Δευτέρα 20 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 9. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΙΑΚΩΒΟΣ ΑΛΦΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ Θ΄!!
ΙΑΚΩΒΟΣ ΑΛΦΑΙΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Συμπληρωθεῖσα ὑπὸ ἡγουμένης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Μαθητῶν τοῦ Κυρίου τὸ σεμνολόγημα, τῶν Ἀποστόλων δόξαν, τῶν Μαρτύρων τὸ κλέος, κήρυκα τοῦ Λόγου τὸν εὐκρινῆ, τῶν Ἀγγέλων ὁμότροπον, ταῖς τῶν ᾀσμάτων αἰνέσωμεν ἐκλογαῖς, τὸν Ἀλφαίου νῦν Ἰάκωβον.

Εὐαγγελίου τὴν γλῶσσαν τὴν θεοῤῥήμονα, τοῦ Παρακλήτου στόμα, τὴν τῆς χάριτος λύραν, σκεῦος εὐλογίας τὸ ἐκλεκτόν, τὸν Ἀλφαίου Ἰάκωβον, ἐγκωμιάσωμεν χαίροντες οἱ πιστοί, καὶ τὸ χαίροις τούτῳ εἴπωμεν.

Τὴν οὐρανόλεκτον κλῆσιν σοφὲ Ἰάκωβε, μετὰ σπουδῆς ποιήσας, ἠκολούθησας χαίρων, σοῦ τῷ Διδασκάλῳ καταλιπών, ἁλιείας τὰ δίκτυα, καὶ ὡς ἰχθύας ἐζώγρηδας λογικούς, τοὺς ἀνθρώπους ὦ Ἀπόστολε.

Ἐπαινετός σου ὁ βίος καὶ ἀξιάγαστος, ἡ σοὶ δοθεῖσα χάρις, θαυμαστὴ ὑπὲρ λίαν, πάντα σου τὰ ἔργα μακαριστά, ὦ Ἀλφαίου Ἰάκωβε, καὶ σοῦ τὸ τέλος ὃ ἔσχες ἐπὶ σταυροῦ, χριστομίμητον Ἀπόστολε.

Δόξα. Ἦχος α’.
Τῆς νέας Διαθήκης τὴν σάλπιγγα, τὴν εὔσημον φωνὴν τῆς χάριτος, τὸ τοῦ Παρακλήτου θεῖον ὄργανον, τὸν τοῦ Ἀλφαίου Ἰάκωβον, φωναῖς αἰσίαις καινοπρεπῶς, δεῦτε μακαρίσωμεν. Χαίροις λέγοντες αὐτῷ, χαριτώνυμε Ἀπόστολε, καὶ Μάρτυς τοῦ Χριστοῦ ἀκατάκριτε. Στῆθι μεθ’ ἡμῶν, ἐν ταῖς συνεχούσαις ἡμᾶς θλίψεσι, καὶ ἐξελοῦ ἡμᾶς τῶν ποικίλων περιστάσεων, καὶ τῆς αἰωνίου κατακρίσεως.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.




Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Στέψωμεν οἱ πιστοί, μετὰ πρεπούσης δόξης, ἐν ὑμνῳδίαις δεῦτε, Ἰάκωβον Ἀλφαίου, τὸν ἔνδοξον Ἀπόστολον.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χάρις ἡ τοῦ Θεοῦ, πλουσίως ἐξεχύθη, τοῖς χείλεσί σου μάκαρ, Ἰάκωβε Ἀλφαίου, καὶ κήρυκά σε ἔδειξεν.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερεώμα.
Στέργω σου τὴν σπουδήν, Ἰάκωβε Ἀλφαίου, τοὺς σοὺς καμάτους μέλπω, καὶ σέβω σου τὸ τέλος, ἐπὶ σταυροῦ Ἀπόστολε.

Δόξα. Τριαδικόν.
Μίαν τρισσολαμπῆ, θεότητα δοξάζω, ἐξ ἧς τὸ φῶς παρήχθη, Πατέρα σὺν Υἱῷ τε, καὶ Πνεῦμα τὸ πανάγιον.

Καὶ νῦν. Θεοτοκίον.
Πάντες οἱ ἐν δεινοῖς, καὶ θλίψεσι πεσόντες, ὡς ἐν λιμένι δεῦτε, προσδράμωμεν ἐν πίστει, τῇ μόνῃ Θεομήτορι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ'.
Ἀπόστολε Ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀποστόλοις συνάμα ὦ Ἀλφαίου Ἰάκωβε, κόσμῳ ἀπεστάλης κηρύξαι, τὸ Χριστοῦ Εὐαγγέλιον· ἰώμενος τὰς νόσους ἀσθενῶν, καὶ πάθη θεραπεύων ψυχικά, τῶν δαιμόνων φυγαδεύων τὰς στρατιάς, δυνάμει τῇ τοῦ Πνεύματος· χαίροις θεοκηρύκων ἡ σφραγίς· χαίροις σπορεῦ τῆς πίστεως· χαίροις ὁ ἐν σταυρῷ ὡς ὁ Χριστός, τὸ τέλος σου δεξάμενος.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια του Ἀποστόλου.  Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἀλφαίου Ἰάκωβε κλεινέ, τοῦ Χριστοῦ Ἀπόστολε, τῆς ἀληθείας τὰ νάματα, πλουσίως ἔβλυσας, ἐκ τῶν σῶν χειλέων, ὡς κρατὴρ τῆς χάριτος, καὶ πλήθη τῶν πιστῶς ἀκουόντων σε, σεπτῶς κατήρδευσας, εὐχαρίστως ὅθεν στέργομεν, ἐν αἰνέσει τοὺς σεπτοὺς ἀγῶνάς σου.

Ὡς κήρυξ τῆς χάριτος Χριστοῦ, ἱερὲ Ἰάκωβε, Εὐαγγελίου διδάγματα, λαοῖς ἡρμήνευσας, καὶ βωμοὺς εἰδώλων, παντελῶς ἠδάφισας, δαιμόνων ἐτροπώσω τὰς φάλαγγας, καὶ πράξιν ἔδειξας, θεωρίας εἰς ἐπίβασιν, μετὰ κύρους ἔνδοξε Ἀπόστολε.

Ἀλφαίου Ἰάκωβε διπλοῦς, τοὺς στεφάνους ἔλαβες, παρὰ Θεοῦ οὗ τὸ ὄνομα, τρανῶς ἐκήρυξας, Ἀποστόλων δόξαν, καὶ Μαρτύρων εὔκλειαν, συνήρμοσας ἐν σοὶ τελεώτατα, σταυροῦ γὰρ ἔλαβες, ἐπὶ ξύλου τέλος ἅγιον, καὶ Δεσπότου πάθος ἐξεικόνισας.

Ἕτερα. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας ἀξιάγαστε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σε παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου θεότητος.

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε, κατεφώτισας, οὓς ἀναδείξας Ἰάκωβε, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, τούτου πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, ὡς μαθητης ἀληθέστατος.





Δόξα. Ἦχος δ'. Θεοφάνους
Τὴν τοῦ θείου Πνεύματος σαφῶς χάριν δεξάμενος, τῆς ἱερωτάτης χορείας τῶν Ἀποστόλων, συναρίθμιος , Ἰάκωβε γέγονας· ὅθεν καὶ οὐρανόθεν τὴν φερομένην ποτὲ πνοὴν βιαίαν, πυρίνῃ γλώσσῃ ἐμπνευσθείς, τὴν τῶν ἐθνῶν ἀκανθώδη ἔφλεξας ἀθεότητα. Χριστὸν τὸν Θεόν, Θεοκῆρυξ ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α’ 1-β’ 6)
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς τοὺς δι' αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. β’ 21-γ’ 9)
Ἀγαπητοί, Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ' ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· - ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. δ’ 1-11)
Ἀγαπητοί, Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικε· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ὡς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.












Λιτή. Ἦχος α’.
Ἀποστολικῆς τιμῆς πάρεστι καιρός, ἡ τοῦ Ἰακώβου Ἀλφαίου ἱερὰ καὶ εὐκλεὴς πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, εὐφρανθῶμεν τῷ πνεύματι, καὶ τὴν τούτου μακαρίσωμεν πολιτείαν τὴν θεάρεστον, ἵνα εὕρωμεν αὐτόν, ὑπὲρ ἡμῶν πρὸς τὸν Θεόν, πρέσβυν εὐμενέστατον.

Ἦχος β’.
Ἀγάλλου καὶ χόρευε ἡ Ἰουδαία, καὶ τὰς χεῖρας κρότησον ἐν εὐφροσύνῃ, μητροπρεπῶς ἐγκωμιάζουσα, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου υἱόν, τὸν ἐν Ἀποστόλοις μέγαν καὶ πανεύφημον. Καὶ γὰρ οὗτος τῷ Χριστῷ, εὐάρεστον ἐπέδειξε σπουδήν, καὶ κρείττονα εὗρε παρ’ Αὐτοῦ τὴν ἐν δόξῃ ἀνταπόδοσιν.

Ἦχος γ’.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ψαλμικῶς ὁ φθόγγος σου, Ἰάκωβε Ἀλφαίου, θεοῤῥῆμον τοῦ Χριστοῦ Ἀπόστολε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματά σου τὰ σωτήρια ἐξεχύθησαν· ἐδίδαξας καὶ γὰρ πολλοὺς μετὰ πειθοῦς, τοὺς λόγους τῆς ἀληθείας, καὶ ἐξέμαθες ὡσαύτως τὴν γνῶσιν, τῆς σοφίας καὶ τῆς χάριτος, τοῖς λαοῖς γενόμενος σάλπιγξ μεγαλόφωνος. Καὶ ἡμῖν ὑπέδειξας ἐν αὐθεντίᾳ, τῆς πίστεως τῆς ἀληθινῆς, τὰ μεγάλα καὶ θαμαστὰ κατορθώματα.

Ἦχος δ’.
Τὸν τοῦ Λόγου τοῦ Θεοῦ σπορέα φιλοκάματον, καὶ τοῦ θείου ἀμπελῶνος ἐργάτην ἱκανώτατον, τὸν σπείραντα τὴν γῆν ἐν δάκρυσιν τιμίοις, καὶ θερίσαντα μετ’ εὐφροσύνης, τὴν ἀγαλλίασιν τῶν οὐρανίων θησαυρῶν, Ἰάκωβον τὸν τοῦ ἈΛφαίου, δεῦτε πάντες μακαρίσωμεν. Τὸ ἔργον γὰρ τοῦ Ἀποστόλου, ἐξετέλεσε μετὰ συνειδήσεως καθαρᾶς, καὶ τὸν μισθὸν ἐκέρδισε πλουσίως, παρὰ τοῦ Δεσπότου Χριστοῦ, τοῦ ἔχοντος τὸ ἔλεος ἀμέτρητον.

Ἦχος πλ. α’.
Ὢ τῶν καλῶν σου ἀγώνων, τῶν ὑπὲρ τῆς πίστεως Χριστοῦ, Ἀπόστολε Ἰάκωβε Ἀλφαίου· ὢ τοῦ διαπύρου ζήλου σου, ὑφ’ οὗ κινούμενος καλῶς, διέδραμες τὴν οἰκουμένην, κηρύττων τὸ Εὐαγγέλιον τὸ ἅγιον· ὢ τῆς καρτερίας σου τῆς ἀδαμαντίνης, ὑφ’ ἧς δυναμούμενος, τὰ ἄλγη τῇ τιμίᾳ σου σαρκὶ ἐβάστασας, καὶ τὰ ἐπὶ τοῦ σταυροῦ κάρφη οὐκ ἐδειλίασας, ἀλλ’ οὕτως ἐβόας λέγων· πάντα ἰσχύω, ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, τῷ Σταυρωθέντι δι’ ἐμὲ καὶ Ἀναστάντι, καὶ πᾶσι παρέχοντα ζωὴν τὴν ἀτελεύτητον.



Δόξα. Ἦχος πλ. δ’.
Τὸν τῆς Ἐκκλησίας λύχνον φαεινόν, τὸν πυρσεύοντα τὴν οἰκουμένην, τῇ λαμπρότητι τῆς πίστεως, καὶ τῆς ἀληθοῦς γνώσεως ἐμπρέποντα τῇ εὐπρεπείᾳ, Ἰάκωβον τοῦ Ἀλφαίου, τὸν ἔνδοξον Ἀπόστολον, δεῦτε ὑμνῳδίαις μεγαλύνομεν. Διδάσκει γὰρ ἡμᾶς, λόγοις τε καὶ ἔργοις ἀγαθοῖς, τὴν ὁδὸν τῆς σωτηρίας, καὶ ὡς ἄριστος χειραγωγός, κατευθύνει ἡμᾶς εἰς ἀρετῶν τὴν τελειότητα, ἥτις Θεοῦ ἡμῖν παρέχει τὴν οἰκείωσιν, ἐν ἐλέει ἀμετρήτου ἀγαθότητος.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, τῆς ἀληθείας ἡ λαμπὰς ἡ ἀκοίμητος, ἡ δόξα τῶν Ἀποστόλων, τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἡ εὐκλεεστάτη σεμνοπρέπεια, τὸ τεῖχος τὸ μέγα, τῆς εὐσεβείας καὶ ἄῤῥηκτον, Εὐαγγελίου, τὸ χρυσόφωνον ὄργανον, σκεῦος εὔχρηστον, τῶν χαρίτων τοῦ Πνεύματος, κήρυξ τῆς θείας πίστεως, Ἀλφαίου Ἰάκωβε, ὁ ὑποδείξας τὴν τρίβον, τῆς ἐν Χριστῷ τελειώσεως, αὐτὴν ἀκωλύτως, καταξίωσον βαδίζειν, τοὺς σὲ γεραίροντας.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χάρις, παρὰ Κυρίου πολλή, τοῖς χείλεσί σου ἐξεχύθη Ἀπόστολε, Ἰάκωβε τοῦ Ἀλφαίου, καὶ ἐποεύθη εὐθύς, εἰς τῆς οἰκουμένης τὰ πληρώματα, Χριστοῦ τοῦ κηρύξαι, τὸ ἱερὸν Εὐαγγέλιον, καὶ ἑρμηνεῦσαι, τὸ πανάγιον θέλημα, καὶ τὴν ἄφατον, δι’ ἡμᾶς συγκατάβασιν, λόγοις οὖν τῆς σοφίας σου, καὶ ἔργοις χρηστότητος, τοὺς πλανωμένους εἰς γνῶσιν, τῆς ἀληθείας ἐπέστρεψας, Θεῷ δοῦναι δόξαν, καὶ αἰνέσεως θυσίαν, λατρείαν ζῶσάν τε.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερεώμα.
Δοῦλος, ὡς ἀγαθὸς καὶ πιστός, μετὰ σπουδῆς φιλοκαμάτου ἐπηύξησας, τὸ τάλαντον τὸ δοθέν σοι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, θέλημα τὸ τούτου ἐργασάμενος, ψυχαῖς γὰρ ἀνθρώπων, τὸν θεῖον λόγον ἐνέσπειρας, καὶ εὐφροσύνης, οὐρανίου ἐθέρισας, θεῖα δράγματα, ὦ Ἀλφαίου Ἰάκωβε, τέλος δὲ πολύωδυνον, ἐδέξω Ἀπόστολε, καὶ καρφωθεὶς ἐπὶ ξύλου, τῷ Διδασκάλῳ ὡμοίωσαι, Χριστῷ ᾧ πρεσβεύεις, εὐμενῶς ὑπὲρ τῶν πίστει, μακαριζόντων σε.

Δόξα. Ἦχος πλ. α'
Πιστῶς πανηγυρίζομεν, τὴν πάνσεπτον ἡμέραν τῆς σῆς μνήμης, σὲ ἀνυμνοῦντες Ἰάκωβε ἔνδοξε, οὐχ ὡς Ἀλφαίου υἱόν, ἀλλ' ὡς τοῦ Χριστοῦ Ἀπόστολον, καὶ κήρυκα τῆς αὐτοῦ ἀρρήτου σαρκώσεως. Ὅθεν τῷ δεσποτικῷ θρόνῳ, σὺν Ἀσωμάτοις ἀεὶ παριστάμενος, καὶ Ἀποστόλων καὶ Μαρτύρων χοροῖς, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι ἡμᾶς, τὸν σωτῆρα καὶ Θεὸν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ'.
Ἀπόστολε Ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀποστόλοις συνάμα ὦ Ἀλφαίου Ἰάκωβε, κόσμῳ ἀπεστάλης κηρύξαι, τὸ Χριστοῦ Εὐαγγέλιον· ἰώμενος τὰς νόσους ἀσθενῶν, καὶ πάθη θεραπεύων ψυχικά, τῶν δαιμόνων φυγαδεύων τὰς στρατιάς, δυνάμει τῇ τοῦ Πνεύματος· χαίροις θεοκηρύκων ἡ σφραγίς· χαίροις σπορεῦ τῆς πίστεως· χαίροις ὁ ἐν σταυρῷ ὡς ὁ Χριστός, τὸ τέλος σου δεξάμενος.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις







ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς πάμφωτος ἀστήρ, τοῦ ἡλίου τῆς δόξης, ἀνέτειλεν ἡμῖν, τοῖς ἐν σκότει κειμένοις, ὁ ἔνδοξος Ἀπόστολος, ὁ Ἀλφαίου Ἰάκωβος· τούτου ᾄσωμεν, οἱ γηγενεῖς κατὰ χρέος, τὴν πανεύφημον, καὶ παμμακάριστον μνήμην, Θεὸν μεγαλύνοντες.
Δόξα.
Ὡς ἔμπορος σοφός, τὸν καλὸν μαργαρίτην, ἠγόρασας Χριστόν, τοῖς τιμίοις σου κόποις, Ἀλφαίου ὦ Ἰάκωβε, τοῦ Κυρίου Ἀπόστολε· σὺ γὰρ δίκτυα, τῆς ἁλιείας ἀφῆκας, καὶ ἰχθύας τε, ὡς λογικοὺς τοὺς ἀνθρώπους, Χριστῷ ἐσαγήνευσας.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ κλῖμαξ Ἰακώβ, ἣν τεθέαται πάλαι, συνάπτουσα τὴν γῆν, οὐρανοῖς Σὺ ὑπάρχεις, Παρθένε πανακήρατε, Μαριὰμ ὅτι ἔτεκες, τὸν ποιήσαντα, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ ἑνώσαντα, τὰ διεστῶτα τὸ πρώην, σαρκὸς τῷ προσλήματι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν σπορέα τοῦ Λόγου τὸν ἱκανώτατον, τὸν ταῖς ψυχαῖς τῶν ἀνθρώπων φιλοκαμάτῳ σπουδῇ, κατασπείραντα Χριστοῦ σπόρον τὸν ἔνθεον, καὶ ἐν τιμίᾳ πλησμονῇ, τὸν θερίσαντα ζωῆς, πλειόντως τὴν παγκαρπίαν, τὸν Ἰάκωβον τοῦ Ἀλφαίου, ἐγκωμιάσωμεν συμφώνως πιστοί.
Δόξα.
Ἰουδαίας ἡ χώρα ἡ περιώνυμος, μητροπρεπῶς ἐπαγάλλου τὸν τοῦ Ἀλφαίου υἱόν, τὸν Ἰάκωβον σεπτῶς ἐγκωμιάζουσα· οὗτος μεγάλῃ γὰρ φωνῇ, διεκήρυξε ἐν σοί, τὸν λόγον τὸν ζωηφόρον, καὶ ἐκ σκότους τῆς ἀγνωσίας, σὲ ἐπανήγαγεν εἰς δόξης τὸ φῶς.
Καὶ νῦν. Θεοτοκίον.
Προφητῶν θεηγόρος χορὸς ὁ ἅγιος, τὸν ὑπὲρ νοῦν Σου Παρθένε προκατιδὼν τοκετόν, ἐν συμβόλοις ἱεροῖς Σε ἐθεάσατο, ὄρος καὶ πύλην νοητήν, κιβωτόν τε τῆς ζωῆς, καὶ Τράπεζαν θείου Μάννα, τὰς καρδίας τῶν πιστευόντων, τῇ ἀκηράτῳ βεβαιοῦσα τρυφῇ.








Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Εἰς τὰ πέρατα τῆς γῆς, τῶν σῶν ῥημάτων ἡ φωνή, ἐξεχύθη ψαλμικῶς, θεῖε Ἀπόστολε Χριστοῦ, καὶ ἐκ τῆς πλάνης ἐπέστρεψε τῶν εἰδώλων· πλήθη τῶν λαῶν ἀκουσάντων σου, κήρυξ τοῦ Χριστοῦ τὰ διδάγματα, τῆς ἱερᾶς καὶ θείας μαρτυρίας, μάκαρ Ἀλφαίου Ἰάκωβε· αὐτοῖς συμφώνως, καὶ νῦν στοιχοῦντες, σὲ τιμῶμεν ἐνθέως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παραβάσεως καρπόν, Εὔα λαβοῦσα παρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς, καὶ ἀπογνώσεως βρόχοις συνεδεσμεῖτο· Σὺ δὲ Μαριάμ, ἀειπάρθενε, λόγοις Γαβριήλ, ὑπακούσασα, τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας· Χριστὸς ὃς πάλιν, ἐν Παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερεώμα.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος... (Ζήτει 1ῃ Νοεμβρίου).
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸ δοθέν σοι τάλαντον, Ἀπόστολε Ἰάκωβε Ἀλφαίου, οὐκ ἔκρυψας εἰς γῆν, οὐδὲ ἠμέλησας τῇ ῥαθυμίᾳ νικώμενος· ἀλλ’ ὡς δοῦλος τοῦ Κυρίου, πιστὸς καὶ ἀγαθός, πλειόνως ὑπερηύξησας, τῇ φιλοτίμῳ σου σπουδῇ, καὶ τῇ ἐργασίᾳ τῆς εὐαγγελικῆς διακονίας. Θεοῦ τοῦ σὲ καλέσαντος διό, τὸ θέλημα τὸ ἅγιον ἐποίησας, καὶ παρ’ Αὐτοῦ τῶν ἐπαίνων τὰ βραβεῖα ἔλαβες, εἰσελθὼν εἰς τῆς χαρᾶς τῆς ἀλήκτου τὰ σκηνώματα.













Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς: Χριστοῦ μαθητὴν υἱὸν Ἀλφαίου σέβω. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ
Χεῖρά μοι δίδου θεόπτα καὶ μαθητά, τοῦ Χριστοῦ Ἰάκωβε,τὴν σεπτήν σου ἑορτήν, εὐφημεῖν ὁρμήσαντι καὶ φῶς, τῇ καρδίᾳ μου ταῖς σαῖς, πρεσβείαις ἔλλαμψον.
είθροις ἐνθέου σοφίας περικλυσθείς, ποταμὸς ἐξώρμησας, Παραδείσου τῆς τρυφῆς, καὶ τῆς γῆς τὸ πρόσωπον ῥοαῖς, εὐσεβείας ἀληθῶς, Σοφὲ κατήρδευσας.
ερωτάτῃ χορείᾳ τῶν Μαθητῶν, τοῦ Χριστοῦ Ἰάκωβε, συνετάγης συμπληρῶν, ἀριθμῶν τῶν δώδεκα, μεθ' ὧν, τῷ Δεσπότῃ παρεστώς, ἡμῶν μνημόνευε.
Θεοτοκίον
Σὲ Παναγία Παρθένε τὸν οὐρανόν, ὁ τανύσας Κύριος, καὶ τὴν γῆν θεμελιῶν, οὐρανὸν ἐπίγειον ἐκ σοῦ, προελθὼν μετὰ σαρκός, ἡμῖν ἀνέδειξε.

ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος
Τοῦ θείου Πνεύματος σαφῶς, δεδεγμένος τὴν χάριν, τοῖς ἐν σκότει ὡς ὄρθρος, ἀνεδείχθης πρωϊνός, Ἡλίου τοῦ νοητοῦ, καταγγέλλων πᾶσι τὴν ἐμφάνειαν.
πούς σου ἔστη προφανῶς, ἐν εὐθύτητι Μάκαρ, περὶ τὸν Βασιλέα, τὸν εὐθύν τε καὶ χρηστόν, χορεύων περιχαρῶς, καὶ βαδίζων τρίβον τὴν οὐράνιον.
Υἱὸν τὸν ἄναρχον Θεοῦ, τὸν τὰ πάντα ποιοῦντα, θεϊκῇ ἐξουσίᾳ, ἀπλανῆ μυσταγωγόν, τὴν γνῶσιν τὴν ἀληθῆ, σὲ μυοῦντα, ἔσχηκας Ἰάκωβε.
Θεοτοκίον
Μαρία τῶν πάντων ἡ ἐλπίς, τῶν εἰς σὲ πεποιθότων, ἡ τεκοῦσα τὸν Λογον, σαρκωθέντα δι' ἡμᾶς, ποικίλων με πειρασμῶν, καὶ κινδύνων, Πάναγνε διάσωσον.












Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Τὴν σοφίαν τὴν ὄντως παιδαγωγόν, ἐσχηκὼς σε μυοῦσαν τὰ ὑπὲρ νοῦν, σοφίαν ἐμώρανας, τῶν Ἑλλήνων θεόπνευστε, καὶ ἐθνῶν ἐγένου, φωστὴρ καὶ διδάσκαλος, εὐσεβείας λόγοις, ῥυθμίζων τοὺς ἄφρονας· ὅθεν οἱ ῥυσθέντες, διὰ σοῦ τῆς ἀπάτης, ἀξίως ὑμνοῦμέν σε, καὶ πιστῶς μακαρίζομεν. Θεηγόρε Ἰάκωβε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Ἁλιείας τὴν τέχνην καταλιπών, καὶ Κυρίῳ Θεῷ σου ἀκολουθῶν, ἀνθρώπους ἐσαγήνευσας, εἰς τὴν πίστιν τὴν ἔνθεον· καὶ εἰς λιμένα εὔδιον, αὐτοὺς ἐγκαθώρμισας, ὡς λογικοὺς ἰχθύας τε, τὰ πλήθη ἐζώγρησας· ὅθεν Ἀποστόλου, ἐκτελέσας τὸ ἔργον, Ἀλφαίου Ἰάκωβε, εὐαρέστως ἠρίστευσας, ἐκδιδάξας τοῖς πέρασιν, γνώσεως τὴν θείαν ὁδόν, καὶ τὴν ἀλήθειαν πᾶσιν ἡρμήνευσας, ὡς διδάσκαλος μέγας, τῆς σοφίας καὶ χάριτος.
Καὶ νῦν... Θεοτοκίον
Ὡς πανάμωμος νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου πανάμωμε, ἀνομίας με ὄντα αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι' ἀρετῆς ἀπαρτίσασα, Φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου πρεσβείαις σου.

ᾨδὴ δ'. Χριστός μου δύναμις
Αὐτὸς σε Κύριος, ὁ μόνος Ἅγιος, τῇ σεπτῇ ὁμηγύρει τῶν Μαθητῶν, Μάκαρ συνηρίθμησε, τὴν εὐαγῆ σου καὶ λαμπράν, πολιτείαν προορώμενος.
Θαυμάτων ἔμπλεως, τοῦ θείου Πνεύματος, γεγονὼς Θεοκῆρυξ ἐκ τῶν βροτῶν, νόσους ἐφυγάδευσας, καὶ πονηρίας πνευμάτων, τοὺς ἀνθρώπους ἠλευθέρωσας.
θεία ἔλλαμψις, ἐπιφοιτήσασα, τῇ καρδίᾳ σου Μάκαρ θεολαμπῆ, ταύτην ἀπειργάσατο καὶ δεκτικὴν τῶν ὑπὲρ νοῦν, χαρισμάτων κατεσκεύασε.
Θεοτοκίον
Τῷ θείῳ τόκῳ σου, Παρθένε πάναγνε, τῶν Ἀγγέλων αἱ τάξεις καὶ τῶν βροτῶν, ἥνωνται συστήματα· τὸν εἰρηνάρχην γὰρ Χριστόν, καὶ σωτῆρα πάντων τέτοκας.




ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου
λίῳ Μάκαρ τῷ νοητῷ, σύνοικος τελῶν καὶ τὰς αὐγάς, νῦν τὰς ἐκεῖθεν δεχόμενος, ὅπερ κατ' οὐσίαν πρῶτος ἐκεῖνός ἐστι, δεύτερος κατὰ χάριν γέγονας ἔνδοξε.
Νοῦν καθαρώτατον ἐσχηκώς, καὶ εἰλικρινῆ σὺ τὴν ψυχήν, καὶ τὴν καρδίαν κτησάμενος, τὸν σεσαρκωμένον Θεὸν ἑώρακας, τὸν ἀκαταληψίᾳ κατανοούμενον.
ποχωρεῖ σοι τῷ Μαθητῇ, πᾶσα προφητεία καὶ πᾶσα νομοθεσία Πανόλβιε| τὸν γὰρ ταύταις πάλαι προχαραττόμενον, αὐτόπτως ἠξιώθης Μάκαρ θεάσασθαι.
Θεοτοκίον
δοὺ Παρθένε προφητικῶς, ἔσχες ἐν γαστρί σου, τὸν ἐπὶ πάντων Δεσπότην καὶ Κύριον, ὃν ἀφράστῳ τρόπῳ σεμνὴ γεγέννηκας, παρθένος μετὰ τόκον ἄφθορος μείνασα.

ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν
Οἱ πόδες ὡραῖοί σου, τὴν εἰρήνην ἀπλανῶς, ὡς εὐαγγελιζόμενοι, τὴν εἰρήνην τὴν ὄντως ὑπερφυῆ, καὶ νοῦν ὑπερέχουσαν, Μαθητὰ τοῦ Κυρίου πανσεβάσμιε.
Νοεῖν τὸ μυστήριον, καὶ κηρύττειν τὸ φρικτόν, τῆς τοῦ Θεοῦ σαρκώσεως, ἠξιώθης, Ἰάκωβε πρωτουργούς, ἀκτῖνας δεξάμενος, παρ' αὐτοῦ τοῦ Ὑψίστου παμμακάριστε.
Ναὸς Θεοῦ ἔμψυχος, ἀνεδείχθης καὶ ναούς, τοὺς τῶν δαιμόνων ὤλεσας, καὶ ναοὺς ἐδομήσω τῇ τοῦ Χριστοῦ, δυνάμει καὶ χάριτι, Ἀποστόλων τὸ θεῖον ἐγκαλλώπισμα.
Θεοτοκίον
πάντων δεσπόζουσα, τῶν κτισμάτων ὡς Θεόν, τὸν ἀγαθὸν γεννήσασα, τῶν πταισμάτων μου Πάναγνε τὰς οὐλάς, εἰς τέλος ἐξάλειψον, εὐσπλαγχνίᾳ χρωμένη τοῦ τεχθέντος ἐκ σοῦ.

Κοντάκιον. Ἦχος πλ. β'. Τὴν ἐν πρεσβείαις
Ὡς ἑωσφόρον ἐκλάμποντα πᾶσαν κτίσιν, τὸν τοῦ Χριστοῦ αὐτόπτην τε καὶ θεηγόρον, ὕμνοις Ἰάκωβον εὐφημήσωμεν, γεραίροντες τὴν τούτου πανήγυριν σήμερον·πρεσβεύει γὰρ ἀεὶ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τὸν οὐρανόθεν τοῦ Λόγου μυηθέντα τὴν γνῶσιν, καὶ τρανῶς τοῖς ἐν γῇ τὸ Εὐαγγέλιον κηρύξαντα, Ἰάκωβον τὸν μέγαν προηρημένος, τοῦ Ἀλφαίου τὸν γόνον, ἀνευφημῆσαι, σὲ δυσωπῶ καταπέμψαι μοι χάριν, Χριστὲ Ἰησοῦ, ὁ πλήσας Πνεύματος θείου τὸν σοφὸν Μαθητήν σου, καὶ κήρυκα τοῦτον πᾶσι τοῖς πέρασι δωρησάμενος, καὶ πρέσβυν πρὸς σὲ εὐπρόσδεκτον· πρεσβεύει γὰρ ἀεὶ ὑπὲρ πάντων ἡμῶν.


Συναξάριον.
Τῇ Θ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου.
Τὸν σταυρὸν Ἰάκωβος αἴρων ἠδέως,
ὡς ἔστι Σῶτερ ἄξιός σου δεικνύει.
Ἀμφ' ἐνάτην Ἰάκωβος ἑνὶ Σταυρῷ τετάνυστο.
Ὃς ἦν ἀδελφὸς Ματθαίου τοῦ τελώνου καὶ Εὐαγγελιστοῦ. Οὗτος ὁ Ἀπόστολος ἐξελθὼν εἰς τὸ κήρυγμα, πάντα τὰ τῶν εἴδωλων τεμένη, ζήλῳ θείῳ πυρποληθείς, κατέστρεψε, νόσους ἀπελάσας καὶ πονηρίας πνεύματα· διὸ καὶ ἡ πληθὺς τῶν ἐθνῶν, σπέρμα θεῖον, αὐτὸν ὠνόμασε. Διαδραμὼν οὖν τὴν σύμπασαν ὡς ἐραστὴς τοῦ Χριστοῦ, οὗ καὶ τὸ πάθος καὶ τὸν θάνατον ἐζήλωσε, σταυρῷ προσπήγνυται, καὶ τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.

Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀνδρονίκου καὶ Ἀθανασίας τῶν συζύγων
Σύσκηνον Ἀνδρόνικος Ἀθανασίαν,
κόσμῳ τ’ ἐν ἀσκήσει τε κᾂν πόλῳ ἔχει.

Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ποπλίας τῆς Ὁμολογητρίας
Ῥυσθεῖσα κόσμου τῆς πλάνης ἡ Ποπλία,
πόλου πρόσεισι φωλεοῖς ὡς στρουθίον.
Αὕτη, κατὰ τοὺς καιροὺς τοῦ Ἰουλιανοῦ τοῦ ἀσεβοῦς γενομένη, γάμου τὸ πρῶτον ἐπὶ μικρὸν κοινωνήσασα, καρπὸν ἄξιον τῷ Θεῷ προσήνεγκε, τὸν Πρεσβύτερον Ἰωάννην, (ὃς πολλάκις προέστη τῆς Ἐκκλησίας, καὶ ἀεὶ τὴν ἡγεμονίαν δι’ ἄκραν ταπείνωσιν ἔφευγεν· ὕστερον δέ, διὰ τὴν ἐν Χριστῷ ἀναστροφὴν αὐτοῦ τὴν ἀγαθήν, τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας διάκονος ἐχρημάτισε) καὶ χοροῦ ἱερῶν παρθένων ἐξῆρχε. Τοῦ γοῦν Ἰουλιανοῦ τότε τῇ Ἀντιοχέων ἐπιδημήσαντος, καὶ πολλὴν δεισιδαιμονίαν κεκτημένου, καὶ πάντας ἐκκαλουμένου τοῖς δαίμοσι σέβας προσενεγκεῖν, αὕτη ἡ τιμία γραῦς, τοῦ παραβάτου Ἰουλιανοῦ παρόντος, ἀπήρξατο ψάλλειν γεγωνότερον σὺν ταῖς παρθένοις: «Τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων». Διὰ ταῦτα ἑλκυσθεῖσα, κατὰ τῶν παρειῶν τύπτεται σφοδρῶς, ὥς τε καὶ τὴν γῆν φοινιχθῆναι τῷ ταύτης αἵματι· ὁ δὲ θάνατος αὐτῆς ἐν τῷ  ὑποστρέφειν τὸν παραβάτην ἐταμιεύθη. Ἀλλὰ σφαγέντος ἐκείνου ἐν τῷ πολέμῳ τῷ κατὰ τῶν Περσῶν, αὕτη διαρκέσασα χρόνον μικρόν, ἐν εἰρήνῃ τὸν βίον ἀπέλιπεν.

Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ ἀπὸ στρατιωτῶν.
Εἰς ὕψος ἀρθεὶς ἀρετῶν θεῖος Πέτρος,
τὸν χοῦν ἀπεκδύς, ὕψος οὐρανοῦ φθάνει.
Οὗτος, ἐπὶ τῆς βασιλείας ἦν Θεοφίλου, ὁρμώμενος ἐκ τῆς τῶν Γαλατῶν ἐπαρχίας, Θεοφίλου καὶ Εὐδοκίας γέννημα, καὶ κάλλει καὶ μεγέθει καὶ ῥώμῃ σώματος σεμνυνόμενος· ὃς δι’ αὐτὸ τοῦτο κόμης ὑπὸ τοῦ βασιλέως ζώννυται. Διαπρέψας δὲ ἐν τῇ στρατείᾳ χρόνον οὐχὶ συχνόν, πάντων καταφρονήσας, τὸν μονήρη βίον μετέρχεται, τὴν κόμην ἔν τινι Μοναστηρίῳ Δαφνῶνι προσαγορευομένῳ κειράμενος, καὶ Πέτρος ἀντὶ Λέοντος ὀνομασθείς. Ἔπειτα, ἐν τῷ Ὀλύμπῳ γέγονεν· εἶτα τοὺς Ἁγίους τόπους κατείληφεν· εἶθ’ οὕω τὴν Λαοδίκειαν καὶ τὴν Ἀτάλειαν. Πάντα δὲ πόνον τὸν ἐκ τῆς ὁδοιπορίας, καὶ τῶν Ἰσμαηλιτῶν τὸν ἀπαίδευτον θυμὸν ὑπενεγκών, αὖθις κατὰ τὸν Ὄλυμπιον γίνεται. Ἐπεὶ δὲ τὸ τῆς πολιτείας αὐτοῦ καὶ ἀρετῆς ὕψος τοῖς βασιλεῦσι κατάδηλον γέγονε, πείθει αὐτὸν Βασίλειος ὁ βασιλεύς, ἐν τῇ Μονῇ τοῦ Ἁγίου Φωκᾶ γενέσθαι· ἐν ᾗ πολλὰ κατὰ Θεὸν ἀγωνισάμενος, ἐν εἰρήνῃ τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ παρέθετο.

Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τῶν Δικαίων Ἀβραὰμ καὶ Λὼτ τοῦ ἀνεψιοῦ αὐτοῦ.
Τὶς οἶκός ἐστιν; Ἀβραὰμ τεθνηκότος.
οὐ κόλπος ἄλλοις οἶκος, ὡς τῷ Λαζάρῳ.
Ὑπῆρξε τῷ Λὼτ οὐρανός Σηγὼρ νέα,
εἰς ὃν φθάσας, πέφευγεν ὡς πῦρ τὸν βίον.

Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Τύχωνος Πατριάρχου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Οἱ Παῖδες ἐν Βαβυλώνι
ΰλῳ φωτοχυσίᾳ, πεπυρσευμένος Ἀπόστολε, τοὺς ἐν ζόφῳ δεινῷ ἀγνωσίας κεκρατημένους ἐφώτισας· Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Λαμπάσι καὶ φρυκτωρίαις, λελαμπρυσμένον τοῦ Πνεύματος, τῶν ἐθνῶν ἡ πληθύς, σπέρμα θεῖόν σε ὀνομάζει κραυγάζουσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Φρονήσει κεκοσμημένος, Θεοδωρήτῳ κατέλυσας, τὴν τοῦ κόσμου σοφίαν θεοφρόνως, κραυγάζων Ἰάκωβε· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
γίων ἁγιωτέρα, Παρθενομῆτορ γεγένησαι, συλλαβοῦσα Θεόν, ὃν ὑμνοῦντες ἀπαύστως κραυγάζομεν· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

ᾨδὴ η'. Νόμων πατρῴων
ερομύστης τὰ οὐράνια, μεμυημένος μάκαρ ὄντως μυστήρια, διελήλυθας τὴν σύμπασαν, οἰκουμένην κηρύττων μεγαλοφώνως, λόγον τὸν τῆς πίστεως Χριστοῦ, καὶ διδάσκων Ἀπόστολε, τὴν ἀπόρρητον χάριν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
λβιος ἔφυς καὶ μακάριος, ἠξιωμένος πάσης μακαριότητος, ὡς συνόμιλος καὶ σύνοικος, γεγονὼς τοῦ Δεσπότου, καὶ τὴν ἐσχάτην ὄντως εὐκληρίαν πλουτήσας· καὶ τῷ Λόγῳ γηθόμενος, ἀνέμελπες Τρισμάκαρ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
πὲρ τοῦ κόσμου πρέσβυς ἄριστος, πρὸς τὸν Σωτῆρα στῆθι μάκαρ Ἰάκωβε, ἐξαιτούμενος τὴν ἄνωθεν, καὶ πλουσίαν εἰρήνην ταῖς Ἐκκλησίαις, καὶ τοῖς εὐφημοῦσί σε πιστῶς, τῶν πταισμάτων τὴν ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν· Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Σὺ σωτηρίας πᾶσι πρόξενος, Θεογεννῆτορ ὤφθης μόνη πανύμνητε, τὸν σωτήριον γεννήσασα, τοῦ Θεοῦ Θεὸν Λόγον· δι' οὗ κόσμος σέσωσται τῆς πάλαι κατάρας, καὶ τοῖς πίστει κραυγάζουσιν, εὐλογίαν πηγάζει· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

ᾨδὴ θ'. Ἀπορεῖ πᾶσα γλῶσσα
φανας κόσμῳ , ὥσπερ ἀστραπὴ διατρέχων, τοὺς ἐν τῷ σκότει πάλαι, καὶ σκιᾷ τῆς ἀγνωσίας καθημένους, ἕλκων πρὸς τὸ φῶς τὸ ἄδυτον, τοῦ σαρκωθέντος μονογενοῦς Υἱοῦ, οὗ αὐτόπτης ἐγένου Μάκαρ, καὶ δραστικὸς ὑπηρέτης, ὃν μεγαλύνομεν.
Βιαίαν Μάκαρ, τὴν ἐξ οὐρανοῦ φερομένην, πνοὴν ἐδέξω, γλῶσσάν τε πυρίπνοον πλουτήσας καταφλέγεις, δίκην ἀκανθῶν τὴν ἄθεον κόσμου σοφίαν, φωτιστικαῖς αὐγαῖς τοῦ κηρύγματος Χριστοῦ, λάμπων καὶ τὴν ἀχλύν, διαλύων Θεομακάριστε.
ραϊσμένος κάλλει, ἀσυγκρίτῳ τῷ τοῦ Δεσπότου, καὶ Θεόφρον, πεποικιλμένος λαμπηδόνας ἐξαστράπτεις, καὶ περιχαρῶς Ἰάκωβε, περιπολεύεις περὶ τὸν θρόνον, ὄντος τοῦ Κτίστου καὶ Θεοῦ, ἔνθα τῶν Ἀποστόλων, χορεῖαι μακαριώτατε.
Θεοτοκίον
ς ἀπειράνδρως ἔσχες, ἐν γαστρί σου τὸν Λόγον, οὕτως ἀφθόρως τίκτεις, διαμένουσα Παρθένος Θεοτόκε, τὸν Ἐμμανουὴλ ὑπάρχοντα, τοῦτο κἀκεῖνο· καὶ γὰρ ὁμοῦ Θεός τε καὶ ἄνθρωπός ἐστι. Τοῦτον διπλοῦν τῇ φύσει εἰδότες, σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ὡς μύστης καὶ Ἀπόστολος, καὶ ὑπηρέτης ἄριστος, Χριστοῦ τοῦ μόνου Δεσπότου, Ἰάκωβε Θεοκήρυξ, τοῦτον δοῦναι ἱκέτευε, τῷ βασιλεῖ τὰ τρόπαια, καὶ ἱλασμὸν πανεύφημε, ἁμαρτιῶν τοῖς τελοῦσι, τὴν παναγίαν σου μνήμην.
Θεοτοκίον
Σὲ οἱ Προφῆται ἅπαντες, Παρθένε προηγόρευσαν, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατομητον ὄρος, καὶ κιβωτὸν καὶ τράπεζαν, λυχνίαν χρυσαυγίζουσαν, ἡμεῖς δὲ σε Θεοτόκον, ἀξίως ἀνευφημοῦμεν.











Αἶνοι. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας, θείῳ κηρύγματι· Διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιέπαινον σήμερον, ἐκτελοῦντες πανήγυριν, εὐσεβῶς σε γεραίρομεν.

Ἐν ὕψει καθήμενος, θεογνωσίας Ἰάκωβε, ὑπεδέξω τοῦ Πνεύματος, τὴν χάριν φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον· Διὸ σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίρομεν, τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν.

Ἑβρόντησας Πάνσοφε, τῇ οἰκουμένῃ διδάγματα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλομανίας, τὴν κτίσιν θεόφρον, καὶ κατεφώτισας λαούς, θεογνωσίας ταῖς ἐπιλάμψεσιν, εἰδώλων τὰ τεμένη δέ, καταστρεψάμενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ἡμῶν ἤγειρας.

Ἔχων ἀμετάθετον, πρὸς τὸν Θεὸν τὴν πεποίθησιν, ὦ Ἀλφαίου Ἰάκωβε, γενναίως ὑπέμεινας, δι’ Αὐτὸν τοὺς κόπους, σαρκός τε τὰ ἄλγη, ὡσεὶ ἀδάμας καρτερῶς, καὶ ἐσταυρώθης Χριστοῦ Ἀπόστολε· τὰ πάθη τοῦ Δεσπότου σου, μετὰ σπουδῆς μιμησάμενος, καὶ Αὐτοῦ τὴν Ἀνάστασιν, πιστωθεὶς βεβαιότερον.

Δόξα. Ἦχος πλ. α'
Πιστῶς πανηγυρίζομεν, τὴν πάνσεπτον ἡμέραν τῆς σῆς μνήμης, σὲ ἀνυμνοῦντες Ἰάκωβε ἔνδοξε, οὐχ ὡς Ἀλφαίου υἱόν, ἀλλ' ὡς τοῦ Χριστοῦ Ἀπόστολον, καὶ κήρυκα τῆς αὐτοῦ ἀρρήτου σαρκώσεως. Ὅθεν τῷ δεσποτικῷ θρόνῳ , σὺν Ἀσωμάτοις ἀεὶ παριστάμενος, καὶ Ἀποστόλων καὶ Μαρτύρων χοροῖς, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι ἡμᾶς, τὸν Σωτῆρα καὶ Θεὸν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Φύλαξ προσταγμάτων τῶν θεϊκῶν, μύστης τῆς σοφίας, καὶ τῆς χάριτος κοινωνός, γνώσεως ταμεῖον, Ἰάκωβε ἐδείχθης, καὶ σάπλιγξ ἀληθείας, ἡ μεγαλόφωνος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου