Τρίτη 28 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 26. ΟΣΙΟΣ ΚΛΗΜΗΣ ΕΝ ΣΑΓΜΑΤΑ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΚΣΤ΄!!
ΟΣΙΟΣ ΚΛΗΜΗΣ Ο ΕΝ ΣΑΓΜΑΤᾼ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰωὴλ μητρ. Ἐδέσσης)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Φιλάγιον στράτευμα Χριστοῦ, συνελθόντες σήμερον, ἐν Σαγματίῳ ὑμνήσωμεν, τὸν θεῖον Κλήμεντα, τῆς Μονῆς τὸν στύλον, Βοιωτίας πρόμαχον, τοῦ θείου Μελετίου τὸ βλάστημα, ὃν ὑπερήλασε, ἐν σπηλαίῳ ὡς ἰσάγγελος, κατὰ μόνας βιώσας ὁ ἔνθεος.

Τὸν τάφον κυκλοῦντες τὸν σεπτόν, τοῦ Ὁσίου Κλήμεντος, ἁγιασμὸν ἀρυόμεθα, καὶ θείαν δύναμιν, καθελεῖν τὸ κράτος, τοῦ δεινοῦ ἀλάστορος, καὶ λῦσαι ἀλγημάτων τὰ τραύματα, ἃ κατατρύχουσι, τὰς ψυχὰς ἡμῶν καὶ σώματα, ἀνιάτως ὡς σκώληκες ἄφθιτοι.

Τὸ πέλαγος ὄντως τῆς ζωῆς, νουνεχῶς τὸ ἄστατον, διαπεράσας κατήντησας, πρὸς τὰ ἀκίνητα, καὶ τὴν τῶν πραέων, κληρουχίαν Ὅσιε, ὑμνῶν ἀκαταπαύστως τὸν Κύριον, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τοῦ βίου τερπνότητα σφοδρῶς, πατήσας ἐνέκρωσας, τὰς ἐξεργέσεις τοῦ σώματος, ὡς πύκτης ἄριστος, καὶ ἐνειλημμένος, ἀπροσίτοις λάμψεσιν, ἀγέλας μοναστῶν Κλήμη Ὅσιε, ὡς τηλαυγέστατος, ἀπαθείας καὶ ἁγνότητος, Πάτερ λύχνος λαμπρῶς περιήστραψας.

Δόξα. Ἦχος β΄.
Ἀσκητικῶς βιώσας ἐπὶ γῆς καὶ ἀποπλύνας τοῖς δάκρυσι τῆς ψυχῆς τὸν ῥύπον, εἰσῆλθες χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Σὺ γὰρ ἐν μετεώρῳ στύλῳ τὸ τῆς σαρκὸς κατέβαλες φρόνημα, τῆς ταπεινώσεως ἐνεδύθης ἔνδυμα καὶ οὐρανοπολίτης ἐφάνης. Ἀλλ’ ὦ Κλήμη μακάριε, Ὁσίων συνόμιλε καὶ ὁμόσκηνε Ἀγγέλων, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Βρόχους διαφυγών, τῶν ζοφερῶν δαιμόνων, ἀσκητικοῖς σου τρόποις, ἠλευθερώθης Κλήμη, Πατὴρ ἡμῶν μακάριε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Φρόνημα τῆς σαρκός, καθυποτάξαι θέλων, ἐν Σαγματίῳ ὄρει, ἀνῆλθες ἐν τῷ στύλῳ, οἰκῆσαι παναοίδιμε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Καύσωνα λογισμῶν, τῆς χαμαιζήλου δόξης, κατέσβεσας τοῖς ῥείθροις, τῶν σῶν δακρύων Κλήμη, τρυγὼν Χριστοῦ φιλέρημος.

Δόξα. Τριαδικόν.
Χάριτι θεϊκῇ, τῆς παμφαοῦς Τριάδος, ἐβάστασας θεόφρον, ζυγὸν τὸν τοῦ Κυρίου, ἀσμένως Κλήμη Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον.
Κόρη τῆς Ναζαρέτ, ἀνύμφευτε Μαρία, Κυρία Θεοτόκε, μὴ παύσῃ ταῖς λιταῖς Σου, φρουροῦσα τοὺς ἱκέτας Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Κλῆμα εὔφορον, τοῦ Παρακλήτου, Κλήμη γέγονας, τῇ σῇ ἀσκήσει, ἐν τῷ ὄρει Σαγματίῳ πανεύφημε, σὺ γὰρ βιώσας ἐν στύλῳ ὡς ἄγγελος, θεοειδὴς ἀνεδείχθης τῇ χάριτι, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σαγματίου οἰκήτωρ Βοιωτίας τὸ καύχημα, καὶ τοῦ θαυμαστοῦ Μελετίου φοιτητὴς περιώνυμος, ἐφάνης τῇ χάριτι Χριστοῦ, οἰκήσας ἐν σπηλαίῳ θαυμαστῶς, διὰ τοῦτο Πάτερ Κλήμη χαρμονικῶς, ὑμνοῦμέν σε ἐκβοῶντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλομόναχον ἄθροισμα, ἐν ᾠδαῖς εὐφημήσωμεν, καθαρὸν τοῦ Πνεύματος καταγώγιον, τῆς Βοιωτίας τὸν πρόβολον, πιστῶν ἐγκαλλώπισμα, καὶ Μονῆς τοῦ Σαγματᾶ, ποδηγέτην θεόφρονα, ἀνακράζοντες· ταῖς λιταῖς σου μὴ παύσῃ ἱκετεύων, τὸν φιλάνθρωπον Δεσπότην, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Τὸν Σταυρὸν ἐπωμάδιον, τοῦ Χριστοῦ φέρων Ὅσιε, ἄσκευος μονώτατος καὶ ἀπέριττος, πρὸς ἀζυγίας τὰ σκάμματα, εὐτόνως εἰσέδραμες, παρορῶν τῶν γεηρῶν, καὶ ῥεόντων ἀπόλαυσιν, τὴν φιλόϋλον· διὸ Κλήμη ἀξίως μετετέθης, πρὸς μονὰς τῆς Τρισηλίου, καὶ φωτοφόρου Θεότητος.

Καθ’ ἡμέραν ἀπέθνησκες, ὡς ὁ Παῦλος ἐφθέγξατο, τῇ προθέσει Κλήμη θεομακάριστε, τῇ ἐκκοπῇ τοῦ θελήματος, νηστείαις δεήσεσι, καὶ εὐχῇ τοῦ Ἰησοῦ, τῶν δακρύων τοῖς χεύματι, καρτερότητι, στεναγμοῖς ἀλαλήτοις κακουχίαις, καταπλήξας Μελετίου, τὸ ἱερὸν φροντιστήριον.

Ἡ μυρίπνοος κάρα σου, τῆς Τριάδος ἐνέργειαν, τὴν κοινὴν πανόλβιε ἀποπνέουσα, τοῖς προσιοῦσιν ἐκ πίστεως, διώκει νοσήματα, καὶ ὁ τάφος σου ἡμῖν, ἐκβλυστάνει ἰάματα, τοῖς ὑμνοῦσί σε· διὰ τοῦτο κατέχει ἡ Μονή σου, ὡς κειμήλια εὐώδη, τὰ δύο ταῦτα ἀλώβητα.

Ἀπελήλαται Ὅσιε, τῶν δαιμόνων τὸ στράτευμα, ἐν τῷ ὄρει Κλήμη τῆς σῆς ἀσκήσεως, ὡς γὰρ ἀμφίστομον φάσγανον, τὴν πίστιν κτησάμενος, τὰς ὀχλήσεις τῆς σαρκός, τῶν παθῶν τὰ κινήματα, καὶ φυσίωσιν, τοῦ νοὸς διεσκέδασας ἀκόπως, ὑπὲρ φύσιν ἐξαστράπτων, ἐπιστασίᾳ τῆς χάριτος.

Ὡς ποιμὴν θεοπρόβλητος, καὶ μιγάδων διδάσκαλος, λογικῆς σου ποίμνης σοφὲ τὰ θρέμματα, περιὼν ἐθεράπευσας, τὰ ἔνδον νοσήματα, τῆς ψυχῆς τὰ χαλεπά, ἐπιπνοίᾳ τῆς χάριτος, του Κυρίου σου, τοῦ εἰπόντος ποτὲ τοῖς Ἀποστόλοις, ὅτι μείζονα ποιήσει, ἐμοῦ βροτοῦ πνευματέμφορος.





Δόξα. Ἦχος πλ. β΄.
Τῶν μοναζόντων καλλονήν, καὶ τῶν Ὁσίων τὸ κλέος, Ἀθηναίων βλάστημα, τῆς χάριτος τὸ σκεῦος, Κλήμεντα τὸν θεῖον, ἐγκωμιάσωμεν πιστοί· χαίροις αὐτῷ βοῶντες, ὁ νοητὸς τῆς Βοιωτίας Εὐφράτης, ἐξ οὗ καταρδεύεται τῶν πιστῶν τὸ πλήρωμα· χαίροις, ὁ ἐν δάκρυσι βαλὼν τῆς μετανοίας τὰ σπέρματα, καὶ ἐν χαρᾷ συλλέξας τὰ δράγματα· χαίροις, ὁ στοῦ σώματος τὰς ἡδονὰς νεκρώσας καὶ τὸν ἀρχαῖον συντρίψας πτερνιστήν. Διὸ νῦν πανάριστε Πάτερ, τῷ θείῳ παριστάμενος θρόνῳ, μέμνησο καὶ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, τοῦ Σαγματίου Μονὴ ἡ περίβλεπτος, κατέχουσα ἐν κόλποις, ὡς χρυσοκόλλητον στέφανον, τοῦ Ὁσίου Πατρὸς ἡμῶν τὴν κάραν· ὡς γὰρ πᾶσιν ἀνθρώποις σύμφυτον τὸ ἀναπνεῖν, οὕτω Κλήμεντι τὸ θαυματουργεῖν· πάλαι μὲν τερατουργὸς τοῖς ἀγωνίσμασι, νῦν δὲ σημειοφόρος ἀναδέδεικται ταῖς ἰάσεσι, καὶ πρεσβευτὴς τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Βαβαὶ τῶν πολλῶν σου καμάτων, Ὅσιε Κλήμη μακάριε, ἃ διὰ Πνεύματος ἁγίου, ἀνδροπρεπῶς ἐν τῷ στύλῳ ὑπήνεγκας. Βαβαί σου τῆς γενναιοτάτης ὑπομονῆς καὶ καρτερίας, δι’ ἧς τοὺς στυγεροὺς κατέπληξας δαίμονας καὶ τοὺς ἁγίους Ἀγγέλους πρὸς εὐφημίαν ἐκίνησας. Βαβαί σου τῆς πανευφήμου ἐνστάσεως, δι’ ἧς τοὺς γεώδεις λογισμούς, ὡς ἀράχνην διέλυσας καὶ πρὸς θεωρίαν τὸν νοῦν παρεσκεύασας· ὅθεν ὁσιακῆς ἠξίωσαι στάσεως, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τὸν χοϊκὸν ἀπεκδυσάμενος ἄνθρωπον, ἀλλὰ καὶ τῆς βροτείας φύσεως ἔξω γεγονώς, τὰ ἔνεδρα τοῦ βελίαρ, ἐποίησας ἄχρηστα. Νευρούμενος γὰρ τῇ ἀοράτῳ ἐπιστασίᾳ τοῦ Πνεύματος καὶ ἀναλαβὼν τὴν παντευχίαν τῆς εὐχῆς, τὰς ἐπιδρομὰς τῶν ἀνθρωποκτόνων δαιμόνων ἀνέστειλας, καὶ τῶν μοναστῶν πρότυπον γέγονας. Διὸ μετὰ τῶν Ὁσίων πρεσβεύεις Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Τὴν ἐτήσιον μνήμην τελοῦντες, τῆς σῆς ὁσίας κοιμήσεως, Κλήμη παναοίδιμε, τοὺς ἀσκητικούς σου ἀγῶνας τιμῶμεν, τῶν ὀφθαλμῶν τὰ δάκρυα, τῶν γονάτων τὰς κάμψεις, τοῦ σώματος τὴν τῆξιν, τῆς χαμευνίας τὸν κόπον, τῆς προσευχῆς τὴν θέρμην, τὴν σπουδὴν τῆς νηστείας καὶ τελευταῖον τῆς ψυχῆς τὴν κάθαρσιν. Διό σοι ἱκετηρίαν ᾠδὴν ἀναπέμπομεν λέγοντες· μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Εἰς ἐκεῖνα τὰ ἀγαθά, ἃ ἐπιθυμοῦσι παρακύψαι οἱ Ἄγγελοι, εἰς ἐκεῖνον τὸν ἱερὸν ἐφοίτησε χῶρον, ἡ τοῦ Ὁσίου Κλήμεντος παμμακάριστος ψυχή, καὶ ἔξω τυγχάνει τῆς ζάλης καὶ τῆς συγχύσεως, θαύματα γὰρ εἰργάσατο καὶ Σαγματίου Μονῆς καθηγήσατο. Χρηματίσας διδάσκαλος, ὕδωρ ἐκ πέτρας Χριστοῦ ἐπήγασε, τὰς λιθώδεις καρδίας, δάκρυα στάζειν παρασκευάσας. Οὕτω τὸν παρόντα αἰῶνα, ἀσκητικῶς διήνυσε, καὶ ἐν οὐρανῷ μετετέθη πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ὄρπηξ, ἀειθαλὴς ἀληθῶς, ἄνθος ἁγνείας μοναχῶν πολυέραστον, καρὸς εὐκλεὴς τοῦ δένδρου, τοῦ Μελετίου σοφέ, ἀνεδείχθης Κλήμη τῇ ἀσκήσει σου· ὡς κρῖνον γὰρ ἅπαντας, εὐωδίας ἐπλήρωσας, τῆς ἡσυχίας, ἀποπνέων ἀρώματα, ὡς ἀλέα δέ, νοητὴ ἐξανθήσασα, πάντιμε τὴν εὐσέβειαν, βελίαρ φρυάγματα, καὶ τῶν δαιμόνων τὰ στίφη, περιφανῶς διεσκέδασας· διὸ ταῖς λιταῖς σου, τοὺς τιμῶντάς σου τὴν μνήμην, σκέπε πρεσβείαις σου.

 Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὤφθης, ὐπὲρ τὴν γῆν ἐστηκώς, ἐν τῇ Μονῇ τοῦ Μελετίου ἀοίδιμε, ὑψώσας ὁσίας χεῖρας, πρὸς τὸν Δεσπότην Χριστόν, τόν σε Ἰακώβῳ φανερώσαντα· διὸ καὶ τὸν ἔπαινον, τῶν ἀνθρώπων πτοούμενος, καὶ τοῦ νοός σου, ἀποστήσας τὴν ἔπαρσιν, ἀνεχώρησας, μεταβὰς εἰς Σαγμάτιον· ἔνθα οἰκῶν ἀπρόσιτον, καὶ ἄβατον σπήλαιον, τῆς μακαρίας Τριάδος, τὸν γλυκασμὸν κατετρύφησας, ἣν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ἐρημιτῶν καλλονή, τῆς ἀγρυπνίας ἐραστὴς μανικώτατος, δακρύων θείων ἡ κρήνη, τῶν ἀρετῶν θησαυρός, χαμευνίας τόμος ὁ πολύφυλλος· εὐχῆς ἐργαστήριον, τῶν παθῶν ἐλατήριον, τῆς εὐσεβείας, τὸ λαμπρὸν οἰκητήριον, τῆς θεώσεως, τὸ ὑπέρλαμπρον τέμενος, Κλήμη ἀειμακάριστε, τὸ κλῆμα τῆς πίστεως Εὐαγγελίου βλαστάνον, τῆς σωτηρίας τοὺς βότρυας, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Σαββατίσας ὁ νοῦς σου, θεόφρον Κλήμη, ἀπὸ πάντων τῶν ὁρωμένων, διηνεκῶς ἠδολέσχει τὰ καινὰ καὶ ἄφθαρτα. Σὺ γὰρ τὸν ἀκρότομον λίθον οὐρανώσας, ἀρεμβάστῳ καρδίᾳ καὶ ἀδιαλείπτοις προσευχαῖς εἰς τὸ ἀκρότατον τῆς θεωρίας ὕψος ἤλασας· ὅθεν ἀγάπῃ αὐξούμενος, πραότητι κοσμούμενος, ἀγαλλιάσει Πνεύματος εὐφραινόμενος, εἰρήνη Χριστοῦ βραβευόμενος, συνέσει καὶ γνώσει Θεοῦ φωτιζόμενος, σοφίᾳ λαμπρυνόμενος καὶ ταπεινοφροσύνῃ ὁδηγούμενος, τῆς θεοειδοῦς εἰκόνος τὸν χαρακτῆρα, ἐν ἑαυτῷ ἐγνώρισας, καὶ πᾶσι γέγονας τῆς μετανοίας τὸ ὑπόδειγμα, ἧς ἀξίωσον καὶ ἡμᾶς ταῖς ἀπαύστοις πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Κλῆμα εὔφορον, τοῦ Παρακλήτου, Κλήμη γέγονας, τῇ σῇ ἀσκήσει, ἐν τῷ ὄρει Σαγματίῳ πανεύφημε, σὺ γὰρ βιώσας ἐν στύλῳ ὡς ἄγγελος, θεοειδὴς ἀνεδείχθης τῇ χάριτι, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σαγματίου οἰκήτωρ Βοιωτίας τὸ καύχημα, καὶ τοῦ θαυμαστοῦ Μελετίου φοιτητὴς περιώνυμος, ἐφάνης τῇ χάριτι Χριστοῦ, οἰκήσας ἐν σπηλαίῳ θαυμαστῶς, διὰ τοῦτο Πάτερ Κλήμη χαρμονικῶς, ὑμνοῦμέν σε ἐκβοῶντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Μετὰ την α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡδέως ὁ χορός, τῶν φιλούντων σε Κλήμη, τὴν κλῆσίν σου σοφέ, ἑορτάζει κατ’ ἔτος, ἐν ᾗ ἀναμιμνήσκεται, τὰς σεπτὰς ὑποθήκας σου, τὰ παλαίσματα, τοὺς ὀχετοὺς τῶν δακρύων, ἃ ἐξέχεας, ἐν στεναγμοῖς ἀλαλήτοις, πιάνας τὴν ἔρημον.
Δόξα.
Λεπτύνας τοῦ νοός, τὰ δυσίατα πάθη, τῇ μνήμῃ τοῦ Θεοῦ, θεωρίας τὸν τόπον, κατείληφας ἀοίδιμε, μυστικῶς εὐφραινόμενος, ταῖς ἐλλάμψεσι, τῆς φωτοφόρου Τριάδος, καὶ ὡς ἥλιος, μαρμαρυγαῖς τὰ σὰ τέκνα, αὐγάζων πανόσιε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν στάχυν τῆς ζωῆς, γεωργήσασα ξένως, ἡμῶν τῶν γηγενῶν, ἀνεζύμωσας γένος· διὸ καὶ τὴν κατάποσιν, τῆς πικρίας ἐξήμεσαν, οἱ προστρέχοντες, μεταλαβεῖν τοῦ Υἱοῦ Σου, τὸν οὐράνιον, καὶ ζωοπάροχον ἄρτον, Παρθένε πανάμωμε.

Μετὰ την β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῶν πάντων περίψημα κατανοῶν σεαυτόν, ὡς παίδων ἀθύρματα τοῦ ἀγελάρχου θυμόν, ἐδέχθης πανεύφημε· ὅθεν καὶ τεθνηκότα, τοῦ ἡγήτορος Κλήμη, ἔκραξας ἀοράτως, ἀδελφὲ συγχωρήσοι, τανῦν καὶ εἰς αἰῶνα, τὴν πτῶσίν σου Κύριος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παστὰς ὡς ἐπέραστος παρθενική Σου νηδύς, ἐν ᾗ ἐνυμφεύσατο τὴν Ἐκκλησίαν Χριστός, ἐφάνη ἀπείρανδρε· ὅθεν εὐλογημένος, ὁ καρπὸς τῆς γαστρός Σου, ἔσται εἰς τοὺς αἰῶνας, προξενῶν θυμηδίαν, τοῖς πίστει προσκυνοῦσι, τὸν ἄσπορον τόκον Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τὴν βαθύγειον ἄρουραν τῆς ψυχῆς, ὡς γηπόνος φιλόθεος γεωργῶν, παθῶν τὰ ζιζάνια, ἀπαθείᾳ κατέκαυσας, καὶ τὸν πολύχουν στάχυν, φυτεύσας ἐν δάκρυσι, ἑκατονταπλασίως, ἐθέρισας δράγματα· ὅθεν τῶν χαρίτων, γεγονὼς σιτοδότης, τοὺς πάντας ἐνέπλησας, ἀγαθῶν ἀξιάγαστε, ὡς ταμεῖον ἀστείρευτον· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πίστει τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἱερόθεον τέμενος τοῦ Χριστοῦ, παρθενίας ἀτίμητος θησαυρός, ἀλάβαστρον πάντιμον, ἀρωμάτων τοῦ πνεύματος, λαμπὰς τηλαυγεστάτη, αὐγάζουσα ἅπαντας, καὶ βακτηρία θεία ὑπάρχεις πανύμνητε· ὅθεν κουφισμόν σε, ἀλγηδόνων εἰδότες, ὡς πάσχοντες Δέσποινα, τῇ πολλῇ εὐσπλαγχνίᾳ Σου, προσελθόντες βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, νοσημάτων ἄνεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, αὐτοῦ τὰ παθήματα.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὁ γῆν ὡς οὐρανὸν οἰκήσας, καὶ οὐρανὸν ὡς γῆν περιπολεύσας τῷ πνεύματι, ἀνεδείχθης ἐν τῷ στύλῳ, Κλήμη πανόσιε· διὸ καὶ κατηξιώθης πολυτελοῦς χάριτος, λαβὼν παρὰ Θεοῦ ἐξουσίαν, τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ νῦν ταῖς ἄνω χοροστασίαις συναυλιζόμενος, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὑ ἡ ἀκροστιχίς: Ὅσιε Κλήμη, ἀεὶ ὑπὲρ ἡμῶν πρέσβευε. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὁ κτήσας τὴν πάμφωτον, θεολογίας ἀκρόπολιν, τὸν νοῦν μου καταύγασον, ἵνα ὑμνήσω σου, Κλήμη Ὅσιε, ἀσκήσεως τὰ ἔργα, δι’ ὧν ἐμεγάλυνας, Χριστὸν τὸν Κύριον.
Σταγόσι δακρύων σου, ὡς ποταμὸς ἀνεπίσχετος, γηΐνων τοὺς ἄνθρακας, καταμαράνας ταχύ, ἀκηλίδωτον, ἐμφάσεων τῶν θείων, τοῦ Πνεύματος γέγονας, ἔσοπτρον Ὅσιε.
Ἰσχύϊ τῆς χάριτος, καθυποτάξαι τῷ κρείττονι, τὸ χεῖρον ἠθέλησας, Κλήμη μακάριε· ὅθεν ἔφυγας, τερπνότητα τοῦ βίου, ἁγνείᾳ τὸ σῶμά σου, περιφραξάμενος.
Θεοτοκίον.
Μαρτύρων τὰ πνεύματα, καὶ τῶν Ὁσίων συστήματα, ἀνθρώπων οἱ σύλλογοι, τῶν Ἀποστόλων χοροί, καὶ ὁμήγυρις, τῶν θείων Ἀσωμάτων, ὑμνήσωμεν ᾄσμασι, τὴν ἀειπάρθενον.








ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Κτησάμενος πᾶσαν τὴν πτωχείαν, τὴν ὄντως σοφὲ πλουτοποιόν, καὶ πένθος τὸ χαρμόσυνον, ἐκτήσω τοῦ θελήματος, τὴν ζωηφόρον νέκρωσιν, καταθαμβὼν τοὺς συνόντας σοι.
Λαμπρῶς ταῖς εὐχαῖς τοῦ Μελετίου, ὁδὸν τοῦ Κυρίου τὴν στενήν, διαπεράσας Ὅσιε, τῶν Οὐρανῶν ἐκέρδησας, τὸν πλατυσμὸν καὶ ἄνεσιν, Κλήμη Πατὴρ ἡμῶν ἔνδοξε.
Ἡγήσω τὰ πρόσκαιρα ὡς χόρτον, τρυφὴν τὴν ἐγκράτειαν σαρκός, θησαύρισμα ἀλώβητον, ἀκτημοσύνην πάντιμε, καὶ εὐδοξίαν ἔνθεον, Κλήμη ψυχῆς μετριότητα.
Θεοτοκίον.
Μαρία θυγάτηρ πρωτοπλάστων, καὶ Μήτηρ ὑπάρχεις τοῦ Θεοῦ, σκηνὴ ἡ ἀχειρότευκτος, ἐν ᾗ τὴν σωτηρίαν μου, κρυφιομύστα πάναγνε, ὁ Σὸς Υἱὸς ἱερούργησε.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἀστάτων προκρίνας τὰ αἰωνίζοντα, ἀνεπιστρόφως τὸν δρόμον πρὸς τὰς ἀγήρω μονάς, ὡς ἰσάγγελος βροτὸς Κλήμη διώδευσας· ὅθεν τὴν ποίμνην σου σοφέ, καθοδήγει ἀσφαλῶς, ἀγρύπνῳ ἐπιστασίᾳ, διασκεδάζων πρεσβείαις, μηχανουργίας τοῦ ἀλάστορος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς πολύφορος ἄμπελος καὶ ἀτρύγητος, κοιλιοφόρως τὸν βότρυν τῆς ἀφθαρσίας ἡμῖν, Θεοτόκε Μαριὰμ ὤφθης κυπρίζουσα, καὶ ὁ καρπός Σου ἀληθῶς, εἰς τοὺς αἰῶνας ἁγνή, ὑπάρχει εὐλογημένος, ὃν ταῖς λιταῖς Σου δυσώπει, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἡ ἀγέλη μοναζόντων, μελισσῶν θεοσύλλεκτος, ἐπεγνώσθη Κλήμη, κύκλῳ τοῦ φρικώδους κελλίου σου, τῆς ἡσυχίας τὸ μέλι ἀποστάζουσα, νουθεσίαις σου, ἐν Σαγματᾷ πανσεβάσμιε.
Ἁπλανεῖ διδασκαλίᾳ, Μελετίου τοῦ μάκαρος, καὶ τῇ θείᾳ νεύσει, Κλήμη μονοτρόπων ἐβίωσας, κατὰ παθῶν βασιλεύσας τελεώτατα, καὶ κατέβαλες, τὸν σκολιώτατον δράκοντα.
Ἐφετῶν τὴν κορωνίδα, ὁλικῶς ἐπεπόθησας, τοῦ Χριστοῦ ἐν στύλῳ, κράζων ὡς στρουθίον τὸ ὄνομα, μετὰ δακρύων καὶ αἴρων πρὸς οὐράνια, τῶν ὁσίων σου, ζεῦγος χειρῶν τὸ πανάγιον.
Θεοτοκίον.
Ἱερώτατον δοχεῖον ἀρετῶν πλῆρες Δέσποινα, μυροθήκη θεία, πάντων τῶν ἀνθέων τοῦ Πνεύματος, καὶ θεοφόρος φιάλη ἡ ἐγκλείσασα, τὸν ἀχώρητον, ὤφθης ἡμῖν ἀπειρόγαμε.


ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὑπῆλθες γηθόμενος, ζυγὸν τὸν τοῦ Κυρίου σου, Κλήμη ἀνελθὼν ἐν Σαγματίῳ, καὶ θείας δόξης ἐξ οὐρανοῦ πληρωθείς, ηὔφρανας ὡς ἥλιος λαμπρός, τοὺς προσερχομένους σοι, θεραπεύων νοσήματα.
Προχέει ἡ κάρα σου, Τριάδος τὴν ἐνέργειαν, τὴν μεριζομένην ἀμερίστως, καὶ θεραπεύει τῶν ἀλγουμένων πληγάς, Κλήμη ὡς ἀείῤῥοος πηγή, ἔχουσα ἰάματα, τῆς ψυχῆς καὶ τοῦ σώματος.
Ἐδείχθης μονότροπος, οἰκήσας τὸ ἀκρότομον, σπήλαιον σοφὲ τοῦ Σαγματίου, καὶ τῶν πραγμάτων τοῦ οὐρανίου φωτός, ὤφθης ἐποπτεύων μυστικῶς, ἄριστα θεούμενος, τῇ εὐχῇ πανσεβάσμιε.
Θεοτοκίον.
Ῥεόντων ἀπόλαυσον, τῇ χάριτι τοῦ τόκου σου, ἤμβλυνε ὁ Κλήμης Θεοτόκε, καὶ ἀπαθείας τὴν λαμπροτάτην στολήν, Μῆτερ ἀνδρικῶς περιβληθείς, πᾶσαν ἡδυπάθειαν, ἀφανίζει τοῦ σώματος.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἡγήσας, Κλήμη μακάριε, ὡς πάχνης ἀδρανέστερα τραύματα, τοῦ πολεμήτορος, ἐν τῷ σπηλαίῳ κατώκησας, ὡς ἀθλητὴς πυκτεύων, τῆς συνειδήσεως.
Μανίαν, Κλήμη ἡγήτορος, Μονῆς τοῦ Μελετίου ἀπέστρεψας, παρέχων ἄφεσιν, τοῦ φθονικοῦ παραπτώματος, ὑπερκοσμίως κράζων ἐπὶ τοῦ ὄρους σου.
Ὡς ὄρθρος Κλήμη ἀνέτειλας, ἐν ὄρει Σαγματίῳ πανεύφημε, αὐγάσας ἅπαντα, τῶν μοναστῶν τὰ συστήματα, διὰ τοῦ τρόπου Πάτερ τῆς πολιτείας σου.
Θεοτοκίον.
Νοσοῦσαν φύσιν ἣν ἔπλασε, Χριστὸς ἀθανατίσαι βουλόμενος, ἐκ Σοῦ προέρχεται, θεοχαρίτωτε, σάρκα λαμβάνων ὁ ἄσαρκος, καὶ ἀφθαρτίζει Μῆτερ, ἡμῶν τὸ πρόσλημμα.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἐν Σαγματίῳ, τὴν ἁγίαν μνήμην σου, ἡ θεοστήρικτος Μονή, ὡς κεκτημένη ἀλώβητον, τὴν θείαν Κλήμη, καὶ πάντιμον κάραν σου.
Ὁ Οἶκος.
Ὡς Μελετίου φοιτητήν, καὶ Σαγματίου οἰκήτορα, ὡς σκεῦος τοῦ Παρακλήτου, καὶ θεατὴν τῶν ἀῤῥήτων, ὡς θεωρίας τὸ τέμενος καὶ ὀλετῆρα παθῶν ἐγκωμιάζομέν σε πάντες, ὑμνολογοῦντές σου τὰ παλαίσματα. Σὺ γὰρ τὸν ἀκρότομον οἰκήσας λίθον, τὸν πτερνιστὴν κατέβαλες, τοὺς συνόντας σοι ἐδίδαξας καὶ τὴν γῆν ἡγίασας· ὅθεν μετατεθεὶς τοῖς ἄνω σκηνώμασι, μετὰ τῶν Ἁγίων κατατρυφᾶς τοῦ Χριστοῦ τὴν λαμπρότητα, καταλιμπάνων ἡμῖν παραμύθιον, τὴν θείαν Κλήμη καὶ πάντιμον κάραν σου.
Συναξάριον
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Κλήμεντος, τοῦ ἐν τῶ Ὄρει Σαγματίῳ ἀσκήσαντος, πλησίον τῆς Βοιωτίας.
Κλήμης ὁ θεῖος ἐν μεταρσίῳ στύλῳ,
ἀρθεὶς ἀνέπτει πρὸς μονὰς οὐρανίους.
Κλήμης ἐν ὄρει Σαγματίῳ θάνεν εἰκάδι ἕκτῃ.
Οὗτος ὁ πατὴρ ἡμῶν Κλήμης, εἷλκε τὸ γένος ἐν τῶν πάλαι χρυσῶν Ἀθηνῶν, γέννημα καὶ θρέμμα ὑπάρχων τῆς αὐτῆς πόλεως. Γεννηθεὶς δὲ καὶ ἀνατραφεὶς ἐξ εὐγενῶν καὶ φιλοχρίστων γονέων, καὶ ἐπισήμων ὄντων τῆς πόλεως, καὶ εἰς μέτρον ἐλθὼν ἡλικίας, τὰ ἱερὰ ἐκπαιδεύεται γράμματα, τῶν δὲ γονέων αὐτοῦ τὸν βίον ἀπολιπόντων, καὶ πρὸς τὰ ἐκεῖσε ἀπελθόντων ἀναπαυτήρια, τῶ ἀριθμῷ τοῦ κλήρου συγκαταλέγεται, τῆς τοῦ Θεοῦ ἁγίας ἐκκλησίας. Εὐλαβῶς δὲ καὶ ὁσίως τὰς θείας ἐν αὐτῇ, ἐπιτελῶν λειτουργίας, καὶ ταῖς ψαλμῳδίαις σχολάζων καὶ ἀναγνώσεσι, μικρὸν ἐν αὐτῇ διέτριψε χρόνον, φθάσας δὲ τὸ τριακοστὸν ἔτος τῆς αὐτοῦ ἡλικίας καὶ ἀνδρωθεὶς καὶ τὰς καταιγίδας καὶ σπιλάδας τοῦ ματαίου κόσμου ἀπαλιπών, τοὺς θορύβους καὶ τὴν τύρβην τοῦ βίου τούτου ἀποσεισάμενος τέλεον, ὡς ἀεὶ μὴ ἐμμένουσαν εἰς τὴν τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Μελετίου μεταβαίνει μονήν, ἐν τῷ Κιθαιρῶνι. Ἐνταῦθα διέλαμψεν ἐν τῇ σιωπῆ, ὑπακοῆ, ἀσκήσει τε καὶ εὐχῇ. Ἐν τῷ ἱερῶ τοῦ Μελετίου φροντιστηρίῳ, ἔθος ἧν αὐτῶ προσεύχεσθαι κατὰ τὸν καιρὸν τῆς ἑσπέρας εἴς τινα τόπον ἔξωθεν τῆς μονῆς ἀντίκρυ τοῦ Σαγματίου ὄρους. Ἀδελφὸς δέ τις, Ἰάκωβος τοὔνομα, κατά τινα ἑσπέραν εἶδεν αὐτὸν αἰθέριον καὶ ὑψούμενον ἐν τῷ ὄρει, ὅπερ καὶ διηγήσατο τοῖς ἀδελφοῖς. Ὁ ἰσάγγελος Κλήμης, γνοὺς τὸ πραθέν, καὶ φεύγων τὸ κενὸν δοξάριον τῶν ἀνθρώπων, λαβὼν τὴν ευχὴν τοῦ Μελετίου μετῴκησεν ἐν τω Σαγματίῳ ὄρει κατασκηνώσας εἰς φρικῶδες σπήλαιον. Τοῦτο τὸ σπήλαιον κείμενον ἐν ἀκροτόμῳ λίθῳ, οἷον στῦλος μετάρσιος, γέγονεν ὁ τόπος τῶν ἀσκητικῶν αὐτοῦ παλαισμάτων, ἤγουν τῶν δακρύων, τῆς χαυμενίας, τῆς εὐχῆς, τῆς νηστείας καὶ τῆς δουλαγωγίας τοῦ σώματος. Ἐνθάδε διέτριψε πολλοὺς χρόνους, προσελκύσας πέριξ αὐτοῦ πλῆθος μοναστῶν καὶ μιγάδων, οὕς ἐποδηγέτει θεοφιλῶς. Ἐν τῷ αὐτῷ ὄρει, τὸ ζῆν ἐξεμέτρησε μετατεθεὶς εἰς τὰς οὐρανίους μονάς, πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ τοῦ ἐν Σαγματ
Γέρας ἀρετῶν, Γερμανός γεγαιρέσθω,
ὡς τῶν γεηρῶν, λελοιπὼς πᾶσαν τέρψιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ξενοφῶντος καὶ τῆς συμβίας αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου.
Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα,
Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ.
Οὗτος ὁ Ὅσιος Ξενοφῶν ἧν ἐκ Κωνσταντινουπόλει, πλουτῶν μὲν καὶ τὴν ἔξωθεν περιουσίαν, ἔνδοθεν δὲ πνέων τὴν κατὰ Θεὸν εὐσέβειαν. Ἀποστείλας οὖν τοὺς δύω υἱοὺς αὐτοῦ εἰς Βηρυτὸν πόλιν, μίαν τῶν κατὰ Φοινίκην, ἐπὶ μελέτῃ καὶ μαθήσει Νόμων, ἐπὶ τῶ κατὰ θάλασσαν ναυαγίῳ ἐχρήσαντο, ἐξῆλθεν ἅμα τῇ γυναικὶ εἰς ἀναζήτησιν τούτων. Οὕς εὑρὼν εἰς Ἱεροσόλυμα, μοναχικὸν σχῆμα ἠμφιεσμένους, ὑπέδυ καὶ αὐτὸς μετὰ τῆς γυναικὸς τὸν μονήρη βίον. Καὶ ἐπὶ τοσοῦτον προῆλθον ἀρετῆς, αὐτός τε καὶ ἡ γυνὴ καὶ οἱ παῖδες, ὡς καὶ θαύματα ἐκτελεῖν καταξιωθῆναι. Εὐηρέστησας δὲ μέχρι τέλους τῷ Θεῶ, καὶ πρὸς Αὐτὸν ἐξεδήμησαν.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ.
Ἔσεισας ἀλλ’ ἔστησας αὖθις γῆν Λόγε.
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.
Οὗτος γέγονεν εἰς τὰ τελευταῖα τῆς βασιλείας Θεοδοσίου τοῦ νέου, υἱοῦ Ἀρκαδίου καὶ Εὐδοξίας, ἡμέρᾳ Κυριακῆ, ὥρᾳ δευτέρᾳ τῆς ἡμέρας, καὶ κατέπεσον ὑπὸ τοῦ σεισμοῦ τὰ τείχη τῆς πόλεως, καὶ μέρος πολὺ τῶν οἰκημάτων, κατ’ ἐξαίρετον δὲ ἀπὸ τῶν Τρῳαδησίων ἐμβόλων, ἕως τοῦ χαλκοῦ Τετραπύλου. Καὶ ἐπεκράτησεν ὁ σεισμὸς μῆνας τρεῖς, ἔνθα ὁ βασιλεύς, λιτανεύων πανδημεί, μετὰ δακρύων ἔλεγε· Ῥῦσαι ἡμᾶς Κύριε τῆς δικαίας σου ὀργῆς, καὶ τῶν παραπτωμάτων ἡμῶν διὰ τῆς μετανοίας, εσάλευσας γὰρ τὴν γῆν, καὶ συνετάραξας αὐτήν, διὰ τὰς ἀμαρτίας ἡμῶν τοῦ δοξάζειν σὲ τὸν μόνον ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ.
Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω,
Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν.
Οὗτος, ἐκ παιδόθεν τὸν ἐρημικὸν ἀσπασάμενος βίον, καὶ ἐν ἄντρῳ βραχεῖ διαιτώμενος, οὐδεμίας τροφῆς ἀνθρωπίνης άπλήλαυε. Μόνας γὰρν τὰς ἐδωδίμους τῶν βοτᾶνων τροφὰς ἐποιεῖτο. Ἐπιθυμίαν δὲ λαβὼν εἰς τὸ Σίναιον ἀπελθεῖν ὄρος, ἀφίκετο. Καὶ ἔνδον τοῦ σπηλαίου γενόμενος, ἐν ᾧ ποτὲ Μωϋσῆς ἐκρύβη, πρηνὴς πεσών, ἐπὶ ἑπτὰ ἡμέρας, ἄσιτος τῇ προσευχῇ καὶ τοῖς δάκρυσι προσκαρτερήσας, οὐ πρότερον ἀνέστη ἕως θείας φωνῆς ἀκήκοε, κελευούσης ἀναστῆναι καὶ τὰ προτεθέντα αὐτῶ τρία μῆλα φαγεῖν. Ἀναστὰς δέ (πρηνὴς γὰρ ἧν κείμενος), καὶ τὰ τρία μῆλα εὑρών, προθύμως κατέφαγεν. Ἐπανελθὼν δὲ ἀπὸ τοῦ ὄρους, καὶ μοναστήρια δύω οἰκοδομήσας, τῆς ἐπιπόνου ζωῆς τὸ τέλος ἔλαβε, παράδοξα θαύματα πρότερον ἐκτελέσας εἰς δόξαν Θεοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.
Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ,
Οἷς Ἀνανίας ἡδέως συνεισέδυ.
Οὗτοι, ὑπήρχον ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, καὶ Μαξίμου ἡγεμόνος ἐν Φοινίκῃ. Πρὸς ὅν ἀχθεὶς ὁ Ἅγιος Ἀνανίας, καὶ τὸν Χριστὸν ὁμολογήσας, καὶ τὰ εἴδωλα μυκτηρίσας, τύπτεται, καὶ ὀβελίσκοις διαπύροις τὸν νῶτον συγκαίεται, καὶ ὄξει καὶ ἅλατι τὰς καταφλεχθείσας σάρκας ἐπιτάσσεται, καὶ δι’ εὐχῆς τὸν ναὸν κατασείει, καὶ τὰ εἴδωλα εἰς γῆ κατάγει. Εἶτα, βληθεὶς ἐν τῇ φυλακῆ, τροφῆς θείας μεταλαμβάνει. Ἔνθα τὸν κλειδοῦχον τοῦ δεσμωτηρίου πρὸς τὴν εἰς Χριστὸν πίστιν μεθιστᾶ, μεθ’ οὗ ὑπὸ τοῦ ἡγεμόνος Μαξίμου, τὴν διὰ θαλάσης ὑφίσταται τελευτήν, μετὰ καὶ ἑτέρων ἑπτὰ στρατιωτών, οὕς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐφειλκύσατο, παραδόξως ἐκ χαλεπωτάτων διασωθεὶς κολάσεων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται.
Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν,
Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται.
Σὺν τῷ Γαβριὴλ τῷ Νόων πρωτοστάτῃ,
Καὶ Γαβριὴλ ἵστησι Χριστὸς τὸν νέον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ, τυπτόμενοι τελειοῦνται.
Βάκλοις ἀθληταὶ τραυματισθέντες δύω,
Στεφθέντες εὗρον τὴν συνούλωσιν τάχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαυίδ, βασιλέως τῆς Γεωργίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρκαδίου τοῦ Βγιαζνικόφσκϊυ Ῥωσσίας



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδὴς τῶν λειψάνων τοῦ Ὁσίου Θεοδώρου τοῦ Στουδίτου, ἐπὶ Πατριάρχου Μεθοδίου, ἐν ἔτει 844 μ. Χ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Πλοῦτος ἄσυλος, τὸ ξύλον τὸ σωσίκοσμον, τοῦ Παντοκράτορος, ἐν τῇ Μονῇ Σαγματᾷ, ὑπάρχει πανόλβιε· τοῦτο γὰρ Ὅσιε, σοὶ ἐδώρησε, ὁ βασιλεὺς τῆς πόλεως, ὡς ἀλέξημα δαιμόνων.
Ῥεῖθρα ἄφθονα, ὡς ῥεῦμα ἀνεπίστροφον, ἡ θεία κάρα σου, ἐκ τῆς πηγῆς τοῦ Χριστοῦ, βλυστάνει τοῖς μέλπουσι, Κλήμη τὸ μέλισμα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἔνδον ἔγραψας τῇ νεύσει τοῦ Κυρίου σου, νόμον θεόγραφον, ἐν τῇ ψυχῇ σου καλῶς, κραυγάζων γηθόμενος, Κλήμη τὰ ᾄσματα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὲ τὴν ἄχραντον, Παρθένον τὸ ὡράϊσμα, μητέρων κλέϊσμα, τῶν μοναστῶν βοηθόν, μιγάδων τὸ τείχισμα, μέλπομεν λέγοντες· παντευλόγητε, ταῖς σαῖς λιταῖς περίζωσαι, τοὺς αἰτοῦντάς σου τὴν σκέπην.








ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Βίον τὸν ἀφρόντιδα θεόφρον, ἠράσθης κατασκηνώσας εἰς Σαγμάτιον, ἔνθα καὶ διέλυσας, τὰς πλοκὰς τοῦ δράκοντος, δίκην ἀράχνην Ὅσιε· διὸ καὶ ἔψαλλες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔσπευσας τὸ χεῖρον ὑποτάξαι, τῷ κρείττονι ἀνδρικῶς ἐκβιασάμενος, φύσιν τὴν φιλόϋλον, Κλήμη παμμακάριστε, γενναίως γὰρ ὑπήνεγκας, φθαρτῶν τὴν ἔλλειψιν, τὸ ψῦχος, τὴν γυμνότητα Πάτερ, τὸ κοινὸν βραβεῖον, κατὰ σκοπὸν διώκων.
Ὑψίπυργος ὤφθης ἐν τῷ στύλῳ, θυμοῦ ἐδαφίσας τὴν ἐνέργειαν, Κλήμη γὰρ ἡγήτορα, τῆς προτέρας μάνδρας σου, τῆς ταραχῆς ἀπήλλαξας, διδοὺς τὴν ἄφεσιν, κραυγάζων· ὁ Θεὸς συγχωρήσοι, Πάτερ τὴν σὴν πτῶσιν, νυνὶ καὶ εἰς αἰῶνας.
Θεοτοκίον.
Ἕλκυσον βυθοῦ τῆς ἀπωλείας, πρεσβείαις πρὸς τὸν Υἱόν Σου ἀπειρόγαμε, πάντας τοὺς ὑμνοῦντάς Σε, ἱκεσίοις ᾄσμασι, καὶ μελῳδοῦντας πάναγνε, ἐκ βάθους πάντοτε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴθυνας τὸν νοῦν, ψυχὴν καὶ διάνοιαν, πρὸς τὸ ἀκρότατον, ἐφετῶν τῆς χάριτος, χωρητικὸν δοχεῖον γενόμενος, ἐνεργειῶν τοῦ Πνεύματος, Κλήμη πανόσιε, καὶ ἐν στύλῳ ἤστραψας ὡς ἥλιος, καταυγάζων πιστῶν τὰ συστήματα.
Ὥσπερ μελισσῶν, ἐφείλκυσας Ὅσιε, πρὸς τὸ Σαγμάτιον, μοναζόντων θίασον, καὶ φωτοφόρον τοῦτον διέπλασας, καθυποτάξας πνεύματι, αὐτῶν τὸ φρόνημα, καὶ ἐκτέμνων, τοῖς ἐνθέοις ῥήμασι, τῶν παθῶν τὰς αἰτίας ἀοίδιμε.
Ἤρθης ἀπὸ γῆς, πρὸς ἄνω σκηνώματα, τοῦ Παντοκράτορος, καὶ πρεσβεύεις πάντοτε, ὑπὲρ ἡμῶν τῶν πίστει τιμώντων σε, καὶ ἐκτελούντων Ὅσιε, τὴν θείαν μνήμην σου, τὴν σὴν κάραν, ἐν τῷ μέσῳ ἔχοντες, ὡς κειμήλιον Κλήμη πανάγιον.
Θεοτοκίον.
Λάμπρυνον ταχύ, λαῶν τὴν σκοτόμαιναν, θείαις ἐλλάμψεσι, τῶν πρεσβειῶν σου νύμφη ἀνύμφευτε, ἀφάτως γὰρ ἐκύησας, φῶς τὸ ἀπρόσιτον τὸ φωτίζον, πάντα εἰσερχόμενον, ἐν τῷ κόσμῳ Ἁγνὴ ἀειπάρθενε.






Ἐξαποστειλάριον. Ἦχος β΄. Σαρκὶ ὑπνώσας.
Συντρίψας τόξον δυνατῶν, ἀσκητικῷ φρονήματι, ἰσάγγελος ἐν τῷ στύλῳ, τοῦ Σαγματίου γέγονας, καὶ ὤφθης ὡς ὑψίκορμος, Κλήμη τῆς θεωρίας ὁ φοῖνιξ πανεύφημε.
Θεοτοκίον.
Τὸ ξύλον ὄντως τῆς ζωῆς, τοῦ Παραδείσου Δέσποινα, ἐβλάστησας ἀσπερμάντως, τῇ συνεργείᾳ Πνεύματος, τῶν πρωτοπλάστων λύσασα, λύπην τῆς ἁμαρτίας καὶ πᾶσαν κατήφειαν.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἐν τῇ Μονῇ Μελετίου φοιτήσας πρώτιστα, φωτὶ τῆς μετανοίας, τῶν παθῶν ἐκδιώκεις, τὸ σκότος θεοφόρε τὸ ἀφεγγές, καὶ ναὸς φωτεινόμορφος, τῆς μακαρίας Τριάδος ἀναδειχθείς, τοὺς συνόντας σοι κατηύγασας.

Πρὸς θεωρίας τὸ ὕψος παμμάκαρ ἤλασας, ἐν τῷ φρικώδει στύλῳ, τῆς Μονῆς Σαγματίου, οἰκήσας καὶ βιώσας ἀσκητικῶς, ὡς στρουθίον ἐν δώματι, καὶ ὁλικῶς ἀγαπήσας τὸν Ἰησοῦν, τὸν ἀρχέκακον ἐτρόπωσας.

Ἡ σεβασμία Μονή σου Κλήμη ἀγάλλεται, κατέχουσα ἐν κόλποις, τὴν ἁγίαν σου κάραν, ὡς ῥόδον γὰρ βλυστάνουσα μυρισμόν, ἀρωμάτων τοῦ Πνεύματος, τοῖς ἀλγουμένοις παρέχει τὸν κουφισμόν, καὶ νοσοῦσι τὰ ἰάματα.

Μὴ διαλίπῃς πρεσβεύων Κλήμη μακάριε, ὑπὲρ τῶν συγκροτούντων, τὴν ἁγίαν σου μάνδραν, ἐν ὄρει Σαγματίῳ τῷ θαυμαστῷ, καὶ πιστῶς ἀνυμνούντων σε, καθηγητὴς γὰρ ὑπάρχεις τῶν μοναστῶν, καὶ προστάτης ἑτοιμότατος.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, κροτήσωμεν τῷ πνεύματι, καὶ ἑορτίως πανηγυρίσωμεν, ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν· ἱερεῖς καὶ μιγάδες συντρεχέτωσαν, καὶ ὁλοκαρδίως ὑμνείτωσαν τῆς Μονῆς δομήτορα, τὸν ἐν ὄρει Σαγματίῳ μονοτρόπως βιώσαντα· ποιμένες καὶ διδάσκαλοι, τὸ τῶν δακρύων ῥεῦμα, καὶ μετανοίας τύπον, εὐφροσύνως εὐφημήσωμεν· τῆς ἡσυχίας τὸν θησαυρόν, τῆς θεωρίας τὸν λύχνον, τῆς ὑπομονῆς τὸν ἀστέρα, τὸ πρότυπον τῶν μοναστῶν, τῆς Τριάδος λαμπρὸν δοχεῖον, ἁγνείας τὸ ἀκηλίδωτον ἔσοπτρον, Κιθαιρῶνος τὸ κλέος, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Ὅσιε Κλήμη, Βοιωτίας κλέος, ταῖς σαῖς πρεσβείαις, τὴν μάνδραν σου καὶ πάντας τοὺς πιστοὺς ἐπισκίασον καὶ ῥῦσαι ἐκ πάσης ἀνάγκης καὶ περιστάσεως.


Καὶ νῦν. Θεοτοκίον.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμομου τὸ σωτήριόν σου Κύριε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀθηναίων γόνος λαμπρός, καὶ τοῦ Σαγματίου ὁ οἰκήτωρ ὁ θαυμαστός, χαίροις μοναζόντων, κανὼν τῆς ἀκριβείας, καὶ πάσης Ἑκκλησίας, Κλήμη τὸ κλέϊσμα.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου