολον καὶ ἐμπερίστατον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μοναζόντων ἀλεῖπτα, χειραγωγὸς ἄριστος, ὤφθης Νεκταρίου τοῦ θείου πρὸς βίον κρείττονα· διὸ βοῶμεν θερμῶς, και τοῖς ἱκέταις σου δεῖξον, ἀτραπὸν σωτήριον, πάτερ Παχώμιε.
Ἱκετεύομεν μάκαρ, περιφανὲς βλάστημα, τῆς Ἐλάτης καὶ νήσου Χίου ἔμπνουν θησαύρισμα, τῶν γηγενῶν οἱ χοροί, σὲ νῦν Παχώμιε· πέμψον πᾶσι τοῖς τιμῶσί σε χάριν καὶ ἔλεος.
Ἐνδιαίτημα θεῖον καὶ ἱερὸν καύχημα, Σάββα τοῦ ὁσίου τῆς Λαύρας σῶφρον Παχώμιε, λῦσον ἡμῶν συνοχήν, τῶν λυπηρῶν καὶ τὴν ζάλην, κατωδύνων θλίψεων σαῖς παρακλήσεσι.
Θεοτοκίον.
Ἀλγηδόνων με ῥῦσαι, σωματικῶν Δέσποινα, καὶ τῶν ψυχικῶν μου τραυμάτων τάχος θεράπευσον, οὐλὰς φαρμάκῳ τῶν σῶν, ἱκεσιῶν πρὸς τὸν μόνον, ἰατρὸν τῆς κτίσεως, καὶ θεῖον Τόκον Σου.
Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ, καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρων τριῶν σπηλαίου Χίου ἐνοικε, φωστὴρ ἀσκητῶν, Παχώμιε τρισόλβιε, τῷ Κυρίῳ πρέσβευε, ἵνα βίου πέλαγος πλεύσωμεν, οἱ σὲ τιμῶντες μάκαρ, ἀσφαλῶς καὶ ὅρμον εἰς θεῖον καταντήσωμεν.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥυπτικαῖς σου δεήσεσι, πρὸς παθῶν τὸν πλύναντα κόσμου βόρβορον, τοις Αὐτοῦ τιμίοις αἵμασι, κάθαρον κακίας με Παχώμιε.
Ἐκ βυθοῦ μὲ ἀνάγαγε, θλίψεων Παχώμιε ὁ γευσάμενος, τῆς μανίας τοῦ ἀλάστορος, χοϊκοὺς εἰς βόθυνον τοῦ ῥίπτοντος.
Τῆς εὐχῆς καὶ τῆς νήψεως, σκήνωμα Παχώμιε ἱερώτατε, νήφειν πάντας καταξίωσον τοὺς ἐκδεχομένους τὴν σὴν εὔνοιαν.
Θεοτοκίον.
Ἡ προστάτις καὶ ἔφορος, τῆς Μονῆς τῆς Νέας ἐν Χίῳ δώρησαι, τοῖς οἰκέταις σου ὑγίειαν, τοῖς τοῦ Παχωμίου πόνους μέλπουσι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στήριζε ἀεί, ἐν τῇ πίστει τοὺς ὑμνοῦντάς σε, εὐσεβείας ὥσπερ στῦλον ἀῤῥαγῆ, καὶ φρονήσεως ὀρθῆς κρηπῖδα ἄσειστον.
Ὕπουλον ἐχθρόν, τὸν σπαράξαι με Παχώμιε, ἐξαιτούμενον εὐχαῖς σου ἱεραῖς, κατασύντριψον καὶ σῶσόν με τὸν δείλαιον.
Νοῦν μου πρὸς Θεόν, Ὅν ἠγάπησας Παχώμιε, ἐκ μυχίων τῆς καρδίας σου, ταχὺ ἀσιγήτοις σου ἀνάτεινον δεήσεσι.
Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν Θεογεννήτρια, μετανοίας ἡ αὐτῆς τὰς ἀτραπούς, Παχωμίῳ ὑποδείξασα τῷ μάκαρι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰσχύος με, πλῆσον καὶ δυνάμεως οὐρανίου τὸν τιμῶντά σε πόθῳ, ὁ πτερνιστὴν θριαμβεύσας ἀρχαῖον, ἐν ἐρημίαις συντόνοις ἀσκήσεσι, καὶ ἰσαγγέλῳ ἀγωγῇ, ἀσκητὰ θεοφόρε Παχώμιε.
Κυπάρισσε, ἀκακίας νήψεως, καὶ εὐχῆς ὑψιτενές, ὁ ἐν Χίῳ, νουθεσιῶν σου εὐφράνας τοῖς κλώνοις, τῶν εὐσεβῶν καὶ ἀζύγων συστήματα, τῶν σὲ ὑμνούντων τὰς λιτάς, μὴ παρίδῃς, θεόφρον Παχώμιε.
Ὑφάμιλλε, ἀρετῆς Παχώμιε, τῶν ἀρχαίων ἀσκητῶν τῆς ἐρήμου, Ὁσίου Σάββα τῆς Λαύρας οἰκῆτορ, καὶ τῶν Πατέρων δομῆτορ τῆς Σκήτεως, ἐν Χίῳ τῆς πανευκλεοῦς, ἀρετῆς με ἀνάδειξον σκήνωμα.
Θεοτοκίον.
Ἱλέωσαι, σοῖς οἰκέταις Κύριον, τὸν ὑπέρθεον Υἱόν σου, Παρθένε, Νεαμονίτισσα Μῆτερ γλυκεῖα, ἑτοίμη πάντων μερόπων ἀντίληψις,
καὶ ἀκαταίσχυντος ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων ἀείποτε.
Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὁσίου Σάββα τῆς Λαύρας ἀνάστημα, καὶ νήσου Χίου περίβλεπτον καύχημα, Παχώμιε μάκαρ ὑμνοῦντές σε, ἁγιαζόμεθα πάντες καὶ φρύαγμα, ἐχθροῦ μισοκάλου συντρίβομεν.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. στ΄, 17-33 ): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....
Δόξα: Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἔνθεε διδάσκαλε, τοῦ θεαυγοῦς Νεκταρίου, ἀσκητὰ Παχώμιε, ποδηγὲ πρὸς Κύριον ἀπλανέστατε, χοϊκῶν πρόσδεξαι, τὰς ἡμῶν δεήσεις, ὡς θυμίαμα πανεύοσμον καὶ ταύτας ὅσιε, πρὸς τὸν Ζωοδότην προσάγαγε, καὶ Κύριον τοῦ σύμπαντος, Ὅνπερ ἐκ καρδίας ἠγάπησας, ἵνα καθηκόντως, παλαίσματα ὑμνῶμεν σὰ σεπτά, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, πάνσοφε καὶ θέωσιν.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς κατ᾿ ἐχθίστου, τοὺς ἱκέτας σου δεῖξον, λαμπρὲ Παχώμιε, τοὺς ἐπικαλουμένους τὴν ἱερὰν σοῦ κλῆσιν, καὶ προσφεύγοντας πάντοτε σῇ ταχινῇ ἀρωγῇ, καὶ ἄκρᾳ συμπαθείᾳ.
Ἁγιάζεις ἀπαύστως τοὺς πιστῶς προσκυνοῦντας τὸν θεῖον τάφον σου, καὶ θήκην σῶν λειψάνων, τὴν βρύουσαν ἰάσεις εὐσεβέσι Παχώμιε, ἐν Σκήτη τῇ ἱερᾷ, τοῦ Προβατείου ὅρους.
Ξύλου πάντας ἱκέτας, ἀπολαύσαι ἀλήκτου ζωῆς Παχώμιε, τοὺς σούς, πνευματοφόρε, ἀξίωσον ὁ δήμοις, συγχορεύων ἀείποτε, Ἀγγέλων φωτοειδῶν, ἐν οὐρανίοις δόμοις.
Θεοτοκίον.
Ἰαμάτων χειμάῤῥους, καὶ πηγὴ θαυμασίων Θεογεννήτρια, ἐνίσχυε σοὺς δούλους, ἀνύσαι ἰσαγγέλως βιοτὴν τὴν ἐπίγειον, καὶ τήρει πάντας ἡμᾶς, ἐν ἄκρᾳ ὑγιείᾳ.









ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ὀρθοδόξων, δογμάτων πάμφωτον φάρον, καὶ ταμεῖον ἐλεημοσύνης σὲ ὑμνοῦντες πάτερ, αἰτούμεθα λιτάς σου.
Στύλε ἀγάπης, καὶ συμπαθείας πρὸς πάντας, ἐνδεεῖς ἀγαπᾶν δίδαξόν με, τοὺς μακρὰν καὶ πέλας, ὡς ἐμαυτόν, παμμάκαρ.
Ὁδήγησόν με, πρὸς χρηστοήθειαν πάτερ, ὁ σαφῶς ὑποδείξας χορείαις, τρίβον σωτηρίας, Παχώμιε τῶν Χίων.
Θεοτοκίον.
Νῦν δυσωπῶ σε· Νεαμονίτισσα Μῆτερ, Παχωμίου ὁσίου πρεσβείαις, ῥῦσαί με μανίας, ἐχθροῦ τοῦ παλαμναίου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ οὐρανόθεν, δυσωπῶν τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ἀνυμνούντων Παχώμιε, καὶ προσκυνούντων ἐν πίστει σὰ θεῖα λείψανα.
Εἰρήνευσον τὸν βίον, τῶν μακαριζόντων, σὲ ὥσπερ θείας εἰρήνης τὸν πρόξενον, καὶ τῆς ὀργῆς ὀλετῆρα ἡμῶν, Παχώμιε.
Χαρίτωσον τοὺς πόθῳ, σὲ ἀνευφημοῦντας, καὶ ἐκζητοῦντας σὴν θείαν ἀντίληψιν, ἀζύγων κλέος τῆς Χίου σεπτόν Παχώμιε.
Θεοτοκίον.
Μετὰ τοῦ Παχωμίου, νεαυγοῦς φωστῆρος, τῆς νήσου Χίου ἁγνὴ Ἀειπάρθενε, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν ἑκάστοτε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῆς Ἐλάτης σεπτὸς βλαστός, χαίροις νήσου Χίου
ἐγκαλλώπισμα ἱερόν, χαίροις Προβατείου, τοῦ Ὅρους ὁ οἰκήτωρ,
Παχώμιε τρισμάκαρ, χάριτος σκήνωμα.
Τῆς χρηστοηθείας ὑφηγητήν, καὶ τῆς εὐσεβείας τὸν διδάσκαλον εὐλαβῶς, μέλψωμεν ἐκθύμως, Παχώμιον τὸν θεῖον, ὡς ἀσκητῶν ὁσίων Χίου θησαύρισμα.
Ἐλεημοσύνης τὸν ἐραστήν, ὀρθοδόξου ἤθους τὸν κοσμήτορα καὶ σεπτῶν, ἀσκητῶν πυξίον, Παχώμιον τὸν νέον, εὐτάκτοις μελῳδίαις ἐγκωμιάσωμεν.
Λαύρας θείου Σαββα τὸν οἰκιστήν, Σκήτεως Πατέρων νήσου Χίου τῆς εὐκλεοῦς, καὶ τοῦ Παρθενῶνος, ἁγίου Κωνσταντίνου, τιμήσωμεν τὸν κτίστην ὕμνοις, Παχώμιον.
Νεκταρίου θείου καθηγητήν, καὶ τῶν μονοτρόπων ἀπλανέστατον ὁδηγόν, στέψωμεν τοῖς ἴοις, ᾀσμάτων μελιῤῥύτων, Παχώμιον τὸν πάνυ καὶ πνευματέμφορον.
Εὐσεβείας ἄστρον νεολαμπές, μετανοίας βάθρον ἀδιάσειστον καὶ τερπνόν, νήψεως στρουθίον, Παχώμιον τὸ νέον, ὁσίων Χίου κλέος, ἐγκωμιάσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σκήτεως δομῆτορ ἱερὲ τῶν τριῶν ἐν Χίῳ Πατέρων, καὶ Παρθενῶνος σεπτοῦ, Κωνσταντίνου μάκαρος, κλεινὲ Παχώμιε, παῤῥησίαν πρὸς Κύριον, ὡς ἔχων μεγίστην, οἰάπερ διδάσκαλος πιστῶν θειότατος, πρέσβευε Χριστῷ τῷ Σωτῆρι, ῥύεσθαι κινδύνων ἀνάγκης, καὶ ἁπάσης θλίψεως σοὺς πρόσφυγας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου