Δευτέρα 20 Αυγούστου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 11. ΑΓΙΑ ΜΑΡΤΥΣ ΕΥΑΝΘΙΑ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΕΥΑΝΘΙΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μάρτυς καρτερόψυχε, ἀρτολιμῷ ἡ ἀθλήσασα, εὐανθὲς κρίνον πίστεως, καὶ ῥόδον χρηστότητος, σῶφρον Εὐανθία, ᾔσχυνας ἀπίστους, σῇ παῤῥησίᾳ τῇ πολλῇ, καὶ θεαρέστως ἤνυσας στάδιον, λιμοῦ σὺν τῷ συνεύνῳ σου, καὶ τῷ υἱῷ τῷ πανσέπτῳ σου· μεθ’ ὧν εἴληφας στέφανον, ἀϊδίου λαμπρότητος.

Πίστει ὡμολόγησας, Χριστοῦ τὸ πάνσεπτον ὄνομα, τῶν ἀνόμων πρὸ βήματος, συνεύνῳ σὺν θείῳ σου, πάνυ Δημητρίῳ, καὶ στεῤῥῷ υἱῷ σου, εὐτόλμῳ Δημητριανῷ· μεθ’ ὧν ὑπέστης, τῆς πείνης βάσανον, στεῤῥόψυχε Ἀθλήτρια, ἡ νικηφόρος ἀγῶνά σου, Εὐανθία τελέσασα, ὄλβε πίστεως ἄσυλε.

Χαίροις θεοτίμητε, Μάρτυς λιμῷ ἡ ἀθλήσασα, Εὐανθία πανεύφημε, ἀμνὰς τοῦ παντάνακτος, εὐπρεπὲς Κυρίου, καὶ γυνὴ ἀνδρεῖα, ἡ ἐν τῷ οἴκῳ σου Χριστόν, δοξολογοῦσα τὸν πολυεύσπλαγχνον, ἀπαύστως σὺν συζύγῳ σου, σεπτῷ καὶ τόκῳ ἐνθέῳ σου· μεθ’ ὧν ἤνυσας στάδιον, τοῦ λιμοῦ ὡς ἀσώματος.

Ἄρτον ἐπιούσιον, ἡ αἰτουμένη τῷ Κτίσαντι, Εὐανθία παρέχοντι, πιστοῖς τὰ αἰτήματα, μαρτυρίου τρίβον, ἤνυσας εὐτόλμως, καὶ καθυπέμεινας λιμοῦ, τοῦ ἄρτου βάσανον ἐπονείδιστον· διὸ τὴν θείαν μνήμην σου, τὴν σεβασμίαν καὶ πάμφωτον, ἐκτελοῦμεν γηθόμενα εὐσεβῶν τὰ συστήματα.

Δόξα. Ἦχος β΄.
Τὴν χορτάσασα δι’ ἄρτου τῶν χειρῶν αὐτῆς, πάντας τοὺς ἐν αὐτῆς τῇ οἰκίᾳ, καὶ σὺν αὐτοῖς ἀρτολιμῷ μαρτυρικῶς ἀποθανοῦσαν, Εὐανθίαν τὴν πάνσεμνον τιμήσωμεν κράζοντες· ἡ στεφηφόρος ἀπολαύουσα μορφῆς τοῦ κάλλους, τοῦ διὰ πέντε ἄρτων χορτάσαντος πλήθη πεντακισχίλια, πρέσβευε Χριστῷ δοῦναι ἡμῖν τὸν ἄρτον τὸν ἐπιούσιον, καὶ σῶσαι ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.



Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν. 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ὁ εὐανθής, λειμὼν τῆς εὐτολμίας, καὶ σθένους Εὐανθία, ἐν ᾧ τοῦ μαρτυρίου, εὐώδη κρίνα ἤνθησαν.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαῖρε ἀρτολιμῷ, διὰ Χριστοῦ τὴν πίστιν, ἀθλήσασα γενναίως, ὀλβία Εὐανθία, Χριστοῦ ἀμνὰς περίδοξε.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Μνήμην σου τὴν σεπτήν, τιμῶντες ἐτησίως, Ἁγία Εὐανθία, θεοπειθεῖς εὐχάς σου, ἀπαύστως ἐκδεχόμεθα.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, ὁ τοῖς πιστοῖς παρέχων, τὸν ἄρτον καθ’ ἑκάστην, Τριὰς Ὑπεραγία, πρὸς τῆς σαρκὸς παράκλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε καταφυγή, ἐμπεριστάτων πάντων, καμνόντων καὶ στενόντων, εὐλογημένη Μῆτερ, Θεοῦ τοῦ πανοικτίρμονος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Εὐανθίαν τὴν Μάρτυρα εὐφημήσωμεν, τὴν ὥσπερ ἄνθος εὐῶδες, ἐν τῷ λειμῶνι Χριστοῦ, τῷ παντέρπνῳ ἐξανθήσασαν καὶ ἅπαντας, εὐωδιάσασαν πιστούς, εὐψυχίας ταῖς ὀδμαῖς, καὶ ἄθλων αὐτῆς βοῶντες· λιμῷ ἡ τελειωθεῖσα, ἄρτῳ ἡμᾶς Χριστοῦ διάθρεψον.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. 
Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.

Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ, καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ. 

Ἕτερα. Τῆς Ἁγίας. Ὅμοια
Τὴν παριδοῦσαν τὸ χαῦνον θηλείας φύσεως, καὶ σὺν αὐτῆς συζύγῳ, καὶ υἱῷ πρὸς ἀγῶνας, χωρήσασαν εὐτολμως μαρτυρικούς, Εὐανθίαν τιμήσωμεν, τὴν περατώσασαν βίον ἀρτολιμῷ, πανευσχήμοσιν μελίσμασι.

Τὴν σὴν πανίερον μνήμην πανηγυρίζοντες, ἀλκίφρον Εὐανθία, εὐανθὲς καρτερίας, ἐν πόνοις μαρτυρίου ἄνθος τερπνόν, σθένος σὲ τὸν ἐμπλήσαντα, ἀγωνοθέτην παντάνακτα Ἰησοῦν, ἐν σταδίῳ μεγαλύνομεν.

Δεῦτε τὸν σύζυγον πάντες σεπτὸν Δημήτριον, τῆς θείας Εὐανθίας, σὺν αὐτῆς τῷ εὐτόλμῳ, υἱῷ πανευσθενεῖ Δημητριανῷ, ὡς τριάδα πανάριστον, Χριστοῦ Μαρτύρων τὴν πίστει ἀρτολιμῷ, ἐπὶ γῆς ζῆν ἐκμετρήσασαν.

Δόξα. Ἦχος πλ. β΄.
Ὑπεριδοῦσαν πᾶσαν ῥέουσαν σχέσιν καὶ ματαιότητα, πεπαῤῥησιασμένῃ φωνῇ Χριστὸν ὡμολόγησας, ἐνώπιον ἀπίστων Εὐανθία θεόσοφε· μὴ οὖν φεισαμένη τοῦ φθαρτοῦ σου σαρκίου, καὶ ὑπεραρθεῖσα τοῦ χαύνου τῆς θηλείας σου φύσεως, ἀκλινῶς ἀρτολιμῷ τὸ ζῆν ἐξεμέτρησας· ὅθεν τοῦ Ἄρτου τῆς ζωῆς ἀπολαύουσα, ἐν τῇ ἐπουρανίῳ τραπέζῃ, ἀσιγήτως πρεσβεύεις Αὐτοῦ καὶ ἡμᾶς ἀπολαῦσαι ἀξιῶσαι, τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.



Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀκάρπου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τῶν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός, ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθών, κεκλεισμένην διεφύλαξε, καὶ πάντα σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτος, πᾶσι τοῖς ἀνθρώποις σωτηρίαν ἀπειργάσατο. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.






















Λιτή. Ἰδιόμελα. Ἦχος α΄.
Τὴν τῶν Μαρτύρων καλλονὴν καὶ καλλίνικον Ἀθληφόρον, Εὐανθίαν τὴν ἀήττητον ἐν μάχαις, κατ’ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων, ὡς ὑπομονῆς ἐν τοῖς βασάνοις ὑπόδειγμα, καὶ ἐν ἀρτολιμῷ πρόβολον, ἐγκωμίοις οἱ πιστοὶ καταστέψωμεν τρανῶς βοῶντες· ἡ ζηλώσασα γυναικῶν ἀνδρείων εὐσθένειαν, καὶ δραμοῦσα ὡς εἰς γάμον πρὸς τὸ μαρτύριον, ἡμῶν ἀτολμίας ἀχλὺν εὐχαῖς σου διάλυσον, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ὁμοθύυμως σὺν τῷ υἱῷ καὶ τῷ συζύγῳ σου, ἐν σταδίῳ τὸ μαρτύριον τῆς πείνης καθυπέμεινας Εὐανθία, καὶ νῆστις μετέστης πρὸς τὸν διὰ πέντε ἄρτων χορτάσαντα πλήθη, δοτῆρα παντὸς ἀγαθοῦ Θεάνθρωπον Κύριον· Αὐτὸν οὖν μὴ παύσῃ τοῖς πιστοῖς ἱλεούμενον, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Ἦχος γ΄.
Μαρτυρικοῖς σαπφείροις κατεκόσμησας τὴν ἁγίαν ψυχήν σου, δι’ ἣν Χριστὸς ἐσταυρώθη ὁ Σωτὴρ ἁπάσης τῆς οἰκουμένης, Εὐανθία ἀξιάγαστε· κεκοσμημένη οὖν ἄθλοις καὶ τετιμημένη νίκης στεφάνῳ, εἰσῆλθες εἰς τὰ δώματα τῆς ἀγήρω μακαριότητος, ἔνθα Χριστὸν ἱκετεύεις ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος δ΄.
Ἀρτολιμῷ τελειωθεῖσα Εὐανθία, τοῦ Μυστικοῦ Δείπνου συνδαιτημόνα ἠξίωσέ σε γενέσθαι, ὁ τοῦ σύμπαντος οἰκοδεσπότης καὶ Κύριος· Αὐτοῦ καὶ ἡμᾶς ἀξίωσον ἀπολαῦσαι θεοτίμητε Μάρτυς, τοὺς μελῳδοῦντας τὸ ἀνδρικόν σου φρόνημα ἐν τῷ σταδίῳ, καὶ ἑορτάζοντας πίστει τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.







Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, στεῤῥὲ Δημητριανέ, τῆς Εὐανθίας ὁ υἱὸς ὁ πανένδοξος, καὶ σύναθλος ταύτης θεῖος, χαίροις κλυτὲ Ἀθλητά, Εὐανθίας θείας, ὁ ὁμόζυγος, καὶ ταύτης ὁμόζηλος, ἐν τοῖς πόνοις ἀθλήσεως, χαίροις ὀλβία, Εὐανθία πανύμνητε, σκεῦος χάριτος, γυναικῶν ἐγκαλλώπισμα, Ἀθλητριῶν ὡράϊσμα, ἡ νίκης τὸ στέφανον, παρὰ Κυρίου λαβοῦσα, τῆς ἀϊδίου τερπνότητος, καὶ χάριν εὑροῦσα, δυσωπεῖν Αὐτὸν ἀπαύστως, ὑπὲρ προσφύγων σου.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μνήμην, ἐπιτελοῦντες τὴν σήν, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πανευσχήμοσι, πανένδοξε Εὐανθία, Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, σῆς ψυχῆς ἀνδρείαν, μεγαλύνομεν, καὶ πόθῳ τιμῶμέν σου, τὴν στεῤῥόψυχον ἔνστασιν, πρὸ τῶν ἀπίστων, καὶ τοῦ ἄρτου τὴν στέρησιν, ἣν ὑπέμεινας, ἀγογγύστως ἀοίδιμε, ἄχρι τῆς μακαρίας σου, θανῆς δι’ ἧς ἔλαβες, τοῦ μαρτυρίου στεφάνους, σὺν τῷ υἱῷ καὶ συζύγῳ σου, μεθ’ ὧν ἱκετεύεις, ὑπὲρ πάντας ὑμνητῶν σου, Χριστὸν τὸν εὔσπλαγχνον.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, τῶν Ἀθληφόρων Χριστοῦ, ἡ μυροθήκη Εὐανθία ὑπέρτιμε, τὸ ἄνθος τῆς καρτερίας, ἐν πόνοις καὶ εὐανθές, κρίνον ἐν ἀγῶσι, τῆς ἀθλήσεως, ὀδμαῖς ἡ ἡδύνασα, ἀκραιφνοῦς πολιτείας σου, καὶ μαρτυρίου, εὐσθενοῦς σου τὰ σύμπαντα, ἑορτάζοντα, νῦν τὴν πάνσεπτον μνήμην σου· Μάρτυς στεῤῥὰ τῆς πίστεως, τῆς πείνης Ἀθλήτρια, λιμῷ ἡ ἀποθανοῦσα, ἄρτου μὴ παύσῃ πρεσβεύουσα, Χριστῷ καταπέμψαι, τοῖς τιμῶσί σου τὴν μνήμην, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Θεόθεν δυναμωθεῖσα τὸ χαῦνον τοῦ θήλεος ἀπέῤῥιψας, καὶ καλῶς τῆς ἀθλήσεως ἤνυσας στάδιον, σὺν τῷ υἱῷ καὶ τῷ συζύγῳ σου, Εὐανθία Μαρτύρων γυναικῶν ἀκροθίνιον· σὺ γὰρ μὴ πτοηθεῖσα τὰς ἀπειλὰς τῶν ἀπίστων, ἀνδρικῶς ἠγωνίσω καὶ τὸ μαρτύριον τῆς πείνης, καρτερῶς ὑπέμεινας θεοφρούρητε· διὸ καὶ ἐπαξίω δεξαμένη τῆς νίκης τὸ ἔπαθλον, ἐκ τῶν χειρῶν τοῦ ἀγωνοθέτου Κυρίου, χάριν παρ’ Αὐτοῦ δαψιλῶς ἀπείληφας, θεραπεύειν τὰ πάθη τῶν σπευδόντων σῇ χάριτι, καὶ εὐλαβῶς προσκυνούντων τὴν ἀεισέβαστον μνήμην σου.





Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Εὐανθίαν τὴν Μάρτυρα εὐφημήσωμεν, τὴν ὥσπερ ἄνθος εὐῶδες, ἐν τῷ λειμῶνι Χριστοῦ, τῷ παντέρπνῳ ἐξανθήσασαν καὶ ἅπαντας, εὐωδιάσασαν πιστούς, εὐψυχίας ταῖς ὀδμαῖς, καὶ ἄθλων αὐτῆς βοῶντες· λιμῷ ἡ τελειωθεῖσα, ἄρτῳ ἡμᾶς Χριστοῦ διάθρεψον.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. 
Ἀπόλυσις.


















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Χορεῖαι νῦν πιστῶν, ἐν χαρᾷ συνελθόντες, τιμήσωμεν λαμπρῶς, Εὐανθίαν τὴν θείαν, Χριστοῦ τὴν Ἀθλήτριαν, τὴν σεπτὴν καὶ ἀήττητον, ὑπομείνασαν, ἄρτου λιμὸν ἀγογγύστως, ὡς ἀσώματος, καὶ νίκης στέφος λαβοῦσαν, ἀφθίτου τερπνότητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῖς δούλοις Σου φαγεῖν, ἄρτον τῆς εὐσεβείας, δὸς Μῆτερ τοῦ Υἱοῦ, τοῦ Θεοῦ τοῦ Ὑψίστου, δι’ ἄρτων χορτάσαντος, πέντε πλήθη πανύμνητε, καὶ ὑπάρχοντος, Ἄρτου ζωῆς αἰωνίου, ὁμηγύρεως, πιστῶν λαμπρῶς ἀνυμνούντων, πληθὺν θαυμασίων Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐανθίαν μέλψωμεν, τὴν Ἀθληφόρον, ἀνδρικῷ φρονήματι, τὴν ὑπομείνασαν καλῶς, ἀρτολιμοῦ τὸ μαρτύριον, καὶ μνήμην πόθῳ, αὐτῆς ἑορτάσωμεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῇ σεπτῇ γεννήσει σου, ἡ οἰκουμένη, τῷ αὔλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δεῦτε τιμήσωμεν, Χριστοῦ Ἀθλήτριαν, τὴν ὑπομείνασαν, τοῦ ἄρτου στέρησιν, ἄχρι θανάτου ἀκλινῶς σὺν τέκνῳ καὶ ὁμοζύγῳ, τῷ αὐτῆς γηθόμενοι, φιλεόρτων οἱ σύλλογοι, καὶ ψαλμοῖς εὐσχήμοσιν, μνήμην νῦν ἑορτάσωμεν, αὐτῆς ἐν κατανύξει βοῶντες· χαίροις ἀλκίφρον Εὐανθία.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν... Ζήτει τῇ Δευτέρᾳ τῆς ιε’ ἑβδομάδος.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοὺς ἀπίστους ἐθριάμβευσας ἀνδρικῇ σου ἐνστάσει, καὶ πιστοὺς κατηύφρανας μαρτυρίου σου πόνοις, οὓς ἔτλης διὰ Χριστοῦ τὴν ἀγάπην, Εὐανθία πανεύφημε· ὅθεν ἀξιοχρέως τιμῶντές σε, ὡς κληρονόμον τῆς τῶν Οὐρανῶν Βασιλείας, τὴν τῶν ἀφθάρτων ἀγαθῶν μετέχουσαν σὺν πᾶσι τοῖς Ἁγίοις, τὰς θεοπειθεῖς σου εὐχὰς αἰτούμεθα πρὸς βίον κρείττονα.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Εὐανθίαν, ἀρτολιμῷ ἀθλήσασαν, μέλπω. Χ. Μ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Εὐῶδες μυράλειπτρον, τῆς τοῦ Χριστοῦ θείας πίστεως, καθήδυνας ἄθλοις σου, τὰς ὁμηγύρεις πιστῶν, σὺν συζύγῳ σου, καὶ τόκῳ Εὐανθίᾳ, στεῤῥῷ σου ἀνύσασα, πείνης τὸ στάδιον.
μνοῦμεν τοὺς πόνους σου, τοῦ μαρτυρίου ἀοίδιμε, οὓς ἔτλης δι’ ὄνομα, τὸ ὑπὲρ πᾶν τοῦ Χριστοῦ, καὶ τὴν ἄνωθεν, ὑπομονὴν ἐν πείνῃ, δοθεῖσάν σοι πρώταθλε, Κτίστου Ἀθλήτρια.
ρίστην ἐπίδοσιν, ἐν τῷ σταδίῳ ὑπέδειξας, σὺν τῷ ὁμοζύγῳ σου, καὶ τῷ Δημητριανῷ, τῷ ἀλκίφρονι, υἱῷ σου Εὐανθία, λαμπὰς ἡ φωτίζουσα, πίστει σου σύμπαντα.
Θεοτοκίον.
Ναὲ ἁγιάσματος, τοῦ εὐϊλάτου παντάνακτος, Παντάνασσα Δέσποινα, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ὡς φιλάνθρωπος, μὴ παύσῃ δυσωποῦσα, Αὐτὸν πέμψαι δούλοις Σου, πᾶσι τὸ ἔλεος.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Θεῷ τῷ Σωτῆρι Εὐανθία, προσήνεγκας δῶρον ὡς σεπτόν, σαυτὴν σὺν τῷ συζύγῳ σου, καὶ τέκνῶ στεῤῥοψύχῳ σου· μεθ’ ὧν καλῶς ὑπέμεινας, τὸ διὰ πείνης μαρτύριον.
σχὺν οὐρανόθεν εἰληφυῖα, ἐτρόπωσας λόγοις σου ἔχθρόν, βασάνοις παραδιδοῦντά σε, καὶ ἄρτου σε στερήσαντα, διὰ Χριστοῦ τὸ ὄνομα, ὦ Εὐανθία τὸ πάντιμον.
ξίως ὑμνοῦμεν Εὐανθία, σὲ ὥσπερ Μαρτύρων γυναικῶν, ἀγλάϊσμα καὶ σέβοντες, σὸν διὰ πείνης θάνατον, λαμπρῶς πανηγυρίζομεν, τὴν πανακήρατον μνήμην σου.
Θεοτοκίον.
Νῦν πάντες Κυρία Θεοτόκε, θαυμάτων ἀπείρων ὡς πηγήν, φαιδρῶς Σε μεγαλύνομεν, καὶ αἶνον ἀναπέμπομεν, τῷ Σῷ Υἱῷ οἰκτίρμονι, Λόγῳ Θεοῦ τοῦ παντάνακτος.




Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀρίστη Ἀθλήτρια τοῦ παναγάθου Θεοῦ, Αὐτῷ εὐηρέστησας σῇ παναλκεῖ ἀρωγῇ, καὶ πόνοις ἀθλήσεως, ἔνδοξε Εὐανθία, εὐσεβείας πυξίον, καὶ λαμπηδὼν νομίμου, μαρτυρίου δι’ ἄρτου, λιμοῦ λαβοῦσα στέφος χρυσοῦν, αἰωνιότητος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἰούδα μεγαλύνθητι, καὶ κραταιούσθω Δαυΐδ· Ἀδὰμ ἀνακαινίσθητι, καὶ εὐφραινέσθω Λευΐ, ἐξ ὧν μοι ἐτέχθη Χριστός. Τεῖνόν σου τὴν κινύραν, ὑμνογράφε καὶ λέγε· Τὶς ἐστιν ἡ τεχθεῖσα, ἣν καλεῖς θυγατέρα; Τροφὸς ἐστι τῆς ζωῆς μου, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
γνωσίας τὴν ὁμίχλην τῶν ἀπίστων διέλυσας, λόγοις σου πανσόφοις, Μάρτυς Εὐανθία καὶ ἄκρα σου, ὑπομονῇ ἐν τῇ πείνῃ· δι’ ἧς ἔθρεψας, ἀφθαρτότητι, ψυχήν σου τὴν θεοτίμητον.
υσαμένη Εὐανθία σεαυτὴν ματαιότητος, πάσης καὶ ῥεούσης, βίου τοῦ παρόντος ἀνέσεως, τροφὴν τὴν πεῖναν ἐνόμιζες καὶ ἔχαιρες, ὑπομένουσα, ἄρτου ἐνύλου τὴν στέρησιν.
Τῆς καρδίας Εὐανθία ὁλοθύμως ἀνέτεινας, πᾶσαν ἔφεσίν σου, τῷ ἐσταυρωμένῳ παντάνακτι, ἄρτον ζωῆς αἰωνίου τῷ παρέχοντι, τοῖς πιστεύουσιν, εἰς τὴν Αὐτοῦ ἀγαθότητα.
Θεοτοκίον.
Οὐρανόφωτον λυχνίαν μετανοίας ὑπόδειξον, κεχαριτωμένη, Μῆτερ τοῦ Θεοῦ τοῦ οἰκτίρμονος, ἐν ἁμαρτίας τῷ ζόφῳ τοῖς καθεύδουσι, πλὴν θαυμάσια, τὰ λαμπρῶς μεγαλύνουσι.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Λαμπὰς γενναιότητος, ψυχῆς καὶ ἀγαπήσεως, τοῦ Χριστοῦ ὀφθεῖσα Εὐανθία, ἔλαμψας κόσμῳ, ἀθλητικῆς ἀγωγῆς, καὶ ἄκρας ἐν τῷ ἀρτολιμῷ, καρτερίας πάμφωτε, παμφαέσι πυρσεύμασι.
θύνασα βήματα, τὰ σὰ πρὸς τὸ μαρτύριον, διὰ τῆς στερήσεως τοῦ ἄρτου, σὺν τῷ συζύγῳ, καὶ τῷ σεμνῷ σου υἱῷ, Θεοῦ εὐηρέστησας Υἱῷ, πᾶσι τῷ παρέχοντι, τῷ ἀμέτρητον ἔλεος.
Μυράλειπτρον εὔοσμον, ἐσείχθης γενναιότητος, ἄρωμα τοῖς πᾶσι διαχέον, τῆς εὐψυχίας, καὶ θείας ὑπομονῆς, ἐν σκάμμασι τοῖς μαρτυρικοῖς, Εὐανθία κλέϊσμα, τῶν Μαρτύρων τῆς πίστεως.
Θεοτοκίον.
ς πύργον σεμνότητος, Παρθένε ἀδιάσειστον, Σὲ ὑμνολογοῦμεν Θεοτόκε, καὶ Σοὶ βοῶμεν, ἐν εὐλαβείᾳ πολλῇ· πιστοὺς περιφρούρει ἀκλινῶς, καὶ ἐκ πλάνης φύλαττε, τοῦ ἐχθίστου ἀπήμονας.



ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
νθῶνος θείου λευκάνθεμον, ἡδύνεις Εὐανθία τὰ σύμπαντα, τῇ εὐωδίᾳ σου, τῆς θαῤῥαλέας ἐνστάσεως, καὶ τῆς ὁμολογίας, Χριστοῦ τῆς κλήσεως.
Θεοῦ τοῦ Λόγου στεῤῥόψυχε, ἀμνὰς ἀρτολιμοῦ καθυπέμεινας, ἔνθους μαρτύριον, σὺν τῷ υἱῷ καὶ συζύγῳ σου, τρισμάκαρ Εὐανθία, συναθλησάντων σοι.
Λαμπὰς ἀνδρείας ὑπέρλαμπρε, ἀπίστων Εὐανθία ἐσκέδασας, ζόφωσιν λόγων σου, ἀκτῖσι καὶ μαρτυρίου σου, μαρμαρυγαῖς παμφώτοις, Χριστοῦ Ἀθλήτρια.
Θεοτοκίον.
ταχινὴ τῶν προσφύγων Σου, ἀντίληψις καὶ σκέπη πανύμνητε, Θεογεννήτρια, μὴ διαλίπῃς πρεσβεύουσα, ὑπὲρ τῶν Σὲ τιμώντων, τῷ θείῳ Τόκῳ Σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸ πανευῶδες ἄνθος πίστεως τιμήσωμεν, στεῤῥοψυχίας τὸ πληρῶσαν τὴν ὑφήλιον, εὐωδίας εὐφημήσωμεν Εὐανθίαν, ὡς Μαρτύρων γυναικῶν σεπτὸν ὡράϊσμα, καὶ ἁπάντων εὐσεβῶν τερπνὸν ὀσφράδιον, πόθῳ κράζοντες· Χαίροις Μάρτυς πανεύφημε.
Ὁ Οἶκος.
Ἄγγελοι ἔνστασίν σου, ἀνδρικὴν κατιδόντες, ἐξέστησαν σεπτὴ Εὐανθία, σὺ γὰρ ἄθλησιν ἀρτολιμοῦ, σὺν τῷ σῷ συζύγῳ καὶ υἱῷ θείῳ σου, ἀνδροπρεπῶς ὑπέμεινας, καὶ ἔπειθες πιστοὺς βοᾶν σοι·
Χαῖρε, τὸ ἄνθος τῆς εὐτολμίας·
χαῖρε, τὸ εὖχος τῆς Ἐκκλησίας.
Χαῖρε, τιμαλφὲς εὐσεβείας κειμήλιον·
χαῖρε, εὐανθὲς καὶ ἡδύγευστον ἄνηθον.
Χαῖρε, ὅτι ἐμαρτύρησαν σὺν τῷ Δημητριανῷ·
χαῖρε, ὅτι στέφος εἴληφας, σὺν συζύγῳ καὶ υἱῷ.
Χαῖρε, τοὺς μισοθέους ἡ αἰσχύνασα λόγοις·
χαῖρε, τοὺς φιλοθέους ἡ εὐφράνασα πόνοις.
Χαῖρε, λιμῷ τὸ ζῆν ἐκμετρήσασα·
χαῖρε, Χριστῷ ἡ εὐαρεστήσασα.
Χαῖρε, ἀμνὰς καθαρὴ τοῦ Κυρίου·
χαῖρε, λαμπὰς παμφαὴς τοῦ σταδίου.
Χαίροις, Μάρτυς πανεύφημε.






Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, ὁ ἅγιος Δημήτριος καὶ Εὐανθία ἡ σύζυγος αὐτοῦ καὶ Δημητριανὸς ὁ υἱὸς αὐτῶν λιμῷ τελειοῦνται.
Ἄγχουσιν οἱ τρεῖς ἀρτολιμῷ γεννάδαι,
ἄρτους τὸν αἰτήσαντα δεῖξαι τοὺς λίθους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.
Καὶ σχῆμα καὶ νοῦν ἀρρενοῖ Θεοδώρα,
Καὶ τὸν μέγαν νοῦν αἰσχύνει πρὸ τοῦ τέλους.
Αὕτη ἡ Ὁσία ἧν ἐκ τῆς κατ΄ Αἴγυπτον περιφανοῦς πόλεως Ἀλεξανδρείας. Ἐκ περιβλέπτου ἀναχθεῖσα γένους, συνεζεύχθη ἀνδρὶ τιμίῳ καὶ ἢν ἐν ἔτει νοδ΄. (474) ἐπὶ τῆς βασιλείας Ζήνωνος. Ἀλλὰ φθόνῳ τοῦ τὰ καλὰ φθονοῦντος ἐχθροῦ, τὸ τῆς μοιχείας διεπράξατο μῦσος, καὶ ἧν μετανοοῦσα καὶ στένουσα, καὶ δάκρυσιν ἱλεουμένη τὸν Κύριον· διὸ καὶ χαίρειν πᾶσιν εἰποῦσα, λάθρα ἐξῆλθεν τοῦ ἑαυτῆς οἰκοῦ καὶ συγγενείας· καὶ σχῆμα ἀμείψασα, καὶ ἀνδρῴαν περιθεμένη στολήν, παρεγένετο ἐν τίνι Μοναστηρίῳ ἀνδρῶν ὡς εὐνοῦχος Θεόδωρος. Ἐνταῦθα, ἐν βαθείᾳ ταπεινώσει ὑπερφυῶς ἠγωνίσατο, καὶ ποικίλους ὑπέστη πειρασμούς, ἐν ἀνενδοιάστῳ πίστει καὶ ἀταράχῳ ψυχῆ. Συκοφαντηθεῖσα γὰρ ὡς διέφθειρεν κόρην τινά, ἐδέξατο τὸ τεχθέν, καὶ ἀνέθρεψεν αὐτὸ ἐν σπλάγχνοις μητρικοῖς. Ἐντεῦθεν ἐδοξάσθη παρὰ Θεοῦ, καὶ θαυμάτων αὐτουργὸς ἐγένετο, ἐνεργοῦσα ἐν τῇ χάριτι τοῦ Παναγίου Πνεύματος. Καὶ ἀποκαλυφθείσης ἐν τῷ τέλει αὐτῆς τῷ ἡγουμένῳ ἧς ἠξίωται δόξης οὐρανίου, ἐξέστησαν ἅπαντες ἰδόντες ὅτι ἥν γυνή, καὶ ὑπερφυῶς ἐν πολλῇ καρτερίᾳ ἠγωνίσατο κατὰ ἄνδρας, καὶ ἐδόξασαν τὸν Κύριον, τὸν ἐνισχύσαντα καὶ δοξάσαντα τὴν ἑαυτοῦ Ὁσίαν. Ἧς ταῖς πρεσβείαις ἀξιωθείημεν καὶ ἡμεῖς τῆς οὐρανίου βασιλείας. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ μαγείρου.
Ἤνεγκε πᾶν δύσοιστον εὐψυχως βάρος,
Θείας ὁ Εὐφρόσυνος ἠδονῆς χάριν.
Οὗτος ἐγεννήθη ἀπὸ ἀγροίκους καὶ χωρικοὺς γονεῖς, καὶ ἐπομένως ἀνατραφεὶς μὲ ἰδιωτικὴν καὶ ἀπαίδευτον ἀνατροφήν, ὕστερον εἰσῆλθεν εἰς μοναστήριον, καὶ ἐνδυθεῖς τὸ σψῆμα, ἔγινεν ὑπηρέτης τῶν μοναχῶν. Ἐπειδὴ δὲ κατεγίνετο πάντοτε εἰς τὸ μαγειρεῖον ὡς ἄγροίκος, κατεφρονεῖτο ἀπὸ ὅλους τοὺς μοναχοὺς καὶ ἐπεριπαίζετο, πλὴν ὑπέφερεν ὁ μακάριος ὅλας τὰς καταφρονήσεις μὲ γενναιότητα καρδίας καὶ σύνεσιν καὶ ἡσυχίαν τοῦ λογισμοῦ, χωρὶς νὰ ταράττεται δι’ ὅλου. Διότι, ἄν καὶ ἦτον ἰδιώτης κατὰ τὸν λόγον, ὅμως δὲν ἦτον ἰδιώτης καὶ κατὰ τὴν γνῶσιν. Διότι, εἰς τὸ μοναστήριον γὰρ ἐκεῖνο, ὅπου εὑρίσκρτο ὁ ἀοίδιμος, ἦτο καὶ εἷς ἱερεὺς φίλος τοῦ Θεοῦ, ὅστις παρεκάλει προθύμως διὰ νὰ τῷ φανερώσῃ ὁ Θεὸς τὰ ἀγαθά, τὰ ὁποῖα μέλλουν νὰ ἀπολαύσουν οἱ ἀγαπῶντες αὐτόν. Μίαν νύκτα λοιπόν, κοιμωμένου τοῦ ἱερέως, ἐφάνη εἰς τὸν ὕπνον του, ὅτι εὑρέθη μέσα εἰς περιβόλιον, καὶ ἔβλεπε τὰ ἐκεῖ εὑρισκόμενα πανευφρόσυνα ἀγαθὰ μὲ θάμβος καὶ ἔκστασιν, ἐκεῖ δὲ εἶδε καὶ τὸν ἀνωτέρω μάγειρον του μοναστηρίου Εὐφρόσυνον, ὅστις ἐστέκετο εἰς τὸ μέσον τοῦ περιβολίου, καὶ ἀπελάμβανε τὰ διάφορα ἐκεῖνα ἀγαθά. Πλησιάσας λοιπὸν εἰς αὐτόν, ἠρώτα διὰ νὰ μάθῃ, ποῖον ἆρά γε εἶναι τὸ περιβόλιον ἐκεῖνο! Καὶ πῶς αὐτὸς εὑρέθη εἰς αὐτό! Ὁ δὲ Εὐφρόσυνος, ἀπεκρίθη:Τοῦτο εἶναι ἡ κατοικία τῶν τοῦ Θεοῦ ἐκλεκτῶν, ἐγὼ δέ, διὰ τὴν πολλὴν ἀγαθότητα τοῦ Θεοῦ μου, ἐσυγχωρέθηκα νὰ εὐρίσκομαι ἐδῶ. καὶ ὁ ἱερεὺς τῷ λέγει: Καὶ τί ἆρά γε κάμνεις εἰς τοῦτον τὸ περιβόλιον; Ὁ Εὐφρόσυνος ἀπεκρίθη: Ἐγὼ ἐξουσιάζων ὅλα ὅσα βλέπεις ἐδῶ, χαίρω καὶ εὐφραίνομαι εἰς τὴν τούτων θεωρίαν καὶ νοερὰν ἀπόλαυσιν. Ὁ δὲ ἱερεύς, τῷ εἶπε: Δύνασαι νὰ μοὶ δώσῃς κανὲν ἀπὸ τὰ ἀγαθὰ ταῦτα; Ὁ Εὐφρόσυνος ἀπεκρίθη: Ναί, θὰ λάβῃς ἀπὸ ὅλα αὐτὰ μὲ τὴν χάριν τοῦ Θεοῦ μου. τότε ὁ ἱερεὺς τῷ ἔδειξε μῆλά τινα, καὶ ἐζήτει νὰ τῷ δώσῃ ἀπὸ αὐτά. Λαβὼν δὲ μερικὰ μήλα ὁ Εὐφρόσυνος, ἔβαλεν αὐτὰ εἰς τὸ ἐπανωφόριον τοῦ ἰερέως, εἰπών: Ἰδού, κατατρύφησον τὰ μῆλα, τὰ ὁποῖα ἐζήτησας. Ἐπειδὴ δὲ τὸ σήμαντρον ἐκτύπησε διὰ νὰ ἐγερθοῦν οἱ Πατέρες εἰς τὸν Ὄρθρον, ἐξύπνησεν ὁ ἱερεύς. Καὶ ἐν ᾧ ἐνόμιζεν, ὅτι ἡ ὀπτασία ὅπου ἔβλεπεν ἦτον ὄνειρον, ἁπλώσας τὴν χεῖρά του εἰς τὸ ἐπανωφόριόν του, εὗρε πραγματικῶς τὰ μῆλα. Καὶ θαυμάσας διὰ τὴν παράδοξον αὐτῶν εὐωδίαν, ἔμεινεν ἀκίνητος εἰς ὥραν πολλήν.
Ἔπειτα, πορευθεὶς εἰς τὴν Ἐκκλησίαν, καὶ βλέπων ἐκεῖ στεκόμενον τὸν Εὐφρόσυνον, ἀπέσυρεν αὐτὸν εἰς παράμερον τόπον, καὶ τὸν ὥρκισε διὰ νὰ τῷ εἴπῃ ποῦ ἦτον ἐκείνην τὴν νύκτα. Ὁ δὲ Εὐφρόσυνος ἔλεγε: Συγχώρησόν μοι Πάτερ, εἰς κἀνὲν μέρος δὲν ὑπῆγα κατὰ τὴν νύκτα ταύτην, εἰμὴ τώρα ἦλθον εἰς τὴν Ἀκολουθίαν. Καὶ ὁ ἱερεὺς εἶπε: Διὰ τοῦτο ἐγὼ πρότερον σὲ ἔδεσα μὲ ὅρκους, διὰ νὰ φανοῦν εἰς ὅλους τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ σὺ δὲν πείθεσαι νὰ φανερώσῃς τὴν ἀλήθειαν; Τότε ὁ ταπεινόφρων Εὐφρόσυνος ἀπεκρίθη: Ἐκεῖ Πάτερ ἤμην, ὅπου εἶναι τὰ ἀγαθά, τὰ ὁποῖα μέλλουν νὰ κληρονομήσουν οἱ ἀγαπῶντες τὸν Θεόν, καὶ τὰ ὁποῖα καὶ σὺ πρὸ πολλῶν ἐτῶν ἐζήτεις νὰ ἴδῃς, ἐκεῖ εἶδες καὶ ἐμὲ ἀπολαμβάνοντα τὰ τοῦ περιβολίου ἐκεῖνα ἀγαθά. Διότι θέλων ὁ Κύριος νὰ πληροφορήσῃ τὴν ἀγιωσύνην σου περὶ τῶν ζητουμένων ἀγαθῶν τῶν δικαίων, ἐνήργησε δι’ ἐμοῦ τοῦ εὐτελοῦς τοιοῦτον θαῦμα. Ὁ δὲ ἱερεὺς εἶπε: Καὶ τί μοι Πάτερ Εὐφρόσυνε, τί μοι ἔδωκας ἐκ τῶν ἀγαθῶν τοῦ περιβολίου; Ὁ δ’ Ἐὐφρόσυνος ἀπεκρίνατο: Τὰ ὡραῖα καὶ εὐωδέστατα μῆλα, τὰ ὁποῖα τώρα ἔβαλες εἰς τὴν κλίνην σου, ὅμως Πάτερ συγχώρησον, ὅτι σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος. Τότε ὁ ἱερεὺς διηγήθη εἰς ὅλους τοὺς ἀδελφοὺς τὴν ὀπτασίαν, τὴν ὁποῖαν εἶδε, καὶ διὰ μέσου αὐτῆς παρεκίνησεν ὅλους εἰς θαυμασμὸν καὶ ἔκπληξιν, καὶ εἰς ζῆλον τοῦ καλοῦ καὶ τῆς ἀρετῆς. Ὁ δὲ μακάριος Εὐφρόσυνος, φεύγων τὴν δόξαν τῶν ἀνθρώπων, κρυφίως ἀνεχώρησεν ἀπὸ τὸ μοναστήριον. Καὶ ἐμακρύνθη φυγαδεύων, μείνας ἀγνώριστος παντελῶς. πολλοὶ δὲ ἀσθενεῖς, τρώγοντες ἐκ τῶν μήλων ἐκείνων, ἰατρεύθησαν ἀπὸ τὰς ἀσθενείας των.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου, Διομήδους καὶ Διδύμου.
Διόδωρος μάστιξι σὺν τοῖς συνάθλοις,
Τὴν σάρκα δόντες, μαστιγοῦσι τὴν πλάνην.
Οὗτοι οἱ Ἅγιοι, ἦσαν ἀπὸ τὴν Λαοδικείαν τῆς Συρίας. Συλληφθέντες δὲ ἀπὸ τὸν κατὰ τόπον ἄρχοντα, καὶ παῤῥησίᾳ ὁμολογήσαντες ὅτι εἶναι χριστιανοί, ἐδάρησαν τόσον ἀσπλάγχνως, ὥστε ἀπὸ τὸ πολὺν δαρμόν, παρέδωκαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ, καὶ ἔλαβον παρ’ αὐτοῦ, τοὺς στεφάνους τοῦ μαρτυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, πρεσβύτιδος τὴν ἡλικίαν.
Ὀσμὴν μύρων ἔπνευσεν ἡ Μάρτυς, Ἴα,
Ἐρυθροβαφῶν αἱμάτων ἀτμοπνόων.
Αὕτη ἡ Ἁγία, γραῖα οὖσα κατὰ τὴν ἡλικίαν, ᾐχμαλωτίσθη ἀπὸ Πέρσας, ὁμοῦ μὲ ἐννέα χιλιάδας χριστιανούς, οἱ ὁποῖοι ἐτιμωρήθησαν διαφοροτρόπως. Μαζὶ δὲ μὲ αὐτοὺς παρεστάθη καὶ ἡ Ἁγία ἔμπροσθεν τῶν Ἀρχιμάγων τοῦ Βασιλέως τῆς Περσίας, καὶ ἐτιμωρήθη μὲ διάφορα βάσανα, ὕστερον δ’ ἀπεκεφαλίσθη. Αδεται δὲ φήμη, ὅτι μετὰ τὴν ἀποτομὴν τῆς ἱερᾶς της κεφαλῆς, ἡ γῆ ἐκείνη ὅπου ἐδέχθη τὸ αἷμά της, ἐφούσκωσε καὶ ὑψώθη εἰς ὄγκον πολύν. Οἱ δὲ δήμιοι, οἱ ταύτην βασανίσαντες, παρελύθησαν, καὶ ὁ ἥλιος ἐσκότισε τὸ φῶς του, καὶ ὁ περιέχων ἀὴρ ἐγέμισεν ἀπὸ ευωδίαν γλυκυτάτην καὶ ἄῤῥητον. Οὕτω γὰρ δοξάζει ὁ Θεὸς τοὺς αὐτὶν δοξάζοντας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὀσιομάρτυρος Θεοδώρας τῆς ἐκ Πελοποννήσου, κειμένης ἐν τῷ χωρίῳ Βάστᾳ τῆς Μεγαλοπόλεως Ἀρκαδίας.
Θεω ὥσπερ δώρημα Μῆτερ προσῆξας,
Πόνους ἀσκήσεως καὶ χύσιν αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Ἠλιοὺ τοῦ Σπηλαιώτου καὶ Ἀρσενίου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γρηγορίου, Θεοδώρου καὶ Λέοντος τῶν ἐν Σάμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τῶν Ὁσίων Σεργίου καὶ Γερμανοῦ, τῶν ἐν Βαλάμῃ θαυματουργῶν ἐκ τῆς Νοβαγράδας (Νεαπόλεως) ἐπιστραφέντων εἰς τὴν ἐν Βαλάμῃ ἱερὰν αὐτῶν μονήν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν
Στῦλε ἄσειστε ἀνδρείας καὶ χρηστότητος στήριζε ἅπαντας, ἐν πίστει τῇ ἀληθεῖ, τοὺς πόθῳ τιμῶντάς σε, καὶ ἑορτάζοντας, τὴν ὑπέρτιμον, καὶ φωτοφόρον μνήμην σου, καλλιμάρτυς Εὐανθία.
γλαόμορφε Ἀθλήτρια τῆς πίστεως σὺν θείῳ τόκῳ σου, στεῤῥῷ Δημητριανῷ, καὶ τῷ ὁμοζύγῳ σου, καλῶς ὑπέμεινας, τὸ μαρτύριον ἀρτολιμοῦ πανύμνητε, Εὐανθίᾳ Δημητρίῳ.
Σοῦ τὴν ἄθλησιν τὴν σεβασμίαν σέβοντες πιστῶν οἱ σύλλογοι, ἐν κατανύξει ψυχῆς, τιμῶμεν τὴν μνήμην σου, νῦν τὴν πανέορτον, καὶ αἰτούμεθα, τὰς πρὸς Χριστὸν τὸν Κύριον, διαθέρμους σου δεήσεις.
Θεοτοκίον.
γιασμάτος πηγὴ Θεογεννήτρια δὸς τοῖς οἰκέταις Σου, ὕδωρ ἀφθόνως πιεῖν, ἁγνὴ τὸ ἁλλόμενον, εἰς τὴν αἰώνιον, Μητροπάρθενε, ζωὴν ἔνθα οἱ δοῦλοί Σου, οὐ διψῶσι Παναγία.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νύκτα ἀγνωσίας τὴν ζοφώδη, ἐδίωξας τῷ φωτὶ τοῦ μαρτυρίου σου, καὶ ἡμέραν πάμφωτον, εὐκλεῶς ἀνέτειλας, διασῳζούσης γνώσεως, σῇ γενναιότητι, ἐν τῷ ἀρτολιμῷ Εὐανθία, Ἀθληφόρων κλέος, σεμνῶν καὶ καλλινίκων.
Μῆτερ στεφηφόρε Εὐανθία, ἐνώπιον τῶν ἀπίστων ὡμολόγησας, τοῦ Χριστοῦ τὸ ὄνομα, τὸ σεπτὸν καὶ ἄμωμον, καὶ πίστει καθυπέμεινας, τοῦ ἄρτου στέρησιν, ὑπὸ τῶν φωτομόρφων Ἀγγέλων, τοῦ Θεοῦ τῶν ὅλων, καλῶς ἡ τρεφομένη.
δραμες πρὸς ἄθλησιν γενναίως, ὠκύπους καθάπερ ἔλαφος πρὸς ὕδατα, τῶν πηγῶν καὶ στέρησιν, ἄρτου καθυπέμεινας, σεπτῷ σὺν ὁμοζύγῳ σου, καὶ θείῳ τέκνῳ σου· μεθ’ ὧν νῦν ἐν σκηναῖς Εὐανθία, πόλου συγχορεύεις, στεφανηφόρε Μάρτυς.
Θεοτοκίον.
Λύπης καὶ στενώσεως Σοὺς δούλους, πανύμνητε Θεοτόκε τήρει πάντοτε, ὑπερτέρους Δέσποινα, τοὺς ἀνευφημοῦντάς Σε, μερόπων τοῦ συστήματος, χαρᾶς ὡς πρόξενον, καὶ ὕμνοις καὶ ψαλμοῖς μελιῤῥύτοις, τὸν μονογενῆ Σου, Υἱὸν δοξολογοῦντας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Πόνους ἱερᾶς, ἀθλήσεως χαίρουσα, Χριστῷ προσήγαγες, δῶρον ὡς πολύτιμον, καὶ ἐν στερήσει, τοῦ ἄρτου πάγκαλε, ὑπομονῆς τῷ δόντι σοι, στέφος χρυσόπλοκον, οὐρανίου, δόξης ἀμαράντινον, Εὐανθίαν Μαρτύρων ἀκρώρεια.
ς περιστερά, σεμνὴ διεπέτασας, ψυχῆς σου πτέρυγας, ἐκ τοῦ μαρτυρίου σου, τοῦ τόπου Μῆτερ, πρὸς τὰ οὐράνια, Ἀγγέλοις συνευφραίνεσθαι, καὶ χαίρειν πάντοτε, Εὐανθία, σὺν Ἁγίοις Μάρτυσιν, ἀπ’ αἰῶνος λαβοῦσι τὸν στέφανον.
Χαῖρε ἡ ἀμνάς, Χριστοῦ ἡ πανύμνητος, καὶ καρτερόψυχος, Εὐανθία πάνσεμνε, σὺν ξυνωρίδι, τῶν συμμαρτύρων σου, υἱῷ καὶ ὁμοζύγῳ σου· μεθ’ ὧν κατέλαβες, τὰς ἐπάλξεις, οὐρανῶν τὸ πρόσωπον, καθορᾶν τοῦ Χριστοῦ τὸ πανάῤῥητον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, τῆς χάριτος σκήνωμα, ὡς ἀχειρότευκτον, δέξαι τῶν προσφύγων Σου, τὰς ἱκεσίας, ὡς εὐωδέστατον, θυμίαμα καὶ χαίρουσα, αὐτὸ προσάγαγε, τῷ Υἱῷ Σου, εὐσεβέσι νέμοντι, καθ’ ἑκάστην ἀφθόνως τὸ ἔλεος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθλητικῶς τὸν βίον σου, ἀρτολιμῷ ἐτέλεσας, πανευλαβὲς Εὐανθία, εὐπρεπεστάτη Κυρίου, ἀμνὰς καὶ ἄνθος εὔοσμον, καὶ εὐανθὲς τῆς πίστεως, εὐωδιάζον σύμπαντα, σῇ ψυχικῇ εὐτονίᾳ, καὶ ἀνδρικῷ ὄντως σθένει.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος. 











Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος,
Μάρτυς, Εὐανθία πάνσεμνε, ἀμνὰς Χριστοῦ τοῦ Θεοῦ, εὐπρεπὲς καὶ καλλώπισμα, εὐσεβείας ἤθλησας, σὺν συζύγῳ καὶ τέκνῳ σου, ὑπὲρ ἀγάπης, τοῦ Ἀρχιποίμενος, θέλοντος πάντας, ἐγεῖραι πτώσεων, ἐκ λάκκου γέμοντα, ἰοβόλων ὄφεων ἁμαρτιῶν, καὶ παθῶν εἰς δώματα, ἀϊδιότητος.

Ἄρτου, τῆς ζωῆς ποθήσασα, μεταλαβεῖν εὐλαβῶς, δι’ ἀγώνων ἀθλήσεως, πίστιε καθυπέμεινας, ἄρτου τὴν ἀποστέρησιν, καὶ διὰ πείνης, καὶ δίψης θάνατον, σὺν τῷ υἱῷ σου, καὶ τῷ συζύγῳ σου, Μάρτυς πανύμνητε, Εὐανθία πάγκαλε ἡ σὺν αὐτοῖς, ὑπὲρ τῶν τιμώντων σε, Χριστῷ πρεσβεύουσα.

Μνήμην, τὴν σεπτήν σου σήμερον, ἐπιτελοῦντες λαμπρῶς, φιλεόρτων οἱ σύλλογοι, ἀνυμνοῦμεν πόνους σου, ἱεροὺς τῆς ἀθλήσεως, καὶ μελιῤῥύτοις, στέφομεν ᾄσμασι, σὲ τὴν ἀνδρείως, καθυπομείνασαν, ἄρτου τὴν στέρησιν, Εὐανθάι εὔψυχε ἡ τοῦ Χριστοῦ, κλῆσιν τὴν ὑπέρτιμον, ὁμολογήσασα.

Χαίροις, Εὐανθίας βλάστημα, στεῤῥὲ Δημητριανέ, χαίροις μάκαρ Δημήτριε, ταύτης θεῖε σύνευνε, καὶ ἐν σκάμμασι σύναθλε, χαίροις ὀλβία, Χριστοῦ Ἀθλήτρια, εὐῶδες ἄνθος, καὶ εὐωδέστατον, ἡ καθηδύνασα, μαρτυρίου πείνης σου τερπναῖς ὀδμαῖς, Εὐανθίας σύλλογον, πιστῶν τιμῶντά σε.

Δόξα. Ἦχος πλ. α΄.
Κληρονόμος γενομένη τῆς οὐρανίου Βασιλείας, ὡς Μάρτυς καρτερόψυχος Εὐανθία, ἡ διὰ στερήσεως ἄρτου τὸ μαρτύριον τῆς πείνης ὑποστᾶσα, Ἀγγέλων συναγάλλῃ τάγμασι· παῤῥησίαν οὖν ἔχουσα πρὸς τὸν ἀρτοδότην Κύριον, Οὗ τὸ ὄνομα ἐνώπιον ἀπίστων ὡμολόγησας, ἀκλινῶς Αὐτῷ πρεσβεύεις διδόναι ἡμῖν πᾶσι τὸν ἄρτον τὸν ἐπιούσιον, καὶ σώζειν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β΄.
Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀκάρπου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τῶν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός, ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθών, κεκλεισμένην διεφύλαξε, καὶ πάντα σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτος, πᾶσι τοῖς ἀνθρώποις σωτηρίαν ἀπειργάσατο. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις σὺν συζύγῳ σου τῷ στεῤῥῷ, καὶ σεμνῷ υἱῷ σου, ἐναθλήσασα καὶ λιμῷ, ἡ τελειωθεῖσα, τρισμάκαρ Εὐανθία, Μαρτύρων ἀλκιφρόνων, ἔμψυχον ἄγαλμα.

1 σχόλιο:

  1. ΧΡΟΝΙΑ ΜΑΣ ΠΟΛΛΑ ΕΥΧΩΜΕ ΚΑΙ ΣΤΗΝ ΕΓΓΟΝΗ ΜΟΥ ΕΥΑΝΘΙΑ ΥΓΕΙΑ ΚΑΙ ΕΥΛΟΓΙΑ Η ΑΓΙΑ ΕΥΑΝΘΙΑ ΝΑ ΠΡΕΣΒΕΥΗ ΥΠΕΡ ΗΜΩΝ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟ .

    ΑπάντησηΔιαγραφή