Τρίτη 21 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 21. ΑΓΙΟΣ ΙΛΑΡΙΩΝ ΜΟΓΛΕΝΩΝ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΣ ΚΑ΄!!
ΙΛΑΡΙΩΝ ΜΟΓΛΕΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Μητροπολίτου Ἐδέσσης Ἰωήλ)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Πανεύφημοι Μάρτυρες.
Φωτὶ Ἱλαρίων αὐγασθείς, τοῦ Χριστοῦ τὰ δόγματα, ἐν Μογλενοῖς ὑπερήσπισας, καὶ τὸν δυσώνυμον, Βογομίλων ὄχλον, ὡς ποιμὴν πανάριστος, πρὸς τὴν ἀληθινὴν ἐπανήγαγες, σοφοῖς σου ῥήμασι, θείαν μάνδραν ἀξιάγαστε, τοῦ Κυρίου σκεδάσας τὴν αἵρεσιν.

Τῶν γεννητόρων τὴν εὐχήν, ὁ Χριστὸς ἐπήκουσε, καὶ ὡς φιλάγαθος ἔδωκε, κοιλίας κάρπωμα, τῇ εὐλαβεστάτῃ, Ἱεράρχα Ὅσιε, μητρί σου θεραπεύσας τὴν στείρωσιν· διὸ ἐκάλεσεν, Ἱλαρίωνα τὴν κλῆσίν σου, εἰς ἀγάπης τοῦ Κτίστου ἀντέκτισιν.

Τοῦ θρόνου λαχὼν τῶν Μογλενῶν, Ἱλαρίων Ὅσιε, θεοφιλῶς πρὸς τὰ κρείττονα, Χριστοῦ τὸ ποίμνιον, τοῖς σοῖς θείοις τρόποις, καὶ τοῖς λόγοις ἤγαγες, ποιμένος τοῦ καλοῦ ἁγιώτατε, λιπὼν τὸ πρότυπον· διὸ ἔχων πρὸς τὸν Κύριον, παῤῥησίαν ἡμᾶς διαφύλαττε.

Σημεῖα καὶ θαύματα πολλά, Χριστοῦ θείᾳ χάριτι, ἐπιτελεῖς μετὰ θάνατον, ἀξιοτίμητε, ἐν τῷ Κοινοβίῳ, τῶν Προμάχων Ἅγιε, στηρίζων πατρικῶς τοὺς μονάζοντας, λαὸν καὶ ἅπαντας, τοὺς ἐν πίστει ἐξαιτοῦντάς σου, Ἱλαρίων, πρεσβείαν τὴν ἄμαχον.

Δόξα. Ἦχος δ΄.
Ἀσκητικοῖς ἐπιδοθεὶς ἀγωνίσμασιν, ἱεραρχικὴν ἀξίαν ἀπέλαβες, Ἱλαρίων Πατὴρ ἡμῶν Ὅσιε· τῷ γὰρ θείῳ θελήματι, σταθηρῶς ἑπόμενος, ἐπὶ τὴν καθέδραν τῶν Μογλενῶν ἀνῆλθες, τῶν αἱρετικῶν τὰς δυσιάτους πληγὰς ἰάσας, καὶ τὸν πιστὸν λαὸν τῇ ἀληθείᾳ στηρίξας, καὶ νῦν ὡς Ὅσιος καὶ Ἱεράρχης, Χριστὸν εὐαρεστήσας, πρεσβεύεις μετὰ τῶν Ἁγίων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκεῦος τῶν ἀρετῶν, ὦ Ἱλαρίων ὤφθης, δι’ ἐγκρατείας πόνων, ἐν Μογλενῶν τῇ πόλει, καὶ Ὀρθοδόξοις ἅπασι.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Λόγοις σου πειστικοῖς, ἐφώτισας τὸ σκότος, δεινῆς κακοδοξίας, τῶν Βογομίλων Πάτερ, ἱερωσύνης καύχημα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἵδρυσας καὶ Μονήν, ἐν τοῖς Προμάχοις πάλαι, τῶν θείων Ἀποστόλων, ἣν φύλαττε λιταῖς σου, νυνὶ ἐκ περιστάσεων.

Δόξα. Τριαδικόν.
Δόγμα ὑπερφυές, Τριάδος τῆς Ἁγίας, ὦ Ἱλαρίων μάκαρ, διαπρυσίως πᾶσιν, ἐν Μογλενοῖς ἐκήρυξας.

Καὶ νῦν. Θεοτοκίον.
Θύγατερ τοῦ Θεοῦ, καὶ τοῦ Χριστοῦ ἡ Μήτηρ, ταῖς σωστικαῖς λιταῖς Σου, μὴ παύσῃ τοὺς Σοὺς δούλους, φρουροῦσα καὶ σκεπάζουσα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Προμάχων προστάτης Μογλενῶν τὸν Ἐπίσκοπον, καὶ τῶν Ὀρθοδόξων τὸ κλέος, Ἱλαρίωνα Ὅσιον, τιμήσωμεν ἐνθέως οἱ πιστοί, ἐν ὕμνοις καὶ ὠδαῖς πνευματικαῖς, μελῳδοῦντες εὐφροσύνως τὴν βιοτήν, αὐτοῦ τε καὶ τὰ θαύματα· δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ στερεώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ αὐτοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς οὐράνιον ἄνθρωπον, ὡς ἐπίγειον ἄγγελον, ἐν τῇ γῇ βιώσαντα, σὲ γινώσκομεν, καὶ ὡς ἀστέρα πολύφωτον, τὰ σκότη αὐγάζοντα, Βογομίλων τὰ δεινά, Ἱλαρίων πανεύφημε, ἐπιστάμεθα, καὶ ποιμένα Χριστοῦ πνευματοφόρον, καὶ ὡς θεῖον Ἱεράρχην, ἀναγνωρίζομεν ἅπαντες.

Ἐκ παιδὸς τὴν ἀπάγουσαν, πρὸς ζωὴν τὴν αἰώνιον, τρίβον τὴν ἐπίπονον τοῦ Κυρίου σου, περιχαρῶς ὁσιώτατε, ὁδεύσας κατήντησας, εἰς τὸ ὕψος ἀρετῶν, Ἱλαρίων καὶ ἔλαμψας, ταῖς ἀκτῖσί σου, τὰς χορείας λαοῦ τῶν Ὀρθοδόξων, ἐν τῇ πόλει τῶν Μογλένων, καταβαλὼν τοὺς κακόφρονας.

Δι’ ὀνείρων ἡ μήτηρ σου, τὸ χαρμόσυνον ἄγγελμα, τοῦ σοῦ τόκου εἴληφε τῆς Θεόπαιδος, καὶ Ἀχριδῶν ὁ Εὐστάθιος, κατ’ ὄναρ τὸ μήνυμα, τῆς Παρθένου Μαριάμ, Ἱλαρίων ἐδέξατο, ὅπως τάχιστα, ἐν τῷ θρόνῳ τῆς πόλεως Μογλένων, ὡς ποιμένα θεοφόρον, ἀναβιβάσῃ σε Ἅγιε.

Τὸ τρισάγιον μέλισμα, νηπιόθεν ὑπέψαλλες, ὑπεμφαίνων Ὅσιε, θείαν κλῆσίν σου, ἐν γὰρ τῇ ὥρᾳ νεότητος, γηΐνων τὴν μερίμναν, τῶν ῥεόντων τὴν τρυφήν, τῶν γονέων ἀγάπησιν, τὰ εὐμάραντα, καταλείψας τὸν βίον μοναζόντων, Ἱλαρίων ἐξελέξω, ἀδιαπτώτῳ φρονήματι.

Παννυχίδος ὁ σύζυγος, ἐραστὴς τῆς σεμνότητος, τῆς νηστείας φίλος ὁ ἀκριβέστατος, τῆς χαμευνίας ὁμόγνωμος, εὐχῆς ὁ ἀκόλουθος, θηρατὴς τῆς σιωπῆς, ἐγκρατείας συνέμπορος, τῇ ἀσκήσει σου, ἀνεφάνης θεόφρον Ἱλαρίων· διὸ πρέσβευε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ἐν Προμάχοις ἀνήγειρας, ἀρχιθύτα τῆς χάριτος, μοναζόντων οἶκον τὸν περιάκουστον, καὶ Ἀποστόλων τὸ ὄνομα, ἐπέδωκας Ὅσιε, τῷ σεμνείῳ τοῦ Χριστοῦ, καταρτίσας τὴν δίαιταν, καὶ τὴν ἄσκησιν, ἐγκρατείας τὸν τρόπον Ἱλαρίων, καὶ τὸν βίον ἀσκουμένων, Εὐαγγελίου διδάγμασι.







Δόξα. Ἦχος πλ. β΄.
Τῇ ἀσκήσει τοῦ Χριστοῦ προγυμνασθείς, καὶ ἐγκρατείας τῷ πυρί, τῆς σαρκὸς ἀναλώσας τὸ γήϊνον, ἐπὶ τὸ ἀκρότατον τῶν ἐφετῶν, τὸν νοῦν σου ἐστήριξας, Ἱλαρίων Πατὴρ ἡμῶν Ὅσιε· διό σε τῶν Ὀρθοδόξων τὸ πλῆθος, ἐγκωμίων ᾄσμασι μέλπουσι, ἐγκαρδίως λέγοντες· χαίροις, τῶν δογμάτων τοῦ Χριστοῦ ἡ εὔσημος κιθάρα, ἡ διαδραμοῦσα τῆς γῆς τὰ πέρατα· χαίροις, ὁ διασκεδάσας τοὺς βρόχους, καὶ τὰς ἐνέδρας τῶν αἰρέσεων, διδασκαλίας ὀρθότητι, καὶ θεολογίᾳ ἀκριβεστάτῃ· χαίροις, τῶν μοναστῶν οὐρανόφωτον ἄστρον, τὸ αὐγάζον πᾶσαν τὴν Ἐκκλησίαν· χαίροις, τῶν πιστῶν θερμὸς ἀντιλήπτωρ, καὶ προστάτης τῶν προσιόντων σοι ἐτοιμότατος. Ἀλλὰ νῦν ταῖς σωστικαῖς σου πρεσβείαις, μὴ παύσῃ φρουρῶν τοὺς τιμῶντάς σε, ἀπὸ πάσης θλίψεως καὶ περιστάσεως.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πάλαι ποτὲ δοξασθεῖσα, τῶν Μογλενῶν Μητρόπολις, καὶ πᾶσα αὐτῆς ἡ περίοικος, ὅτι ἐν σοὶ ἐτιμήθη, Ἀρχιερέων ἡ εὐπρέπεια, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἱλαρίων. Οὖτος γάρ, ὡς ποιμὴν ἀληθής, τῶν Ὀρθοδόξων τὴν μάνδραν, διδαχαῖς ἐνθέοις περιφραξάμενος τὰ θυμοφόρα θηρία, τῶν Βογομίλων ἐστηλίτευσε, τοῦ Χριστοῦ τὴν ἀλήθειαν ἐβεβαίωσεν· Ὃν ἐκτενῶς ἐν οὐρανοῖς ἱκετεύει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ὕπνον οὐκ ἔδωκας βλεφάροις, ἕως πρόῤῥιζον Πάτερ θεόφρον, τῶν παθῶν τὰ ζιζάνια ἀνέσπασας· ὅθεν διέπρεψας Ἱλαρίων, τῆς ἱερωσύνης τῇ στολῇ κατακοσμούμενος, ὡς ποιμὴν θεοκίνητος, ἐν τῇ πόλει Μογλενῶν· καὶ νῦν ἐν τοῖς δήμοις τῶν ἀσωμάτων συναριθμηθείς, μὴ παύσῃ δυσωπῶν Χριστὸν τὸν Θεόν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Φυγὼν τοὺς θορύβους τοῦ βίου, καὶ ἀποστήσας σεαυτὸν τῆς κοσμικῆς συγχύσεως, ἀξιοπρεπὲς γέγονας, τοῦ Πνεύματος ἐνδιαίτημα. Σὺ γὰρ ὡς δένδρον κατάκαρπον, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου σου ὤφθης, καθαρθεὶς τὴν διάνοιαν, ταῖς τῶν δακρύων πηγαῖς, τῇ συντόνῳ ἀσκήσει καὶ γονάτων κάμψεσι, καὶ ἀκλινῶς τὴν στενὴν τρίβον ἀνύσας, πρὸς τὴν ἄνω χορείαν κατέφθασας, πρεσβεύων μετὰ τῶν Ὁσίων, σωθῆναι τὰς ψυχὰς ἡμῶν.






Ἦχος δ΄.
Ὁ λαμπρὸς καὶ θεάρεστος βίος σου, τοῖς πιστοῖς Ὀρθοδόξοις, τύπος ζωῆς, καὶ κανὼν πίστεως γέγονε· τὴν ζωηφόρον γὰρ ἀμφιασάμενος νέκρωσιν, καὶ πτερούμενος τῷ θείῳ πόθῳ, τὸ κατ’ εἰκόνα Θεοῦ διετήρησας ἀμεμπτον, καὶ Χριστοῦ τὸν ἄχραντον χαρακτῆρα ἐτίμησας· διὸ τὰ κέντρα τοῦ ἐχθροῦ συνέτριψας, τῆς πλάνης τὴν ζόφωσιν διεσκέδασας, καὶ Πατὴρ θεοπρόβλητος, ἐν Μογλενοῖς ἐχρημάτισας, παῤῥησίαν ἔχων πρὸς τὸν Θεόν· Ὃν καθικέτευε Ἱλαρίων, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν σάρκα ἀνδρικῶς καθυποτάξας τῷ πνεύματι, ὁλοτρόπῳ διαθέσει, τὸν Σταυρὸν τοῦ Κυρίου σου, Ἱλαρίων ἐβάστασας, καὶ σωφρόνως τὸ πέλαγος, διανύσας τῆς ζωῆς, κλῆρον ἀκήρατον ἀπείληφας τὴν ἀΐδιον ζωήν, σκηνὰς οὐρανίους κατοικήσας σεβασμιώτατε· ὅθεν οὖν καταξιωθείς, δόξης τῆς ἀφθάρτου, τῇ Τριάδι παρίστασαι, ἐκτενῶς παριστάμενος, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.





















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις τῶν Μογλενῶν ὁ ποιμήν, ἡ θεοκίνητος κιθάρα τοῦ Πνεύματος, συνήγορος εὐσεβείας, αἱρετικῶν ἐλατήρ, ὁ σαφῶς κηρύξας τὴν ἀλήθειαν, θαυμάτων ὁ πρόξενος, ἐγκρατείας ὁ σύζυγος, τῶν μοναζόντων ὁ κανὼν ἀκριβέστατος, θεοπρόβλητος, τῶν θυτῶν προϊστάμενος, ὄργανον θείας χάριτος, ἀνὴρ αὐστηρότατος, ὁ ἐκδιώξας τοὺς λύκους, ἐκ τῆς αὐλῆς τοῦ Κυρίου σου· ἡμᾶς Ἱλαρίων, ταῖς λιταῖς σου μὴ ἐλλίπῃς, φρουρῶν ἑκάστοτε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις ὁ γεννηθεὶς θαυμαστῶν, τῶν σῶν τοκέων, εὐκλεέστατον καύχημα, χαράν τε καὶ εὐφροσύνην, ὁ διαχέων πιστοῖς, Μογλενῶν καθέδρας, θεῖος πρόεδρος, δομήτωρ πανεύφημος, Ἱλαρίων καὶ στήριγμα, τοῦ Κοινοβίου τῶν Προμάχων γενόμενος, τὸ πολύτιμον, Παρακλήτου ἀλάβαστρον, ῥεῦμα τὸ ἀκατάσχετον, σημείων τῆς χάριτος, καὶ ἀναγκῶν Ὀρθοδόξων, ἡ ὀξυτάτη βοήθεια· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις σημειοφόρε Χριστοῦ, ὁ ἀναβλύσας ἐκ τῶν θείων λειψάνων σου, ἀρώματα ὑπὲρ φύσιν, πιστοποιοῦντα σαφῶς, τῆς σῆς πολιτείας ἁγιότητα, σφοδρῶς γὰρ ἀοίδιμε, τὴν πτωχείαν ἑλόμενος, τῶν οὐρανίων θησαυρὸν τὸν ἀσύλητον, Πάτερ εἴληφας, ἐκ χειρῶν τοῦ παντάνακτος· ὅθεν ἀφθόνως ἔπλησας, χαρίτων μονάζοντας, καὶ τὸν λαὸν Ἱλαρίων, τῶν Μογλενῶν τὸν Ὀρθόδοξον, καὶ νῦν μὴ παρίδῃς, τὰ αἰτήματα διδόναι, τοῖς ἀνυμνοῦσί σε.

Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε τοῦ Χριστοῦ Ἱεράρχα, ῥήξας τὰ δεσμά, τῆς φιλίας τοῦ κόσμου, ἐπὶ τὴν ὁδὸν τὴν εὐθεῖαν, ἀκλινῶς ἐβάδισας, τὰς προσβολὰς γὰρ τῶν παθῶν νεκρώσας, τὰς μηχανὰς τοῦ ἐχθροῦ σκεδάσας, καὶ περιβληθεὶς νομίμως, τῆς ἀπαθείας τὴν στολήν, γέγονας ὄντως, τῆς ὑπερθέου Τριάδος, καθαρὸν ἐνδιαίτημα· διὸ παῤῥησίαν ἔχων πρὸς Θεόν, ἱκέτευε πάντοτε, ὑπὲρ τῶν ἑορταζόντων, ᾀσματικῶς τὴν ἐτησίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Προμάχων προστάτης Μογλενῶν τὸν Ἐπίσκοπον, καὶ τῶν Ὀρθοδόξων τὸ κλέος, Ἱλαρίωνα Ὅσιον, τιμήσωμεν ἐνθέως οἱ πιστοί, ἐν ὕμνοις καὶ ὠδαῖς πνευματικαῖς, μελῳδοῦντες εὐφροσύνως τὴν βιοτήν, αὐτοῦ τε καὶ τὰ θαύματα· δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ στερεώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ αὐτοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει καὶ χάριτι ἐν Κοινοβίῳ ἀνδρῶν, ἀνῆλθες πανόσιε εἰς κορυφὴν ἀρετῶν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅθεν τὴν διπλοΐδα, ἐνεδύθης τὴν θείαν, φέρων τῷ σῷ Δεσπότῃ, τὴν φρικώδη θυσίαν· διό σου ὑμνολογοῦμεν, μνήμην τὴν πάντιμον
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε πανάμωμε Χριστιανῶν ἡ ἐλπίς, ἀῤῥήτως κυήσασα τὸν Ποιητὴν τοῦ παντός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλυσας τὴν κατάραν, τῆς προμήτορος Εὔας, ἄνεσιν δὲ παρέσχες, τῶν ἀνθρώπων τῷ γένει· διό Σου τὴν προστασίαν, πάντες αἰτούμεθα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν πίστιν τοῦ Χριστοῦ, Ἱλαρίων τοῖς λόγοις, ἐτράνωσας σαφῶς, καταλύσας τὴν πλάνην, γαυρίαμα τὸ ἄνομον, Βογομίλων πανεύφημε, καὶ τὰ πρόβατα, ἀπολωλότα ἐκ ζάλης, ἐπανήγαγες, ἐπὶ τὴν μάνδραν Κυρίου, ἣν φύλαττε πάντοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὀχύρωμα λαμπρόν, ἀκατάσειστον τεῖχος, λιμὴν ὁ γαληνός, ζωοπάροχος κρήνη, βοήθεια ἡ ἄμαχος, ἰατρεῖον ἀδάπανον, καὶ κραταίωμα, Ὀρθοδόξων ἀνθρώπων, τῇ λοχείᾳ Σου, ἀναδειχθεῖσα Παρθένε, ἡμᾶς περιφρούρησον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείᾳ χάριτι, ἐπτερωμένος, πᾶσαν ἔσβεσας, σαρκὸς τὴν φλόγα, Ἱλαρίων Ἱεράρχα μακάριε, σὺ γὰρ δοχεῖον γενόμενος πάντιμον, ἐνεργῶν Τρισηλίου Θεότητος, ἀνελύληθας, πρὸς ὕψωμα τῆς θεώσεως· διό σου τὴν πρεσβείαν ἐξαιτούμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἅπας ἥττηται, βροτῶν ὁ λόγος, πρὸ τῆς δόξης Σου, Παρθενομῆτορ, ἀνυμνῆσαι τὰ πολλά Σου χαρίσματα· ὅθεν μολπὴν ἱκεσίαις οἱ δοῦλοί Σου, ἐν ταπεινώσει πολλῇ Σοι προσάγομεν, ἱκετεύοντες, ταῖς θείαις ἱκετηρίαις Σου, ῥυσθῆναι τῶν παγίδων τοῦ ἀλάστορος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, ποιμαντικαῖς διαπρέψας ἀρεταῖς, τῆς πλάνης τὴν ζόφωσιν διεσκέδασας, καὶ κανὼν ἀκριβέστατος, ἀρχιερέων Χριστοῦ ἐχρημάτισας, σὺ γὰρ ἀπέλασας, τῶν αἱρέσεων θῆρας, βακτηρίᾳ τῶν θεοπνεύστων σου λογίων, εὐσεβῶν περιτείχισμα γέγονας, καὶ τῇ Ἐκκλησίᾳ ὤφθης, στῦλος ἀκλόνητος, ἣν Ἱλαρίων πανάριστε, μὴ παύσῃ εὐχαῖς σου, περιφρουρῶν καὶ φωτίζων, ὡς ἀστὴρ οὐρανόφωτος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἱλαρίων, δός μοι χαρὰν τῆς καρδίας. Ἰωήλ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
λάσθητι Δέσποτα, παμβασιλεῦ τῷ ἱκέτῃ Σου, καὶ δός μοι βοήθειαν, μέλψαι τὸν Ὅσιον, Ἱλαρίωνα, Ἐπίσκοπον Μογλαίνων, πιστῶν ἐγκαλλώπισμα, τὸ πολυέραστον.
Λαὸν τὸν Ὀρθόδοξον, τῇ θεοῤῥήμονι γλώττῃ σου, φωτίσας κατηύθυνας, πρὸς τὴν ἀλήθειαν, καὶ τὴν αἵρεσιν, βροτῶν τῶν κακοφρόνων, σκεδάσας πανεύφημε, ὡς ἄστρον ηὔγασας.
νύσας τὸν βίον σου, εὐσεβοφρόνως τοὺς στάχυας, θερίζεις μακάριε, τῆς θείας χάριτος, ἐν σκηνώμασιν, Ὁσίων Ἱλαρίων, ὧν πάντων ἐζήλωσας, τὰ κατορθώματα.
Θεοτοκίον.
αθύμως βιώσαντες, καὶ συμφυῶς τῇ φαυλότητι, Παρθένε ἀνύμφευτε, πολιτευσάμενοι, καταφεύγομεν, πρὸς Σὲ ἀναβοῶντες, πρεσβείαις Σου τάχιστα, ἡμᾶς ἐξάρπασον.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
δούσα ἡ μήτηρ σου κατ’ ὄναρ, Μητέρα τὴν πάναγνον Χριστοῦ, τῆς ἀτεκνίας ἔπεσον, δεσμὰ τὰ πολυθρήνητα, καὶ ἐν γαστρὶ συνέλαβε, σὲ τῶν βροτῶν τὸ ὡράϊσμα.
ς γόνος τοκέων φιλοθέων, ἐτράφης ἐν γάλακτι Χριστοῦ, καὶ ἐκ νηπίων Ὅσιε, τὸν νοῦν Χριστοῦ κτησάμενος, ἐσχόλαζες δεήσεσι, καταθαμβῶν τοὺς συνόντας σοι.
Ναὸς χρηματίσας Ἱλαρίων, τοῦ Πνεύματος γέγονας ποιμήν, τῶν μοναστῶν φιλόπονος, ὡς ἄνθρωπος ἰσάγγελος, καταβαλὼν τὸ φρόνημα, τῶν σαρκικῶν ἐξεργέσεων.
Θεοτοκίον.
Δαυΐδ ὁ προπάτωρ Θεοτόκε, προεῖδε λαμπρῶς ἐν οὐρανοῖς, δεξιοκαθεδρίαν Σου· διό Σε ἱκετεύομεν, ταῖς Σαῖς λιταῖς τοὺς δούλους Σου, ἐν τοῖς κινδύνοις βοήθησον.




Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἱεραρχίας σου, τὰ προτερήματα, τὰ περιάκουστα, πάντες ἐθαύμασαν, ὅτι τὴν σπεῖραν τοῦ ἐχθροῦ, διέλυσας Ἱλαρίων, σὺ γὰρ τὴν σκοτόμαιναν, ἐκδιώξας αἱρέσεων, τῷ φωτὶ τῆς πίστεως, τῶν βροτῶν τὰ συστήματα, ἐλάμπρυνας Χριστοῦ ποιμενάρχα· ὅθεν τιμῶμέν σε ἀξίως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Στῆσον τὸν κλύδωνα, παθῶν μου πάναγνε, καὶ τὴν νοσοῦσάν μου, καρδίαν ἴασαι, καὶ ῥαθυμίας νυσταγμόν, ἀπέλασον ταῖς εὐχαῖς Σου, καὶ πυρὸς φλογίζοντος, καὶ τῆς κρίσεως ῥῦσαί με, ὅταν ἐν τῷ βήματι, εὑρεθῶ τοῦ παντάνακτος, πρὸς Σὲ γὰρ καταφεύγων βοῶν Σοι· σῶσόν με Μῆτερ Θεοτόκε.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
κλινῶς ὁδοιπορήσας τὴν ὁδὸν τῆς ἀσκήσεως, μάκαρ Ἱλαρίων, πᾶσαν ἡδυπάθειαν ἔσβεσας, ὑποπιάζων τὸ σῶμα ὡς ἰσάγγελος· διὸ ἔτυχες, μακαριότητος ἄνωθεν.
Συστροφὰς τοῦ πτερνοσκόπου καὶ ἀρχαίου ἀλάστορος, Πάτερ Ἱλαρίων, ὡς ἱστὸν ἀράχνης διέλυσας, ταῖς σαῖς εὐχαῖς καὶ νηστείαις καὶ ταῖς δάκρυσι, κομισάμενος, θαυματουργίας ἀντίδοσιν.
Μεμνημένοι τῶν σημείων ἃ ἐποίησας Ἅγιε, τῇ Χριστοῦ δυνάμει, σήμερον τελοῦμεν τὴν μνήμην σου, ἐπικαλούμενοι πάντες τὴν πρεσβείαν σου, ὅπως φύγωμεν, ἐξ ἀτραπῶν τῶν αἱρέσεων.
Θεοτοκίον.
πηξάμενος τὰ πάντα ὡς Θεὸς παντοδύναμος, καὶ ἡμῶν τὸ γένος, πλάσας ἐκ χοὸς ὡς φιλάνθρωπος, ἐκ τῆς νηδύος Σου τίκτεται ὡς ἄνθρωπος, προμηθούμενος, τὴν τῶν βροτῶν ἀναμόρφωσιν.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
νδάλματα ἄτοπα, τοῦ ἀρχεκάκου ὄφεως, ἐκ τοῦ σοῦ νοὸς ἐξοστρακίσας, παθῶν αἰσχίστων, τοῦ μολυσμοῦ τῆς σαρκός, πάσης ἡδονῆς δαιμονικῆς, γέγονας ἀνώτερος, Ἱλαρίων πανεύφημε.
Χαρίτων τοῦ Πνεύματος, ἐπιτυχὼν μακάριε, χάριτας παρέχεις τοῖς ἀνθρώποις, τοῖς προσιοῦσι τῇ σῇ ἁγίᾳ Μονῇ, καὶ ἐπιζητοῦσι ταπεινῶς, τῆς ψυχῆς τὰ πρόσφορα, Ἱλαρίων πρεσβείαις σου.
ῤῥήτως τὸ ἄπορον, τῆς σιτοδείας ἤνοιξας, Πάτερ Ἱλαρίων Ἱεράρχα, ἐν Κοινοβίῳ τῶν φιλοχρίστων ἀνδρῶν, λύσας τὴν κατήφειαν αὐτῶν, καὶ χαρὰν δωρούμενος, τῷ λαῷ τῷ σῷ θαύματι.
Θεοτοκίον.
υθμίζουσα πάναγνε, καὶ ὁδηγοῦσα πάντοτε, σκέπουσα φρουροῦσα ἀοράτως, ποδηγετοῦσα πρὸς τὴν ὁδὸν τοῦ Χριστοῦ, πάσας τὰς χορείας τῶν πιστῶν, μὴ ἐλλίπῃς Δέσποινα, ταῖς ἁγίαις πρεσβείαις Σου.


ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
γγέλων Πάτερ συνέστιος, ἀγάπῃ πρὸς Χριστὸν τὸν φιλάνθρωπον, καὶ πρὸς τὸν ἄνθρωπον, ὦ Ἱλαρίων γενόμενος, ἀξιοτίμως ἤρθης, πρὸς τὰ οὐράνια.
Νεώσας πᾶσαν τὴν ἄρουραν, ψυχῆς σου Ἱλαρίων πανόσιε, δακρύων χεύμασι, καὶ τῷ ἀρότρῳ ἀσκήσεως, πολλοὺς καρποὺς ἐδρέψω, τῆς ταπεινώσεως.
Τειχίσας πᾶσαν τὴν ποίμνην σου, ἐν πόλει Μογλενῶν ἀξιάγαστε, τοῖς θείοις λόγοις σου, τῶν Βογομίλων κατήργησας, διδασκαλίας δόγμα, τὸ ἀρνησίχριστον.
Θεοτοκίον.
θεία κλῖμαξ ὑπάρχουσα, δι’ ἧς ἐπὶ τῆς γῆς καταβέβηκεν, ἑκὼν ὁ Ὕψιστος, πρὸς εὐφροσύνην ἀνώλεθρον, τῶν εὐσεβῶν τὰ πλήθη, Μῆτερ ἀνήγαγε.

Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Ἱεράρχης ἔνθεος, καὶ ἀσκητὴς θεοφόρος, Ἱλαρίων Ἅγιε, τῇ πολιτείᾳ σου ὤφθης· πλάνην γάρ, καταπατήσας τῶν Βογομίλων, ποίμνην δέ, τῶν Ὀρθοδόξων ποδηγετήσας, τῆς ὀρθότητος δογμάτων, ἐδείχθης φύλαξ, ὁ ἀκατάβλητος.
Ὁ Οἶκος.
Ἐσάλευσας τῇ ῥώμῃ, τῶν Ὀρθοδόξων διδαχῶν, τῆς κακοδαίμονος αἱρέσεως τὸ ὄρος, Ἱλαρίων Πατὴρ ἡμῶν Ὅσιε· ὕπνον γὰρ οὐκ ἔδωκας βλεφάροις, ἕως πρόῤῥιζον ἀνέσπασας, τῶν Βογομίλων τὴν οἰκτρὰν πλάνην, ἱερολογίαις σου ἐνθέοις, ἀναδειχθεὶς ἀληθείας ἑδραίωμα, πίστεως ἔρεισμα, εὐσεβείας συνήγορος, καὶ ὀρθότητος δογμάτων, φύλαξ ὁ ἀκατάβλητος.
















Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳ.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων.
Εἰκάδι πρώτῃ Ἱλαρίων λίπεν βίον ὁσίως.
Οὗτος ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύλληψιν τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἱλαρίων, ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’ ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἱλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ, ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε. Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας ἐν αὐτῇ πολλοὺς μοναχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὁ Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως, ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος, ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους. Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.







 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Ἡ Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα, διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις, ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους τρωθεῖσα, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Ἱερᾷ Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’ οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.
Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρούχ.
Bαρούχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’ Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ κατοικούσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλίππου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.
Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Μονεμβασίας.
Nόμους φυλάττων νηστίμου καιροῦ πόθῳ,
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Οὗτος , ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15 ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν, ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνὸς ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρνοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. Τελευτήσαντος δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος, πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου. Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των. Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Σὲ τιθέμενοι ἐλπίδαν πᾶσαν Ἅγιε λαὸς φιλόθεος, καὶ ἀσκουμένων χορός, λυθῆναι ἐδέοντο, ταῖς σαῖς δεήσεσι, πρὸς τὸν Κύριον, τῆς φοβερᾶς ἐλλείψεως, Ἱλαρίων τῶν σιτίων.
Κρατυνόμενος ἰσχύϊ τοῦ παντάνακτος τὰ κακουργήματα, αἱρετιζόντων ἀνδρῶν, ἀπέκρουσας ἄριστα, αὐτῶν τὴν διάθεσιν, φανερούμενος, τὴν φονικὴν πανόσιε, Ἱεράρχα Ἱλαρίων.
κατάπαυστον τὸ μῦρον ἐκχεόμενον ἐκ τῶν ὀμμάτων σου, ὦ θεῖον θαῦμα Θεοῦ, παρέχει δωρήματα, τοῖς προσκυνοῦσί σου, θεῖα λείψανα, ἐν τῇ Μονῇ σου Ὅσιε, τῶν Ἁγίων Ἀποστόλων.
Θεοτοκίον.
ύπον ἔκπλυνον Μαρία ἁμαρτάδων μου ταῖς δυσωπείαις Σου, πρὸς τὸν Υἱόν Σου ταχύ, καὶ δός μοι τὴν ἄνεσιν, ψυχῆς καὶ σώματος, Σὲ γὰρ ἔχομεν, οἱ γηγενεῖς προστάτιδα, ἀκαταίσχυντον Παρθένε.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Δύναμις στεῤῥὰ τῶν Ὀρθοδόξων, ἐν πόλει τῶν Μογλενῶν τὰ θεία ῥήματα, τῆς διδασκαλίας σου, Πάτερ ἀξιάγαστε, ἀναδειχθέντα ἔτρωσαν, ἐχθρὸν τὸν δόλιον, ἀπάτης, τῆς ἀρχαίας πατέρα· ὅθεν σε τιμῶμεν, ἀξίως Ἱλαρίων.
θυνας πρὸς τρίβους αἰωνίους, ἐν ποίμνῃ τοῦ Κοινοβίου τοὺς μονάζοντας, τύπον δοὺς πρὸς μίμησιν, σεαυτὸν πανεύφημε, καὶ θεϊκοῖς διδάγμασιν, αὐτῶν τὴν θέλησιν, γυμνάσας, πρὸς τὸν κρείττονα βίον, γέγονας ἀλείπτης, αὐτῶν πνευματοφόρος.
νωθεν τὴν μάνδραν ἐν Προμάχοις, φροντίζων καὶ ἐποπτεύων ὡς φιλόστοργος, ἧκες ἐν ὀνείρατι, Πάτερ καὶ διήλεγξας, τοὺς ῥαθυμοῦντας λόγοις σου, ὅπως σχολάζωσι, νηστείαις, καὶ ἀσκήσεσι Πάτερ, φεύγοντες ἀτόπων, παθῶν ἐπιθυμίας.
Θεοτοκίον.
Σώτειρα Παρθένε Θεοτόκε, τοῦ γένους τῶν γηγενῶν τῷ θείῳ τόκῳ Σου, πάντες Σε γινώσκοντες, χαῖρε ἀνακράζομεν, τῶν σκυνθρωπῶν ἀναίρεσις, χαῖρε ἀνάκλησις, κατάρας, τῆς ἀρχαίας τῆς Εὔας, χαῖρε τῶν κακούργων, δαιμόνων καθαιρέτις.

Ὠδὴ θ’. Ἅπας γηγενής.
να τοῦ φωτός, Χριστοῦ τῆς λαμπρότητος, τύχῃς θεόληπτε, χαίρων προσεχώρησας, πρὸς μοναζόντων, θεῖα σκηνώματα, σαὐτὸν ἀπαρνησάμενος, τοῦ κόσμου θέλγητρα, τὰ ἡδέα, χαμαιζήλων ἅπαντα, Ἱλαρίων καὶ πράγματα ῥέοντα.
φθης ἐπὶ γῆς, ποιμὴν θεοπρόβλητος, τοῖς προσιοῦσί σοι· ὄθεν καὶ τοῖς ἴχνεσι, τῆς ἐναρέτου ζωῆς σου ὥδευσε, τῶν Μογλενῶν τὸ πλήρωμα τὸ εὐσεβέστατον, Ἱλαρίων, καὶ χορεία πάνσεπτος, μοναζόντων ἀνδρῶν ἀξιότιμε.
νυσας καλῶς, τὸν ἔνθεον βίον σου· διὸ καὶ γέγονας, Ἱλαρίων Ὅσιε, ἐπουρανίων δήμων ὁ μέτοχος, καθικετεύων πάντοτε, Χριστὸν τὸν Κύριον, τοῦ ῥυσθῆναι, τῆς φρικτῆς κολάσεως, τοὺς ὑμνοῦντας ἐν πόθῳ τὴν μνήμην σου.
Θεοτοκίον.
Λάμπουσα φωτί, Παρθένε πανάχραντε, τοῦ θείου τόκου Σου, φαῦσον τῇ λαμπρότητι, τῶν πρεσβειῶν Σου τὴν ἀμαυρότητα, ἐμῆς ψυχῆς καὶ δώρησαι, αὐγὴν τῆς χάριτος, ὅπως μέλπω, εὐσεβῶς τὰ ᾄσματα, καὶ τοὺς ὕμνοις τῆς Σῆς ἀγαθότητος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὁσίως εὐηρέστησας, Χριστῷ τῷ πανοικτίρμονι, ἐπιδοθεὶς τῇ ἀσκήσει, τῇ προσευχῇ καὶ νηστείᾳ, ὡς ἄγγελος ἐπίγειος, ὦ Ἱλαρίων πάντιμε· διὸ τῆς θείας χάριτος, ἀναδειχθεὶς τὸ ταμεῖον, τοὺς σὲ ὑμνοῦντας πλουτίζεις.
Θεοτοκίον.
Δεινῶν περικυκλούντων με, Παρθενομῆτορ λύτρωσαι, ταῖς σωστικαῖς Σου πρεσβείαις, πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, καὶ φύλαξόν με ἄτρωτον, ἐκ πάσης περιστάσεως, παγίδων τοῦ ἀλάστορος, ἀῤῥωστημάτων σαρκός μου, καὶ ψυχικῶν ἁμαρτάδων.












Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Ἱλαρίων Ὅσιε, τῶν Μογλενῶν ὁ ποιμήν, ὁ καλὸς καὶ περίδοξος, πλέον πάντων γέγονας, βιοτῇ τῇ ἁγίᾳ σου, τοῖς σοῖς γὰρ λόγοις, πάντας ἐστήριξας, πιστοὺς ἐμμένειν, τῇ ἀληθείᾳ Χριστοῦ, καὶ τῆς αἱρέσεως, κακοδόξων ἔστησας, τῆς διδαχῆς, ῥεῦμα τὸ ψυχόλεθρον, μακαριώτατε.

Πάτερ, Ἱλαρίων ἔνδοξε, ὑποπιάσας σφοδρῶς, τῆς σαρκὸς ἐπανάστασιν, ὡς ἀστὴρ ἀνέτειλας, ἐν τοῖς χρόνοις σου πάμφωτος, καταπυρσεύων, τοῖς σοῖς χαρίσμασι, τοὺς ἀσκουμένους, καὶ τὸν λαὸν τοῦ Θεοῦ· ὅθεν τὴν μνήμην σου, ἐκτελοῦντες σήμερον ᾀσματικῶς, τῆς ψυχῆς τὰ πρόσφορα, αἰτοῦμεν ἅπαντες.

Πάτερ, Ἱλαρίων κάλλιστε, θαυματουργίαις ταῖς σαῖς, τὸν λιμὸν ἐξωστράκισας, καὶ τὴν θλῖψιν ἔλυσας, τοῦ λαοῦ σου θεόληπτε, καὶ μετὰ θάνατον ἐξ ὀμμάτων σου, μῦρον χαρίτων ἀῤῥήτως ἔβλυσας, παραμυθούμενος, ὡς Πατὴρ φιλόστοργος τοὺς μοναχούς, καὶ πιστῶν συστήματα, τὰ πολυάριθμα.

Πάτερ, Ἱλαρίων Ἅγιε, οἰκοδομήσας Μονήν, ἐν Προμάχοις περίβλεπτον, τοῦ ἐχθροῦ σεσάλευται, τὸ σαθρὸν οἰκοδόμημα, καὶ ἀληθείᾳ καθοπλισάμενος, τῶν μοναζόντων τὸ πλῆθος ἤγαγες, πρὸς τὰ οὐράνια, βίου ὑποτύπωσιν καταλιπών, σεαυτὸν ἀοίδιμε, τοῖς προσιοῦσί σοι.

Δόξα. Ἦχος ὁ αὐτός.
Ἱεραρχικὴν καθέδραν ἐσχηκώς, πνευματικὸν ἀγῶνα ἠγωνίσω εὐαγγελικῶς, Πάτερ Ἱλαρίων μακάριε, τὸν γὰρ Σταυρὸν τοῦ Κυρίου, ἐπ’ ὤμων ἀναλαβών, ὀπίσω ὁλοκαρδίως ἔδραμες, τοῦ Κυρίου Ἰησοῦ ὡς μαθητὴς γνήσιος, καὶ τὸν σπόρον τῆς χάριτος, εἰς ἑκατὸν καρποφορήσας, τῶν πάλαι Ὁσίων, ὤφθης ἰσότιμος· μεθ’ ὧν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Προμάχων θεῖος φρουρός, καὶ τῶν Ὀρθοδόξων, ἐπιστάτης καὶ Μογλενῶν, πόλεως ὁ μέγας, Ἐπίσκοπος Κυρίου, παμμάκαρ Ἱλαρίων, ἡμῶν τὸ καύχημα.
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης Μογλενῶν Ἱλαρίων, καὶ ἀντικείμενος λαῷ Βογομίλων, καὶ τῶν Προμάχων θεῖον ἐγκαλλώπισμα, ταῖς ἱκετηρίαις σου, πρὸς Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύων πάντοτε, λυτρωθῆναι κινδύνων, τοὺς σοὺς ἱκέτας πίστει ἀκλινεῖ, πρὸ τῆς εἰκόνος, τῆς σῆς ἀνακράζοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἱλαρίων, δὸς τῇ ψυχῇ μου τὴν ῥῶσιν. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
λάσθητι Δέσποτα Ἰησοῦ, λιταῖς τοῦ Σοῦ δούλου, Ἰλαρίωνος τοῦ κλεινοῦ, κὰμὲ τὸν ἀνάξιον ποιῆσαι, ἱκετηρίας αὐτοῦ τὰ μελίσματα.
Λοιμώδους μιάσματος λογισμοῦ, ἰάτρευσον τάχει, ἐνσταλάζων τὸν γλυκασμόν, τῆς μνήμης Θεοῦ ἐν διανοίᾳ, τῶν ἐκζητούντων τὴν χάριν σου Ὅσιε.
Λυχνία πολύφωτος Μογλενῶν, δειχθεὶς Ἱλαρίων, φωταγώγησον καὶ ἡμῶν, τὸν νοῦν τοῦ εἰδέναι τοῦ Κυρίου, τὰς ἐντολὰς καὶ τὸ ἅγιον θέλημα.
Θεοτοκίον.
νάστησον κείμενον ἐν βυθῷ, πολλῶν με πταισμάτων, Θεονύμφευτε Μαριάμ, καὶ δίδου μοι χεῖρα βοηθείας, καὶ πρὸς μετάνοιαν ἴθυνον δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
αθυμίας τῷ βέλει κατατρωθεὶς ἤνυσα, πᾶσαν τὴν ζωήν μου ἀλόγως, Πάτερ καὶ θλίβομαι· διὸ πρεσβείαις σου, διέγειρόν μου πρὸς ἄνω, νοῦν τὸν ἀμελέστατον καὶ ἀκατάστατον.
Ιδοὺ ὄντως ὐπάρχω τῆς ψυχικῆς ἔρημος, μάκαρ ἀσθενείας καὶ τρόμος, δεινὸς κατέχει με, πῶς τὴν ἐξέτασιν, τοῦ κριτηρίου ἀνθέξω, Ἰλαρίων Ἅγιε· διό με στήριξον.
πῶς ὅλον τὸν χρόνον, τῆς βιοτῆς ἔζησα, ἐν ταῖς πονηραῖς πραγματείαις τοῦ πολεμήτορος, καὶ νῦν ὠς ἄσωτος, ἐν τῷ ναῷ σου προσφεύγω, ἵνα ταῖς πρεσβείαις σου, σωθῶ πανόσιε.
Θεοτοκίον.
Νῦν ὀδύρομαι Μῆτερ, καὶ ὀδυνῶμαι καὶ θλίβομαι, ὅταν ἐννοήσω ὀ τάλας, τὰς ἁμαρτίας μου, ἀλλὰ πρεσβείαις Σου, πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, θρήνους μετανοίας μοι, παράσχου τάχιστα.
Διάσωσον, ἀπὸ βορβόρου πταισμάτων ὦ Ἱλαρίων, τοὺς ἐν πίστει καὶ μετανοίᾳ προστρέχοντας, τῇ σῇ πρεσβείᾳ παμμάκαρ καὶ προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πιστῶν ἀρωγός, αἱρετικῶν ἀντίπαλος, πτωχῶν ὁ τροφός, καὶ μοναζόντων σύμμαχος, δεικνύμενος τῷ βίῳ σου, ὡς ποιμὴν Μογλενῶν καὶ διδάσκαλος, μὴ ἐλλίπῃς λιταῖς σου πρὸς Χριστόν, ἐπισκοπῶν Ἱλαρίων τοὺς ἱκέτας σου.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διανοίας τὴν ζόφωσιν, τῆς πεπωρωμένης ψυχῆς τὴν σύγχυσιν, καὶ καρδίας μου τὸν τάραχον, λῦσον Ἱλαρίων ταῖς πρεσβείαις σου.
λικῶς ἐβεβήλωσα, τῆς ψυχῆς χιτῶνα ταῖς ἁμαρτίαις μου, ἀλλὰ δός μοι ἱκεσίαις σου, δάκρυα λευκᾶναι τὸ κηλίδωμα.
Σκληρυνθεὶς τῇ κακίᾳ μου, Πάτερ Ἰλαρίων πρός σε κατέφυγον, ἵνα εὕρω τὴν κατάνυξιν, πένθος μετανοίας καὶ τὰ δάκρυα.
Θεοτοκίον.
Τοῦ Δεσπότου τὸ τέμενος, ὄρος ἀλατόμητον καὶ κατάσκιον, Θεοτόκε ἀειπάρθενε, μὴ παρίδῃς σκέπουσα τοὺς δούλους Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
λκωμαι δεινῶς, Ἰλαρίων ἐν τῷ σώματι, ἀσθενείαις ἀνιάτοις καὶ πικραῖς, ἀλλὰ πέποιθα ἐν σοὶ τοῦ ἰαθῆναί με.
Ψῦξον πυρετόν, τῶν πληγῶν τῆς ἀῤῥωστίας μου, καὶ τὸ ἄτονον κατάπαυσον σαρκός, ἐπομβρίαις Ἱλαρίων τῶν χαρίτων σου.
λης γεηρῶν, ὐψωθεὶς μακαριώτατε, ὑπεράνω τῇ ὁσίᾳ βιοτῇ, ἐκ χοὸς τῶν κοσμικῶν ἡμᾶς ἀνύψωσον.
Θεοτοκίον.
Χαῖρε ἐκ φθορᾶς, τῶν βροτῶν ἠ ἐξανάστασις, καὶ ἐτοίμη Θεοτόκε ἰσχυρά, προστασία καὶ βοήθεια ἡ ἄμαχος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
δύτητα, ἀρετῶν μοι χάρισαι, ταῖς λιταῖς σου Ἰλαρίων παμμάκαρ, καὶ ἐμπαθεὶς λογισμοὺς καὶ ἀκάρπους, ἐκ τοῦ νοός μου ἐκδίωξον τέλεον, ὅπως ὑμνῶ σεμνοπρεπῶς, τοῦ Σωτῆρος τὸ ἅγιον ὄνομα.
Μεμόλυσμαι, Ἰεράρχα Ὅσιε, ταῖς σειραῖς τῶν ἀμετρήτων παθῶν μου, καὶ μολυσμοῖς λογισμῶν ἀκρασίας, κατεῤῥυπώθην ὁ ὄντως ἀνάξιος, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς, ἀλλ’ εὐχαῖς σου βοήθει μοι τάχιστα.
βίος μου, Ἱλαρίων πάντιμε, ἀνομίας καὶ αἰσχρότητος πλήρης, καὶ δυσωδίας πολλῶν ἁμαρτάδων, πρὸς τὴν ζωὴν τοῦ Χριστοῦ ἐμποδίζει με, ἀλλ’ ὡς ὁ ἄσωτος θαῤῥῶ, ἐκζητῆσαι τὴν σκέπην καὶ χάριν σου.
Θεοτοκίον.
πούργησας, τῷ ἁγίῳ τόκῳ Σου, τῶν ἀνθρώπων σωτηρίαν Παρθένε, καὶ ἀνεζώωσας Εὔας τὸ γένος, καὶ τοῦ Ἀδὰμ τὴν σκηνὴν ἐξανέστησας· διὸ ἀνάστησον κἀμέ, τὸν πεσόντα ἐν λάκκῳ τῶν θλίψεων.
Διάσωσον, ἀπὸ βορβόρου πταισμάτων ὦ Ἱλαρίων, τοὺς ἐν πίστει καὶ μετανοίᾳ προστρέχοντας, τῇ σῇ πρεσβείᾳ παμμάκαρ καὶ προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ θεολόγῳ σου γλώττῃ ἐστήριξας, τῶν Ὀρθοδόξων τὰ πάντιμα δόγματα, νῦν δὲ τῇ θείᾳ πρεσβείᾳ σου φρούρησον, ἐπισκοπῆς τῆς ποτέ σου πληρώματα, ἀπὸ κακῶν καὶ αἱρέσεων Ἅγιε.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. 11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. 13 ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Στῦλος ἀπερίτρεπτος ἐπισκοπῆς τῶν Μογλαίνων, καὶ φωστὴρ ἀείφωτος, ζόφωσιν σκεδάζων τὴν τῶν αἰρέσεων, εὐσεβῶν τείχισμα, πᾶσαν ἀποκροῦον, Βογομίλων τὴν κακόνοιαν, καὶ ἀκριβέστατος, μοναστῶν κανὼν καὶ ὑπόδειγμα, φανεὶς θεομακάριστε, μὴ παρίδῃς νῦν τὴν ἱκέσιον, δέησίν μου ταύτην, φωτίζων σκοτοδίνην τὴν δεινήν, καὶ ἀγνωσίαν ἀντίθεον, τῆς ψυχῆς μου Ὅσιε.










ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν ἀγρὸν τῆς ψυχῆς ἐκ τοῦ σπόρου καθᾶραι τῶν ζιζανίων φυτῶν, τοὐτέστιν τῆς κακίας, ἀργίας φιλαρχίας, καὶ δεινῆς κατακρίσεως, ἐπιστασίᾳ τῇ σῇ, ἐλπίζω Ἱλαρίων.
πολίχνη Προμάχων Ἱλαρίων αἰτεῖται πρὸ τῆς εἰκόνος τῆς σῆς, τὴν θείαν ἀρωγήν σου, χαρίτων σου τὰ ῥεῖθρα, καὶ εἰρήνης δωρήματα, ἐπὶ τοὺς πίστει σοφέ, ὑμνοῦντας τὸν σὸν βίον.
Νέμεις πᾶσιν εἰρήνην τοῖς ἐν πόθῳ καρδίας καὶ εὐλαβείᾳ πολλῇ, σὲ ἐπικαλουμένοις, παμμάκαρ Ἱλαρίων, ἐκδιώκων τὸν θόρυβον, τοῦ ἀρχεκάκου ἐχθροῦ, καὶ πτερνιστοῦ βελίαρ.
Θεοτοκίον.
εῖθρα δός μοι δακρύων ψυχικῶν ὅπως πλύνω ἁμαρτιῶν μου πληγάς, Παρθένε Θεοτόκε, ἡ τέξασα ἀῤῥήτως, τὴν πηγὴν τῆς ἀφέσεως, τὸν Ζωοδότην Χριστόν, Ὃν πάντες εὐλογοῦμεν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ς Ἱεράρχης, παρεστηκὼς τῷ Κυρίῳ, μὴ ἐλλίπῃς ὑπὲρ πάντων ἱκετεύων, τῶν ἐν ἀσθενείαις, ποικίλαις τρυχομένων.
Στενάζων σφόδρα, ἐν τῇ νυκτὶ καὶ ἡμέρᾳ, καταφεύγω τῷ ναῷ σου Ἱλαρίων, καὶ αἰτοῦμαι Πάτερ, εἰρήνευσιν τοῦ βίου.
δοὺ τὰ πλήθη, τῶν φιλαγίων θεόφρον, εὐσεβῶς καθικετεύουσι βοῶντα· ῥύου ἡμᾶς πάντας, ἐκ τῶν πικρῶν δαιμόνων.
Θεοτοκίον.
Νυγεὶς τῷ βέλει, τοῦ περνοσκόπου Παρθένε, τὴν πληγήν μου καταγλύκανον εὐχαῖς Σου, καὶ τὴν ὑγείαν κατ’ ἄμφω δώρησαί μοι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
ῷ ἀλαζονείας, φαρμαχθεὶς παμμάκαρ, τῆς μετανοίας καρποὺς ἀπεστέρημαι, καὶ ἀπογνοὺς καταφεύγω, τῇ ἀντιλήψει Σου.
πόσων ἁμαρτάδων, ἔνοχος τυγχάνω, καὶ τῆς γεέννης θεόφρον οὐ δέδοικα· διὸ λιταῖς σου τὸν νοῦν μου, Χριστῷ οἰκείωσον.
νίκα τὴν σὴν κλῆσιν, Πάτερ Ἱλαρίων, ἐν τῷ νοΐ μου προσλήψομαι σβέννυνται, τὰ ἐννοήματα πάντα τῆς ἀπογνώσεως.
Θεοτοκίον.
Λουτρῷ τῆς μετανοίας, σπούδασον Παρθένε, τὴν μολυνθεῖσαν καθᾶραι καρδίαν μου, ἐκ τῶν ποικίλων κηλίδων τῆς ἀθυμίας μου.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Προμάχων μέγας φρουρός· χαίροις Ἀλμωπίας, ἐγκαλλώπισμα ἰερόν· χαίροις μοναζόντων, ἀνδρῶν ὀ ποδηγέτης, παμμάκαρ Ἰλαρίων, Μογλαίνων καύχημα.
Ἔχων ἐν τοῖς στέρνοις σου τὸν Χριστόν, πάντα τὰ ἡδέα, ἀπηρνήσω τῶν γεηρῶν, καὶ ἐπ’ ὤμων ἦρας, σταυρὸν τοῦ σοῦ Δεσπότου, ὁδεύων Ἱλαρίων, πρὸς τὰ οὐράνια.
Ὕδατα ἀπέστρεψας θολερά, τῶν αἱρετιζόντων, Ἱλαρίων ἐν Μογλενοῖς, καὶ ταῖς ἀθολώτοις, τοῖς πίστεως ἀρδείαις, τὰ θρέμματα τῆς ποίμνης, τῆς σῆς ἐπότισας.
Στόματα πολύφθογγα σοφιστῶν, καὶ κενῶν ῥητόρων, Βογομίλων τῶν δυσμενῶν, ὄντως τοῖς σοῖς λόγοις, τοῖς πνευματοκινήτοις, ἐσίγησαν θεόφρον, καὶ ἠπορήθησαν.
Πέτρου τε καὶ Παύλου τῶν μαθητῶν, τὸ σεπτὸν σεμνεῖον, ἐν Προμάχοις τῶν Μογλενῶν, ἔστησας θεόφρον, τῇ χάριτι Κυρίου, ὡς πύργον Ἱλαρίων, ἀκαταμάχητον.
Μνήσθητι πρεσβείαις σου καὶ ἡμῶν, τῶν ἐν ταῖς ἀνάγκαις, τρυχομένων καὶ πειρασμοῖς, Πάτερ Ἱλαρίων, καὶ δίδου σὺ ὡς οἶδας, ἑκάστῳ τῶν ἀνθρώπων, ταχὺ τὰ πρόσφορα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλαγίων ὀ χορός, καὶ τῶν Ὀρθοδόξων τὸ πλῆθος, τὸν Ἰλαρίωνα, τὸν οὐρανοστήρικτον, ἄνδρα τῆς πίστεως, τῶν Προμάχων τὸν ἔφορον, ποιμένων τὴν δόξαν, Μογλενῶν ἐπίσκοπον, θαυμάτων αἴτιον, δεῦτε, ἱκετεύσωμεν πάντες, ἵνα ταῖς αὐτοῦ ἱκεσίαις, τύχωμεν πταισμάτων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου