ΟΚΤΩΒΡΙΟΣ ΙΘ΄!!
ΙΩΗΛ ΠΡΟΦΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μητροπ. Ἐδέσσης Ἰωήλ)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια
Στιχηρά. Ἦχος πλ.δ'. Ὢ τοῦ παραδόξου θαύματος
Τὸ θεῖον Πνεῦμα ἐκκέχυται, ὡς ὁ
σεπτὸς Ἰωήλ, προφητεύων ἐθέσπισε, παρ' αὐτοῦ κινούμενος, ἐφ' ἡμᾶς τοὺς πιστεύοντας,
καὶ μυστηρίων θείων φανέρωσιν, ἀποκαλύπτει, καὶ προφητεύουσιν, οἱ τὴν ἐνέργειαν,
τὴν αὐτοῦ δεξάμενοι, καὶ θεϊκῇ, αἴγλῃ φωτιζόμενοι, καὶ θείᾳ χάριτι.
Θεηγορίας ἀνάπλεως, ὁ θαυμαστὸς Ἰωήλ,
ὡς πηγὴ ἐκπορεύεται, τὰς ψυχὰς ἀρδεύουσα, ἐκ τοῦ οἴκου σου Δέσποτα, καὶ γλυκασμὸν
ἡμῖν ἀπεστάλαξε, τὰς διανοίας καταγλυκαίνοντα, ὅλος μετάρσιος, γεγονὼς τῷ πνεύματι,
δι ' ἀρετῆς, ἀνακουφιζόμενος, πρὸς θεῖον ὕψωμα.
Προφητικῇ παρρησίᾳ σου, καὶ νοερᾷ
πρὸς Θεόν, Ἰωὴλ οἰκειότητι, δι' ἧς τὰ οὐράνια, κατοπτεύεις θεάματα, ὑπὲρ ἡμῶν αὐτὸν
ἐξιλέωσαι, τῶν ἐκτελούντων, πίστει τὴν μνήμην σου, λύσιν αἰτούμενος, τῶν πταισμάτων
ἔνδοξε, καὶ μετοχήν, θείων ἀπολαύσεων, καὶ μέγα ἔλεος.
Ἕτερα. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Ποίοις, ἐγκωμίοις προσείπωμεν, ἀνυμνοῦντες
ἐπαξίως, τὸν Προφητὴν ἰωήλ, ὃν τὸ πνεῦμα τοῦ Κυρίου, ἐπεσκίασε λαμπρῶς, καὶ ἄνω
θεαμάτων τὴν ἐξήγησιν, ἀκτίστοις ἐνεργείας ἐδωρήσατο· δι’ ὃ ἡμῶν τὴν διάνοιαν,
καὶ τὴν καρδίαν ὁ πάντιμος, σοφίζει νῦν, ταῖς λιταῖς ὁ θεοφώτιστος.
Σάλπιγξ, ἀνεδείχθης θεόφθογγος, ἐν
Σιὼν καταβοῶσα, τοῦ Κυρίου τὰς βουλάς, ὅτι σκότους ἡ ἡμέρα, καὶ νεφέλη ὁ
καιρός, ἐγγίζει, καὶ ὡς ὄρθρος ἐκχυθήσεται, τοῖς πᾶσιν, ἐὰν μὴ μετανοήσωσι, καὶ
διαῤῥήξωσι τάχιστα, τῶν καρδιῶν τὰ ἱμάτια, ὡς ἔνδοξε, Ἰωὴλ ἐθεσμοδότησας.
Δεῦτε, Προφητῶν θεῖος σύλλογος,
καὶ ἀνδρῶν πενυματοφόροων, ὁ τρισόλβιος χορίς, σὺν τοῖς θείοις Ἀποστόλοις, εὐφημήσατε
ὁμοῦ, κινύραν, Παρακλήτου τὴν εὐάρμοστον, τὸν μέγαν, Ἰωὴλ τὸν θεοφόρητον, καὶ
μετ’ αὐτοῦ δυσωπήσατε, πρεσβευτικῶς θεοδόξαστοι, ὑπὲρ ἡμῶν, τὸν Χριστὸν τὸν
παντευλόγητον.
Δόξα. Ἦχος πλ. β΄.
Προφητικὴ πανήγυρις σήμερον
πιστοί, Ἄγγελοι καὶ ἄνθρωποι, μετ’ ἀλλήλων χορεύσατε· συνήγαγε γὰρ ἡμᾶς, ὁ ἔνδοξος
Προφήτης Ἰωήλ· ἡ πάγχρυσος τοῦ Κυρίου λύρα, ὁ αὐλὸς τῆς ἀληθείας, ὁ ταῖς ἐπιπνοίαις
τοῦ Παρακλήτου ἀνακρουόμενος, ἡ λαμπηδὼν τοῦ ἡλίου τῆς δικαιοσύνης, τοῦ
πνευματικοῦ στερεώματος τὸ ἄδυτον ἄστρον, δι’ οὗ ὁ παλαιὸς τοῦ νόμου λαὸς ἐφωτίσθη·
τῆς χάριτος διδάσκαλος, καὶ μεγαλοφωνότατος κήρυξ. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ
Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας
Ἰωήλ (Κεφ. 2, 1-13)
Σαλπίσατε σάλπιγγι ἐν Σιών,
κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν,
διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγύς, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης
καὶ ὀμίχλης. Ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ
οὐ γέγονεν ἀπὸ τοῦ ἀιῶνος καὶ μετ’ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς
γενῶν. Τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς
παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ,
καὶ ἀνασωζόμενον οὐκ ἔσται αὐτῷ. Ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως
καταδιώξονται· ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐκαλοῦνται καὶ ὡς φωνὴ
φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος
εἰς πόλεμον. Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα
χύτρας. Ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ
τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνουσι τὰς τρίβους
αὐτῶν, καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται, καταβαρυνόμενοι ἐν ὅπλοις
αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσι. Τῆς
πόλεως ἐπιλήχονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται
καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται. Πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆν
καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ τὰ ἄστρα
δύσουσι τὸ φέγγος αὐτῶν. Καὶ Κύριος δώσει φωνὴν αὐτοῦ, ὅτι πολύ ἐστι σφόδρα ἡ
παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα Κυρίου, ἐπιφανὴς
σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν καὶ ἐν
νηστείᾳ καὶ κλαυθμῷ καὶ ἐν κοπετῷ· καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ τὰ ἱμάτια
ὑμῶν καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί,
μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
Προφητείας
Ἰωήλ (Κεφ. 3, 1-15)
Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ
τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύουσιν οἱ υἰοὶ ὑμῶν καὶ αἱ
θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ
νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου
ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. Καὶ δώσω τέρατα ἐν οὐρανῷ
καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς
σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὸν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὅτι ἐν τῷ ὄρει Σιὼν
καὶ ἐν Ἱερουσαλὴν ἔσται ἀνασωζόμενος, καθότι εἶπε Κύριος, καὶ εὐαγγελιζόμενοι,
οὓς Κύριος προσκέκληται.
Προφητείας
Ἰωήλ (Κεφ. 2, 1-13)
Ὁ Κύριος ἐκ Σιὼν ἀνακράξεται καὶ ἐξ
Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ Κύριος
φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἐπιγνώσεσθε,
διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιὼν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ἱεσουσαλὴμ
ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι’ αὐτῆς οὐκέτι. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
ἀποστάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα
ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ το χειμάῤῥουν
τῶν σχοίνων. Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται,
καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ’ ὧν ἐξέχεαν
αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. Ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται καὶ Ἱερουσαλὴμ
εἰς γενεὰς γενεῶν. Καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀθωώσω, καὶ Κύριος
κατασκηνώσει ἐν Σιών.
Λιτή. Ἦχος α΄.
Τὴν ἐτήσιον μνήμην τελοῦντες, τοῦ
σοῦ ἐνδόξου ὀνόματος, Ἰωὴλ ἀξιάγαστε, ὡς ἔμψυχον κιθάραν τοῦ Παρακλήτου σὲ
γεραίρομεν. Σὺ γὰρ τὴν ἀνέκφραστον θεωρίαν τοῦ κάλλους τοῦ οὐρανίου πυρὸς πᾶσιν
ἐφανέρωσας καὶ μετανοίας διάγειν καιρὸν τοῖς βροτοῖς ἐπέταξας. Νῦν οὖν τῷ Χριστῷ
συναυλιζόμενος αὐτὸν δυσώπησον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς
καρδίας, συνθήκην μετανοίας μετ’ ἐμοῦ συνάπτοντες· ὁ τῶν ὅλων ποιητής, διὰ σοῦ
τῶν μερόπων τῇ πληθύι διεμήνυσε· καὶ τότε τοῦ προσώπου μου τὸ κάλλος, ὅ ἐστι
κοινὸν τῶν σεσωσμένων βραβεῖον πάντες ἀπολαύσατε· ὅθεν σοῦ δεόμεθα Ἰωὴλ
θαυμαστέ, ἱκέτευσον τὸν Κτίστην ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄.
Τῆς ἐσχάτης σάλπιγγος ἠχούσης, ὁ ἥλιος
μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, μεγαλοφώνως ἔφης αἰνιττόμενος.
Καὶ τότε οἱ νεκροὶ ἀναστήσονται καὶ πολλοὶ ἀπολοῦνται. Διὸ Προφήτα πανσεβάσμιε,
μὴ διαλίπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, τοῦ αἰωνίζοντος σκότος, ῥυσθῆναι τὰς ψυχὰς
ἡμῶν, τῶν ἐπικαλουμένων τὸ ὄνομα Κυρίου.
Δόξα. Ἦχος δ΄.
Τοῦ Ἁγίου Πνεύματος κατερχομένου,
ἡ ψυχὴ ἡμῶν καθαίρεται, καὶ τῶν παθῶν ἀλλοτριοῦται. Ὁ νοῦς ἀνεπιθόλωτος
γίνεται, καὶ ἡ καρδία καταγώγιον τῆς Ἁγίας Τριάδος κατασκευάζεται. Τότε ὁ πιστὸς
τὴν ἀπλανῆν φωτοφάνειαν τοῦ Θεοῦ γεύεται καὶ ὡς ἥλιος ἐκλάμπει. Τάυτην τὴν
μεγαλοδωρεὰν τοῦ Χριστοῦ ἐν ἔτεσιν ἀρχαίοις Ἰωὴλ προηγόρευσας· δι’ ὃ ἅπαντες
σήμερον χρεωστικῶς τελοῦντες τὴν σὴν μνήμην σοῦ δεόμεθα· πρέσβευε Χριστῷ τῷ Θεῷ,
ἀξιωθῆναι καὶ ἡμᾶς ἰδεῖν τὸ φῶς τοῦ προσώπου Αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι
Μάρτυρες.
Ὑπὲρ τοῦ ἡλίου τὴν βολήν, ἔλαμψας
πανάριστε, ἐνοπτριζόμενος πρόπαλαι, φῶς τὸ ἀπρόσιτον, Παρακλήτου χάριν, καὶ
ναμάτων ἔκχυσιν, καὶ ταῦτα Ἰωὴλ ἀπεκάλυψας, βροτῶν συστήμασι, τοῖς ἐν σκότει ἀξιάγαστε,
καθημένοις πολλῶν παραβάσεων.
Στ.: Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς
Προφήταις μου μὴ πονηρεύεσθε.
Δακρύων κρουνοῖς καὶ κοπετοῖς, καὶ
γονάτων κάμψεσι, καὶ ἐν νηστείαις τὸν ἄνομον, λαὸν ἐκάλεσας, Ἰωὴλ εἰς θεῖον
μετανοίας δίαυλον, κραυγάζων σὺν τοῖς θύταις τὰ ῥήματα· Κριτὰ καὶ Κύριε, τοῦ
λαοῦ σου φεῖσαι εὔσπλαγχνε, καὶ ἐκ βλάβης αὐτὸν διατήρησον.
Στ.: Σὺ εἶ Ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν
Μελχισεδέκ.
Φρικτῆς ἐμφανείας σου Χριστέ, τῆς
Δευτέρας πρόγνωσιν, ὁ Ἰωὴλ εἰς τὰ πέρατα, προεφανέρωσε, καὶ ἡλίου σβέσιν καὶ
σελήνης σκότασιν, καὶ σύγχυσιν τῆς γῆς προηγόρευσε· διὸ κραυγάζομεν· ταῖς
πρεσβείαις τοῦ Προφήτου σου, τοὺς δοὺς δούλους Σωτὴρ διαφύλαξον.
Δόξα. Ἦχος πλ. δ΄.
ᾈσματικὴν χορείαν κροτήσωμεν
σήμερον, ὦ φιλέορτοι, ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ ἐνδόξου Προφήτου Ἰωήλ· οὗτος γὰρ τὸν
δυσσεβῆ καὶ ἐστερημένον τῆς ὄντως γνώσεως λαὸν ἐφώτισε, μαρμαρυγαῖς θεοδότοις,
καὶ συναρίθμιος Ἁγίων γεγονώς, τῶν Οὐρανῶν τὴν κληρουχίαν ἐκέρδησε· διὸ πρὸς αὐτὸν
βοήσωμεν λέγοντες· Πάτερ θεόπεμπτε, πρέσβευε Χριστῷ τῷ Θεῷ ἐξανάψαι τῆς ψυχῆς ἡμῶν
τὴν νοερὰν λαμπάδα καὶ χαρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον
Λόγον.
Παρακλήτου τὴν ἔκχυσιν ἐφανέρωσας, ὡς
ὁ Προφήτης Κυρίου καὶ μυστολέκτης λαμπρός, ἐν ἀρχαίοις Ἰωὴλ λαλήσας ἔτεσιν· ὅθεν
τὴν μνήμην σου σοφέ, οἱ πιστοὶ χαρμονικῶς τιμῶντες ἀναβοῶμεν· μὴ παύσῃ
καθικετεύων, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ἔμπνουν κειμήλιον τῶν ἱερῶν ἀρετῶν, Προφήτης θεόληπτος ὤφθης
σοφὲ Ἰωήλ, ἑλλάμψει τοῦ Πνεύματος· ὅθεν τῆς
εὐσέβειας, ἡ πηγὴ ὡς προέφης, ἔβλυσε τοῖς ἐν κόσμῳ, ἐκ τοῦ οἴκου Κυρίου, ἧς νῦν
καταπολαύοντες, πόθω τιμῶμέν σε
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν
τάφον Σου Σωτήρ.
Ἀπέργασον ταχύ, τῷ ἀπλάστῳ φωτί
σου, κατ’ ἄμφω ὑγιᾶ, καὶ ὡραῖον Σωτήρ μου, κἀμὲ τὸν ἁμαρτάνοντα, ἐκλεπτύνας
φιλάνθρωπε, τῆς κακίας μου, τὸ ἀπροσμέτρητον πάχος· νῦν ὡς πρέσβυν γάρ, τὸν Ἰωὴλ
σοὶ προσάγω, Χριστὲ ὑπεράγαθε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπάτης τῆς δεινῆς, τῶν τοῦ βίου ἡδέων,
καὶ σκότους κοσμικοῦ, ἑλκυσθῆναι Παρθένε, οἱ δοῦλοί Σου δεόμεθα, οἱ πολλαῖς
παραβάσεσιν, ἀνομήσαντες, μετὰ δακρύων βοῶντες· χαῖρε Δέσποινα, τῶν γηγενῶν
προστασία, καὶ πάντων βοήθεια.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Προκηρύξας μετάνοιαν ἰωήλ, ἁμαρτάδων
ἐκάθηρας τὸν λαόν, σοφαῖς ὑποθήκαις σου, καὶ νηστείᾳ θεόληπτε· σὺ γὰρ
κεκοσμημένος, τῷ κάλλει τῆς χάριτος, ἐποδηγέτεις πάντας, εἰς βίον ἀνεκλάλητον· ὅθεν
περιλάμπεις, ἀθανάτων τῇ αἴγλῃ, πηγάζων δωρήματα, τοῖς ἐν πίστει αἰνοῦσί σε,
Προφητῶν ἐγκαλλώπισμα. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐργαστήριον ἔφυς ὑπερφυές, τῆς ἑνώσεως
Μῆτερ τῆς θαυμαστῆς, τῶν φύσεων Δέσποινα, τοῦ Ἀδὰμ καὶ τοῦ Πλάσαντος, δι’ ἧς
σκιρτᾷ τὸ γένος βροτῶν καὶ ἀγάλλεται, καὶ τῶν δαιμόνων σμήνη, δεινῶς
κατεπτόηται· ὅθεν σωτηρίας, ὡς αἰτίαν οἱ πάντες, παρθένω τὸ τείχισμα, καὶ
μητέρων ὑπόδειγμα, Παναγία Σὲ ἔχομεν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον Σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος
δ΄. Ἐπεφάνης σήμερον.
Οἱ βουνοὶ ῥυήσονται, γάλα
προέγνως, καὶ τὰ ὄρη ἅπαντα, ἀποσταλάξῃ γλυκασμόν, καὶ αἱ πηγαὶ ἐκχειλίσουσι,
κρουνοὺς ὑδάτων, Χριστοῦ ἐπιφαίνοντος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ παστὰς ἠ ἔνθεος, Παρθενομῆτορ, ἐπεγνώσθης
πρόπαλαι, ἐν ᾗ τὴν σάρκα τοῦ Ἀδάμ, πρὸς σωτηρίαν κινούμενος, ἡμῶν τῶνφαύλων,
Χριστὸς ἐνυμφεύσατο.
Εἶτα, οἱ Ἀναβαθμοί·
τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς
Προφήταις μου μὴ πονηρεύεσθε.
Στ.: Σὺ εἶ Ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν
Μελχισεδέκ.
Εὐαγγέλιον, τῆς ἑορτῆς
τοῦ Προφήτου Ἠλιού.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Οὐκ ἂν ἰσχύσω ἐξειπεῖν, εἰ γὰρ
μυρίαι γλῶσσαί μοι δοθήσονται, τὰς ἀῤῥήτους ἐνεργείας τοῦ Ἁγίου Πνεύματος. Τὸν
πλοῦτον τῆς θεολογίας, τῶν ἰάσεων τοὺς κρουνούς, τὰς ὁράσεις καὶ τὰς ὀπτασίας,
τῶν υἱῶν καὶ θυγατέρων τοῦ νέου τῆς Χάριτος λαοῦ, ὡς ὁ Ἰωὴλ ὁ Προφήτης, ἐπιστοποίησε
τῇ προαγορεύσει. Διὸ τῶν γλυκερῶν ῥημάτων τῆς προφητείας σου σήμερον
μνημονεύοντες σοῦ δεόμεθα· πρέσβευε Χριστῷ τῷ, Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Προφήτου β΄.
Ὁ α’ Κανὼν τοῦ Προφήτου,
οὗ ἡ Ἀκροστιχίς: Χρησμούς,
Ἰωὴλ τοῦ Προφήτου θαυμάσω. Ποίημα Θεοφάνους. ᾨδὴ α' Ἦχος β'. Δεῦτε λαοί.
Χορὸς ἡμῖν,
τῶν Προφητῶν συνευφραίνεται, ἐγκωμιαζομένου σου, τοῦ οὐρανόφρονος, Ἰωὴλ θεοφάντορ,
μεθ' ὧν ἡμᾶς σωθῆναι, Μάκαρ δυσώπησον.
Ῥῆμα Θεοῦ,
προκαταγγέλλων θεσπέσιε, τὴν χαλεπὴν ἐμήνυσας, ὀργὴν καὶ ἔνδικον, τὴν ἐκ τῆς ἀσεβείας,
συμβάσαν τῷ λαῷ σου τῷ ματαιόφρονι.
Ἡ θαυμαστή,
καὶ φωτοφόρος τοῦ Πνεύματος, ζωοποιὸς ἐπίπνοια, σοὶ ἐπεσκίασε, καὶ μελλόντων τὴν
γνῶσιν, ἐνέπνευσε Προφῆτα, μακαριώτατε.
Θεοτοκίον
Σὲ ἡ σκηνή,
τοῦ μαρτυρίου προέγραψε, πολυειδῶς τυπούμενον, ἀποδεικνύουσα, τὸν ἐκ σοῦ σαρκωθέντα,
ἀτρέπτως Θεομῆτορ, Πάναγνε Δέσποινα.
Ὁ β’ Κανὼν τοῦ
Προφήτου, οὗ ἡ ἀκροστιχίς: Ἀνυμνεῖ Ἰωὴλ
θαυμαστὸν Προφήτην Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Ἀκτῖσι
θεουργικαῖς λαμπόμενος, ψυχῆς ἐκάθηρας, τὸ ὀπτικὸν παμμάκαρ Ἰωήλ, καὶ λαβὼν τὴν
ἐξήγησιν, τῶν μυστηρίων ἔσπευσας, μυσταγωγῆσαι τοὺς συνόντας σοι.
Ναμάτων
προφητικῶν γενόμενος, δοχεῖον πάντιμον, προαγορεύεις ξένα καὶ φρικτά, καὶ τοῦ
Πνεύματος ἔκχυσιν, προδιαγράφεις ἔνδοξε, τοῖς ὁμοφύλοις σου πανόλβιε.
Ὑφέρπων ἐν
τῷ βυθῷ πταισμάτων μου, καὶ σκοτιζόμενος ὑπὸ πολλῶν παθῶν μου ὀχληρῶν, τῆς
γλυκείας ἐλλάμψεως, τοῦ Παρακλήτου ἔμπλησον, Σῶτέρ με λιταῖς τοῦ Προφήτου Σου.
Θεοτοκίον
Μαρία τῶν
γηγενῶν τὸ καύχημα, Ἀγγέλων σέμνωμα, καὶ ἡ φωτὸς πηγὴ τοῦ ἀληθοῦς, τῶν παθῶν τὴν
σκοτόμαιναν, καὶ πονηροῦ τὴν ζόφωσιν, Μῆτερ ταῖς λιταῖς Σου διάλυσον.
ᾨδὴ γ'. Στερέωσον ἡμᾶς
Μυούμενοι
τοῖς σοῖς σοφοῖς δόγμασι, νηστείαν Προφῆτα καὶ θεραπείαν, εὐσεβῶς ἀνακηρύττομεν,
εἰς τὸν οἶκον Κυρίου πορευόμενοι.
Οἱ ταῖς σαῖς
διδαχαῖς ἀκολουθήσαντες, ἐξ ὅλης καρδίας καὶ διανοίας, ἐν κλαυθμῷ τε καὶ δεήσεσι,
τὸν Θεὸν ἐκζητοῦμεν ἀξιάγαστε.
Ὑπέφηνας ἡμῖν
τοῦ Παντοκράτορος, Δεσπότου Προφῆτα μακροθυμίαν, καὶ τὴν θείαν ἀγαθότητα, διετράνωσας
τούτου καὶ χρηστότητα.
Θεοτοκίον
Συνέλαβες Ἁγνὴ
Θεὸν καὶ ἔτεκες, τὸν Λόγον ἀφράστως σεσαρκωμένον, ἐν Προφήταις τὸν λαλήσαντα καὶ
τελέσαντα τούτων τὰ κηρύγματα.
Ἕτερος. Εὐφραίνεται ἐπὶ Σοί.
Νυγείσης
μου τῆς ψυχῆς, ὑπὸ ἀλόγων ἐννοιῶν πάντιμε, ταῖς σαῖς εὐχαῖς πρόφθασον, τάχει
θεραπεῦσαι τὰ τραύματα.
Ἐμβάλλεις
οἷα τὸ πῦρ, πόθον Χριστὲ θεοφιλοῦς ἔρωτος, εἰς τὰς ψυχὰς πάνσοφε, ὡς ὁ Ἰωὴλ
προεμήνυσε.
Ἰσχύει τῇ
θεϊκῇ, ἐγκυλινδούμενον λαὸν ἄνομον, τοῖς ῥυπαροῖς πάθεσιν, ἤγαγες σοφὲ εἰς
μετάνοιαν.
Θεοτοκίον
Ἰάτειρα τῶν βροτῶν, καὶ αὐχμηρίας
ψυχικῆς ἄνεσιν, Παρθενομῆτορ πανάμωμε, πάντες οἱ πιστοὶ Σὲ γινώσκομεν.
Κάθισμα τοῦ Προφήτου. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ
Τῶν μολυσμῶν προκαθαρθεὶς τῆς
καρδίας, δοχεῖον ὤφθης καθαρὸν θεορρῆμον, τοῦ Παναγίου Πνεύματος Προφῆτα Ἰωήλ· ὅθεν
καθυπέδειξας, ἀληθείας τὴν γνῶσιν, καὶ προανεκήρυξας, τοῦ Σωτῆρος καὶ Κτίστου,
τὴν ἐν σαρκὶ ἐπέλευσιν ἐν γῇ, τὴν ἐπ' ἐσχάτων φανεῖσαν τοῖς ἔθνεσι.
Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Χριστοῦ ἐπελεύσεως τῆς φοβερᾶς Ἰωήλ,
Δευτέρας τὴν πρόγνωσιν, παρανομοῦντι λαῷ, ἐδήλωσας πάντιμε· αἷμα γὰρ καὶ ἀτμίδα,
τοῦ καπνοῦ προφητεύσας, ὤφθης ἐξ ἁμαρτίας, ὁδηγῶν πρὸς τὴν κρείττω, ὁδὸν τῆς
μετανοίας, αὐτὸν ἀξιάγαστε.
Καὶ νῦν. Θεοτοκίον
Τὸν κόσμον πανάμωμε ὁ
φιλοικτίρμων ἡμῶν, Θεὸς ἐξηγόρασεν ἐκ τῶν δεσμῶν ἀληθῶς, λαβὼν τὴν μερόπειον,
σάρκα καὶ τοῦ θανάτου, τὴν ἰσχὺν ἀφανίσας, ἔλυσε τοῦ ἀρχαίου, πτερνιστοῦ
βασιλείαν, καὶ πάντας τοὺς ἐν ᾅδῃ, Μαρία ἐξήγαγε.
ᾨδὴ δ'. Εἰσακήκοα τὴν ἀκοὴν
Ἵλεως γενοῦ
Κύριε, τοῖς εὐσεβῶς πρὸς σὲ μετανοοῦσιν, ὡς μόνος οἰκτίρμων καὶ πολυέλεος.
Ὡς προήγγειλας
Ἔνδοξε, παρὰ Θεοῦ ἐκκέχυται τὸ Πνεῦμα, ἐπὶ πᾶσαν σάρκα ἤδη πιστεύσασαν.
Ἡ τοῦ Πνεύματος
κάθοδος, τοὺς Μαθητὰς σοφίσασα Κυρίου, τοὺς σοὺς θεηγόρους λόγους ἐτέλεσε.
Θεοτοκίον
Λελυτρωμένοι
Πάναγνε, τῶν ζοφερῶν του ᾋδου κενεώνων, τῷ θείῳ σου τόκῳ, σὲ μακαρίζομεν.
Ἕτερος. Δι’ ἀγάπησιν Οἰκτίρμον.
Ὡραιώθης Ἰωὴλ
ἐν Παραδείσῳ, ἀμφιαασθεὶς τὴν αἴγλην, τῶν Ἁγίων Ἀγγέλων· σὺ γὰρ εἶ πανάριστον,
δοχεῖον τοῦ Πνεύματος.
Ἡ φωνὴ τῶν
Προφητῶν ἡ εὐτονώτατη, ἐκ τῆς Σιὼν ἐκπέμπει, λιγυρόφθογγον ᾆσμα, ὅτι ἥξει
τάχιστα, Χριστὸς ὁ Σωτὴρ ἡμῶν.
Λαμπρυνθεὶς
τῷ ἀπροσίτῳ φωτὶ παμμάκαρ, τοῦ αἰωνίου σκότους, ταῖς ὀξείαις πρεσβείαις ἀπάλλαξον,
ψυχήν μου τὴν τάλαιναν.
Θεοτοκίον
Θεοτόκε ἀληθῶς
τὸν ἁμαρτανόντων, ἐγγυητὴς ἡ θεία, ἀνεδείχθης καὶ σκέπη, δυσωποῦσα πάναγνε, Υἱόν
Σου καὶ Κύριον.
ᾨδὴ ε'. Τῆς νυκτὸς διελθούσης
Τὴν Χριστοῦ
παρουσίαν, Ἰωὴλ ὁ θεῖος, διαρρήδην πᾶσι προέλεγεν. Ὅτι ἣξει καὶ σώσει, ἀνθρώπων
τὸ γένος, ἐκ τῆς τῶν εἰδώλων κακότητος.
Ὁλικῶς ἀνανεύσας,
ἔνδοξε Προφῆτα, πρὸς τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, προφητείας τὴν χάριν, εἵλκυσας ἐκεῖθεν,
καὶ δικαιοσύνην ἐκήρυξας.
Ὑπὲρ τῶν σὲ
ὑμνούντων, πρέσβευε σωθῆναι, πάσης ἐπηρείας πανόλβιε, Ἰωὴλ καὶ τῆς θείας, χάριτος
καὶ αἴγλης, καταξιωθῆναι δυσώπησον.
Θεοτοκίον
Παναγία
Παρθένε, Δέσποινα τοῦ κόσμου, τοὺς σὲ Θεοτόκον κηρύττοντας, ἐξ ἀμέτρων πταισμάτων,
πρέσβευε ῥυσθῆναι, καὶ βιωτικῶν περιστάσεων.
Ἕτερος. Σὺ Κύριέ μου φῶς.
Ἀπόστολοι
σοφοί, ἁλιεῖς ἐπεγνώσθησαν, τῇ χάριτι Παρακλήτου, Ἰωὴλ θεοφ΄΄ορε, ὡς πάλαι
προεκήρυξας.
Ὑψόθεν ἐλλαμφθείς,
ἐνεργείαις τοῦ Πνεύματος, τὰ μέλλοντα τῆς Δευτέρας, Παρουσίας συμβαίνειν, ἀξίως
προετύπωσας.
Ματαίων
λογισμῶν, τὸν ἐσμὸν διακσέδασον, καὶ δάκρυα μετανοίας, Ἰωὴλ ταῖς λιταῖς σου,
παράσχου μοι πανεύφημε.
Θεοτοκίον
Ἀνάσπασον
ταχύ, ἁμαρτίας ζιζάνια, καὶ ἄρουραν τῶν παθῶν μου, Παναγία Παρθένε, εὐχαῖς καὶ
δυσωπείαις Σου.
ᾨδὴ ς'. Ἄβυσσος ἁμαρτημάτων
Ῥέουσι τῶν
σῶν δογμάτων, πηγαὶ τῆς θεηγορίας, καὶ τὸν ψυχοτρόφον γλυκασμόν, στάζουσιν Ἔνδοξε,
ἀρδεύουσαι, τοὺς πιστῶς σε τιμῶντας.
Ὄρος σε τῆς
προφητείας, γλυκύτητα ἀποστάζον, καὶ θεοσεβείας Ἰωήλ, κήρυκα πάνσοφον, γνωρίζομεν
θεηγόρε Προφῆτα.
Φρούρησον
σαῖς ἱκεσίαις, Θεοῦ Προφῆτα ὡς ἔχων, θείαν παρρησίαν πρὸς τὸν Θεόν, τοὺς πόθῳ ὑμνοῦντας
σου, τὴν ἔνδοξον, καὶ ἀοίδιμον μνήμην.
Θεοτοκίον
Φώτισον ἡ
φῶς τεκοῦσα, τὸ ἄδυτον τὰς καρδίας, τῶν δοξολογούντων σε πιστῶς, ἄχραντε Δέσποινα,
καὶ τὸν ἐκ σοῦ ἀπορρήτως τεχθέντα.
Ἔτερος. Θύσω Σοὶ μετὰ φωνῆς αἰνέσεως Κύριε.
Σκώληξ ὡς,
ἰλυσπᾶτο λαὸς ὁ παράνομος, εἰς τὸν βυθὸν τῶν εἰδώλων, ἀθετήσας πάλιν τὰ
γεγραμμένα· ὅθεν τοῦτον εἰς ὁδὸν μετανοίας ἐκάλεσας.
Τέρατα, καὶ
σημεῖα Προφῆτα παράδοξα, αἷμα καὶ πῦρ καὶ ἀτμίδα, καὶ ἡλίου σβέσιν
προεπηγγείλω· διὸ πάντας, Ἰωὴλ ταῖς λιταῖς σου διάσωσον.
Ὄντως νῦν,
τοῦ φωτὸς τοῦ Ἁγίου ἐστέρημαι, καὶ ἀγαπήσεως θείας, τὴν λαμπάδα ἔχων ἄνευ ἐλαίου,
ἱκετεύων, Ἰωὴλ ταῖς εὐχαῖς σου βοήθει μοι.
Θεοτοκίον
Νέκρωσον,
τοῦ θυμοῦ τῆς ψυχῆς τὰ κινήματα, Παρθενομῆτορ Μαρία, καὶ καρδίαν ἔκπλυνον τὴν ῥυπῶσαν,
τῶν Σῶν δούλων, ὡς παῤῥησίαν ἔχουσα πάναγνε.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Προφητείας
χάρισμα, πλουτῶν Προφήτα, Ἰωὴλ κατήγγειλας, τὴν παρουσίαν τοῦ Χριστοῦ, καὶ τὸ
τοῦ κόσμου σωτήριον, Οὗ τῇ ἐλλάμψει, ὁ κόσμος πεφώτισται.
Ἔτερον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἀηδὼν εὐκέλαδος, ἀναδειχθεὶς τοῦ
Κυρίου, τὴν μολπὴν τῆς χάριτος, τὴν λιγυρὰν ἐμελώδεις, δῆμόν τε, σεμνοπρεπῶς πρὸς
τὰ ἄνω, μάκαρ, ἅπαντα ἐποδηγέτεις μαρμαρυγαῖς σου, Ἰωὴλ ὡς αἰγληφόρος, ἀστὴρ
θεόφρον, καὶ φῶς ἀνέσπερον.
Ὁ Οἶκος.
Ἐλλαμφθεὶς πανάριστε τοῦ Ἁγίου
Πνεύματος ταῖς σωστικαῖς ἐνεργείαις, τὰ πόῤῥω ὡς ἑνεστῶτα προηγόρευσας θαυμαστῶς.
Τοῦ Παρακλήτου τὴν ἔλευσιν καὶ τοῦ Χριστοῦ τὴν Δευτέραν ἐπέλευσιν πανσεβάσμιε
προεώρακας, εἶτα δὲ καὶ τοῦ ἡλίου τὴν σβέσιν καὶ τῶν ἀστέρων τὴν ἔκπτωσιν καὶ τὰ
μέλλοντα μετὰ κρότου συμβαίνει προετύπωσας ὡς στόμα Κυρίου τὸ ἅγιον. Διὸ καὶ νῦν
καταυγάζεις τοὺς πιστοὺς, Ἰωὴλ ὡς αἰγληφόρος ἀστὴρ θεόφρον, καὶ φῶς ἀνέσπερον.
Συναξάριον
Τῇ
ΙΘ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ.
Ὁ
γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη,
Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους.
Ἐννεακαιδεκάτῃ μόρος ἀμφ' ἐκάλυψεν Ἰωήλ.
Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους.
Ἐννεακαιδεκάτῃ μόρος ἀμφ' ἐκάλυψεν Ἰωήλ.
Οὗτος, ἦτο ἐκ τῆς φυλῆς τοῦ Ῥουβίμ,
ἐκ τοῦ ἀγροῦ τοῦ καλουμένου Μεθομοῤῥῶν. Ἑρμηνεύεται δὲ Ἰωήλ, κατὰ μὲν τὸν παλαιὸν
συναξαριστήν, ἀγάπη Κύρίου, ἢ ἀρχή, ἢ ἀπαρχὴ Θεοῦ· κατὰ δὲ τὸν νεώτερον ἑρμηνευτήν,
ὁ Γιαχβὲ εἶναι ὁ Θεός. Ἀπορίας ἀξιον εἶναι ὁ ἀκριβὴς χρόνος τῆς δράσεως τοῦ ἐνδόξου
τούτου Προφήτου. Ἄλλοι τὸν τοποθετοῦν ἐπὶ τῆς βασιλείας τοῦ Ἰωὰς 836-797 π.Χ.
καὶ ἄλλοι μετὰ τὴν βαβυλώνιον αἰχμαλωσίαν.
Εἰς δύο μέρη χωρίζεται ἡ
θεόγραφος βίβλος αὐτοῦ. Εἰς μὲν τὸ πρῶτον περιγράφει ὁ Προφήτης τὴν φοβερὰν
μάστιγα τῆς ἀκρίδος καὶ παρακινεῖ λαὸν καὶ ἱερεῖς εἰς μετάνοιαν· Πενθεῖτε, οἱ Ἱερεῖς οἱ λειτουργοῦντες
θυσιαστηρίῳ Κυρίου (κεφ 1,9). Ἁπάντας
κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς (Κεφ.
1, 14). Τῆς γῆς, λοιπόν, ἐκτραγωδήσας πάθη, ἤγαγε τὸν λαὸν εἰς μετάνοιαν καῖ οὕτω
παύει ἡ ὀργὴ τοῦ Κυρίου. Εἰς δὲ τὸ δεύτερον καὶ σπουδαιότερον μέρος εὐαγγελίζεται
πάσης σάλπιγγος εὐηχότερον τὴν ἔνσαρκον ἔλευσιν τοῦ Θεοῦ Λόγου, καὶ τὴν κάθοδον
τοῦ Ἁγίου Πνεύματος ἐπαγγέλλεται· Καὶ ἔσται
μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύουσιν οἱ
υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται,
καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται (Κεφ. 3, 1). Ἐπίσης ἀναγγέλλει τὸ
σωτήριον πάθος καὶ τὴν Δευτέραν Παρουσίαν τοῦ Σωτῆρος· Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν
ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ (Κεφ. 3, 4)
Καὶ ταῦτα προφητεύσας, ἀπέθανε καὶ
ἐτάφη εἰς τὴν ἰδικήν του γῆν μετὰ τῶν πατέρων αὐτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ ἐκ τῆς ἐρήμου ἕξ Ὁσιομάρτυρες.
Ξεσμοὺς
ἀπείρους καρτεροῦντος Οὐάρου,
Σατὰν πλάνης
ἔξαρχος Οὐαὶ μοι! λέγει.
Ἀσκητικῶς
ζήσαντες ἄνδρες ἅμα,
ἀθλητικῶς
θνήσκουσιν ἐκ ξίφους ἅμα.
Οὗτος, ἐπὶ Μαξιμιανοῦ τοῦ
βασιλέως ἦν, στρατευόμενος ἐν Αἰγύπτῳ, γένους ὢν ἐπισήμου καὶ λαμπροῦ καὶ εὐσεβοῦς.
Ἐγκλεισθέντων δέ τινων Ἁγίων, ἑπτὰ τὸν ἀριθμόν, ἐπὶ χρόνον πολύν, ἐπιμελεῖτο αὐτῶν
ὁ Ἅγιος καθ’ ἑκάστην. Ἑνὸς δὲ τῶν ἑπτὰ ἀναπαυσαμένου, κατέταξεν ἑαυτὸν ὁ Ἅγιος ἀντ’
ἐκείνου· καὶ πρὸς τὸν ἡγεμόνα μετὰ τῶν λοιπῶν ἀχθείς, τύπτεται ῥοπάλοις, καὶ ἐπὶ
πολὺ ξέεται τὰς πλευράς, καὶ ἐν αὐταῖς ταῖς βασάνοις ἐπὶ πέντε ὥραις
παραταθείσαις, τὴν ψυχὴν τῷ Κυρίῳ ἀποδίδωσι.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Κλεοπάτρας.
Κλέος ποθοῦσα θεϊκὸν Κλεοπάτρα,
ἀξίως εὗρε τὴν πλήρωσιν τοῦ
πόθου.
Ἡ
ὁσία Κλεοπάτρα ὕπηρξε πλουσία, καὶ τῶν ἐπισήμων πρώτη, καταγομένη ἐκ τῆς
ἀγνώστου σήμερον κωμοπόλεως Σύρα, ἤ κατ᾿ἄλλην ἔκδοσιν, Ἔδρα παρὰ τὸ Θαβώριον
ὅρος τῆς Παλαιστίνης. Αὕτη, μετὰ τὸν θάνατον τοῦ συζύγου τῆς ἦλθεν εἰς
Αἴγυπτον, εὑρεθεῖσα δὲ εἰς τὸν τόπον τοῦ μαρτυρίου τοῦ Ἁγίου Οὐάρου, ἔλαβε τὸ
Ι. Λείψανον τοῦ, τὸ ὁποῖον κατ’ ἀρχὰς ὑποκάτω τῆς κλίνης αὐτῆς ἔκρυψε. Ἔπειτα,
μετεκόμισε τοῦτο εἰς τὸ χωρίον τῆς, ὅπου τὸ ἀπέθηκεν εἰς τὸν τάφον τοῦ πάππου
τῆς, καθ᾿ ἑκάστην δὲ ἐθυμία περὶ τὸν τάφον. Πολλοὶ ἀσθενεῖς προσερχόμενοι εἰς
τὸν τάφον τοῦ μάρτυρος θεραπεύοντο. Εἰς τιμὴν τοῦ ἁγίου Ὀυάρου ἡ ὁσία Κλεοπάτρα
ἀνήγειρε ναόν, πολλὰ δαπανήσασα καὶ παντὶ τῷ κόσμῳ αὐτὸν κοσμήσασα, μετέφερε δὲ
εἰς αὐτὸν τὸ Ἱ.Λείψανον ἐπὶ παρουσία τοῦ ἐπισκόπου, τῶν ἱερέων, καὶ τοῦ λαοῦ. Ὁ
υἱὸς τῆς μακαρίας Κλεοπάτρας δωδεκαετὴς Ἰωάννης, ἐτοιμαζόμενος διὰ στρατιωτικὴν
ὑπηρεσίαν, ἐγένετο ἀντικείμενον ἰδιαιτέρας φροντίδος τῆς μητρός του, ἡ ὁποία
ἱκέτευε τὸν μάρτυρα Οὔαρον νὰ βοηθήσῃ τὸν υἱόν της, ἀλλ᾿ ὁ Ἰωάννης ἀπέθανε.
Ἡ
ὁσία Κλεοπάτρα προσέπεσεν εἰς τὸν τάφον τοῦ μάρτυρος καὶ μετὰ τίνος παραπόνου
ἀνέκραξε: «Ἐγὼ τόσους κόπους κατέβαλα διὰ σὲ τὸν μάρτυρα καὶ σύ μου ἀφήρεσες
τὸν υἱόν μου;». Καθ’ ὕπνους ὁ μάρτυς Οὔαρος κρατῶν τὴν χεῖρα τοῦ Ἰωάννου,
ἐνεφανίσθη εἰς τὴν Κλεοπάτραν καὶ εἶπε: «Διατί, ὁ γύναι, κραυγάζεις ἐναντίον
μου ; ·Ἐγὼ ἔλαβον τὸν υἱόν σου διὰ τὸν στρατὸν τοῦ οὐρανίου Βασιλέως». Ὁ δὲ
Ἰωάννης εἶπεν εἰς τὴν μητέρα τοῦ: Διατί κραυγάζεις οὕτω, μῆτέρ μου; Ἐγὼ
εὑρίσκομαι παρὰ τῷ Βασιλεῖ Χριστῷ, καὶ μετὰ τῶν Ἀγγέλων παρίσταμαι ἐνώπιόν Του.
Ἀκούσασα τοῦτο ἡ ὁσία Κλεοπάτρα ἀνέκραξε: «Λάβετε καὶ ἐμὲ διὰ νὰ εἶμαι μαζύ
σας». Ὁ μάρτυς Οὐαρος ἀπήντησεν ὅτι θὰ τελευτήσῃ μετά τινα χρόνον. Καὶ ἡ ὁσία
Κλεοπάτρα μετὰ χαρᾶς ἔθαψε τὸν υἱόν της, διένειμε τὴν περιουσίαν της εἰς τοὺς πτωχούς,
καὶ ἡ ἰδία ἐτελεύτησεν ἐν εἰρήνῃ ἐν Παλαιστίνῃ μετὰ ἑπτὰ ἔτη (μετὰ τὸ 319),
ἐτάφη δὲ ἐν τῷ ναῷ τοῦ μάρτυρος Οὐάρου,
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι
τελειωθέντων.
Σαδὼθ ὁ θεῖος τὴν κάραν
τμηθεὶς ξίφει,
Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.
Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,
Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει.
Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.
Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,
Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει.
Βασιλεύοντος Σαβωρίου ἐν τῇ
τῶν Περσῶν χώρᾳ, ὁ Ἅγιος Σαδώθ ἐκεῖσε ὤν, ἐν μιᾷ τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ ἐνορίᾳ,
καὶ τὸν τοῦ Χριστοῦ λαὸν ἐκδιδάσκων τὰ εἰς ψυχικὴν ὠφέλειαν συντείνοντα, τινὰς
δὲ καὶ τῶν Περσῶν βαπτίζων, διεβλήθη τῷ βασιλεῖ· καὶ προσαχθεὶς αὐτῷ, καὶ μὴ
πεισθεὶς προσκυνῆσαι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ, τῷ τε ὕδατι καὶ τῷ πυρί, πρῶτον μὲν
τύπτεται ῥάβδοις· εἶτα τέμνεται ἀπὸ τοῦ μετώπου ἄχρι τῶν ὀνύχων, καὶ ἀφαιρεῖται
ἀπὸ τοῦ δέρματος αὐτοῦ λῶρον ἕνα, ἔχοντα τεσσάρων δακτύλων πλάτος· καὶ αὖθις
βουνεύροις τύπτεται, καὶ ἐπ’ ἀκανθῶν καὶ σκολόπων κυλίεται, καὶ εἰς κοχλίαν αὐτὸν
ἀποσφίγγουσι. Ταῦτα δὲ πάντα γενναίως ὑπομείνας, τὸν βασιλέα πλέον ἐξέμηνε.
Βληθεὶς δὲ εἰς φυλακήν, πάλιν ἄγεται
εἰς ἐρώτησιν. Ὑγιὴς δὲ εὑρεθεὶς ἐν ὅλῳ τῷ σώματι, ἐκρεμάσθη κατὰ κεφαλῆς, καὶ ὀβελίσκοις
πεπυρακτωμένοις κατατριτώσκεται ὅλον τὸ σῶμα. Καὶ ἐπεὶ ὁ Ἅγιος εἰς οὐδὲν ταῦτα ἐλογίζετο,
ἤκουσε δὲ καὶ τοῦ βασιλέως ἐπαπειλοῦντος, ὅτι ἔμελλε σκορπίσειν τὰ μέλη τούτου: Πιστεύω τῷ Θεῷ μου, ἀντέφησεν, ὅτι οὕτω διαμεριοῦνται οἱ χριστιανοὶ τὰ
λείψανά μου· καὶ ὃς ἐὰν ἐπικαλέσηται
τὸν Θεὸν ἐν τῷ ὀνόματί μου, σωτηρίαν εὑρήσει· καὶ παρευθὺς τὴν γλῶτταν τέμνεται.
Ὄμματα δὲ καὶ χεῖρας εἰς οὐρανὸν ἐκτείνας, καὶ καθ’ ἑαυτὸν προσευξάμενος, φωνῆς
ἐξ οὐρανοῦ ἤκουσε λεγούσης: Ἡ αἴτησίς σου
πεπλήρωται, καὶ ἰδοὺ ἔσῃ λαλῶν· καὶ φυείσης αὐτῷ γλώσσης ἑτέρας, ἐδόξαζε τὸν
Θεόν. Ταῦτα βλέποντες οἱ λαοί, ἐξεπλήσσοντο, καὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστόν, ἄνδρες χίλιοι ἑβδομήκοντα, καὶ ἕτεροι διακόσιοι.
Ἰδὼν δὲ ὁ βασιλεύς, ὅτι πολλοὶ
δι’ αὐτοῦ προσέρχονται τῷ Χριστῷ, ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι
προσέταξεν. Ἐπεὶ δὲ καὶ ἕτεροι οὐκ ὀλίγοι
ἀνεβόησαν λέγοντες: Βασιλεῦ, καὶ ἡμεῖς Χριστιανοὶ ἐσμέν· καὶ κατ’ αὐτῶν ἀπεφήνατο·
καὶ λαβόντες αὐτοὺς οἱ στρατιῶται, ἀπήγαγον ἐπὶ τὸν τῆς σφαγῆς τόπον· καὶ
προσευξάμενος ὁ Ἅγιος, καὶ κατασφραγίσας αὐτούς, ὄντας τὸν ἀριθμὸν ἑκατὸν εἴκοσι,
αὐτὸς πρῶτος ἀπετμήθη τὴν κεφαλήν, καὶ καθεξῆς οἱ λοιποί.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μνάσωνος.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται.
Σὺ καὶ
λογισμοὺς ζῶν νόθους ἦγξας Πάτερ,
Καὶ
συλλογισμῶν γνοὺς τέχνην ἀπηλλάγης.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος διάκονος ξίφει τελειοῦνται.
Τομὴν κεφαλῶν
Εὐσέβιος καὶ Φίληξ,
Φίλην δι’ εὐσέβειαν, ὤ πῶς ἠγάπων!
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν
οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται.
Κτίτωρ Μονῆς
σύ, ὦ Ἰωάννη Ῥίλας,
Δειχθεὶς
κατοικεῖς νῦν Μονὰς τὰς ἐν πόλῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φριντεσγουΐντ (Frideswide) τῆς Ὀξφόρδης
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ τὴν κάμινον πάλαι
Ἡ ἐκπορευομένη,
ἐκ τοῦ οἴκου Κυρίου, καὶ ποτίζουσα κρήνη, ὡς προέφης προῆλθε, Προφῆτα πανσεβάσμιε.
Τὸν χειμάρρουν
τῶν σχοίνων, σιτοφόρον εἰργάσω, τῆς τρυφῆς ὁ χειμάρρους, Ἰωὴλ ὡς προεῖπεν· Εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὁ τὰ πάντα
ποιήσας, γεννηθεὶς ἐκ Παρθένου, διεσώσατο κόσμον, εὐσεβῶς ἀνυμνοῦντα· Εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἔτερος. Ἐν τῇ καμίνῳ
Πάλιν ἐκλάμπει,
τοῦ Παρακλήτου ἡ ἐνέργεια, πλήθη τῶν πιστῶν, φωτίζουσα νοερῶς, καὶ παρέχουσα
χαρίσματα, καθὼς προείρηκας, ἱεροπρεπῶς Προφῆτα μακάριε.
Ῥύαξ ὡς
μέλι, καὶ οἱ βουνοὶ ἀποστάξουσι, γάλα δὲ τὰ ὄρη ῥεύσουσιν Ἰωήλ, τοῦ Σωτῆρος ἐπιφαίνοντος,
ὡς προεσήμηνας, ὑπερκοσμίοις μάκαρ διδάγμασι.
Ὁ ἐν Ἁγίοις
θεοπρεπῶς ἀναπαυόμενος, δήμου τῶν Ἀγγέλων πάντιμε Ἰωήλ, συμπολίτην σὲ ἀνέδειξεν,
εἰς ὃν πρεσβείαις σου, πάντας ἡμᾶς, ταχὺ συνανέλκυσον.
Θεοτοκίον
Φεῖσαι τῶν
δούλων, τῶν Σῶν Παρθένε παναμώμητε, στόνων ἀδοκήτων λύουσα τὰς πλοκάς, καὶ
παντοίων περιστάσεων, τῇ μεσιτείᾳ Σου, τὰς ἀλγηδόνας Μῆτερ ἀπέλασον.
ᾨδὴ η'. Τὸν πάλαι δροσίσαντα
Ὑπέδειξας ἔνδοξε,
μετανοίας τοὺς τρόπους ἐμφανῶς, τὸν εὔσπλαγχον Κύριον, ἐγγυώμενον τοῖς πίστει
πρὸς αὐτόν, προσιοῦσι καὶ ψάλλουσιν· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεὸν εἰς τοὺς αἰῶνας.
Θεράπων
γενόμενος, τοῦ Κυρίου προφῆτα Ἰωήλ, τὰ τούτου μυστήρια, ἐπιστεύθης προφητεύων
τοῖς λαοῖς, ἀνυμνοῦσι καὶ λέγουσιν· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεόν εἰς τοὺς αἰῶνας.
Ἀφέσεις
προχέουσι, τοῦ Ἰούδα θαυμάτων ποταμοί, Ἀπόστολοι ἔνδοξοι, τοῦ Κυρίου ὡς προέφη Ἰωήλ,
τοὺς βοῶντας ἀρδεύοντες· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπόστασιν
σύνθετον, ἐν δυσὶ ταῖς οὐσίαις τὸν Χριστόν, Πανάμωμε τέτοκας, διαμείνασα Παρθένος
καθαρά· ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔτερος. Χεῖρας ἐκπετάσας Δανιήλ.
Ἤχθης πρὸς
τὸ ἄκρως ὀρεκτόν, ὑπὸ τῆς χάριτος, ἰδὼν τὴν ἔκχυσιν, τοῦ Παρακλήτου πανόλβιε, Ἰωὴλ
τὴν ὑπερκόσμιον, καὶ ἐλλαμφθεὶς θεοπρεπῶς τοῖς πᾶσιν ἔκραξας· Εὐλογεῖτε πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον.
Τέμενος
σοφίας τὸ σεμνόν, λαμπρὸν κειμήλιον, καὶ τὸ θεσπέσιον τῆς ἀρετῆς ἐνδιαίτημα, τῇ
δυνάμει τοῦ Κυρίου σου, ἀναδειχθεὶς ὡς εὐσθενής, ἀνὴρ ἐκραύγαζεις· Εὐλογεῖτε
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἡ βάσις
βροτῶν ἡ ἀῤῥαγής, καὶ τὸ προπύργιον, γενοῦ πανάριστε, τὸ ἀποκροῦον τὰ τάγματα,
τοῦ πονηροῦ τὰ δυσήττητα, τὰ ἐπελθόντα καθ’ ἡμῶν, ἵνα βοήσωμεν· Εὐλογεῖτε πάντα
τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Νῦν οἱ
γηγενεῖς καινοπρεπῶς, ὑπὸ τοῦ τόκου Σου, ἁγνὴ ἀρδεύονται, τῶν δωρημάτων τοῖς
νάμασιν, ὡς οἱ Προφῆται κατήγγειλαν· διὸ φωνοῦσι παγγενῶς, ἆσμα χαρμόσυνον· Εὐλογεῖτε
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ θ'. Ἡ ἐν οὐρανοῖς
Μετὰ
Προφητῶν ὡς ὑποφήτης, χαρμονικῶς ἐν ἐπουρανίοις, νῦν εὐφραίνῃ σκηνώμασιν.
Ἄνωθεν ἡμᾶς
νῦν ἐποπτεύοις, τοὺς εὐσεβῶς σε δοξολογοῦντας, θεηγόρε πανόλβιε.
Σύντομον ὁδὸν
τῆς σωτηρίας, ὁ Ἰωὴλ διὰ μετανοίας, θεοφρόνως ὑπέδειξεν.
Θεοτοκίον
Ὤρθωσας ἡμᾶς
τοὺς πεπτωκότας, Μήτηρ Θεοῦ, εὔσπλαγχνον Δεσπότην, καὶ Σωτῆρα γεννήσασα.
Ἕτερος. Λίθος ἀχειρότμητος.
Ἴαμα ἐδείχθης
καὶ προστάτης, τῶν ἀλγουμένων καὶ στενόντων· ὅθεν ἐκβοῶ σοι Προφῆτα, ταῖς σαῖς
πρεσβείαις, ἐκ τῶν δεσμῶν ταχέως, τῶν ἡδονῶν ἀπάλλαξον, ὦ Ἰωὴλ θεοφορούμενε.
Ὡς
παρεστηκὼς εἰς τὸν θρόνον, μὴ διαλίπῃς ἱκετεύων, πάντοτε Χριστὸν ὑπὲρ πάντων ἡμῶν,
τῶν ὄντων ὑπὸ ζυγὸν κακίας, καὶ ἐκζητούντων Ἅγιε, τὴν σὴν βοήθειαν θεόληπτε.
Ἥξει ἡ ἡμέρα
Κυρίου, μετὰ σημείων καὶ τεράτων, ὡς ὁ Ἰωὴλ ὁ ἐχέφρων, πανσόφως ἔφη, παιδαγωγῶν
ἁμαρτάνοντας· διὸ πολλοὺς ἀνέσπασε, ἐκ τῶν χειρῶν τοῦ κοσμοκράτορος.
Θεοτοκίον
Λάμψον τὴν
σκοτόμαιναν τάχει, ἀμπλακημάτων ψυχολέθρων, Κόρη τῶν πιστῶν ὑμνητῶν Σου, φαιδραῖς
ἀκτῖσι τῶν πρεσβειῶν Σου Μῆτερ· ὅτι Χριστὸν τὸν ἥλιον εἰς τὴν κοιλίαν Σου ἐβάστασας.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ μνήμη σου ἡ φωσφόρος, ἡ
καταυγάζουσα τὸν νοῦν, κινεῖ ἡμῶν νῦν τὰς γλώσσας, τῶν Ὀρθοδόξων Ἰωήλ, τὴν
βιοτήν σου ὑμνῆσαι, ἀξιοχρέως θεόφρον.
Ἕτερον.
Πάρεσο μάκαρ ἐν μέσῳ, τῶν ἐκτελούντων
Ἰωήλ, τὴν σὴν ἐπέτειον ὕμνοις, καὶ ἐν ᾠδαῖς πνευματικαῖς, καὶ ταῖς πρεσβείαις
σου πάντας, ἐκ τῶν δεινῶν ἡμᾶς ῥῦσαι.
Θεοτοκίον
Τεταραγμένων γαλήνη, χειμαζομένων
ὁ λιμήν, τῆς ἀντιλήψεως πύργος, ὁ ἀσφαλὴς καὶ κραταιός, ἀπεγνωσμένων πρεσβεία, ἐφάνης
ἄσπιλε Μῆτερ.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐγὼ εἰμὶ ἐν τῷ μέσῳ τοῦ Ἰσραὴλ ἀληθῶς,
καὶ πλὴν ἐμοῦ οὐκ ἔστι, ἐπιγνώσεσθε πάντες, Θεός τε καὶ Δεσπότης σοφῶς Ἰωήλ, διὰ
σοῦ ἐπετάξατο, παρανομήσαντι πάλαι λαῷ δεινῶς, Σαββαὼθ ὁ παντευλόγητος.
Προγνωστικῶς διαγράφεις ἐπιδημίαν
σοφέ, τοῦ ἐν πνοῇ βιαίᾳ, καταβάντος ἀῤῥήτως, ποτὲ εἰς Ὑπερῶον, πυρὸς Ἰωήλ, τῆς
Τρισηλίου Θεότητος· διὸ τιμῶμέν σε πάντες χρεωστικῶς, ἀνυμνοῦντες τὸ σὸν ὄνομα.
Συγκαταρίθμησον τάχει ἐν τοῖς
χοροῖς ἐκλεκτῶν, τοὺς εὐφημοῦντας μάκαρ, τὴν σὴν μνήμην τὴν θείαν, φωνοῦντάς
σοι Προφῆτα Χριστοῦ Ἰωήλ, ταῖς σαῖς πρεσβείαις διάσωσον, ἐξ ἀναγκῶν καὶ
κινδύνων τῶν χαλεπῶν, καὶ μανίας τοῦ ἀλάστορος.
Ὡς ἀξιεπάινος φόρμιγξ τοῦ παλαιοῦ
Ἰσραήλ, καὶ λιγυρὰ κινύρα, τῆς Καινῆς Διαθήκης, σαλπίζεις ἡδυμόλπως ἡμῖν Ἰωήλ,
τοῦ Παρακλήτου τὴν ἔκχυσιν· ὅτι πολλοὶ ἐπ’ ἐσχάτων τῶν γηγενῶν, πληρωθήσονται τῆς
χάριτος.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων,
σκιρτήσωμεν τῷ πνεύματι, καὶ ἑορτίως πανηγυρίσωμεν, ἐν τῇ εὐσήμῳ μνήμῃ τοῦ ἐνδόξου
Προφήτου Ἰωήλ. Ἱερεῖς καὶ ἄρχοντες συνελθέτωσαν καὶ τῶν ἐγκωμίων τὴν λύραν κατὰ
χρέος ἁρμοσάτωσαν ὡς Ἄγγελοι, τὸν ῥητῆρα τὸν θεῖον γεραίροντες. Ποιμένες καὶ
διδάσκαλοι, τῆς Ἐκκλησίας σελαγίζοντα ἀστέρα, συνδραμόντες εὐφημήσωμεν· παῤῥησίας
τὸν θησαυρόν, μετανοίας τὸ στόμα, τὴν τοῦ Παρακλήτου κιθάραν, τὸ κλέϊσμα τῶν
πιστῶν, τὸ κειμήλιον τῆς ἀληθοῦς σοφίας, τὸν διαλάμποντα φωστῆρα, θεολογίας
λαμπρὸν δοχεῖον, τὸν στύλον τῆς εὐσεβείας τὸν φωτοφόρον, ἔνθεον ὑποφήτην, ἐγκωμιάζοντες
οὕτως εἴπωμεν· Ὦ ἄνερ πανεύφημε, ἐμφύτευσον τὸν φόβον Θεοῦ, εἰς τῶν πιστῶν τὰς
καρδίας, καὶ πάντας περιφρούρησον ταῖς πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἐγκαλλώπισμα Προφητῶν, καὶ
τοῦ Παρακλήτου ὁ προάγγελος Ἰωήλ, χαίροις μυστηρίων, Δευτέρας Παρουσίας, ὁ
μέγας θεοφάντωρ, καὶ γνώστης ἄριστος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ
Ἰωὴλ τοῦ θεηγόρου Προφήτου, περιχαρῶς πανηγυρίσωμεν πάντες, ἐν τοῖς ναοῖς
προστρέχοντες τὴν μνήμην αὐτοῦ, βίον ἔνθεον μιμούμενοι, ἀρετάς του θεοειδεῖς,
χάριτας καὶ δωρεάς, θείου Πνεύματος πίστει, λαβόντος πρέσβυν ἔχοντες Θεῷ, ὅπως
πρεσβεύῃ, ἡμῖν ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Θεῖε Ἰωήλ, πιστοὺς διασώζοις. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θερμαῖς σου δεήσεσι πρὸς
Θεόν, διάσωζε πάντας, τῶν ἐν βίῳ δυσχερειῶν, τοὺς πόθῳ καὶ πίστει ἀδιστάκτῳ, ὦ
Ἰωὴλ σῇ πρεσβείᾳ προστρέχοντας.
Ἐλθὲ εἰς βοήθειαν Ἰωήλ,
ἡμῶν τῶν τιμώντων, φωτοφόρον σου ἑορτήν, καὶ τάχει θεράπευσον τὰ ἄλγη, καὶ
εὐρωστίαν τοῖς σώμασι βράβευσον.
Ἰσχὺν ἡμῖν δίδου ἀεὶ σοφέ,
ψυχαῖς ἵν’ ἁπάσας, διανοίας τὰς ἐκτροπάς, σὺν πάθεσι ταύταις ὦ Προφῆτα, τῇ σῇ
δυνάμει ἀντιπαρερχόμεθα.
Θεοτοκίον.
Εἰρήνην ἐβράβευσε Σὸς Υἱός,
ὁ λύσας τῆς Εὔας, τὴν κατάραν καὶ τοῦ Ἀδάμ, Παρθένε σαρκούμενος αἱμάτων, ἐκ Σοῦ
ἁγνῶν ἣν κἀμῖν πᾶσι δώρησαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰταμὰς
τοῦ βελίαρ σὺ στρατιὰς ἤλασας, ἔχθραν Ἰωὴλ γηγενέσι, μὴ ἐνδεικνύμενος, ταῖς
προσευχαῖς γρηγορῶν, καὶ τὸν Χριστὸν ἱκετεύων, Ὃν ἡμᾶς λυτρώσασθαι, σοφὲ
δυσώπησον.
Ὦ
Προφῆτα νῦν ῥῦσαι τοὺς ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τούτους
ἀπήμονας, τηρῶν ἐκ βλάβης δεινῶν, καὶ ἐκτελούντων σὴν μνήμην, μνήσθητι δεόμεθα,
ἐν ὥρᾳ κρίσεως.
Ἡ
θεόφθογγος γλῶττα ταῖς δωρεαῖς Πνεύματος, ῥήματα ἐλάλησε θεῖα, Προφῆτα ἔνδοξε·
διὸ σοφὲ Ἰωήλ, σὲ ἱκετεύομεν πάντες, πονηρίας πνεύματα, πόῤῥω ἀπέλασον.
Θεοτοκίον.
Λυτρουμένη
τὸ γένος ὡς συμπαθὴς Δέσποινα, πάντοτε ἐλαύνεις τὰς νόσους, βαλσάμῳ χάριτος,
Σαῖς μητρικαῖς πρὸς Υἱόν, εὐμενεστάταις πρεσβείαις, τάχει θεραπεύουσα, ψυχὰς
καὶ σώματα.
Διάσωσον,
ὦ θεηγόρε Προφῆτα παντὸς κινδύνου, τοὺς τὴν θείαν σου μνήμην ἐν ψαλμοῖς
μεγαλύνοντας, καὶ λύτρωσαι ἡμᾶς πάσης ἀνάγκης.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ
πρέσβυν πρὸς φιλάνθρωπον, πτωχῶν πλουτιστήν, πασχόντων ἀντιλήπτορα, ὁδηγὸν
κεκτήμεθα, σὲ Προφῆτα ἔνδοξε κράζοντες· σπεῦσον ταχέως ῥύσασθαι ἡμᾶς, παγίδων
δαιμόνων καὶ κακώσεων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Προφητῶν θεοφώτιστε, χάριν
τὴν πλουσίαν ἐκ θείου Πνεύματος, ἥνπερ ἔιληφας δὸς ἅπασι, καὶ καρδίας λύπης
διασκέδασον.
Ἰωὴλ ἱκεσίαις σου, πρὸς τὸν
πανοικτίρμονα καὶ εὐΐλατον, τοὺς ὑμνοῦντάς σε περίσωζε, καὶ παράσχου βίον
ἀνεπίληπτον.
Σωτηρίας τὸ μήνυμα, σὺ σοφὲ
προεῖπας λαῷ ἀγνώμονι, προφητείᾳ ἀλλ’ οὐκ ἤκουσεν, ὃ ἡμῖν μετάδος φωτὶ χάριτος.
Θεοτοκίον.
Τὸν Υἱόν Σου δυσώπησον, ἵνα
πᾶσιν ἵλεως Κόρη γένηται, ἱκετεύομεν οἱ δοῦλοί Σου, τοῦ φυγεῖν γεένης πῦρ τὸ
ἄσβεστον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Οἴκοις τοῦ Θεοῦ, Ἰωὴλ
ψαλμοῖς ὑμνοῦμέν σε, καὶ ἐξαιτούμεθά σου ταῖς προσευχαῖς, καὶ τὴν πρεσβείαν
ῥυσθῆναι φρικτῆς κολάσεως.
Ὕψωσον σεπτέ, Ἰωὴλ Κυρίῳ
χεῖράς σου, καὶ παθῶν κόπασον τὴν ζάλην λιταῖς, σαῖς πρὸς Σωτῆρα, γαλήνην ἡμῖν
δωρούμενος.
Σκέπε ἐξ ἐχθρῶν, ὦ Προφῆτα
τοὺς σὲ μέλποντας, καὶ ἐκ μηχανημάτων τοῦ πονηροῦ, σῇ ἀντιλήψει, καὶ φρούρει
πιστοὺς ἀπήμονας.
Θεοτοκίον.
Δέσποινα ἁγνή, ἐκ βελῶν τοῦ
πολεμήτορος, τοὺς προστρέχοντας ἐν πίστει ἀκλινεῖ, ἀεὶ σκέπε, τῇ ἀμέτρῳ Σου
χρηστότητι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσον, Ἰωὴλ ἐκ θλίψεων,
τὴν νοσοῦσάν μου ψυχὴν καὶ καρδίαν, τὰς συμφοράς, ἀποδίωξον πόρῥω, καὶ
εἰρηναίαν κατάστασιν δώρησαι, τοῖς ᾄδουσι περιχαρῶς, ἀρετάς σου σοφὲ καὶ
χαρίσματα.
Ἀφάνισον, τοῦ σατᾶν
ἐπινοίας, καὶ ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἀεὶ σοφέ, μετανοίας τὴν τρίβον,
ὑποδεικνύων πρὸς βίου διόρθωσιν, καὶ ἐν τῷ βήματι Χριστοῦ, ἀκατάκριτον ποίησον
δέομαι.
Σκοτόμαιναν, τοῦ νοὸς
ἐκδίωξον, τῷ φωτὶ τῆς θεϊκῆς χάριτός σου, ὦ Ἰωήλ, καὶ ψυχὰς λευκοχρόους, ἐκ τῶν
παθῶν μετανοίᾳ καθάρισον, ῥυόμενος πειρασμικῶν, τοῦ ἐχθροῦ ἐπιθέσεων πάντοτε.
Θεοτοκίον.
Ὦ Δέσποινα, ἐκ παθῶν με
νήστευσον, καὶ δυνάμει Σου ἐνίσχυσον θείᾳ· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη,
ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν
ἄφραστον τόκον Σου.
Διάσωσον,
ὦ θεηγόρε Προφῆτα παντὸς κινδύνου, τοὺς τὴν θείαν σου μνήμην ἐν ψαλμοῖς
μεγαλύνοντας, καὶ λύτρωσαι ἡμᾶς πάσης ἀνάγκης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον
ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν
παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν
πέλεις ἔνδοξε, καὶ μεσίτης τῶν θεοσεβῶν πρὸς τὸν εὔσπλαγχνον· σὺ πιστοῦ σου
λαοῦ ἐδείχθης θεῖος ὁδηγός· διὸ πρόφθασον ὦ Ἰωήλ, εἰς τὴν βοήθειαν ταχύ, τῶν
πιστῶς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, ἐκλύτρωσαι δαιμονῶντας, ἡμᾶς ἐκ
βλάβης ἐξελοῦ, καὶ ἀνάγκης οὐρανόφωτε.
Προκείμενον: Μὴ ἅπτεσθε τῶν
χρηστῶ μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.
Στ.: Καὶ ἐκάλεσε
λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήργιμα ἄρτου συνέτριψεν.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἰωὴλ μακάριε, σαρκὸς τὸν
μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα μὴ ἐάσῃς με· δέομαι
σῶσόν με, ἱλάσκων Κύριον, σαῖς ἐνθέρμοις παρακλήσεσιν, ἴασιν βράβευσον ἄμφω,
πειρασμῶν δ’ ἐλευθέρωσον, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ
βίου· ὅπως ἀνυμνῶ σου, πληθὺν τῶν ἀρετῶν παναληθῶς, καὶ μεγαλύνω ἐν ᾄσμαισν,
ἄθλους καὶ καμάτους σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ζηλώσας τὸν πυρίνουν Ἠλιοῦ
θεῖον ζῆλον ὦ Ἰωὴλ ἱερέ, ἐκήρυξας δοξάζειν, λαῷ Θεὸν τὸν μόνον, Ὃν συμφώνως
δοξάζομεν, τῶν Προπατόρων ἡμῶν, ὑπερδεδοξασμένον.
Ὀφρὺν φύλων βαρβάρων,
κακοδόξων τὰ θράση, δαιμονοπλήκτων ἰσχύν, ὦ Ἰωὴλ ἐν τάχει, κατάβαλε θεόφρον,
ἵνα χαίροντες ᾄδομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱλέωσαι Δεσπότην,
αὐλιζόμενος μάκαρ, μετ’ Ἀσωμάτων χοροῖς, καὶ πᾶσι τοῖς δικαίοις, κολάσεως
ῥυσθῆναι, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὲ ἁγνὴ καθορῶμεν,
ἀπειρόγαμον Νύμφην ὡς προκατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βάτον, φλογὶ παραδοθεῖσαν,
ἀλλ’ δ’ ἄφλεκτον μείνασα· διὸ τὸ πῦρ τῶν παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀνῆλθες, πρὸς τὴν
Σιὼν ὦ Προφῆτα, τοῦ ποθεῖν ὁρᾶν τὸν πάντων Κτίστην· ὅθεν προσευχαῖς σου, κἀμῖν
σὸν πόθον δίδου.
Ἐλέους θείου, καὶ δωρεῶν
πλῆσον πάντας, καὶ λαὸν Ἑλλάδος γῆς τιμῶντα, σὲ τὸν θεηγόρον, Προφήτην τοῦ
Κυρίου.
Ὦ πανοικτῖρμον, τοῦ Ἰωὴλ
εὐχαῖς σῶσον, τοὺς πιστῶς ἀπαύστως Σε ὑμνοῦντας, καὶ δοξολογοῦντας, Σὸν κράτος
εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι γεένης, τῶν οὐρανῶν
πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα, Μῆτερ Σὲ τιμῶντας, καὶ σκέπε πάσης βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, φύλαττε
μοι Σῶτερ, τοῦ Σοῦ Προφήτου λιταῖς τὸν προσφέροντα, τόνδε τὸν ὔμνον καὶ πάντας
περίσωζε.
Ἱκέτευε Σωτῆρα, ὅπως
ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς Ἰωήλ, τοὺς σὴν πανένδοξον μνήμην
πανηγυρίζοντας.
Ὀρδὰς τῶν ἀλλοπίστων,
φυγάδευσον Προφῆτα, ἡμᾶς τοὺς ἐπαπειλοῦντας, δουλῶσθαι οἰκτρῶς καὶ ὑπερμάχει,
τῶν πίστει ἀεὶ τιμώντων σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ὦ
Παρθένε· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς
Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ὦ κατορθωμάτων ὑπερφυῶν,
ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, ὦ καὶ ἐγκρατείας, νηστείας
σωφροσύνης· δι’ ὧν σοφὲ σὸν βίον, ὄντως ἐκόσμησας.
Ῥῦσαι τῶν παγίδων τοῦ
πονηροῦ, τοὺς σοὺς ἐξυμνοῦντας, θείους ἄθλους ὦ Ἰωήλ, ἐνάρετον βίον, καὶ πλῆθος
θαυμασίων, ἃ ἔτι ζῶν ἐτέλεις, ἐν γῇ Πατέρων σου.
Πρόσδεξαι δεήσεις πάντων
ἡμῶν, τῶν πιστῶς τελούντων, σὴν πανένδοξον ἑορτήν, ἔνδοξε Προφῆτα, τοῦ
Πνεύματος δοχεῖον, Θεοῦ πυρίπνουν στόμα, καὶ νοῦς ἀείφωτος.
Ὕψωσον τὰς χεῖράς σου πρὸς
Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, Ἰωὴλ Προφῆτα, τῶν ἀνυμνολογούντων,
σὴν φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.
Ὕβριν ἀποδίωξον ἀφ’ ἡμῶν,
πάθη ψυχοφθόρα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ
ἀρετῶν Προφῆτα, δὸς καρπὸν εὔχημον.
Μή μοι δὸς Θεῷ τὸ
καταφρονεῖν, τῶν παραγγελμάτων, καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ
προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ χάριν, σοφὲ τοῦ Πνεύματος.
Τοὺς καταφιλοῦντας τὴν
ἱεράν, μορφήν σου Προφῆτα, καὶ αἰτοῦντας σὴν ἀρωγήν, ῥῦσαι ἐκ κινδύνων, καὶ
χάριν σου παράσχου, ἰώμενος ἐκ νόσων, ψυχῆς καὶ σώματος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πρόσδεξαι Προφῆτα Ἰωήλ,
ὕμνον ἱερὸν ᾆσμα θεῖον, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ
θερμῆ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν Εἰκόνα, κατασπαζομένων σου, καὶ
ἐκβοώντων τρανῶς· ἔνδοξε, σῇ χάριτι σκέπε, πάντας ἐξαιρούμενος νόσων, καὶ παθῶν
ἡμᾶς φρουρῶν ἀπήμονας.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου