Παρασκευή 31 Αυγούστου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 23. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΛΑΖΑΡΟΣ ΤΡΙΠΟΛΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΓ΄!!
ΛΑΖΑΡΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΤΡΙΠΟΛΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χαραλάμπους Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Νεόφωτον ἄστρον τοῦ Χριστοῦ, Ἐκκλησίας Λάζαρε, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι, πιστῶν ἐφώτισας, δήμους σῇ ἐνστάσει, καὶ στεῤῥᾷ ἀθλήσει σου, δι’ ἧς στεφάνους νίκης ἀπείληφας, ἀφθίτου ἔνδοξε, Νεομάρτυς ἱερώτατε, εὐσεβείας ὑπέρφωτον πύρσευμα.

Σεπτῶν ἱερέων καλλονή, Ἀθλοφόρων σέμνωμα, περιφανέστατον Λάζαρε, στεῤῥὲ νεόαθλε, Μαντινείας γόνε, εὐθαλὲς Τριπόλεως, κιννάμωμον εὐῶδες καὶ ἥδιστον, νήσου τοῦ Πέλοπος, ἵον πάντας εὐωδίασας, χριστονύμους εὐψύχῳ ἀθλήσει σου.

Αἰσχύνας τῆς Ἄγαρ τοὺς υἱούς, σῇ ἀθλήσει Λάζαρε, τοὺς ἀπηνῶς παραδόντας σε, πῦρ εἰς τὸ βρόμιον, Μάρτυς καρτερόφρον, διὰ τὴν ἀγάπησιν, Χριστοῦ τοῦ εὐϊλάτου παντάνακτος, Ἀγγέλους ηὔφρανας, καὶ χορείας κατηγλάϊσας, εὐσεβούντων τιμώντων τὴν μνήμην σου.

Ὑπόμεινον τέκνον μου σεπτόν, τιμωρίαν πρόσκαιρον, καὶ τοῦ πυρὸς τὰ ἐγκαύματα, ἵνα ὡς ἄγγελος, σὺν Ἀγγέλων δήμοις, Βασιλείαν ἄληκτον, κατακληρονομήσης ἡ μήτηρ σου, ἐβόα Λάζαρε, ὅτε Μάρτυς ἐθεάσατο, εἰς τὴν φλόγα πυρός σε καιόμενον.

Δόξα. Ἦχος β΄.
Ὡς φρύγανον καὶ καλάμη εἰς καμίνου τὸ πῦρ ἐῤῥίφθης τὸ ἄσβεστον Λάζαρε, ἱερέων εὐπρέπεια καὶ Νεομαρτύρων καλλώπισμα· ἀνελθὼν οὖν εἰς πόλου σκηνώματα καὶ σὺν Χριστῷ ἀεὶ εὐφραινόμενος, ἀδιαλείπτως Αὐτῷ πρεσβεύεις, ἡμῶν κατασβέσαι παθῶν τὴν φλόγα καὶ ἀξιῶσαι σοὺς ὑμνηπόλους τῆς ἀλήκτου ἀγαλλιάσεως.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Λάζαρε ἱερέ, Νεομαρτύρων εὖχος, Ἀρκάδων κοσμιότης, καὶ πίστεως λαμπρότης, Χριστὸν ἡμῖν ἱλέωσαι.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἔσβεσας τῆς φλογός, τὸ πῦρ ῥοαῖς αἱμάτων, μαρτυρικῶν σου μάκαρ, Τριπόλεως κοσμῆτορ, στεφανηφόρε Λάζαρε.

Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις τῶν νεαυγῶν, Μαρτύρων ὡραιότης, καὶ Μαντινείας νέε, διάκοσμε ἀπίστους, ὁ καταισχύνας Λάζαρε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, τοῦ Μάρτυρος Λαζάρου, τοῦ νέου ἀριστέως, Τριπόλεως ἀγλάϊσμα.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, Μαρτύρων ὡραιότης, καὶ Ἀθλοφόρων κλέος, ἀεὶ ἡ δεομένη, ὑπὲρ ἡμῶν τοῦ Τόκου Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερόαθλε Μάρτυς Ὑψίστου Λάζαρε, ὁ κατασβέσας καμίνου τὸ πῦρ αἱμάτων ῥοαῖς, τῶν τιμίων σου ἐσχάτοις ἐν τοῖς ἔτεσιν, ὡς Μαντινείας φῶς λαμπρόν, καὶ Τριπόλεως φανόν, ὑπέρφωτον σὲ τιμῶμεν, καὶ ἐκζητοῦμεν σὴν χάριν, οἱ ἐν πυρὶ παθῶν καιόμενοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, πῶς Ἀθλοφόρον Θεός, ἱερέα τὸν Λάζαρον, ἐν τοῖς ἄθλοις ἔδειξε, τροπαιοῦχον ἀκρότατον· καὶ γὰρ Ἀγγέλοις φιλοτιμούμενος, καὶ ἐξ ἀνθρώπων δοξολογούμενος, ὢ θαῦμα μέγιστον, πῶς φαιδρῶς δεδόξασται· δι’ οὗ σατάν, πέπτωκεν ὁ κάκιστος, Χριστοῦ νικήσαντος.

Ὅρκος εὐσεβείας πέφυκας, καὶ ἱερέων κανών, ἱερῶν ἱερώτατε, τῶν Μαρτύρων Λάζαρε· ἀξιάγαστον ἔπαινον, παρὰ ἀνθρώπων, δικαίως ἔλαβες, ὡς ἐν Ἁγίοις, μεγαλυνόμενος· ὦ τρισμακάριστε, ὄντως διὰ θαύματος ἔργα τὰ σά, ἅπαντες δοξάζομεν, ὡς εὐσεβέστατα.

Ἄγγελος ὤφθης οὐράνιος, μαρτυρικῷ τῷ χορῷ, παμμακάριστε Λάζαρε, καθαρὸν γενόμενος, ἐνδιαίτημα Πνεύματος, μετὰ Μαρτύρων, συνευφραινόμενος, μετὰ Ἀγγέλων, Θεῷ ἑνούμενος· ὦ θεῖε Λάζαρε, ποίησον πρεσβείαν σου δι’ ἧς Θεός, ῥύσεται τῶν θλίψεων, ἡμᾶς ἀλάστορος.

Μάρτυς, εὐκλεὲς νεόαθλε, τῆς Μαντινείας πυρσέ, τηλαυγὲς καὶ φρυκτώρημα, θεαυγὲς Τριπόλεως, ἱερώτατε Λάζαρε, ὁ πορφυρώσας ποδήρη αἵμασιν, ἱερωσύνης, τῆς σῆς καὶ πάντιμον, στέφος δεξάμενος, ἐκ χειρὸς τοῦ Κτίσαντος, ὑπὲρ ἡμῶν, ἐκδυσώπει πάντοτε, Αὐτὸν ἀοίδιμε.

Χαῖρε, Νεομάρτυς ἄριστε, ὁ ἐν ἐσχάτοις καιροῖς, ἱερεύσας ὡς ἄγγελος, φωτοφόρος Λάζαρε, καὶ ἀθλήσας ὡς ἄσαρκος, ἐν τῇ Τριπόλει, θεοειδέστατε, Πελοποννήσου, λαμπρὸν ἐκβλάστημα· ὅθεν τὴν μνήμην σου, τὴν λαμπρὰν καὶ πάμφωτον φαιδραῖς ᾠδαῖς, καὶ εὐήχοις ᾄσμασι, πανηγυρίζομεν.

Φλόγα, τοῦ πυρὸς κατέσβεσας, ῥοαῖς αἱμάτων τῶν σῶν, Ἀθλοφόρε ἀήττητε, τοῦ σταδίου πρώταθλε, ἱερώτατε Λάζαρε· ὅθεν λευΐτην, Χριστοῦ ὡς ἔνθεον, καὶ ἀριστέα, στεῤῥᾶς ἀθλήσεως, σὲ μεγαλύνοντες, τὰς θερμὰς δεήσεις σου πρὸς τὸν Χριστόν, πόθῳ ἐκδεχόμεθα, τὸν πανευΐλατον.





Δόξα. Ἦχος πλ. δ΄.
Τὸν καθαρῶς καὶ ἀνδρικῶς διδάξαντα, περὶ Τριάδος ἀδελφοί, Πατρὸς Υἱοῦ καὶ Ἁγίου Πνεύματος, τῆς αὐτῶν μιᾶς φύσεώς τε, καὶ τῶν τριῶν ὑποστάσεων, τυραννούντων καὶ κρατούντων ἐνώπιον μηδὲν ἀναστειλάμενον, ἀλλὰ τρανῶς δογματίσαντα, τὸν ἐν ἱερεῦσι κάλλιστον, δεῦτε εὐφημήσωμεν Λάζαρον τὸν θεσπέσιον Μάρτυρα· οὗτος γὰρ ὑπὲρ τῆς εὐσεβείας καὶ πίστεως, πολλὰς βασάνους καὶ κολάσεις, τῶν δεινῶν καθυπέμεινε θλίψεων, ἀτεράμων οἷάπερ καὶ στῦλος ἀκράδαντος· ἐφ’ οἷς παρὰ τοῦ ἀθλοθέτου Θεοῦ, λαμπρῶς καὶ κατ’ ἀξίαν ἐστεφάνωται· διὸ Πάτερ, Ἱερομαρτύρων καὶ θαυμασίων, ἀκρότατε Λάζαρε, μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύειν πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὰ Ἀνάγνωσμα. (Κεφ. Δ΄, 10-19)
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωὴν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ αἰτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄. 1-10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας, ζητήσατε αὐτὸν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστούσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας, ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὰ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  













Λιτή. Ἦχος α΄.
Δεῦτε, Ἀρκάδων φιλεόρτων ὁ δῆμος καὶ φιλομαρτύρων Πελοποννησίων ἡ ὁμήγυρις, συνελθόντες σήμερον, πνευματικοῖς ἐν ᾄσμασι τιμήσωμεν, Λάζαρον τὸν νεολαμπῆ καὶ ἀήττητον Ἱερομάρτυρα, οὗτος γὰρ ἐν τοῖς ἐσχάτοις χρόνοις, θριαμβεύσας τῆς Ἄγαρ τὰ ἔκγονα, καὶ σβέσας δύναμιν πυρός, αὐτοῦ αἱμάτων ῥείθροις, μαρτυρικῶν ἠξιώθη στεφάνων, καὶ νῦν Χριστῷ συναγαλλόμενος, καὶ Ἀγγέλων συγχορεύων δήμοις, ἀσιγήτως πρεσβεύει, ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὸ μαρτύριον.

Ἦχος β΄.
Μαντινείας τὸ ἱερώτατον βλάστημα, καὶ εὐσεβείας τὴν εὐθυτενῆ κυπάρισσον, Λάζαρον τὸν νέον Ἱερομάρτυρα, ὡς πίστεως ἀδιάσειστον θεμέλιον, τιμήσωμεν ἐν κατανύξει ψυχῆς αὐτῷ βοῶντες· ὁ τοῦ μαρτυρίου ὁμόζηλος τῶν Τριῶν ἐν καμίνῳ Παίδων, καὶ τῶν πάλαι Μαρτύρων ἰσοστάσιος καὶ ἰσότιμος, μὴ διαλίπῃς Χριστὸν ἡμῖν ἰλεούμενος, τοῖς ἑορτάζουσι πίστει τὴν θείαν σου ἄθλησιν.

Ἦχος γ΄.
Δεῦτε πιστοί, Λάζαρον τὸν Νέον Ἱερομάρτυρα, οὗ θεῖον φῶς κατηύγασεν αὐτοῦ τὸ μαρτυρικὸν σκῆνος, μελιῤῥύτοις ἐν ὕμνοις μακαρίσωμεν· οὗτος γὰρ διασκεδάσας τὴν σκοτόμαιναν, τῆς τῶν ἀπίστων ἀπάτης, φωτὶ τῆς αὐτοῦ εὐσεβείας καὶ χριστομιμήτου πολιτείας, κατεφώτισε χριστωνύμων τοὺς δήμους· διὸ καὶ οὐρανοπολίτης γενόμενος, χάριν εἴληφε Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων ἐκθύμως αὐτοῦ τὸ μαρτύριον.

Δόξα. Ἦχος δ΄.
Μαρτύρων τῶν πάλαι ἀκολουθήσας τρίβοις, δεσμὰ καὶ ἅλυσιν καὶ πυρὸς ὑπέμεινας τὴν ἔκκαυσιν, ἀνδρικῷ φρονήματι ἐν ἐσχάτοις χρόνοις, ἱερόαθλε Λάζαρε· ὅθεν τῆς θείας αἴγλης ἀπολαύων ἐν οὐρανίοις σκηνώμασι, καὶ Ἀθλοφόρων συγχορεύων Τάγμασι, μὴ διαλίπῃς Κυρίου δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν θείαν σου ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τὸν Λάζαρον πάντες οἱ πιστοί, τὸν Ἱερομάρτυρα, δεῦτε ἀξίως τιμήσωμεν, καὶ γὰρ κατήσχυνεν, ἐν τοῖς μαρτυρίοις, κάκιστον τὸν δράκοντα, καὶ πάντας ἐναντίους τῆς πίστεως· διὸ νῦν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Προσδράμωμεν πάντες ἀδελφοί, εἰς τὴν μνήμην σήμερον, θείου Λαζάρου τοῦ Μάρτυρος, εἰσῆλθε γὰρ αὐτός, τοῦ πυρὸς εἰς μέσον, καὶ ἐντὸς καιόμενος, τὸν Κύριον ἐξύμνει λαμπρότατα· Χριστῷ ἐπρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Τὸ θεῖον ὡς ἄσπετον τὸ φῶς, οὐρανόθεν ἤστραψε, καὶ ἐπὶ σὲ καταβέβηκεν, ἠνοίγησαν σαφῶς, οὐρανῶν αἱ πύλαι, διά σε ὦ Λάζαρε, ζωῆς τῆς μακαρίας τετύχηκας· ὅθεν νῦν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Τίς μὴ θαυμάσῃ τὰς ἀριστείας σου, Ἱερομαρτύρων θαυμάσιε Λάζαρε, τὰ δεσμά, τὴν ἅλυσιν, τὴν τῆς πυρκαϊᾶς καὶ φλογὸς ἔγκαυσιν; ἅπερ ἀνδρικώτατα, ὑπὲρ τῆς τοῦ Χριστοῦ ἀγάπης ὑπέμεινας παναοίδιμε· διὸ νῦν ἐν οὐρανοῖς, μετὰ Μαρτύρων καὶ Ἀγγέλων τῷ Θεῷ παριστάμενος, καὶ τῆς θείας αὐτοῦ αἴγλης, ἐναργῶς καὶ ἀμέσως πληρούμενος, μὴ παύσῃ ὑπὲρ ἡμῶν διηνεκῶς, πρεσβεύειν πρὸς Κύριον, τῶν κατὰ δύναμιν γεραιρόντων τὴν σεαυτοῦ μνήμην, Ἱερομαρτύρων τρισμακάριε Λάζαρε.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.








Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερόαθλε Μάρτυς Ὑψίστου Λάζαρε, ὁ κατασβέσας καμίνου τὸ πῦρ αἱμάτων ῥοαῖς, τῶν τιμίων σου ἐσχάτοις ἐν τοῖς ἔτεσιν, ὡς Μαντινείας φῶς λαμπρόν, καὶ Τριπόλεως φανόν, ὑπέρφωτον σὲ τιμῶμεν, καὶ ἐκζητοῦμεν σὴν χάριν, οἱ ἐν πυρὶ παθῶν καιόμενοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερέα τὸν Λάζαρον εὐφημήσωμεν, τὸν διαυγέστατον πάντως, ἐν εὐσεβείᾳ ἡμῶν, ἀνδρικώτατα σαφῶς καὶ ὑπὲρ ἄνθρωπον, τέλος καθεῖλε τὸν ἐχθρόν, ἐπελθόντα καθ’ ἡμῶν, καὶ θάνατον ἐνεγκόντα· καὶ γὰρ ἤγειρε τοὺς ἐν πίστει, ἐν τῇ ἐνδόξῳ μαρτυρίᾳ αὐτοῦ.
Δόξα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἡ Πελοπόννησος τανῦν ἀγαλλιάσθω, καὶ χορευέτω ἐν αὐτῇ λαὸς Κυρίου, ὅτι κλάδος ἄριστος ἐξ αὐτῆς προῆλθε, ὁ Λάζαρος ἱερέων ὄντως λαμπρός, νενίκηκεν ἐν βασάνοις ὡς κραταιός, ὃν καὶ βλέπων ὀδύρεται, ὁ τῶν δαιμόνων χορός, ἐκ πάντων ἀνυμνούμενον· χαίροις Μάρτυς ὦ Λάζαρε.
Καὶ νῦν... Θεοτοκίον.
Θεοχαρίτωτε ἁγνή εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς τρεῖς εἰς βρέμον πῦρ, Παῖδες ἐν Βαβυλῶνι, κατέσβεσας ὁρμήν, τῆς φλογὸς ὀχετοῖς σου, αἱμάτων νεόαθλε, ἐν Τριπόλει πανένδοξε, Μάρτυς Λάζαρε, χοροῦ σεπτῶν ἱερέων, ὁ αἰδέσιμος, καὶ θείας πίστεως γέρας, Χριστοῦ πολυτίμητον.
Δόξα.
Δεσμὰ καὶ φυλακήν, καὶ ἁλύσεις εὐτόλμως, καὶ καύματα φλογός, καθυπέμεινας Μάρτυς, ἑτέρου ὡς πάσχοντος, ἐν Τριπόλει νεόαθλε, πάνυ Λάζαρε, σεπτῶν Χριστοῦ ἱερέων, ἐγκαλλώπισμα, καὶ στεφηφόρων ἀνδρείων, σταδίου διάκοσμε.
Καὶ νῦν... Θεοτοκίον.
Ἐπάκουσον ἡμῶν, Σοῦ θερμῶς δεομένων, καὶ ῥῦσαι συμφορῶν, ἀλγεινῶν καὶ κινδύνων, τοὺς Σὲ μακαρίζοντας, εἰς αἰῶνα τὸν ἅπαντα, παντευλόγητε, Θεογεννῆτορ Παρθένε, γένους πρέσβειρα, ἡμῶν βροτείου πρὸς Τόκον, τὸν Σὸν πολυεύσπλαγχνον.







Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Λαμπρῶς γεραίροντες, τὰς  ἀριστείας σου, στεῤῥάν σου ἔνστασιν, δεσμὰ καὶ ἅλυσιν, καὶ ἀλγηδόνας ἐν πυρί, ἐκκαύσεως σῆς τιμίας, Μάρτυς ἱερόαθλε, καὶ καλλίνικε Λάζαρε, κλέϊσμα Τριπόλεως, καὶ Χριστοῦ θείας πίστεως, κοσμῆτορ νέε, σοῦ ἐκζητοῦμεν, θείας λιτὰς πρὸς τὸν Σωτῆρα.
Δόξα. Καὶ νῦν... Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. ιβ΄, 8-12): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ... (Ζήτει τῇ ΣΤ΄ Νοεμβρίου).
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν καταισχύναντα τιμίᾳ αὐτοῦ ἐνστάσει, Ἄγαρ τὰ ἔκγονα, καὶ φωνῇ πεπαῤῥησιασμένῃ, Χριστὸν εὐθαρσῶς ὁμολογήσαντα, Ἱερομάρτυρα Τριπόλεως, Λάζαρον τὸν Νέον, ὕμνοις τιμήσωμεν, καὶ αὐτῷ ἐν κατανύξει εἴπωμεν· μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεούμενος, τὸν φωτὶ ἀΰλῳ καταυγάσαντά σου τὸ μαρτυρικὸν καὶ πολύαθλον σκῆνος, τοῖς ἑορτάζουσι πίστει τὴν θείαν σου ἄθλησιν.
















Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Συνέσ(σ)ιος, Λάζαρον ὑμνεῖ Κυρίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Σὺν Ἀρχαγγέλοις καὶ Ἀγγέλοις Κύριε, μετὰ Μαρτύρων φαιδρῶς, καὶ Χερουβὶμ πάντων, συνετάξω Λάζαρον, Ἱερομάρτυν ἄριστον, διὰ σὲ ἐκκαέντα, πυρὸς ὑπέρτερον ἔδειξας, ὕμνον σοι Θεῷ ἀναμέλποντα.
Ὑπὲρ Χριστοῦ τοὺς αἰκισμοὺς ὑπέμεινας, θαυματουργῶν καρτερῶς, ἐν τῇ πυρᾷ ὤφθης, τροπαιοῦχος ἄριστος, ὡς καθελὼν τὸν δράκοντα, οὐρανῶν πεπτωκότα, πολλοὺς εἰς πίστιν προσήνεγκας, ᾆσμα τῷ Θεῷ ἀναμέλποντας.
Νῦν σοι προσάγω ἱκεσίαν Λάζαρε, ἐκλιπαρῶν ἀληθῶς, τῶν χαλεπῶν πάντων, ἀνδρικῶς ἑλκύσειας, καὶ καταβάλοις δράκοντα, εἰς τοῦ ᾅδου πυθμένα, κᾀμὲ ἐλεύθερον δείξειας, αἶνον τῷ Θεῷ ἀναμέλποντα.
Θεοτοκίον.
Ἐν τοῖς δεινοῖς προσκαρτερῶν ὁ ἄθλιος, τὴν παναγίαν πρὸς Σέ, ὁλοσχερῶς τρέχω, καὶ βοῶ καὶ δέομαι, μή με παρίδῃς Δέσποινα, τὸν πολλοῖς πεπτωκότα, αἰσχρὸν κακοῦργον διάσωσον, ῥῦσαί με Παρθένε κραυγάζοντα.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σὺ τῷ Θεῷ ἀνακραθείς, τῇ σταθηρᾷ διανοίᾳ, σεαυτὸν τῇ εὐσεβείᾳ ἑδράσας, ἐν τοῖς Μάρτυσι φαιδρῶς, τῆς Ἐκκλησίας ἕστηκας, Θεὸν ὑμνῶν γνησίως, ἅγιον μόνον φιλάνθρωπον.
Σὺν τοῖς χοροῖς τῶν Προφητῶν, Ἀγγέλων καὶ Ἀρχαγγέλων, καὶ Μαρτύρων καὶ Δικαίων ἁπάντων, συνευφραίνῃ μυστικῶς, ἐν οὐρανοῖς ὦ Λάζαρε· ὅθεν θερμῶς δὴ πάντες, ὕμνους φαιδρῶς σοι προσφέρομεν.
Ἵνα εὐφράνῃς εὐσεβεῖς, καὶ τῶν Μαρτύρων χορείας, ἐν ὁδῷ τοῦ μαρτυρίου ἐπέστης, καὶ βεβαίως καὶ φαιδρῶς, τὰ εὐσεβείας ἔδειξας· ὄτι οὐκ ἔστιν ἄλλη, πίστις ἁγία θαυμάσιε.
Θεοτοκίον.
Ὁ τῶν ἁπάντων Ποιητής, Δημιουργὸς καὶ Θεός μου, ἐκ Σοῦ γὰρ Παρθενομῆτορ ἐτέχθη, τῆς ἁγνῆς περιστερᾶς, ὑπὲρ τὴν φύσιν ἅπασαν· διὸ βοῶ Σοι κράζων· σώσοις με μόνη πανύμνητε.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῶν Ἁγίων ὁ χορός, τὸν σὸν ἀγῶνα θεωρῶν, ὡς νικήσαντα λαμπρῶς, τὴν τῶν δαιμόνων στρατιάν, ἐν τῇ λαμπρᾷ τε καὶ θείᾳ σου καρτερίᾳ· ὅτε τὰς βασάνους ὑπέμεινας, ὅλος εὐφροσύνης πεπλήρωται, καὶ μαρτυρεῖ ἡ φαῦσις κατελθοῦσα, τρισὶ νυξὶ διαυγάζουσα· θεόθεν ἦλθε, καὶ μετὰ τοῦτο, πάλιν δὴ ἐπανῆλθεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, συλλαβοῦσα ἐν γαστρί, τὸν Ποιητήν μου καὶ Θεόν, ἐλευθερίαν μοι πάρεξον Θεομῆτορ, πάσης προσβολῆς, πολεμήτορος, πάντων τῶν δεινῶν ἐνοχλούντων με· ἐκλιπαρῶ μηδέποτε ἐλλίπῃς, τὴν Σὴν βοήθειαν δοῦναί μοι· καὶ γὰρ ἰσχύεις ὑπὲρ πάντας, ὅσα θέλοις Παρθένε.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Σὺ ἱερεὺς Λάζαρε, σὺ καὶ ἐν Μάρτυσι, σὺ Ἁγίοις, σύ μου ἀγαλλίαμα, ὁ θεϊκοὺς νόμους μὴ λιπών, καὶ τὴν ἡμετέραν θρησκείαν βεβαιωσάμενος· διὸ σὺν τοῖς Προφήταις, Ἀποστόλοις Ἁγίοις, τὸν Σωτῆρα δοξάζεις γηθόμενος.
Λόγον Θεοῦ Λάζαρε, λίαν ἠγάπησας· σὺ τῇ πίστει, πρόφρων ἀφικόμενος, ἐπὶ φλογός, ἔψαλλες τρανῶς, τὴν πυρκαϊὰν τῶν βασάνων μὴ δειματούμενος· καὶ μείνας ἐν τῇ θλίψει, τὸν Θεάνθρωπον Λόγον, τὸν σταυρῷ ὑψωθέντα ἐδόξασας.
Ἄλλον Χριστὸς Λάζαρον, σὲ ἐπεδείξατο, σὺ τὰς θλίψεις, μᾶλλον ἐκαρτέρησας, ἐν τῇ φλογί, ἕνεκα Χριστοῦ, τὴν τοῦ Παραδείσου τὴν φαῦσιν διανοούμενος, ἐπέβης τῇ καμίνῳ, διὰ ἄφθαρτον δόξαν, τῶν πρὶν ἡτοιμασμένων ὦ Λάζαρε.
 Θεοτοκίον.
Ζάλη δεινῶν ἔχει με, λίαν κρατούμενον, ὦ Παρθένε, σώσοις με τὸν δείλαιον, ἐκ χαλεπῶν, σπλάγχνοις οἰκτιρμῶν, τὴν ἐσχατιάν μου τῶν πόνων ἀνατινάξασα, ποιήσοις με ἐν τάχει, τῶν ἀπείρων κακῶν μου, τὸν νῦν κεκρατημένον ἐλεύθερον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἀπὸ βρέφους ποθήσας, μόνην τὴν εὐσέβειαν ὁ θεῖος Λάζαρος, τὴν τοῦ διαβόλου, καθυβρίζει παγκάκιστον αἵρεσιν, καὶ φαιδρῶς προσῆλθεν, ἐν τῇ φλογὶ τῇ καιομένῃ, τῶν δεινῶν μηδὲ ἓν λογιζόμενος.
Ῥαπισθεὶς κατὰ κόῤῥης, ἀπὸ τῶν ἐχόντων σε δεινῶς κρατούμενον, εἰς τὸ πῦρ ἐδόθης, τὸ παμφάγον καὶ δρόσου ἀλλότριον, ἀλλ’ ἐλθὼν Δεσπότης, πρὸς τὴν χορείαν τῶν μακάρων, τὴν ψυχήν σου κατεύθυνε Λάζαρε.
Ὄντως ὤφθης γενναῖος, κατὰ τῶν κρατούντων σε δεινῶν ὦ Λάζαρε, ἐν τοῖς μαρτυρίοις, τὸ παράπαν μηδὲν συστελλόμενος, ἀλλ’ ἀνῆλθες ἄνω, πρὸς τὸν χορὸν τῶν Ἀρχαγγέλων, μακαρίαν ζωὴν κληρωσάμενος.
Θεοτοκίον.
Νῦν πανάχραντε Κόρη, ἔξελε τῶν θλίψεων δεινῆς κολάσεως, καὶ διόρθωσόν με, τὸν ἀνάπλεον σκότους ποντούμενον· καὶ ἐπίστρεψον με, πρὸς τὴν ὁδὸν τὴν μακαρίαν, τῶν σῳζομένων Δέσποινα δέομαι.





ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὑπάρχων ὡς ἀληθῶς, δικαίων ὄντως ὁ Λάζαρος, ἐκ τοῦ βυθοῦ τῶν κακῶν, πολλοὺς ἀνηγάγετο· πρὸς ἅπαντας ἔλεγεν, ἐπακούσατέ μου, ἐκτρανοῦντος τὴν εὐσέβειαν.
Μαρτύρων ὄντως στεῤῥός, ἐφάνη δίκαιος Λάζαρος, καὶ κραταιὸς ἀνδρικῶς, κινδύνους ὑπέμεινεν, πρὸς Ὕψιστον ἔκραζεν, ἀνελθὼν ἐνθέως, οὐρανίους πρὸς τοὺς Μάρτυρας.
Νοῦν τε καὶ λόγον ψυχήν, κεκαθαρμένος ὁ Λάζαρος, ἐκ τῶν τοῦ βίου κακῶν, ἐξήρτηται ῥάδιον, ἀπάρας πρὸς Ὕψιστον, ἐν μοναῖς Ἁγίων, αὐλιζόμενος αἰώνια.
Θεοτοκίον.
Ἐν θρόνῳ τῷ τοῦ Θεοῦ, παρισταμένη Θεόνυμφε, τῶν χαλεπῶν προσβολῶν, ἐξάρπασον δέομαι· πρὸς Σὲ νῦν προσέρχομαι, καὶ διέγειρόν με, ὦ πανύμνητε Κυρία μου.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τοῖς τῶν δογμάτων σου λόγοις ὦ Λάζαρε, τοὺς ἐναντίους τελείως νενίκηκας· Θεός σοι τὸ κράτος δεδώρηται, καὶ ἐβεβαίωσας πίστιν ἐν ἅπασιν· αὐτὸς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Ὁ Οἶκος.
Ὁ εὐσεβείας ἐραστής, καὶ κῆρυξ διαπρύσιος, ὁ πάντων καταφρονήσας τῶν δεσμῶν, τῶν μαστίγων, τῶν ἀπειλῶν, τοῦ πυρός, ὑπὲρ τῆς τοῦ Χριστοῦ ἀγάπης, ἀδελφοί, θεῖος τῶν Ἱερομαρτύρων Λάζαρος, σήμερον προσκαλεῖται ἡμᾶς πανδαισίαν συστησάμενος, τρανῶς ἀνακηρύττων, τὴν Ἁγίαν Τριάδα, Θεὸν εἶναι, τυράννων καὶ κρατούντων ἐνώπιον· ἐν ᾧ ὑπάρχει τὸ στήριγμα.

















Συναξάριον
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Λαζάρου τοῦ ἐν Τριπόλει
Καίουσι τὸν Λάζαρο ἐν τῇ καμίνῳ,
ὄχλος κρατούντων εἵνεκεν τοῦ Δεσπότου.
Λάζαρον εἰκάδι ἠδὲ τρίτῃ φλογὶ Μάρτυρα καῦσαν.
Οὗτος ὁ θαυμάσιος Λάζαρος, καὶ ὄντως τοῦ Θεανθρώπου Χριστοῦ ἱερεύς, ἤκμασε μὲν ἐπὶ τῶν ἐκ τῆς Ἄγαρ τυράννων. Πατρίδα δὲ ἔσχεν κώμην τινὰ Τριπολιτζὰν ὀνομαζομένην, ἐντὸς τῆς ποτὲ ἐπιφανοῦς Πελοποννήσου. Πατὴρ μὲν αὐτῷ Νικόλαος, μήτηρ δὲ Ἀλεξάνδρα, οἵτινες γεννήσαντες αὐτὸν καὶ θαυμασίως ἐν ἀρετῇ καὶ νουθεσίᾳ Κυρίου ἀναθρέψαντες καὶ τὰ τῆς εὐσεβείας ἀκριβῶς αὐτὸν ἐκδιδάξαντες, τέλεον εἰς ἄκρον ἀρετῆς ἐλθεῖν αὐτὸν ἐποιήσατο. Οὗτος δὲ ἱερεὺς γενόμενος, τοὺς μὲν εὐσεβῶς ζῶντας ἐδίδασκε, τοῖς δὲ ἀδικεῖν προελομένοις ἀντίλεγεν, ὥστε μὴ τοὺς πτωχοὺς ἀδικεῖν, ἀλλὰ μᾶλλον βοηθεῖν καὶ ἀντέχεσθαι.
Ἦν δέ τις τῶν ἀδικούντων διαφερόντως ἐν αὐτῇ τῇ κώμῃ, Σελέτος τοὔνομα, ὃς ἔργον εἶχε καθ’ ἑκάστην ἀδικεῖν ἅπαντας ἀδιάλειπτον. Τούτῳ δὲ τῷ Σελέτῳ ὁ ἱερεὺς καὶ ὄντως ἱερὸς Λάζαρος ἦν διηνεκῶς νουθετῶν τε καὶ διδάσκων, καὶ διαφερόντως ἀντιλέγων ὡς ἔοικε, μὴ ἀδικεῖν. Τοῦτον δὲ τὸν Σελέτον οἱ κρατοῦντες, διὰ τὴν ἄκραν αὐτοῦ ἀδικίαν, τῷ θανάτῳ παραδιδόναι ἠβουλήθησαν· οὗτος δὲ τὸν θάνατον δεδοικὼς καὶ ἵνα τούτου ἀπαλλαγῇ τὸν Χριστὸν ἐξωμόσατο.
Γενόμενον οὖν ὡς οἱ ἐκ τῆς Ἄγαρ καὶ τοῦ κινδύνου ἀπαλλαγείς, μετά γε καὶ τῶν κρατούντων ἠβουλήθη, καὶ τὸν παπα-Λάζαρον ποιήσασθαι τὸν Χριστὸν ἐξομόσαι. Κᾂν τούτοις οὖν ὄντων τῶν πραγμάτων, μυρίας συκοφαντίας κατ’ αὐτοῦ πλέξαντες, ἐπὶ τὸ δικαστήριον καθείλκυσαν, τοιαύτην συκοφαντίαν φέροντες, ὡς περὶ τοῦ Σελέτου εἰπόντα, ὅτι ὥσπερ τὸ πρότερον ἦν τὰ τοῦ διαβόλου ἔργα ποιῶν, οὕτω καὶ νῦν τὰ τοιαῦτα πράττει. Ἐν τούτοις δὲ ὄντι τῷ Μάρτυρι εἶπον αὐτῷ οἱ ἐξ Ἄγαρ: Δεῦρο γενοῦ μεθ’ ἡμῶν τε καὶ καθ’ ἡμᾶς, τὴν ἡμετέραν θρησκείαν πρεσβεύων, ὦ παπα-Λάζαρε, καὶ ποιήσομέν σε εὐδαίμονα. Ἂν δ’ ἀπειθὴς φανείης καὶ μὴ βουλόμενος ἡμῖν ὑπακοῦσαι, πείσῃ μέγιστά τε καὶ κάκιστα παρ’ ἡμῶν, οἷα οὐδεὶς πώποτε πέπονθεν.
Ὁ δ’ Ἅγιος τὸ παράπαν μὴ ἑαυτὸν ἐκδοὺς ὑπακοῦσαι, ἀλλὰ μᾶλλον τἀναντία κατὰ τούτων φθεγξάμενος ἦν καὶ τῆς ἑαυτῶν θρησκείας, εὐσεβείας τε περὶ καὶ ἀσεβείας καὶ ἄλλων ὅσων μυρίων ἐτύγχανε διαλεγόμενος, ἐν οἷς ἔδειξεν ἀμυήτους τὸ σύνολον καὶ μὴ γινώσκοντας. Τὸ δὲ μετὰ ταῦτα τί; Ἡ κατ’ αὐτοῦ ψῆφος ἀπεφάνθη· καὶ ἦν ἰδεῖν τὸν Ἅγιον μυρίας κολάσεις καὶ τιμωρίας ὑπομένοντα, δεσμούς, μάστιγας, φυλακάς, στρεβλώσεις, τμήσεις μελῶν, αἰκισμοὺς καὶ ἄλλα μύρια τῶν δεινῶν. Τέλος τῇ πυρκαϊᾷ ἀνηλεῶς καὶ θηριωδῶς, μεγίστῃ οὔσῃ, παραδιδόασιν.
Ἐν τούτοις οὖν, ἡ μὲν κάμινος εἶχε τὸν Ἅγιον ὑπὸ τῆς φλογὸς περιεχόμενον καὶ καιόμενον· ἡ δὲ μακαρία αὐτοῦ ψυχὴ μετὰ Ἀγγέλων εἰς οὐρανοὺς ἀνῆλθε πρὸς Χριστὸν τὸν ποθούμενον. Οἱ δὲ παριστάμενοι πανημέριον καύσαντες καὶ ὡς κόνιν καὶ ἄσβεστον τὰ τούτου λείψανα διὰ πυρκαϊᾶς ποιησάμενοι ἐάσαντες ᾤχοντο· πνεῦμα δὲ θεῖον καὶ φῶς ἄσπετον ἐξ οὐρανῶν κατελθόν, πρώτην δευτέραν καὶ τρίτην διόλου τῶν νυκτῶν ἐπὶ τὸν Ἅγιον καὶ τὸν τόπον ἐν ᾧ τοὺς ἄθλους διεδέξατο, εἰς ἔκπληξιν ἅπαντας καὶ φόβον οὐ τὸν τυχόντα, τοὺς ἑωρακότας ἔφερεν. Οἱ δὲ ἑωρακότες καὶ μαρτυροῦντες, οὐ μόνον τῶν εὐσεβῶν ἦσαν, ἀλλὰ καὶ τῶν ἐκ τῆς Ἄγαρ καὶ Ἰουδαίων· ἐξ ὧν καὶ ἡ μαρτυρία, ὡς ἐναντίων ὄντων, ἔχει βεβαιότερον.
Μετὰ δὲ ταῦτα τινὲς τῶν εὐσεβων, τὰ ἑαυτοῦ λείψανα καὶ τὴν κόνιν συλλεξάμενοι ἔλαβον, οὐκ ὀλίγας ἰάσεις δι’ αὐτῶν τοῖς ὁπωσδηποτοῦν ἐνοχλουμένοις δωρησάμενοι· καὶ ἔτι δὲ διὰ θαύματος τὰ ἑαυτοῦ ἄγονται εἰς δόξαν καὶ ἔπαινον τοῦ Παντοδυνάμου Θεοῦ καὶ τοῦ αὐτοῦ Μάρτυρος.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.
Σοὶ Πολύκαρπος ὡλοκαυτώθη Λόγε,
Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως.
Οὗτος ἐμαθητεύθη τῷ Θεολόγῳ Ἰωάννῃ καὶ Εὐαγγελιστῇ, σὺν Ἰγνατίῳ τῷ Θεοφόρῳ· καὶ μετὰ Βουκόλον, τὸν ἁγιώτατον ἐπίσκοπον Σμύρνης, χειροτονεῖται παρὰ τῶν Ἐπισκόπων, προθεσπίσαντος αὐτῷ τὴν ἱερωσύνην τοῦ μακαρίου Βουκόλου. Ἐν δὲ τῷ κατὰ Δέκιον διωγμῷ συλληφθείς, προσήχθη τῷ ἀνθυπάτῳ, καὶ διὰ πυρὸς τὸν ἀγῶνα διήνυσε, καὶ θαυμάτων ἐξαισίων δημιουργὸς γέγονε. Πρὸ γὰρ τῆς ἱερωσύνης, τῆς θρεψαμένης αὐτὸν γυναικὸς τοὺς σιτῶνας ἐπλήρωσε δι’ εὐχῆς, οὓς πρότερον εἰς τὴν δεομένων χρείαν ἐκένωσε. Καὶ πυρὸς καταφλέγοντος ἐπέσχεν ὁρμήν, μετὰ τὴν τῆς ἱερωσύνης ἀνάῤῥησιν. Καὶ δι’ ἱκεσίας ὑετὸν αὐχμώσῃ τῇ γῇ κατήγαγε, καὶ πάλιν τούτου τὴν ἀμετρίαν ἀνέστειλε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου.
Σύνταγμα τετράριθμον ἀνδρῶν τιμίων,
Συντάσσεταί σοι, καὶ μεθίσταται βίου.
Τούτων, ὁ μὲν Ὅσιος Ἰωάννης γνώριμος καὶ μαθητὴς γέγονε Λιμναίου, τοῦ ἐν τῷ ὄρει, τῷ τῇ κώμῃ Τάργαλα πελάζοντι, ἀσκήσαντος. Ῥαχίαν δὲ καταλαβὼν πάνυ δυσχείμερον καὶ προσάρκτιον, ἐνεννήκοντα πέντε ἡμέρας ἐκεῖσε διετέλεσε. Κἀκεῖθεν μεταβάς, πάλιν ὑπέστρεψε, καὶ πεποίηκε χρόνους εἰκοσιπέντε ὑπαίθριος. Τροφὴ δὲ ἦν αὐτῷ ἄρτος καὶ ἅλας· ἐσθὴς ἐκ τριχῶν· καὶ σιδήροις βαρυτάτοις ἅπαν τὸ σῶμα καθηλοῦτο. Ὑπὸ τούτων οὖν βαρυνόμενος, οὐδεμιᾶς ἠθέλησε πώποτε παραψυχῆς μετασχεῖν. Ἐπειδὴ γὰρ τῶν συνήθων τις παρὰ τὴν στιβάδα ἀμυγδαλῆν ἐφύτευσεν, ἥτις δένδρον τῷ χρόνῳ γενομένη, σκιὰν τῷ Ἁγίῳ παρεῖχεν, ἐκτημθῆναι ταύτην προσέταξεν, ἵνα μηδεμιᾶς ἐκεῖθεν ἀπολαύσῃ παραψυχῆς. Ἐν τούτοις οὖν ἀγωνιζόμενος ὁ Ὅσιος Ἰωάννης, πρὸς Κύριον ἐξεδήμησεν.
Ὁ δὲ παναοίδιμος Μωϋσῆς τὸν βίον τούτου ἠσπάσατο, ἐν ὑψηλῇ τῇ κορυφῇ Ῥαμᾷ, ὑπερκειμένῃ τῆς κώμης, ἀγωνιζόμενος. Καὶ ὁ μέγας Ἀντίοχος, ἀνὴρ πρεσβύτης, ἐν ἐρήμῳ τόπῳ τὸ θριγγίον δειμάμενος, καὶ ὁ τρισόλβιος ἐν γεγηρακότι σώματι Ἀντωνῖνος, τοῖς νέοις παραπλησίως ἀγωνιζόμενος ἦν· ἐσθὴς γὰρ ἦν αὐτοῖς ἡ αὐτή, καὶ τροφή, καὶ στάσις καὶ προσευχαὶ παννύχιοι καὶ πανημέριοι. Καὶ οὔτε χρόνου μῆκος, ἢ γῆρας, οὐξ ἀσθένεια φύσεως ἤλεγξεν αὐτῶν τὴν καρτερίαν. Ἀλλ’ ὥσπερ ἀκμάζοντα ἐν αὐτοῖς ἔχοντες τὸν ἔρωτα τοῦ διὰ Χριστὸν πονεῖν, ἐν τοιαύτῃ πολιᾷ, ἐν εἰρήνῃ τὰς ἑαυτῶν ψυχὰς τῷ Θεῷ παρέθεντο. Τοσοῦτον ἀπώναντο τῆς βιοτῆς καὶ ἀσκήσεως τοῦ θείου Ἰωάννου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.
Τιμῶ τελευτὴν σὴν σιγῇ, Γοργονία,
Γρηγορίου μέλψαντος αὐτὴν ἐκ λόγων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται.
Κλήμης, τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου,
Καινόν τι γλεῦκος, αἷμα τμηθεὶς ἐκχέει.


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται.
Θεὴν ἀποσκώπτουσαν εἰς θεοὺς πλάνους,
Οἱ τῆς πλάνης κτείνουσι προστάται ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ζεβινᾶ, Πολυχρονίου, Μωσέως, καὶ Δαμιανοῦ.
Θεῖος Ζεβινᾶς λῆξιν εἰς θείαν φθάνει,
Λήξαντος αὐτῷ τοῦ παρ' ἀνθρώποις βίου.
Πολυχρόνιος, καὶ συνασκηταὶ δύω.
Οἱ τρεῖς ὁμοῦ πληροῦσι τοὺς ζωῆς χρόνους.
Τούτων, ὁ μὲν θεῖος Ζεβινᾶς ἐν ὄρει τινὶ τὸ ἀσκητικὸν ἐπήξατο καταγώγιον, πόνους ἀσκητικοὺς μέχρι γήρως αὐτοῦ κεχρημένος· ἐπλεονέκτει δὲ τοὺς ἐπ’ αὐτοῦ ἀνθρώπους τῇ τῆς προσευχῆς προσεδρείᾳ. Ὅθεν ἐκ τοῦ γήρως φέρειν τὴν στάσιν μὴ δυνάμενος, τῇ βακτηρίᾳ προσκλινόμενος, ταῖς προσευχαῖς ἐσχόλαζε. Θαυμασίως δὲ βιώσας καὶ θεαρέστως, τῶν τῇδε μετέστη.
Ὁ δὲ θεῖος Πολυχρόνιος, τούτου μαθητὴς γεγονώς, οὕτω τὴν τοῦ διδασκάλου ἀρετὴν ἀκριβῶς ἀνεμάξατο, ὡς οὐδὲ κηρὸς τῶν δακτυλίων τοὺς τύπους ἐκμάσσεται· τῇ γὰρ αὐτῇ διηνεκεῖ στάσει, καὶ καρτερίᾳ τῆς προσευχῆς καὶ οὗτος ἐχρῆτο. Σίδηρα μὲν οὐκ ἠνέσχετο φορέσαι, διὰ τὸ μή τινας ἀστηρίκτους ἐπ’ αὐτῷ βλαβῆναι· δρυὸς δὲ ῥίζαν βαρυτάτην τοῖς ὤμοις ἐπιφέρων, ὡς μὴ δύνασθαι δυσὶ χερσὶ ταύτην παρακινῆσαι, τὸ σῶμα κατεβάρυνεν. Ἐκ τούτων τῶν πόνων, καὶ θεόσδοτος αὐτῷ ἐπήνθει χάρις, καὶ διὰ προσευχῆς αὐτὸς αὐχμὸν ἔλυσε, καὶ ληκύθιον, κενὸν ὃν ἐλαίου, προσευχῇ πλῆρες πεποίηκε· πολλά τε τερατουργήματα ἕτερα πεποιηκώς, πρὸς Κύριον ἐκδημεῖ.
Οἱ δὲ τούτου φοιτηταί, ὁ μὲν Μωϋσῆς ἐν τῷ τοῦ θείου Πολυχρονίου κελλίῳ παρώκησεν, ὅλην τὴν αὐτοῦ ἐκμαξάμενος ἀρετήν. Ὁ δὲ Δαμιανός, κώμην τινὰ καταλαβών, Νιαρὰν καλουμένην, καὶ παρὰ τὰς ἅλως οἰκίσκον εὑρὼν ἐρημότατον, ἐν ἐκείνῳ διῆγε, τὴν αὐτὴν μετιὼν τῷ διδασκάλῳ πολιτείαν. Οὐδὲν γὰρ ἧν αὐτῷ ἐν τῷ κελλίῳ, εἰ μὴ μία σπυρὶς τὴν φακῆν ἔχουσα, ἣν τροφὴν ἐποιεῖτο. Τοσαύτην ὠφέλειαν ἐκ τῆς τοῦ Πολυχρονίου συναυλίας οὗτοι εὕραντο, ὁσίως πολιτευσάμενοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἑβδομήντα Τριῶν Μαρτύρων

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δαμιανοῦ τοῦ Ἐσφιγμενίτου
Δαμιανοῦ ὁ τάφος ἦν τῶν χαρίτων,
Λειμὼν γλυκύπνους, ὦ ξένης εὐωδίας!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πολυκάρπου τοῦ Μπρυάνσκ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μωϋσέως τῆς Μονῆς Ἁγίας Τριάδος τῆς Λευκῆς Λίμνης τῆς Ῥωσίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.










ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ίδού σοι δεδώρηται, τὴν χάριν πάντως ἐν εὐσεβείᾳ Χριστός· διὰ τοῦτο ἐτέρπου, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ νοΐ, ὡς παραδείσῳ χορεύων ἐπέψαλες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κυρίως ἐπέφανε, σοὶ Πνεῦμα θεῖον ἐν τῇ καμίνῳ φαιδρῶς, ἐπὶ τούτῳ οἱ πάντες, ἑωρακότες ἐπευφημοῦσι Θεόν, ὡς ἐπὶ θάμβους τερπόμενοι ἔμελπον· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὑμνοῦμέν Σε Δέσποτα, διὰ τὴν χάριν ἣν ἀνεδείξω ἡμῖν, ἐπὶ τούτῳ τῷ Μάρτυρι, τῷ Λαζάρῳ ἐν εὐφροσύνῃ τρανῶς, εὐχαριστοῦντες κραυγάζομεν πάντοτε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ῥημάτων ἀκήκοας, παρὰ Ἀγγέλου Θεοκυῆτορ ἁγνή, εὐαγγέλια φέροντος, εὐχομένη ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὡς ἐπὶ τούτοις θαυμάζουσα ἔμελπες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὁ τῶν Μαρτύρων Λάζαρος, τῶν Ἀγγέλων ὁμόσκηνος, ὑπὸ τῶν κρατιούντων ἀπηνῶς ἐγκέκαυται· δυνάμεως κρείττονος παρὰ Κυρίου οὗτος τυχών, τοῖς τῶν εὐσεβῶν καὶ ἱερέων ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὸ τυράννων Ἅγιε, τῶν κρατούντων ὦ Λάζαρε, ὑπὲρ εὐσεβείας ἀλγεινῶς πεπαίδευσαι, δυνάμει δὲ Πνεύματος περιεγένου τούτων σφοδρῶς, τῷ τρισσοφεγγεῖ Δημιουργῷ ἀνεβόας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν πεποιθὼς προσέρχομαι, τῶν Μαρτύρων ὦ Λάζαρε, σοὶ τῷ εὐσεβοῦντι, ὡς θερμῶς προσπίπτω δέ, δυνάμει σου δράσειας περισωθῆναί με τῶν δεινῶν, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀναμέλπειν· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἰδοὺ βοῶμεν Δέσποινα, κραυγάζοντες σὺν δάκρυσι, τοὺς κεκακωμένους κραταιῶς ἐλέησον, ἰσχύϊ σου κρείττονι, ὡς σωζομένους τούτους ποιοῖς, τὸν Δημιουργὸν καὶ Ποιητὴν ἀνυμνοῦντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.









ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ηὐφράνθη ἱερέων κλεινὸς χορός, εὐσεβέων ἁπάντων ὁ σύλλογος, ὅτι αὐτός, ὤφθης ἐν τοῖς Μάρτυσιν ἀγλαός, καὶ ἡ ψυχή σου γέγονεν, ὡς ἐκλαμπροτάτη ἐν οὐρανοῖς, καὶ νῦν μετὰ Μαρτύρων, Ἀγγέλων καὶ Ἁγίων, ἐν οὐρανίοις ἐπευφραίνεται.
Ἐφάνης ἀνδρικώτατα καρτερός, ἐν ἀγῶσι θαυμάσιε Λάζαρε· ὅθεν στεῤῥῶς, ὤφθης ἐν τῇ πάλῃ ὑπερνικῶν, καὶ ἡ ἰσχύς σου γέγονεν, ὡς ἰσχυροτέρα τῶν δυσμενῶν· διόπερ ὦ γενναῖε, οἱ πάντες εὐσεβέων, τὴν καρτερίαν σου θαυμάζουσι.
Συνέστηκε Μαρτύρων ἡ στρατιά, ἐν τοῖς σοῖς μαρτυρίοις ὦ Λάζαρε· ὅθεν σαφῶς, ὤφθη σὺν Ἀγγέλοις χαρμονικῶς, ἐν εὐφροσύνῃ φέρουσα, θείαν ὑμνωδίαν πρὸς τὸν Θεόν· διὸ σὲ ὦ τρισμάκαρ, ἡμᾶς τοὺς ὑμνητάς σου, μὴ γοῦν παρίδῃς ἱκετεύομεν.
Θεοτοκίον.
Συνέλαβες Παρθένε θεοπρεπῶς, τὸν συνέχοντα πάντα τὰ πέρατα, ὅτι αὐτός, ὤφθη ἐν τῷ κόσμῳ σωματικῶς, οὗ ἡ ἰσχὺς ἐγένετο, κατὰ τῶν πνευμάτων τῶν πονηρῶν· διό Σε Θεοτόκε, πάντες ἐκλιπαροῦμεν, μὴ διαλίπῃς κινδυνεύοντας.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τὸν Μάρτυρα τὸν Λάζαρον, συνέλθωμεν ὑμνήσοντες, τὴν τοῦ Θεοῦ ἐκ Παρθένου, ἁγίαν σάρκωσιν ὄντως, εἰς ἅπαντας ἐκήρυξε, φαιδρῶς τε καθοδήγησε· καὶ πάντας ἐπεστήριξε, Τριάδα σέβειν ἁγίαν, ὡς ἄριστον εὐσεβείᾳ.
Θεοτοκίον.
Θεὸν ὃν ἐσωμάτωσεν, ἡ Θεοτόκος Δέσποινα, βαστάζουσα ἐν ἀγκάλαις, πρεσβευτικῶς ἀνεβόα· ἐπεὶ σπλάγχνον γλυκύτατον, ηὐδόκησας Μητέρα σου, γενέσθαι με τὴν δούλην σου, τοὺς εἰς ἐμὲ προσφυγόντας, τῆς σῆς ἀξίωσον δόξης.














Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ἐκ Θεοῦ φωτισθέντα τὸν θεῖον Λάζαρον, λαμπρῶς ἐπὶ τυράννων, μαρτυρήσαντα ὄντως, Τριάδα τὴν Ἁγίαν Θεὸν ἀληθῆ, τὸν καθαρῶς ἐπαθλήσαντα, εἰς οὐρανοὺς ἀναβάντα λίαν λαμπρῶς, ἐπαξίως εὐφημήσωμεν. (Δίς)

Τῶν ἱερέων Μαρτύρων οἱ προϊστάμενοι, λαμπρῶς καὶ χαρμοσύνως, συναγάλλονται πάντες, τῷ Μάρτυρι Λαζάρῳ, στεῤῥῶς γὰρ αὐτὸς ὑπὲρ τῆς πίστεως ἤθλησε, κατ’ ἐναντίων τὰ πάντα κατορθωκώς, νῦν ἐν Μάρτυσι συνάδεται.

Ἐν τοῖς σταδίοις ἐφάνης λαμπρὸς ὦ Λάζαρε, φαιδρὸς Νεομαρτύρων, ἱερέων ἐνθέων, ἐν Πνεύματι προέγνως Θεοῦ ἀληθῶς, τῆς εὐσεβείας τὰ δόγματα· ἐν οὐρανοῖς νῦν μετέστης χαρμονικῶς, ἐπαξίως ἀγαλλόμενος.

Δόξα. Ἦχος πλ. β΄.
Ὅτε ἐπὶ βασάνοις καὶ μάστιξι δεινῶς αἰκιζόμενος, ὑπῆρχες ἀνδρικώτατα προσκαρτερῶν, Ἱερομαρτύρων θαυμάσιε Λάζαρε, τότε οἱ μὲν δαίμονες τὴν κατ’ αὐτῶν ἧτταν φέρειν μὴ δυνάμενοι, γοερῶς ὁλοφυρώμενοι ὤλοντο, οἱ δὲ τῶν Μαρτύρων καὶ Ἀγγέλων χοροί, καὶ πάντων τῶν Ἁγίων, ἡδέως ὕμνους τῷ Θεῷ προσέφερον, εὐφραινόμενοι τῇ ἀθλήσει, σοῦ τοῦ Ἱερομάρτυρος· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον ἐπελθὸν σεαυτὸν ἐπεσκίασε, ἡ δὲ τῶν εὐσεβούντων ὁμήγυρις τερπομένη ποικίλας ᾠδὰς τῷ Θεῷ προσέπεμπον, σοῦ ἕνεκα ἀδιάλειπτον· ἀλλ’ οὖν ὦ τῶν Ἱερομαρτύρων ἀκρότατε, μὴ παύσῃ πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἱερόαθλε θαυμαστέ, ἄρτι ἐν Τριπόλει, κατασβέσας πυρὸς ὁρμήν, καὶ αἰσχύνας στίφη, ἀπίστων παῤῥησία, τῇ σῇ στεῤῥᾷ Μαρτύρων, κλέϊσμα Λάζαρε.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου