Δευτέρα 27 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 5. ΟΣΙΑ ΣΥΓΚΛΗΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΑΝΟΥΑΡΙΟΣ Ε΄!!
ΣΥΓΚΛΗΤΙΚΗ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(μητροπ. Ἐδέσσης Ἰωήλ)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ὁσίας. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τὸ εὐκλεὲς τῶν Πατέρων, ὄντως ποθήσασα, εὐκλείας τῆς ἀφθάρτου, ἐπεθύμησας· ὅθεν, ἐκστᾶσα τῶν ἡδέων, σῶμα τὸ σόν, πόνοις πᾶσιν ἐξέδωκας, καὶ νῦν τῶν πόνων λαμβάνεις τάς ἀμοιβάς, τῷ Χριστῷ συμβασιλεύουσα. 

Ὁ τὸν Ἰὼβ συγχωρήσας, τῷ ἐξαιτήσαντι, καὶ σὲ πυρῶσαι θέλων, ὡς χρυσίον ἀφῆκε, τὸ σῶμα πάσχειν βίᾳ τοῦ πονηροῦ· ὅθεν σὺ καταισχύνασα, τῇ καρτερίᾳ τῶν νόσων τὸν πειραστήν, τῷ τῆς νίκης στέφει ἔστεψαι. 

Τὸ τοῦ νυμφίου ὡραῖον, κάλλος ποθήσασα, Χριστοῦ καὶ νυμφευθῆναι, τούτῳ σὺ βουληθεῖσα, πάσαις ταῖς ἰδέαις τῶν ἀγαθῶν, διὰ πόνων ἀσκήσεως, σαυτὴν ἐκόσμησας· ὅθεν, νῦν σὺν αὐτῷ, βασιλεύεις εἰς νυμφῶνα αὐτοῦ. 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μακεδόνων ὁμόφυλος, καὶ Αἰγύπτου τὸ ἔκθρεμμα, τῶν ἀΰλων νόων ἡ ὁμοδίαιτος, τῶν διδασκάλων ἡ σύνδρομος, Πατέρων ἡ ἔμπνευσις, κοινοβίων ὁ κανών, ἐγκρατείας ὑπόδειγμα, ἀνεπίσχετος, ποταμὸς τῆς ἀγάπης ἀνεδείχθης, τῇ τοῦ Πνεύματος δυνάμει, Συγκλητικὴ ἀξιάγαστε.

Ὥσπερ ἄνθος πανεύοσμον, ἐν ἐρήμῳ ἐξήνθησας, εὐσεβείας ἄρωμα ἀποπνέουσα, μοναστριῶν δὲ συστήματα, ἐφώτισας πάντιμε, διδαχαῖς σου ἱεραῖς, καὶ σεπταῖς ὑφηγήσεσι, διὰ τοῦτό σε, ὁ Χριστὸς μεταθέσας ἐκ τῶν κάτων, εἰς τὰ ἄνω κληρουχίας, Συγκλητικὴ ἐπεβράβευσε.

Κραταιὰν ἐν καρδίᾳ σου, ὡς ὁ θάνατος ἔχουσα, τὴν ἀγάπην ἔνδοθεν τοῦ Νυμφίου σου, τὰς ἐπικήρους ἐμίσησας, παστάδας καὶ ἔρωτας, τῶν ματαίων ἡδονῶν, ἀρνηθεῖσα τὴν σύζευξιν, καὶ χωρήσασα, πρὸς τὸν ἄζυγον βίον μοναζόντων, τῆς θεώσεως τὸ ὄρος, Συγκλητικὴ ἀνελήλυθας.



Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὁ ποιμένων ἐν τοῖς κρίνοις, καθὼς γέγραπται, κρίνον ἡμῖν εὐῶδες, ἐν μέσῳ τοῦ χειμῶνος ἐξήνθησε, τὴν πανίερον μνήμην, τῆς Ὁσίας παρθένου Συγκλητικῆς. Δεῦτε οὖν φιλέορτοι, μονασταὶ καὶ μιγάδες, ὕμνοις ἑορτίοις ἐν ἀγαλλιάσει ψυχῆς, πρὸς αὐτὴν εἴπωμεν· χαίροις, τῶν ἀρχαίων μοναζουσῶν ἡ δόξα, καὶ τῆς Ἐκκλησίας ἁπάσης, ὡράϊσμα καὶ κλέος· χαίροις, τῆς πενίας τοῦ φθειρομένου πλούτου ἡ σύζυγος, καὶ τῆς εὐκλείας τοῦ οὐρανοῦ ἡ συμμέτοχος· χαίροις, τοῦ Εὐαγγελίου ἡ μεγαλόφωνος σάλπιγξ, ἐξαγγέλουσα τοῦ Χριστοῦ τὰ διδάγματα. Ὃν ἱκέτευε μῆτερ Ὁσία, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἑτοιμάζου Ἰορδάνη ποταμέ· ἰδοὺ γὰρ παραγίνεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλάς, συνθλάσῃ τῇ θεότητι, ἐν τοῖς ὕδασι τοῖς σοῖς, ἀγάλλου ἡ ἔρημος, Ἰορδάνου, τὰ ὄρη σκιρτήσατε εὐφροσύνῃ· ἣκει γὰρ ἡ αἰώνιος ζωή, ἀνακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε· Ἑτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τάς τρίβους αὐτοῦ, εὐθείας ἀπεργάσασθε. 

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Παροιμιῶν τὸ ᾽Ανάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ
τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς,  κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ᾽Εγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. ᾽Ισχὺν καὶ εὐπρέπειαν  ἐνεδύσατο,   καὶ  εὐφράνθη   ἐν ἡμέραις ἐσχάταις.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε' 15. ς' 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν· λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα,  ὀξυνεῖ  δὲ ἀπότομον  ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾽Ακούσατε οὗν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ᾽Ανάγνωσμα. (Κεφ. δ' 7 - 11)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν  ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώτοις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη.Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Λιτή. Ἦχος α΄.
Τί ἐκαλλιώθησαν σήμερον τῶν μοναζουσῶν τὰ τάγματα; Τί πανηγυρίζει κραυγάζων ᾄσματα, τῶν παρθένων ὁ σύλλογος; Σήμερον γάρ, ὡς νβάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον, καὶ ὡς βλαστὸς ἠρινός, ἡ πανεύφημος μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Συγκλητικῆς ἀνέθαλλε· ὡς πηγὴ γὰρ κήπου, καὶ φρέαρ ὕδατος ζῶντος, ῥοιζοῦντος ἀπὸ Μακεδονίας, ταῖς διδαχαῖς αὐτῆς πᾶσαν τὴν Αἴγυπτον κατήρδευσε· διὸ τὴν ποθεινὴν αὐτῆς πρεσβείαν πάντες ἐξαιτούμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὁσία Μῆτερ Συγκλητική, τῆς σιωπῆς ἐν γνώσει τὸ ἐγκαλλώπισμα, τῆς ἡσυχίας τὸ κειμήλιον καὶ τῆς προσευχῆς τὸ ἐργαστήριον ἐν τῷ μελλισῶνι τοῦ κοινοβίου γέγονας. Ταφεῖσα γὰρ ἐν μνήματι ταπεινώσεως τελείας, ὑπερύψωσέ σε θαυμαστῶς ὁ Χριστὸς παναοίδιμε, εἰς ὄρος τῆς ἀπαθείας τὸ δυσπρόσιτον· ὅθεν περιτείχισον ταῖς ἱκεσίαις σου, τὰς ἀκοὰς ἡμῶν τοῦ μὴ ἀκούειν τῶν ματαίων λογισμῶν τὰ ὑποψιθυρίσματα, καὶ ἀκηλίδωτον βίον, διάγειν πανσεβάσμιε.

Ἦχος γ΄.
Ὁσία μῆτερ Συγκλητική, ἐνοπτριζομένη τὸ φῶς τῆς Τρισηλίου Θεότητος, τὰ δεινὰ τοῦ σώματος, τὰς άλγηδόνας τοῦ στόματος, καὶ τοὺς δυσώδεις ἰχῶρας, ὡς ἄλλος Ἰὼβ ὑπήνεγκας· ὅθεν ταῖς σαῖς λιταῖς ἱκάνωσον ἡμᾶς, ἐν ὑπομονῇ φέρειν πάντα πειρασμὸν καὶ λύπην τὴν τοῦ βίου, γενναίῳ φρονήματι καὶ ἀτρέπτῳ γνώμῃ.

Ἦχος δ΄.
Ὁσία μῆτερ Συγκλητική, τὸν ἀρχέκακον πτερνιστὴν ἐτροπώσω τῇ πτωχείᾳ τοῦ πλούτου, καὶ ἀτυφίᾳ τοῦ σοῦ φρονήματος, βαστάζουσα γὰρ ἀνδρείως τὸν ζυγὸν τοῦ Κυρίου, ἀθληφόρος ἐφάνης ἐν τῷ μαρτυρίῳ τῆς συνειδήσεως· διὸ δὸς ὑμῖν χεῖρα βοηθείας, δὸς ἡμῖν ταῖς εὐχαῖς σου μετανοίας δάκρυα, τὰ καθαίροντα τὸν ζόφον τοῦ νοὸς ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Πᾶσα γλῶσσα μοναστῶν, πλουσίων καὶ πενήτων, μοναχῶν καὶ μιγάδων, κοσμικῶν καὶ ἀρχόντων, εὐφημείσθω σήμερον, τὴν Ὁσίαν τοῦ Θεοῦ· πάντα γὰρ καταλιποῦσα, τὴν ὥραν τῆς ἡλίκιας, τοῦ βίου τὴν τερπνότητα, καὶ τὰς κοσμικὰς συγχύσεις, πρὸς τὸν δίαυλον τῶν ἀσκουσῶν ὡς νύμφη Χριστοῦ ἐχώρησε. Διὸ θεοειδὴς ὅλη χρηματίσασα, τοῦ θείου Πνεύματος γέγονε, ἀξιοπρεπὲς καὶ μόνιμον ἐνδιαίτημα, δοξάζουσα ἀπαύστως Χριστὸν τὸν Θεόν, Ὃν ἱκετεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἐν Ἰορδάνῃ ποταμῷ Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. 

Ἀπόστιχα, Προεόρτια. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ.
Ἡ γῆ καὶ τὰ ἐπίγεια, σκιρτήσατε ἀγάλλεσθε, ὁ χειμάρρους, τῆς τρυφῆς ἐν ποταμῷ, βαπτίζεται τὴν χύσιν, ξηραίνων τῆς κακίας, καὶ ἀναβλύζει θείαν ἄφεσιν.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.
Φωτὸς ὢν χορηγὸς Ἰησοῦς, μὴ χρῄζων βαπτισθῆναι σαρκί, ἐπιβαίνει, Ἰορδάνου ταῖς ῥοαῖς, φωτίσαι τοὺς ἐν σκότει, βουλόμενος ἐν πίστει, τούτῳ προθύμως ὑπαντήσωμεν.

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Φορέσας τὴν τοῦ δούλου μορφήν, προέρχῃ βαπτισθῆναι Χριστέ, ὑπὸ δούλου, Ἰορδάνου ταῖς ῥοαῖς, λυτρούμενος δουλείας, τῆς πάλαι ἁμαρτίας, καὶ ἁγιάζων καὶ φωτίζων ἡμᾶς. 

Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικῶς χαλινώσασα τὸν νοῦν, τὰς ἐξεργέσεις ἐνέκρωσας τῆς σαρκός, Ὁσία Μῆτερ Συγκλητική. Τὴν ἀπόῤῥητον γὰρ θλῖψιν, τοῦ αἰωνίζοντος σκότους ἐννοήσασα, καὶ μνήμην θανάτου διηνεκῆ ἔχουσα, ἐμακρύνθης εἰς ἔρημον, μετὰ χαρᾶς δραμοῦσα, ὡς θεῖον ἀνάθημα σεαυτὴν τῷ Δεσπότῃ ὁλικῶς προσενέγκασα. Ὃν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Σοφίᾳ καὶ χάριτι κεκοσμημένη σεμνή, ἀκλόνητος ἔμεινας ὡς ὁ Ἰὼβ ὁ κλεινός, ἐχθροῦ ἐπίθεσιν· ὅθεν Συγκλητική σε, ἡ οὐράνιος δόξα, δέδεκται μετὰ τέλος, ὡς παρθένον φρονίμην· ἐν ᾗ τῶν μεμνημένων σου ἀεὶ μνημόνευε.
Δόξα. Ὅμοιον.
Ὁσίων ἡ σύναθλος μοναζουσῶν ἡ τροφός, παρθένων τὸ πρότυπον, Συγκλητικὴ τὸ σεμνόν, ἀσκήσει γεγένησαι, σὺ γὰρ ἐν ταῖς ἐρήμοις, τῶν παθῶν τὰς ἐνέδρας, ἔφυγες νικηφόρως, ἐγκρατείας τοῖς πόνοις· διὸ ἀπαύστως δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'
Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι' οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. 

Ἀπόλυσις.






















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα τῆς Ὁσίας. Ἦχος α'. Χορὸς Ἀγγελικός.
Τὴν θέαν τὴν τερπνήν, τοῦ προσώπου Σου Σῶτερ, σφοδρῶς Συγκλητική, ἡ ἁγία παρθένος, ἐζήτει θεάσασθαι, θρηνῳδοῦσα καὶ στένουσα, Σὺ γὰρ Δέσποτα, τοῖς καθαροῖς τῇ καρδίᾳ, προεπήγγειλας, ἀποκαλύψαι τὴν δόξαν, τοῦ κάλλους Σου Κύριε.
Δόξα... Καὶ νῦν... ὅμοιον
  Εὐφραίνου ποταμέ, Ἰορδάνη· ἐν σοὶ γάρ, ὁ πάντων Ποιητής, παραγίνεται θέλων, τὸ Βάπτισμα εἰσδέξασθαι, ὑπὸ δούλου ὡς εὔσπλαγχνος, τέρπου χόρευε, Ἀδὰμ καὶ Εὒα προμῆτορ· ἐπεδήμησεν, ἡ ἀπολύτρωσις πάντων, Θεὸς ὁ ὑπεραγαθός.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα Προεόρτιον. Ἦχος α'. Χορὸς Ἀγγελικός.
Χειμάρρους τῆς τρυφῆς, ὁ Δεσπότης ὑπάρχων, προέρχεται ῥοαῖς, ποταμοῦ βαπτισθῆναι, ποτίσαι βουλόμενος, ἀφθαρσίας με νάματα, ὃν θεώμενος, ὁ Ἰωάννης ἐβόα· Πῶς τὴν χεῖρά μου, τῇ κορυφῇ σου ἐκτείνω, ἣν τρέμει τὰ σύμπαντα; (Δίς)

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῆς Ὁσίας. Ἦχος γ'. Τὴν ὡραιότητα.
Τὸν ἀκατάληπτον, σάρκα πτωχεύσαντα, καὶ πρὸς τὸ Βάπτισμα, παραγενόμενον, καὶ τὴν ἀνάπλασιν ἡμῶν, ἐν αὐτῷ ἐργαζόμενον, ἅπαντες ὑμνήσωμεν, ὡς Θεὸν πολυέλεον, καὶ τὴν συγκατάβασιν, τὴν αὐτοῦ μεγαλύνωμεν, βοῶντες εὐχαρίστῳ καρδίᾳ. Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.
Δόξα... Καὶ νῦν... ὅμοιον
Ἀδὰμ τὴν γύμνωσιν, ἐνδύων εὔσπλαγχνε, καταστολὴν δόξης, μέλλεις γυμνοῦσθαι σαρκί, ἐν Ἰορδάνῃ ποταμῷ, ὢ θαύματος παραδόξου! πῶς, σε ὑποδέξεται, ὕδωρ Δεσπότα Κύριε, ὕδασι στεγάζοντα, ὑπερῷα ὡς γέγραπται; ὑμνοῦμεν Ἰησοῦ εὐεργέτα, πάντες τὴν σὴν ἐπιφάνειαν. 

Τὸ α'. ἀντίφωνον τοῦ δ'. ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν...
Εὐαγγέλιον τὸ ἐν τῆ Λειτουργίᾳ τοῦ Ἁγίου Σάββα.
Ὁ Ν'.
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...



Ἰδιόμελον. Ἦχος πλ. β'. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πρὸς τὰ ὄρη μυστικῶν θεοψιῶν, τῆς δόξης τοῦ Θεοῦ τῆς ἀποῤῥήτου, δι’ ἐγκρατείας πολλῆς, καὶ συντόνου ἀναβέβηκας, Ὁσία Μῆτερ Συγκλητική, δι’ ἧς οἱ ταύτην βλέποντες, τῶν γεηρῶν καταφρονοῦσι, καὶ τῶν αἰσθητῶν ἀμνηνονοῦσι πάντων· ὅθεν οὖν παῤῥησίαν κεκτημένη, μὴ παύσῃ καθικετεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες, ὁ Προεόρτιος καὶ τῆς Ὁσίας
Ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς. Ποίημα Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος α'. Ὁ Εἱρμός
Πικρᾶς δουλείας ῥυσθείς, Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον· ἐχθρὸν δὲ ὁρῶν ποντούμενον, ὕμνον ἐν εὐφροσύνῃ, ᾄδει Θεῷ, τῷ τερατουργοῦντι βραχίονι ὑψηλῷ· Ὅτι δεδόξασται.
Χριστὸς μολεῖ πρὸς τὸ βάπτισμα. Χριστὸς πρός, Ἰορδάνην ἐφίσταται. Χριστὸς τάς ἡμῶν ἐν ὕδασι, θάπτει νῦν ἁμαρτίας, ὡς ἀγαθός, ἐν ἀγαλλιάσει, ἀνυμνήσωμεν αὐτόν· Ὅτι δεδόξασται.
Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι εὐφροσύνην αἰώνιον, Χριστὸς Ἰησοῦς προέρχεται, νάμασιν Ἰορδάνου, τοὺς ποταμούς, τῶν ἁμαρτημάτων, κατακλύσαι φωτισμὸν πᾶσι δωρούμενος.
Ἰδοὺ τὸ φῶς ἐπιφαίνεται, ἰδοὺ ὁ ἱλασμὸς ἀναδείκνυται, ἰδοὺ ὁ Σωτὴρ ἐφίσταται, λάμψαι τοῖς ἐν τῷ σκότει, θείας αὐγάς, τοῦτον διανοίαις, καθαραῖς χαρμονικῶς ὑποδεξώμεθα. 

ᾨδὴ α', τῆς Ὁσίας. Ἦχος β'. Δεῦτε λαοί.
Στέψαι τὴν σήν, ᾄσμασι μνήμην προῄρημαι, σοὶ πεποιθὼς ὁ ἄμουσος, καὶ ὅλος ἄναγνος, ἀλλὰ δίδου μοι λόγον, σοφίας καὶ ἁγνείας, σαῖς παρακλήσεσιν.
Ὅλον τὸν νοῦν, πρὸς θεῖον ὕψος ἐπάρασα, καὶ τῶν χρηστῶν τὴν ἄβυσσον, καὶ ἀπολαύσεων, ἐπιγνοῦσα τὸ χρῆμα, ἁπάντων ἀπανέστης, τῶν προσηκόντων σοι.
Νοῦν πρὸς Θεόν, ἀναπτεροῦσα τὸν ὕψιστον, σῶμα τὸ σὸν ἡλούμενον, εἰς τὰ χαμαίζηλα, ἐγκρατείᾳ καὶ πόνοις, ἐκούφιζες ποθοῦσα, βαρεῖαν εὔκλειαν.
Θεοτοκίον
Μείνας ὃ ἦν, καὶ σαρκωθεὶς ἐκ νηδύος σου, ὃ ἦμεν ἐδωρήσατο, ἡμῖν τὸ πρότερον, ἐκ χοὸς γεγονόσι, ῥυσάμενος πταισμάτων, Θεογεννήτρια. 







ᾨδὴ γ', ὁ Προεόρτιος. Ὁ Εἱρμός.
Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ, ἀλλὰ ἐν τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῷ Θεῷ καὶ μέλπων ἀεί· Ἐπὶ τὴν πέτραν τῶν σῶν ἐντολῶν, στήριξόν με Δέσποτα.
Ὁ πρὸ τῶν αἰώνων, συνεδρεύων Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθεὶς καθὼς οἶδε, Χριστὸς μολεῖ πρὸς τὸ Βάπτισμα, ἀθανασίαν τῷ θείῳ λουτρῷ, πᾶσι παρεχόμενος.
Ὕδατι ἐνθάψαι, τάς ἡμῶν ἁμαρτίας βουλόμενος, τοῦ Ἰορδάνου ἐν τοῖς ῥείθροις, διὰ σπλάγχνα ἐλέους, Χριστὸς ὁ Θεὸς προέρχεται, καὶ ἀναπλάττει φθαρέντας ἡμᾶς, διὰ τοῦ Βαπτίσματος.
Γύμνωσιν αἰσχίστην, περιστέλλων Ἀδὰμ τοῦ προπάτορος, ἀπογυμνοῦσαι ἑκουσίως, καὶ ῥοαῖς Ἰορδάνου, σαυτὸν περιστέλλεις ὕδασι, τὰ ὑπερῷα στεγάζων Χριστέ, μόνε πολυέλεε. 

Τῆς Ὁσίας. Στερέωσον ἡμᾶς ἐν σοί.
Ἐφείσω τῆς σαρκὸς πολλοῖς ἐν τραύμασιν, οὐδόλως ἀσχέτως πιεζομένης, πρὸς τοὺς πόνους τῆς ἀσκήσεως, ὁ πειράζων ἐν οἷς ἐναπεκρούετο.
Πορείαν τὴν στενὴν ζωῆς τὴν πρόξενον, ἀφθάρτου καὶ θείας σὺ ᾑρετίσω, τὴν πλατεῖαν καταπτύσασα, ἧς οὐδὲν χεῖρον ὄντως τῷ νοῦν ἔχοντι.
Ζεούσης παρειὰς τὸ ἄνθος ἔφυγες, τῇ τήξει καὶ πόνοις τῆς ἐγκρατείας, καὶ τὸ φλέγον τῶν ὀμμάτων σου, τῶν δακρύων κρουνοῖς ἐναπεσβέννυτο.
Θεοτοκίον
Ὁ Λόγος σαρκωθεὶς ἐκ σοῦ Πανάμωμε, τὴν σάρκα τοῦ ῥύπου θέλων ἐκπλῦναι, ὑποδείγματι καθάρσεως, ἀρρυπώτου τοῖς ὕδασι βαπτίζεται. 

Κάθισμα τῆς Ὁσίας. Ἦχος πλ. α'. Τὸν συνάναρχον.
Ἀσκητῶν ὑπερβᾶσα σὺ τὸ φερέπονον, ἐν οὐρανοῖς ἀπολαύεις διαφερούσης μονῆς, καὶ τῆς κρείττονος αἴγλης ἀναπεπλήρωσαι, ὅτι κατ' ἄνδρας τὴν σκληράν, διοδεύσασα ὁδόν, νενίκηκας τὰ παρόντα, καὶ Ἀγγέλοις καθωμοιώθης, καὶ νῦν τῆς δόξης συμμετέχεις αὐτῶν.
Δόξα... Καὶ νῦν... Προεόρτιον. Ἦχος α' Τὸν τάφον σου Σωτήρ
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα; 






ᾨδὴ δ', ὁ Προεόρτιος. Εἱρμός.
Ἀκήκοε πάλαι Ἀββακούμ, Χριστέ σου ὁ θαυμάσιος, τὴν ἀκοὴν καὶ φόβῳ ἔκραζεν. Ἀπὸ Θαιμὰν ὁ Θεός, ἥξει καὶ ὁ Ἅγιος, ὂρους ἐκ δασέος κατασκίου, τοῦ σῶσαι σοῦ τοὺς Χριστούς· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὕδωρ ἀπαντλήσατε ζωῆς· ἰδοὺ νῦν παραγέγονεν, ὁ τῆς εἰρήνης Ποταμὸς ἀληθῶς, ξηρᾶναι τὰ θολερά, ἀπιστίας ὕδατα, καὶ τὸν φωτισμὸν ἀναπηγάσαι, τοῖς μελῳδοῦσιν αὐτῷ. Δόξα τῇ δυνάμει σου Κύριε.
Εὐφράνθητι ἔρημος τὸ πρίν, διψῶσα φύσις ἅπασα, ἡ τῶν ἀνθρώπων, νῦν ἐπέφανε, χειμάρρους ὁ τῆς τρυφῆς, Ἰορδάνου νάμασι, λύων τὸν αὐχμὸν τῆς ἁμαρτίας, ᾧ μελῳδοῦμεν πιστῶς· Δόξα τῇ δυνάμει σου Κύριε.
Βοῶντος φωνὴ προφητικῶς, ἐρήμοις περιήχησε, ταῖς διανοίαις. Ἑτοιμάσατε, ὁδοὺς εὐθείας Χριστῷ, ἐρχομένῳ λέγουσα, ὅπως βαπτισμῷ ἀναχωνεύσῃ, παλαιωθέντας ἡμᾶς, λύων τὴν ἀρχαίαν ἀπόφασιν. 

Τῆς Ὁσίας. Ἐλήλυθας, ἐκ Παρθένου
Σὺ σώματος, διαφέρουσα κάλλεσι γέγονας, τοῖς πολλοῖς παραίτιος, οὐκ εὐτυχούσης ὁράσεως· ὅθεν ἀφανίσασα σαυτήν, μετέσχες θείας ὡραιότητος.
Ὑπέμεινας, ὡς Ἰὼβ τὴν τοῦ σώματος κάκωσιν, οὐ προῆκας λόγιον, τὴν τελευτὴν ἐπισπώμενον, χρόνῳ καὶ τῇ φύσει δέ, εἴξασα, θείαν ἀπῆρας πρὸς κατοίκησιν.
Μεμόνωσαι, συγγενῶν καὶ γονέων καὶ κτήσεως, τὸν Χριστὸν μονώτατον, ἐπαγομένη τὸν ἄσυλον, πλοῦτον καὶ ἀδάπανον, μεθ᾽ οὗ τῆς ἄνωθεν δόξης ὤφθης μέτοχος.
Θεοτοκίον
Ὁ τόκος σου, τὸν Ἀδὰμ τῆς φθορᾶς ἐλυτρώσατο, φθορᾶς βροτεργάτιδος, ἄνευ καὶ γὰρ ὑπὲρ ἄνθρωπον, γέγονεν ἡ σύλληψις· διὸ φθορᾶς τῶν κακῶν με, Κόρη λύτρωσαι.














ᾨδὴ ε', ὁ Προεόρτιος. Εἱρμός
Τὸ φῶς τὸ ἄδυτον, λάμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων σε, εἰρήνην σου δωρούμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν· ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, τῶν ἐντολῶν σου τρέχοντες, δοξολογῶμέν σε φιλάνθρωπε.
Εἰρήνης ὑπάρχων, Χριστὲ Βασιλεύς, τὸ τῆς ἔχθρας μεσότοιχον ἔλυσας, σαρκὸς ἐν ὁμοιώματι, φανεὶς ἐπὶ τῆς γῆς· ὅθεν τὴν ἔλευσίν σου, ἰδὼν ὁ Ἰωάννης, κατεπλήττετο φόβῳ, χειροθετεῖν σε κελευόμενος.
Δρακόντων τάς κάρας, συντρίψαι Χριστός, ἐπειγόμενος νῦν παραγίνεται, τοῖς ὕδασι καὶ τρέμοντι, βοᾷ τῷ Βαπτιστῇ. Ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι κορυφῆς μου, καὶ δειλίαν ἀπόθου, ἐπιτελῶν τὸ προσταττόμενον.
Ἐδήλου Προφήτης, τὴν χάριν ποτέ, τοῦ Βαπτίσματος θείῳ ἐν Πνεύματι πατάξας Ἰορδάνια, τὰ ῥεῖθρα μηλωτῇ, ἅτινα διῃρέθη, ἡμῖν ὀδοποιοῦντας, ἀναγέννησιν θείαν, τοῦ ἐν αὐτοῖς ἐπιφανέντος Χριστοῦ. 

Τῆς Ὁσίας. Ὁ τοῦ φωτὸς χορηγός
Ναὸς γεγένησαι, τοῦ ἐνοικοῦντος ἐν ἁγνοῖς πνεύμασι, Λόγου σοφή· ἐφαίδρυνας σὺ γάρ, ἀσκήσεως πολλοῖς, ἐν πόνοις ψυχῆς σου, τὸ κάλλος πανένδοξε.
Σάρκα ἐνέκρωσας, φοινισσομένην φυσικῇ χάριτι, πόνοις πολλοῖς φαιδρύνουσα μᾶλλον φωτὶ τῶν ἀρετῶν, ψυχῆς τὴν εἰκόνα, φαιδρῶς καταλάμπουσαν.
Ὕλην τοῦ σώματος, τῷ τῆς ψυχῆς σου πρὸς Χριστὸν ἔρωτι, φλέξασα σύ, τανῦν τοῖς ἀΰλοις, ἀΰλως ἀληθῶς, Ἀγγέλοις συγχαίρεις, Θεὸν κατοπτεύουσα.
Θεοτοκίον
Κάρας συνέθλασεν, ἡ κεφαλὴ τῶν εὐσεβῶν Πάναγνε, ῥείθροις τανῦν, τῶν ἐμφωλευόντων, δρακόντων ὁ τεχθείς, ἐκ τῆς σῆς νηδύος, σπορᾶς ὄντως ἂνευθεν. 













ᾨδὴ ς', ὁ Προεόρτιος. Εἱρμός
Ὅλος ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κήτει κακῶν συγκαταπέπομαι· ἀλλ' ἀνάγαγε ἐκ φθορᾶς ὁ Θεὸς με ὡς πρὶν Ἰωνᾶν, καὶ πίστει τὴν ἀπάθειάν μοι δώρησαι, ὅπως ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.
Σπλάγχνα οἰκτιρμῶν, Χριστὸς ἐνδεικνύμενος, ἐν δούλου μορφῇ ὁ ἀναλλοίωτος, παραγίνεται, πρὸς τὸν δοῦλον αἰτούμενος Βάπτισμα, τῆς δουλείας ἀφαρπάζων τὸ ἀνθρώπινον, οὗπερ ἐκπλαγεὶς τὴν ἔλευσιν, δειλιᾷ καὶ τῷ φόβῳ συστέλλεται.
Πῶς σε ποταμοῦ, ῥοαὶ ὑποδέξωνται, τὸ ἄστεκτον πῦρ νῦν ἀφικόμενον; πῶς τὴν γύμνωσιν, ἐπουράνιοι βλέψωσιν Ἄγγελοι; πῶς τὴν χεῖρα Ἰωάννης ἐπεκτείνῃ σοι, Λόγε τοῦ Θεοῦ προάναρχε, τῷ αὐτὸν ἀπὸ γῆς διαπλάσαντι;
Θάλασσα διχῇ, φυγοῦσα ἐδήλωσε, τοῦ νέου λαοῦ θείαν διάβασιν, ἣν εἰργάσατο, ποταμῷ τῇ σαρκὶ ἀφικόμενος, ὁ ἐκ πέτρας παραδόξως βλύσας νάματα, τοῦτον, ὡς Θεὸν δοξάσωμεν, τὴν ἡμῶν συντριβὴν ἀναπλάσαντα. 

Τῆς Ὁσίας. Ἐν ἀβύσσῳ πταισμάτων
Λαμπρυνθεῖσα τῇ αἴγλῃ τοῦ Πνεύματος, πᾶσαν τὴν ἀπόλαυσιν ἀπεσκοράκισας, τῶν σαρκικῶν ὀρέξεων· τῶν καλῶν γὰρ ἐτρώθης τῷ ἔρωτι.
Ἤστραψέ σου φωσφόρου τὴν σήμερον, μνήμη τηλαυγέστερον καταφωτίζουσα, τὴν τῶν ψυχῶν σκοτόμαιναν, Μοναχῶν Ἀσκουσῶν ἐγκαλλώπισμα.
Τὸ σεμνὸν τῆς ἁγνείας ἐτήρησας, στέργουσα, τὸν θάλαμον τὸν ἀδιάφθορον· τοῦ γὰρ Χριστοῦ τῷ ἔρωτι, ἐπυρώθης τοῦ ξένου νυμφίου σου.
Θεοτοκίον
Ἵνα δόξης πλησθῶμεν ἐλήλυθεν, ἄδοξον εἰς ἄνθρωπον δόξης ὁ Κύριος· ὡς γὰρ βροτὸς ῥυπτόμενος, σὸς Υἱὸς τοὺς ἀνθρώπους ἐδόξασεν. 

Κοντάκιον. Προεόρτιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. 
Ὁ Οἶκος
Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι· οὐ λέγω σοι· Εἰπέ μοι, ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ἀπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τούτων ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις, καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω, ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ᾽ ἐν τύποις καὶ ἐν σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον. 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν παρθένων ἀδιάσειστον προπύργιον, μοναζουσῶν δὲ ἐνδιαίτημα πανόλβιον, εὐφημοῦμέν σε ἐν ὕμνοις Ὁσία πάντες, ἀλλ’ ὡς ἔχουσα πρεσβείας τὰ δωρήματα, μὴ παρίδῃς ἱκετῶν σου τὰ αἰτήματα, κραυγαζόντων σοι· χαίροις Μῆτερ πανεύφημε.
Ὁ Οἶκος.
Ἄγγελος τῇ ἀσκήσει, ἐν σαρκὶ καθωράθης, πιστῶν Συγκλητικὴ τὸ κλέος, καὶ ταῖς τοῦ Παρακλήτου πνοαῖς, τῶν μοναζουσῶν τὰ πυκνὰ συστήματα, ἑλκύεις πρὸς τὴν ἄνωθεν, μυσταγωγίαν προσφωνοῦντα·
Χαῖρε, δι’ ἧς ὁ Χριστὸς ὑψώθη·
χαῖρε, δι’ ἧς ὁ σατὰν ἐτρώθη.
Χαῖρε, τῶν ὁσίων ἀνδρῶν ὁ ὁμόγνωμος·
χαῖρε, γυναικῶν τῶν ἐνθέων ὁμότιμος.
Χαῖρε, ἄνθος τὸ ἀμάραντον, ἀρετῶν παρθενικῶν·
χαῖρε, νάρδος πολυτίμητος, διδαχῶν θεοφιλῶν.
Χαῖρε, ὅτι ῥαδίως γεηρὰ ἐβδελύξω·
χαῖρε, ὅτι στεφάνων θεϊκῶν ἐκομίσω.
Χαῖρε, πολλῶν χαρίτων ἡ κάτοχος·
χαῖρε, φωτὸς ἀκτίστου ἡ μέτοχος.
Χαῖρε, δι’ ἧς Μακεδόνες καυχῶνται·
χαῖρε, δι’ ἧς οἱ πιστοὶ εὐθυμοῦνται.
Χαίροις, μῆτερ πανεύφημε.


















Συναξάριον.
Τῇ Ε΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Συγκλητικῆς.
Συγκλητικὴ λιποῦσα δουλείαν βίου,
Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.
Αὕτη γένους ὑπῆρχε περιφανοῦς, πλούτῳ καὶ εὐσεβείᾳ τὸ ἐπίσημον ἔχοντος. Διὰ δὲ τὴν ἐπανθοῦσαν αὐτὴν ὥραν, καὶ τὴν τῶν χρημάτων περιουσίαν, πολλῶν ἀγαγέσθαι πρὸς γάμον αὐτὴν βουλομένων, τῷ πρὸς Κύριον μᾶλλον πόθῳ επέτεινε ἑαυτήν. Ὅθεν τελείως τῶν φροντίδων τοῦ βίου μεθίσταται, καὶ τὴν σπουδὴν ὅλην πρὸς ἄσκησιν ἀρετῆς καὶ ἐπίδοσιν τρέπει. Καταβαλοῦσα δὲ τὸν ἀνταγωνιστὴν πολέμιον, καὶ πρὸ τῆς τοῦ σώματος διαζεύξεως τῷ νῷ πρὸς Θεὸν ἐκδημήσασα, ἐπὶ τέλει τοῦ βίου παρὰ τοῦ πειράζοντος ἐξαιτεῖται. Καὶ γὰρ τὸν μέγαν Ἰώβ, δεινοῖς τοῦ σώματος νοσήμασιν ὁμιλήσασα, καὶ πληγαῖς καὶ μώλωψιν, ὑφ’ ὧν τὸ σῶμα ἅπαν διαβρωθεῖσα ὀγδοηκονταετὴς ἤδη γενομένη, καὶ τοῦ τόνου τῆς ἀρετῆς μὴ δ’ ὁτιοῦν καθυφεῖσα, ἐν ἀθλητικοῖς πόνοις πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεων
Ὅπως τελευτᾷ Θεόπεμπτος, εἰπάτω.
Ἄθλων τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.
Λάκκῳ, Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ.
Ἒθεντὸ μ,᾽ ἐκραύγαζε τοῦ Ψαλτηρίου.
Οὗτος ὁ Ἅγιος Μάρτυς Θεόπεμπτος, ἐπίσκοπος ἧν, ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, ἐν τῷ παρ’ αὐτοῦ κινηθέντι διωγμῷ, πρῶτος τὸν Χριστὸν Θεὸν ὁμολογήσας, καὶ τὸ στέφος ἀναδησάμενος. Συσχεθεὶς γάρ, καὶ προσαχθεὶς τῷ βασιλεῖ, καὶ στηλιτεύσας τὴν πλάνην αὐτοῦ, ἐν κλιβάνῳ πυρὸς ἐμβάλλεται, καὶ σῷος ἐκεῖθεν ἐξέρχεται. Εἶτα τὸν ὀφθαλμὸν ἐξορύττεται. Καὶ μετὰ ταῦτα δηλητήρια φάρμακα πεπωκώς, ὡς ἀπήμαντος ἐκ τούτων διέμεινεν, ἐπισπᾶται πρὸς τὴν εἰς Χριστὸν πίστιν τὸν ταῦτα κεράσαντα μάγον, οὕτω καλούμενον Θεωνᾶν. Καὶ ἕτερα δέ τινα πρὸς τούτοις παθών, ἀπετμήθη τὴν κεφαλήν. Ὁ δε Θεωνᾶς, ὀρύγματος γενομένου, ἐν αὐτῷ βληθείς, καὶ πολλὴν ἄνωθεν ἐπιφορηθεῖσαν γῆν κατὰ τῆς κεφαλῆς δεξάμενος πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ ἐν τῷ Ἀκρῖτᾳ.
Ὁ Γρηγόριος ἀρεταῖς λάμψας μέγα,
Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος.
Οὗτος εἷλκε τὸ γένος ἐκ τῆς περιβοήτου τῶν Κρητῶν νήσου, πατέρες δὲ αὐτῷ εὐσεβέστατοι Θεοφάνης καὶ Ἰουλιανὴ προσαγορευόμενοι. Διατρίψας δὲ χρόνον ἱκανὸν ἐν τοῖς μαθήμασι, ποιμαίνειν ὑπὸ τῶν γονέων τὰ θρέμματα ἐκελεύετο. Καί ποτε θείῳ ζήλῳ πυρωθείς, τῆς ἐνεγκαμένης ἀπάρας ἐπὶ τὴν Σελεύκειαν ἔρχεται. Κἀκεῖσε χρόνον οὐκ ὀλίγον ἐνδιατρίψας, ἄρτῳ βραχυτάτῳ καὶ ὕδατι διέζη. Τῷ δὲ εἰκοστῷ ἕκτῳ χρόνῳ τῆς ἡλικίας αὐτοῦ, ὅτε καὶ Λέων ὁ Εἰκονομάχος τὸ ζῆν ἀπέῤῥηξε καὶ τὸ ὀρθόδοξον ἐπαῤῥησιάσατο, τὰ Ἱεροσόλυμα καταλαμβάνει, πάντα τόπον ἅγιον προσκυνῆσαι γλιχόμενος. Ὁπόσα δε δεινὰ παρὰ τῶν Ἀγαρηνῶν καὶ Εβραίων ἐφ’ ὅλοις δώδεκα ἔτεσιν ὑπέμεινεν, ἀδύνατον γραφῇ παραδοῦναι, χρωμένους τῇ συντομίᾳ. Εἶτα ἐκεῖθεν ἀπάρας, καταλαμβάνειν τὴν Ῥώμην, καὶ τοῦ ἀγγελικοῦ τυχὼν σχήματος, ἧν δαμαζων τὸ ἑαυτοῦ σαρκίον τῇ ἐγκρατείᾳ.
Ἐνταῦθα οὖν διῆγε μονοχίτων καὶ ἀνυπόδυτος, ἐπὶ ψιαθίου ἀνακλινόμενος, ἄρτου βραχυτάτου καὶ ὕδατος διὰ δύω ἤ τριῶν ἡμερῶν γενόμενος. Εἶτα, λάκκῳ βαθυτάτῳ ἑαυτὸν ἐναποῤῥίψας, τὴν γενομένην ταραχὴν ἐν ταῖς ἐκκλησίαις συχνῷ χρόνῳ ἐναπεθρήνησεν. Ἐκεῖθεν δὲ ἐξελθών, στενωτάτῳ πάνυ κελλίῳ ἑαυτὸν ἐγκλείει, ἑνὶ μόνῳ δερματίνῳ χιτῶνι περικαλυπτόμενος. Καὶ πίθον παρὰ τῷ κήπῳ ἑστῶτα, πληρῶν ὕδατος καὶ τὸν χιτῶνα ὀψίας ἀποδυόμενος εἰσήρχετο ἐν αὐτῷ. Καὶ τελειῶν τὸ Ψαλτήριον, αὖθις ἐξήρχετο. Καὶ οὕτως ἐποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. Οὕτω δὲ καλῶς ἀγωνισάμενος, ταῖς χερσὶ τοῦ Κυρίου τὴν ἑαυτοῦ ψυχὴν ἐναπέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φωστηρίου.
Φωστήρ ὁ Φωστήριος ὄντως ὡράθη,
Τῷ φωτὶ τοῦ βίου τε καὶ τῶν θαυμάτων.
Οὗτος ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Φωστήριος, ἐξ Ἀνατολῶν ἐκλάμψας ὥσπερ ἥλιος, τὰ ἑσπέρια κατελάμπρυνεν. Ἀνελθὼν γὰρ εἰς ὄρος ὑψηλόν, καὶ ἥσυχον, καὶ τῷ Θεῷ ἀΰλως προσευχόμενος, νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ χαμευνίᾳ καὶ τῇ λοιπῇ σκληραγωγίᾳ ἑαυτὸν ὑπωπιάζων, γέγονεν ἀληθῶς φωστήρ, καταλλήλως τοῦ ὀνόματος αὐτοῦ, λάμπων τῇ οἰκουμένῃ. Τὴν σάρκα δὲ καθαρίσας, καὶ τὴν ψυχὴν ἁγιάσας, καὶ τὸ κατ’ εἰκόνα ὡς ἧν χωρητόν, φυλάξας, γέγονε καὶ του Ἁγίου Πνεύματος καταγώγιον. Τοῖς θαύμασι γὰρ καταπλουτίσας αὐτὸν ὁ Θεός, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἀπεδίωκεν ἀπὸ παντὸς ἀνθρώπου, προσερχομένου αὐτῷ. Καὶ ἄρτους οὐρανόθεν εδέχετο ὁ μακάριος, ὥσπερ πάλαι Ἠλιοὺ ὁ Προφήτης. Ἀλλ’ ἐκεῖνος μέν, διὰ κόρακος, οὗτος δε, εἰ καὶ μὴ διὰ χειρὸς Ἀγγέλου τούτους ἐλάμβανεν, ἀλλ’ οὖν αὐτὸς ἧν ὁ καθ’ ἐκάστην αὐτῷ ἀποκομίζων τὸν ἄρτον, καὶ ἐν ἀφωρισμένῳ τόπῳ τιθείς, δι’ οἰκονομίαν τινὰ δηλονότι. Εἰδέπου καὶ εἷς ἀδελφὸς ἀπήντησε πρὸς αὐτόν, εἴτε καὶ δύω, καὶ τρεῖς, ἤ καὶ πλείονες κατὰ τὸν ἀριθμὸν αὐτῶν, οἱ ἄρτοι ἐν τῷ αὐτῷ τόπῳ αὐτοσχέδιοι εὑρίσκοντο. Τίς ποτε τοιοῦτον εξαίσιον θαῦμα ἐώρακεν, ἤ ἤκουσε γενέσθαι;
Ἀλλ’ ἐπειδὴ χωρὶς Θεοῦ οὐκ ἰσχύει δέησις, οὐ διεφυλάχθη τοῦτο μέχρι τέλους ζωῆς αὐτοῦ, ὥσπερ οὐδὲ ἐν τῷ Προφήτῃ. Ἀλλ’ ἐν τῷ Προφήτῃ μέν, ἐπὶ ἡμέρας τινάς, ἐν τούτῳ δὲ τῷ μακαρίῳ ἐν ἱκανοῖς ἔτεσιν, ἕως τὴν ἡσυχίαν καὶ τὴν ἀκτημοσύνην ἐφύλαττεν. Ὅτε δε θείαν Μάνδραν Θεοῦ χάριτι συνεστήσατο, καὶ πλείστους μοναχοὺς ἐν αὐτῇ αφιέρωσεν, οὐκ ἄνωθεν τοὺς ἄρτους εδέχετο, ὥσπερ πρώην, ἀλλ’ ἐκ τοῦ ἐργοχείρου παρεῖχε πᾶσι τὰ πρὸς τὴν χρείαν, οὐ τοῦ Θεοῦ ἀτονήσαντος, ἄπαγε τῆς βλασφημίας, πῶς γὰρ ὁ τὰς τοσαύτας χιλιάδας των ἀχαρίστων Ἰουδαίων διατρέφων ἐν τῇ ἐρήμῳ οὐκ ἠδύνατο καὶ τοὺς αὐτῷ ἀεὶ εὐχαριστοῦντας διατρέφειν; Παντί που δῆλον. Οὔτε πάλιν τοῦ Ἁγίου ἀποστρεφόμενος τὴν εὐχήν, μὴ γένοιτο! Ἀλλ’ οὐδὲ ηὔξατο ποτὲ περὶ ἀπολλυμένου βρώματος. Ζητεῖτε γάρ, ὁ Χριστὸς ἔφη, τὴν Βασιλείαν τῶν Οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Αἱρέσεως δὲ τότε ἀναφυείσης εἰς τὴν του Θεοῦ Ἐκκλησίαν, καὶ πολλῶν Πατέρων συναθροισθέντων, προσκληθεὶς καὶ οὗτος, ὁ μακάριος, οὐ παρητήσατο, ἀλλὰ καὶ συνῆλθε καὶ ἠνδραγάθησε καὶ ἐθαυμαστώθη, καὶ πολοὶ τῷ λόγῳ αὐτοῦ εκ διαφόρων αἱρέσεων μετεστράφησαν, ἄλλοι δε πλείονες ταῖς τούτου παραινέσεσι Μοναχοὶ γεγόνασι. Καὶ πολλαὶ θαυματουργίαι δι’ αὐτου εγένοντο, οὐ μόνον ἔτι αυτοῦ περιόντος, αλλὰ καὶ μετὰ τὴν ἐντεῦθεν αποβίωσιν, ἣτις καὶ γέγονε κατὰ τὴν πέμπτην τοῦ Ἰανουαρίου Μηνὸς ἑσπέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.
Ἦλθον θαλάσσῃ εἰς βάθη, λέγει Σάϊς,
Φυγὼν τὰ ποτίζοντα τῆς πλάνης βάθη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος, ὑπὸ δημίων πατούμενος, τελειοῦται.
Πόδες πατοῦντες σαρκίον Θεοείδου,
Ψυχὴν ἀποθλίβουσι ληνῷ τοῦ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Δομνίνα, ἐν εἰρήνῃ τελειοῦται.
Χαρίζεταί σοι τὴν ἄνω κληρουχίαν,
Δομνίνα, σαρκὸς ἡ κάτω κακουχία.



Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Τατιανή, ἐν εἰρήνῃ τελειοῦται.
Τατιανὴ τακεῖσα νηστείαις πάλαι,
Νῦν Ἀγγέλοις σύνεστι νηστείας φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Δωροθέου, κτήτορος τῆς Μονῆς Χιλιοκομείου Ἀμασείας Πόντου.

Τὸν Ῥωμανὸν ἐν Μάρτυσι νέον στέφει,
Στεφάνῳ νίκης, ὁ στεφοδότης ἄνω.
Οὗτος ὁ εὐλογημένος, ἦτον ἀπὸ τὸ Καρπενήσι, υἱὸς γονέων εὐσεβῶν, ὅμως ἀγραμμάτων· ὅθεν καὶ αὐτὸς ἔμεινεν ἀγράματος, καὶ ἄλλο κανένα δὲν ἤξευρε, παρὰ μόνον πὼς εἶναι Χριστιανός. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν, ἤκουσε μερικούς, ὅπου ἐδιηγοῦντο διὰ τὸν Ἅγιον Τάφον τοῦ Κυρίου μας, καὶ παρακινηθείς, ἐπῆγεν εἰς τὰ Ἱεροσόλυμα, καὶ προσκυνῶντας τὸν Ζωοδόχον Τάφον, καὶ ὅλους τοὺς Ἁγίους Τόπους, ἐπῆγε εἰς τὴν ἱερὰν Μονὴν τοῦ Αγίου Σάββα, καὶ εκεῖ ἀκούσας τὰ μαρτύρια τῶν Ἁγίων ὁπου ἀνεγίνωσκον οἱ πατέρες, καὶ ὅτι οἱ Ἅγιοι Μάρτυρες ὑπέμειναν δια τὸ ὄνομα τοῦ Χριστοῦ τόσα καὶ τόσα πάνδεινα βάσανα διὰ νὰ ἀπολαύσουν τὰ μέλλοντα ἀγαθά, καὶ ἐρωτήσας καὶ μαθών, ποῖα εἶναι τὰ μέλλοντα ἀγαθά, ἐπεθύμησε καὶ αὐτὸς ὁ ἀοίδιμος νὰ ἀπολαύσῃ τὰ τοιαῦτα ἀγαθὰ με μαρτύριον. Λοιπόν, γυρίζοντας εἰς τὰ Ἱεροσόλυμα, κοινολογεῖ τὸν σκοπόν του εἰς τὸν τότε Πατριάρχην, ὁ ὁποῖος τὸν ἐμπόδιζεν ἀπὸ τὸ μαρτύριον δια τὸ ἄδηλον τῆς ἐκβάσεως καὶ διὰ νὰ μὴ ἀκολουθήσῃ καὶ κανένα κακὸν εις τὸν Ἅγιον Τάφον.
Αὐτὸς ὅμως ποθῶντας ὅλως δι’ ὅλου τὸ μαρτύριον, δὲν ἠδύνατο πλέον νὰ βαστάση τὸν εαυτόν του ἀπὸ τὴν φλόγα ὁποῦ ἄναπτεν εἰς τὴν καρδίαν του· ὅθεν φυγὼν εκεῖθεν, ἐπηγεν εἰς τὴν Θεσσαλονίκην, καὶ εὐθὺς απελθὼν εἰς τὸν κριτήν, ὡμολόγησε παῤῥησία πὼς ὁ Ἰησοῦς Χριστός, εἶναι Θεός, Ποιητὴς του παντός, καὶ τῶν ἀνθρώπων Σωτήρ· ὁ δὲ προφήτης τῶν Ἀγαρηνῶν εἶναι μυθολόγος, ἀπατεὼν καὶ πολέμιος τοῦ Χριστοῦ, καὶ ἡ θρησκεία του εἶναι μία πλάνη, καὶ ὅλη γεμάτη ἀπὸ παραμύθια, καὶ ἄξια γέλωτος. Ἀκούωντας αὐτὰ ὁ κριτής, ἐπρόσταξε καὶ τὸν ἔδειραν σφοδρῶς· του εὔγαλαν λουρία ἀπὸ ταῖς πλάταις, του ἔκοψαν τὰ μάγουλα μὲ πέταλα καὶ ἄλλα διάφορα βάσανα τοῦ ἔκαμαν, βιάζοντές τον νὰ ἀρνηθῇ τὸν Χριστόν. Ἐπειδὴ δὲ κατ’ οὐδένα τρόπον δὲν ἐπείθετο εἰς αὐτό, ἀλλ’ ἔμενε στερεὸς εἰς τὴν πίστιν τοῦ Χριστοῦ, ἀπεφάσισεν ὁ κριτὴς νὰ τὸν θανατώσουν διὰ ξίφους. Τυχὼν δὲ ἐκεῖ ὁ καπετάνιος τῶν φρεγάδων τῆς Θεσσαλονίκης, ἐζητησε τὸν Μάρτυρα απὸ τὸν κριτήν, να τὸν ἔχῃ διὰ τὸ κουπί, λέγοντας, ὅτι αὐτὴ ἡ παιδεία εἶναι εἰς αὐτὸν μεγαλυτέρα καταδίκη ἀπὸ τον διὰ ξίφους θάνατον, ὡσὰν ὁποῦ καὶ αυτὸς διὰ τοῦτο ἦλθε, καὶ ἐπαῤῥησιάσθη, διὰ νὰ λάβῃ διὰ τὴν πίστιν του θάνατον και δὲν θέλει λυπηθῇ δι’ αὐτό, ἀλλ’ εἰς τὴν φρεγάδαν ἔχει νὰ βασανίζεται εἰς ὅλην του τὴν ζωήν. Ταῦτα εἶπεν ὁ καπετάνιος, ὁ δὲ λόγος εἰς ὅλους ἄρεσε καὶ τοῦ τον ἐχάρισαν. Πέρνοντάς τον λοιπόν, ὁ καπετάνιος, τοῦ ἐξύρισε γένεια καὶ μαλλιά, καὶ τὸν ἔβαλε νὰ τραβᾷ τὸ κουπί.
Ἀφοῦ δὲ ἐπέρασεν ὀλίγος καιρός, μερικοὶ χριστιανοὶ φίλοι τοῦ καπετάνιου, τὸν ἐπαρακάλεσαν, καὶ τοῦ ἔδωσαν μερικὰ ἄσπρα, καὶ τὸν ἠλευθέρωσαν, καὶ τὸν ἔστειλαν εἰς τὸ Ἅγιον Ὄρος. Πηγαίνοντας δὲ ἐκεῖ, ἔμεινεν ὁμοῦ μὲ τὸν Ὅσιον Ἀκάκιον ὁποῦ ἡσύχαζεν εἰς τὸ Καυσοκαλύβι, καὶ ἠγωνίζετο μετ’ αὐτοῦ ὑπὲρ ἄνθρωπον, πλὴν ὁ λογισμός του δὲν εἶχεν εἰρήνην καὶ ἦτο ὡς ξένος εἰς τὴν παροῦσαν ζωήν, καὶ οὔτε περὶ φαγητοῦ τὸν ἔμελλε, οὔτε περὶ πιοτοῦ, ἀλλὰ μόνον τὸ μαρτύριον ἐφαντάζετο. Λοιπόν, κοινῇ γνωμῃ νηστεύσαντες καὶ οἱ δύο, ὅ,τε Γέροντας καὶ ὁ Ῥωμανὸς ἡμερας ἱκανάς, καὶ παρακαλέσαντες θερμῶς τὸν Θεόν, διὰ τὴν ἔκβασιν τοῦ μαρτυρίου, εἶδε δι’ ἀποκαλύψεως ὁ Ὅσιος Ἀκάκιος ὅτι εἶναι θέλημα Θεοῦ, καὶ ὅτι θέλει τελειώσει καλῶς τὸ ὑπὲρ Χριστοῦ μαρτύριον ὁ Ρωμανός. Λοιπόν, ἐνδυθεὶς το ἀγγελικὸν σχῆμα τῶν μοναχῶν κατὰ τὴν ἡμέρα τῆς Πεντηκοστῆς, καὶ στηριχθεὶς μὲ τὰς εὐχὰς τοῦ Ὀσίου, καὶ τῶν εκεῖ Πατέρων, ἀπῆλθε πάλιν εἰς τὰ Ἱεροσόλυμα, θέλοντας τάχα νὰ ὑπάγῃ μὲ μοναχικὴν στολὴν εἰς τὸν Ἅγιον Τάφον διὰ νὰ τύχῃ τοῦ ποθουμένου, ἀλλὰ καὶ πάλιν ἀκούσας, ὅτι εἴτε καλόγηρος, εἴτε κοσμικὸς παῤῥησιασθῇ ἐκεῖ, μεγάλην ζημίαν λαμβάνει ἀπὸ τοὺς Ἀγαρηνοὺς ὁ Ἅγιος Τάφος, ἐστράφη καὶ ἐπῆγεν εἰς τὴν Κωνσταντινούπολιν, καὶ παῤῥησιάζεται μὲ τρόπον τοιοῦτον:
Πιάσας ἕνα μικρὸ σκυλάκι, τὸ ἔδεσε μὲ τὸ ζωνάρι του καὶ το ἔσερνε μέσα εἰς τὸ παζάρι. Οἱ δὲ Τοῦρκοι βλέποντες αὐτόν, τὸν ἠρώτησαν διὰ ποίαν ἀφορμὴν σύρνει ἔτσι τὸ σκυλάκι. Καὶ ὁ Μάρτυς τοὺς εἶπε: Διὰ νὰ τὸ τρέφω, καθως οἱ χριστιανοί, τρέφουν ἐσᾶς τοὺς Ἀγαρηνοῦς. Ταῦτα ἀκούσαντες ἐκεῖνοι καὶ θυμωθέντες πολλά, ὥρμησαν κατεπάνω του ὡς θηρία ἀνήμερα καὶ δέρνοντες καὶ σπρώχνοντες, τὸν ἔφεραν εἰς τὸν Βεζύρην, ο ὁποῖος ἐρωτῶντας αὐτὸν καὶ ἀκούοντας αὐτὰ λόγια ἀπὸ τὸ στόμα του, τὸν ἐπαράδωκαν εἰς τοὺς βασανιστάς, νὰ τὸν βασανίζουν, ἕως οὗ νὰ τὸν καταπείσουν ν’ ἀρνηθῇ τὴν πίστιν του. Ἐκεῖνοι δέ, πέρνοντες αὐτόν, τὸν ἔῤῥιψαν εἰς ἕνα ξεροπήγαδον, ἐκεῖ ὁποῦ βάνουν τοὺς φονεῖς, καὶ ἔκαμεν ὁ εὐλογημένος ἐκεῖ μέσα νηστικός, τεσσαράκοντα ἡμέρας, ἔπειτα τὸν εὔγαλαν καὶ τὸν ἐτιμώρησαν ανηλεῶς μὲ διάφορα βασανιστήρια καὶ μὴ δυνηθέντες νὰ τὸν καταπείσουν, τὸν ἀνέφεραν εἰς τὸν Βεζύρην, ὅστις ἐπρόσταξε νὰ τον θανατώσουν διὰ ξίφους. Ἐκεῖ δὲ ὁποῦ τὸν ἐπήγαιναν εἰς τὸν τόπον τῆς τελειώσεως, ὁποῦ ἔβλεπε χριστιανόν, εχαιρέτα, καὶ ἔτρεχε μετὰ χαρᾶς, ὡσὰν νὰ επήγαινεν εἰς γάμον, καὶ ὄχι εἰς σφαγήν. Βλέποντας δε ἕνας ἄρχοντας τὴν τόσην χαρὰν τοῦ Μάρτυρος ἠπόρησε, καὶ μαθὼν ὅτι τρέχει διὰ τὸν Χριστὸν εἰς την σφαγήν, ἔδραμε καὶ αὐτὸς κατόπιν του, νὰ ἰδῇ τὸ τέλος. Περνῶντας δὲ ἀπὸ ἕνα τζαμί, ἔτυχε νὰ φωνάζη ὁ χόντζας τὴν ὥραν τοῦ μεσημερίου κατὰ τὴν συνήθειάν τους, καὶ κοιτάζοντάς τον ὁ Μάρτυς τὸν ἔπτυσε, καὶ παρευθὺς οι δήμιοι τοῦ ἔκοψαν τὴν γλῶσσαν, τὴν ὁποίαν μόνος του εὔγαλε προθύμως ὁ Ἅγιος διὰ νὰ τοῦ τὴν κόψουν, καὶ πάλιν ὁμοίως μὲ σχῆμα χαρούμενον ἐχαιρέτα τοὺς χριστιανούς, καὶ τὰ αἵματα ἔτρεχον ἀπὸ τὸ στόμα του.
Ἀφοῦ δὲ ἔφθασαν εἰς τὸν τόπον τῆς καταδίκης, εὐχαριστῶντας τὸν Θεὸν νοερῶς καὶ μὲ σχῆμα, καὶ οὕτως ἔλαβε τὸ στέφανον τοῦ μαρτυρίου. Καὶ ἡ μὲν μακαρία του ψυχή, ἀνέβη μὲ δόξαν πολλήν, εἰς τὸν οὐρανόν, διὰ νὰ χαίρεται εἰς τὸν χορὸν τῶν Μαρτύρων· τὸ δὲ ἅγιόν του λείψανον, ἀφοῦ ἔκοψαν τὴν κεφαλήν του, ἔπεσε κατ’ ἀνατολας, ὡσὰν νὰ ἦτο ζωντανόν· διὰ τὸ ὁποῖον φθονήσαντες οἱ Ἀγαρηνοί, δέρνοντες ἐδίωκον τοὺς χριστιανοὺς ὁποῦ ἔδραμον εκεῖ πλῆθος ἄπειρον· ἐτίμησε δὲ καὶ τοῦτο τὸ ἅγιον λείψανον ἡ θεία χάρις ἄνωθεν μὲ φῶς οὐράνιον, τὸ ὁποῖον ἐφώτιζεν αὐτὸ τρεῖς ὁλοκλήρους νύκτας, ἐκεῖ ὁποῦ τὸ ἐφύλαττον καὶ τὸ ἔβλεπαν ὅλοι καὶ ἐθαύμαζαν. Καὶ οἱ μὲν χριστιανοί, ἐχαίροντο, δοξάζοντες τὸν Θεόν· οἱ δὲ Ἀγαρηνοί, κατεσχύνοντο. Ἐπειδὴ δε κατὰ τύχην ἦτον ἐκεῖ ἕνα καράβι ἐγγλέζικον, ἠγόρασε τὸ ἅγιον λείψανον μὲ πεντακόσια γρόσια καὶ τὸ ἐπῆγεν εἰς τὴν Ἀγγλίαν. Ὁ δὲ ἄρχοντας ὁποῦ ἠκολούθησε τὸν Μάρτυρα ὡς προείπομεν, βλέπων πῶς ἐδίωκον τοὺς χριστιανοὺς οἱ Ἀγαρηνοὶ ἐκεῖθεν μὲ ἀτιμίαν, ἔδωκεν εἰς ἕνα τουρκόπουλον πέντε γρόσια καὶ τὸ ἔστειλε καὶ ἔβαψε τὸ μανδήλιον του εἰς τὸ αἷμα τοῦ Μάρτυρος καὶ τοῦ τὸ ἔφερεν· ὕστερον δὲ τὸ τουρκόπουλον εἶπε τοῦτο εἰς ἕνα καὶ ἄλλον ἀγαρηνόν, ὅθεν ἐκεῖνοι τὸ ἔστειλαν καὶ εζήτησεν ἀπὸ τὸν Χριστιανὸν ακόμα ἄλλα πέντε γρόσια, καὶ ἐπειδὴ ἐκεῖνον δὲν ἤθελε νὰ τα δώση, τὸν ἐπρόδωσαν εἰς τον Βεζύρην, ὅστις καὶ ἀπεφάσισε νὰ τον θανατώσουν. Ἀλλ’ ἐπειδὴ ὁ δραγουμάνος τῆς βασιλείας τὸν εἶχε φίλον, τὸν ἐγλύτωσεν ἀπὸ τον θάνατον, τὸν ἔῤῥιψαν ὅμως εἰς μίαν σκοτεινὴν φυλακήν, καὶ ἔκαμεν ἐκεῖ ἕξ μήνας, καὶ κάθε βράδυ ἔβλεπε μίαν
ἀκτῖνα φωτός, ὁποῦ ἤρχετο ἀπὸ τὸν τόπον ὁποῦ ἔκοψαν τὸν Μάρτυρα και τοῦ ἔλαμπε μέσα εἰς τὴν φυλακήν, καὶ ἐπαρηγορεῖτο ἀλλέως ἤθελεν ἀποθάνῃ ἀπο τὴν πολλὴν στενοχωρίαν. Ἔπειτα δίδοντας τέσσαρες χιλιάδες γρόσια εὐγῆκεν ἀπὸ τὴν φυλακήν, καὶ ὁμοῦ μὲ τὸν ἀδελφόν του, πωλοῦντες εἴτι εἶχον, ἐπῆγαν και ἐπροσκύνησαν τοὺς Ἁγίους Τόπους εἴς τε τὴν Ἱερουσαλήμ, καὶ εἰς τὸ Σίναιον ὄρος, καὶ ἐλθόντες εἰς τὸ Ἅγιον Ὄρος ἐμόνασαν, μετενομασθέντες ὁ μὲν πρῶτος Ἀγάπιος ὁ ὁποῖος ἐτελείωσε θεαρέστως τὴν ζωήν του εἰς τὴν Μονὴν τοῦ Δοχειαρίου, εἰς τὴν ὁποίαν ἀφιέρωσε καὶ τὸ μανδήλιον τὸ βαμμένον μὲ τὸ αἷμα τοῦ Μάρτυρος· ὁ δὲ ἄλλος ἐτελείωσεν εις τὴν Μονὴν τοῦ Κουτλουμουσίου. Οὕτω γουν ὁ μακάριος Ῥωμανὸς ἔλαβε τὸ στέφανον τοῦ μαρτυρίου καὶ τῆς καλῆς τελειώσεως εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ Ἐγκλείστου τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', ὁ Προεόρτιος. Εἱρμός.
Ὑπῆλθον ὡς νυμφῶνα τῆς καμίνου, τὴν φλόγα τὴν ἄσβεστον, οἱ δι᾽ εὐσέβειάν ποτε, Παῖδες Ἅγιοι δειχθέντες Θεῷ, καὶ συμφώνως μελῳδοῦντες, ὕμνον ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Χριστὸς ἡ σωτηρία, ἐπεφάνη φωτισμὸν δωρούμενος, ἀγαλλιάσθω οὐρανός, αἱ νεφέλαι δὲ ῥανάτωσαν, ἀληθῶς δικαιοσύνην τοῖς κραυγάζουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὁ πόκος ὃν προεῖδε, Γεδεὼν πλήρη λεκάνην ὕδατος, ἐναποστάξαντα σαφῶς, τὸ σὸν Βάπτισμα ἐδήλου Χριστέ, ὃ παρέξεις βαπτισθεὶς τοῖς ἀναμέλπουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἁλσὶ τὰ ἀτεκνοῦντα, Ἐλισαῖος θεραπεύσας ὕδατα, τὴν εὐτεκνίαν τῆς σεπτῆς, Κολυμβήθρας προεικόνισεν, ἐσομένην μυστικῶς τοῖς ἀναμέλπουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. 

Τῆς Ὁσίας. Ἀντίθεον πρόσταγμα
Κακῶς προμηθούμενος ὁ ἐνάντιος, ψυχῆς σου, τὸ εὔτονον, μαλάξαι νόσοις ᾤετο· Ἰὼβ δὲ ἐνέτυχε μαρτυρικῷ καὶ σοφῷ, πόνον ἀπεκρούσθη οὖν τῶν σῶν, ὑπομονῇ σοφῇ τιτρωσκόμενος.
Ἡ σὴ νῦν προσώκειλεν ἐκ τρικυμίας, τοῦ βίου πρὸς εὔδιον, ψυχὴ λιμένα βρίθουσα, καλλίστων ἐνθέων τε, τῶν ἀγωγίμων σοφή, ἔνθα προητοίμασται τῶν σῶν, τληπαθειῶν πολλῶν ἡ ἀνάπαυλα.
Σοφῶς καθωδήγησας ἐν κοινοβίῳ, τὸν τόπον τυγχάνουσα, μὴ μεταλλάττειν πώποτε· μεγάλης γὰρ πρόξενος ἡ ἀμοιβὴ πημονῆς, λόγοις τε καὶ πράξεσιν ὀνεῖν, τάς μοναζούσας ὄντως οὐκ ὤκνησας.
Θεοτοκίον
Ὑδάτων ἡ φύσις με τῆς ἁμαρτίας, ἐκπλύνει τοῦ τόκου σου τῷ ὑπὲρ λόγον νεύματι· Θεοῦ γὰρ ἡ κάθαρσις, τοῦ Ποιητοῦ τοῦ φωτός, ῥύπτει Θεονύμφευτε πολλοῖς, τοὺς ῥυπωθέντας Κόρη ἐν πταίσμασι. 












ᾨδὴ η', ὁ Προεόρτιος. Εἱρμός.
Τέρατος ὑπερφυοῦς ἔδειξε τύπον, ἡ πυρένδροσος κάμινος πάλαι· τὸ γὰρ πῦρ οὐκ ἔφλεξε νέους Παῖδας, Χριστοῦ προδηλοῦν, τὴν ἀσπόρως ἐκ Παρθένου θείαν Γέννησιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Αἴνεσιν μεγαλοφώνως τῷ Δεσπότῃ, ἀναπέμψωμεν· ἦλθεν ἐφάνη, ἐπιβαίνει ὕδασι, καὶ γυμνοῦται ὁ Οὐρανόν, ταῖς νεφέλαις περιβάλλων καὶ βαπτίζεται, καθαίρων ἡμᾶς τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Δεῦτε νοερῶς πρός, Ἰορδάνην, ἀφικώμεθα θέαμα μέγα, ἐν αὐτῷ ὀψόμενοι· Ἰησοῦς γὰρ ὁ φωτισμός, παραγίνεται, καὶ δούλου ὑποκλίνεται, παλάμῃ σὺν τρόμῳ ἀναμέλποντος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἄνθραξ ὃν προεῖδεν Ἡσαΐας, ἐν τοῖς ὕδασι τοῦ Ἰορδάνου, ἀναφθεὶς συμφλέξεται ὕλην πᾶσαν ἁμαρτιῶν, καὶ παρέξει συντριβεῖσι τὴν ἀνάπλασιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. 

Τῆς Ὁσίας. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Σὺ Μακαρία πρὸς τὴν γῆν, τῶν πραέων ἀληθῶς φθάσαι ἐπόθεις, ἔνθα τάξεις Ἀγγέλων, Ὁσίων καὶ Ἀσκητῶν, Παρθένων οἰκοῦσιν αἰώνια, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κάλλει τῆς φύσεως πασῶν, διαφέρουσα ψυχῆς ἐπεμελήθης, ἵνα πάντα τὰ πάθη τὰ ψυχικὰ νουνεχῶς, νικήσῃς· διὸ κάλλος σώματος, σβέσασα ἀνῆψας, ἀσκήσει τὴν ψυχήν σου.
Ἄγρυπον νοῦν πρὸς τὸν Θεόν, προθυμίᾳ τῆς ψυχῆς σὺ κεκτημένη, μεθοδείας τοῦ πλάνου, τοῦ σοφιστοῦ τῶν κακῶν, εἰς τέλος ἐκοίμισας Ἔνδοξε, καὶ νῦν κοιμηθεῖσα, βιοῖς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἀναγεννῆσαι τοὺς βροτούς, ὁ Υἱός σου βουληθεὶς πρός, Ἰορδάνην, ὥς περ ἄνθρωπος σπεύδει, Ἁγνή, δι᾽ ἄκραν στοργήν, ἀρρύπως βαπτισθῆναι ἅπαντα, ῥύπον τῆς κακίας, βυθίζων τῶν ἀνθρώπων. 











ᾨδὴ θ', ὁ Προεόρτιος. Εἱρμός.
Ἀπόρρητον τὸ τῆς Παρθένου μυστήριον· Οὐρανὸς γὰρ αὓτη, καὶ Θρόνος Χερουβικός, καὶ φωσφόρος ἀνεδείχθη Παστάς, τοῦ Θεοῦ καὶ Παντοκράτορος· αὐτὴν εὐσεβῶς, ὡς Θεοτόκον μεγαλύνομεν.
Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! Ἰησοῦς ἐφίσταται, θέλων πρὸς ποταμὸν Ἰορδάνην, βοῶν Ἰωάννῃ· Τὴν σὴν δεξιάν μοι φίλε δάνεισον, φρικτὰ ἐκτελοῦντι, εἰς λαοῦ μου περιποίησιν.
Τὰ ἔρημα τοῦ Ἰορδάνου ἀνθείτωσαν, οἱ ἐν σκότει κείμενοι, μέγα ἐπιφανὲν ὑμῖν, φέγγος ἰδόντες σκιρτήσατε· Χριστός, Γαλιλαίᾳ ἀφικόμενος, σαρκὶ βαπτισθῆναι, ὑπὸ δούλου καταδέχεται.
Εὐφράνθητι νῦν Ἰορδάνη καὶ χόρευε, ὦ Ἰωάννη σκίρτησον, πᾶσα ἡ οἰκουμένη ἀγάλλου, ἰδοὺ ἐπεφάνη Χριστός, καὶ γυμνοῦται καὶ βαπτίζεται, στολὴν περιβάλλων, ἀφθαρσίας τὸ ἀνθρώπινον.
Θεοτοκίον
Συνέλαβες δίχα φθορᾶς Παναμώμητε, τὸν ἀπερινόητον· τίκτεις δὲ ὑπὲρ φύσιν καὶ λόγον, τὸν λόγῳ τὰ πάντα σαφῶς, ὑποστήσαντα βουλήματι, αὐτὸν ὡς Θεὸν ἀεὶ δυσώπει, τοῦ σωθῆναι ἡμάς. 

Τῆς Ὁσίας. Ἀνάρχου Γεννήτορος.
Λαμπρύνασα κάλλεσι, τῆς Παρθενίας Ἔνδοξε, σεαυτὴν ὡραΐζεις τοῖς διαδήμασι, τῆς ἀσκητικῆς πολιτείας· ὅθεν διπλῷ, στέφει καταστέφει, ὁ ξένος Νυμφίος σου, οὗ ἐτρώθης σὺ τῷ ἔρωτι.
Ἐλπὶς οὐ κατῄσχυνε, Συγκλητικὴ σε πάνσεμνε, τῶν μελλόντων ἣν ἔσχες ἐν τῇ καρδίᾳ σου· νῦν γὰρ ἀπολαύεις τῶν πόνων, τάς ἀμοιβάς, παρὰ τοῦ Σωτῆρος, ἀνθ᾽ ὧν τῆς ἀσκήσεως, ἅπαν εἶδος ἐπετήδευσας.
Ἰσχὺν καὶ κραταίωμα, σεμνὴ Χριστὸν ἐνδέδυσαι, καὶ εἰς γῆν ἀδικίαν κατεταπείνωσας, τοῦ λελαληκότος εἰς ὕψος, σὺ τὴν ὀφρύν· ὅθεν σε στεφάνῳ, τῆς νίκης ἐκόσμησεν, ὁ τῆς νίκης βραβευτής, Ἰησοῦς.
Θεοτοκίον
Ἐν σοὶ τοῦ Προπάτορος, ἡ πτῶσις στάσιν ἔλαβε· προχωρεῖν περαιτέρω σθένος μὴ ἔχουσα, τῷ γὰρ Βαπτισμῷ τοῦ Υἱοῦ σου, ἅπαν κακόν, νῦν κατεβαπτίσθη, οὐκοῦν τὴν αἰτίαν σε, τῆς καθάρσεως γεραίρομεν. 

Ἐξαποστειλάριον. Τῆς Ὁσίας. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Συγκλητικὴς Ὁσίας, τὴν θείαν κλῆσιν ἐν ᾠδαῖς, μοναζουσῶν ἀγέλαι, καὶ τῶν μιγάδων οἱ χοροί, ὑμνολογῆσαι ἀξίως, σήμερον σπεύσατε πάντες.
Προεόρτιον
Ὁ ἐκ Παρθένου λάμψας, ἐν Βηθλεὲμ σωματικῶς, πρὸς Ἰορδάνην νῦν σπεύδεις, ῥύπον ἐκπλῦναι γηγενῶν, φωταγωγῶν τοὺς ἐν σκότει, διὰ Βαπτίσματος θείου. 

Εἰς τοὺς Αἴνους. Προεόρτια. Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Τὶ ἀμφιγνοεῖς, Βαπτιστὰ οἰκονομίαν, ἣν περ ἐκτελῶ, εἰς ἁπάντων σωτηρίαν, τὰ πάλαι ἄφες ἄρτι, καὶ λογίζου τὰ πρόσφατα, πίστευε Θεῷ συγκαταβάντι, καὶ προσελθὼν ἐμοὶ ὑπούργει· Θεὸς ἦλθον γάρ, δι᾽ εὐσπλαγχνίαν τὸν Ἀδάμ, καθᾶραι τοῦ πτώματος. 

Αἴρων τάς ἡμῶν, ἁμαρτίας ἐπὶ ὤμων, ἦλθες Ἰησοῦ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, ἐγὼ δὲ δέδοικα σου, τὸ φρικτὸν τῆς ἐλεύσεως· πῶς οὖν μοι κελεύεις σε βαπτίσαι; αὐτὸς ἐμὲ καθᾶραι ἣκεις, καὶ πῶς Βάπτισμα, τὸ παρ’ ἐμοῦ ἐπιζητεῖς, τὸ πάντων καθάρσιον. 

Φύσεως ἐμῆς, ἀκατάληπτος ὁ λόγος, δούλου δὲ μορφήν, ἐνδυσάμενος προῆλθον, ἐπὶ τὸν Ἰορδάνην, μηδαμῶς μοι ἀμφίβαλλε. Δεῦρο, μὴ φοβοῦ, προσέγγισόν μοι, τὴν δεξιὰν τῇ κορυφῇ μου, τιθεὶς βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. 

Ὤ τῆς ὑπὲρ νοῦν, καὶ ἀμέτρου σου πτωχείας, Λόγε τοῦ Θεοῦ! δι᾽ ἐμὲ τὸν πεπτωκότα, ἐπέγνων σε δι᾽ οἶκτον, τὸν Ἀδὰμ ἐνδυσάμενον, καὶ τοὺς ἐξ Ἀδὰμ καινοποιοῦντα, καὶ πειθαρχῶν τῇ σῇ κελεύσει, πιστῶς κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. 

Δόξα. Ἦχος πλ. δ΄. Τῆς Ὁσίας.
Καθαρὰ Ὁσία τυγχάνουσα, καὶ τὴν καρδίαν ἀπὸ τῶν ἐμπαθῶν λογισμῶν καθαρὰν κεκτημένη, μυσταγωγὸς παρθένων, καὶ κῆρυξ τοῦ Εὐαγγελίου ἀναδέδειξαι. Νευρωθεῖσα γὰρ τῷ θείῳ Πνεύματι, ἐν πολλαῖς δακρύων ἐκχύσεσι, ἐν ἀῤῥαγεῖ πίστει, ἐν ἐπιγνώσει τελείᾳ, καὶ ἀνεπιστρόφῳ φρονήματι, τὴν ὁδὸν τοῦ Κυρίου διώδευσας, καὶ τὸ βάρος τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν τὸν καύσωνα, μετὰ χαρᾶς ἐβάστασας. Ἀλλ’ ὦ Συγκλητικὴ μακαρία, τῇ Τρισηλίῳ Θεότητι πρέσβευε, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων ἐν πίστει, τὸ σὸν μνημόσυνον.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.




Μεγαλυνάρια.
Χαίροις τῶν παρθένων ἡ καλλονή, καὶ Ἰὼβ τοῦ θείου, ἐκμαγεῖον ἐν πειρασμοῖς· χαίροις οὐρανίου, συγκλήτου κληρονόμε, Συγκλητικὴ θεόφρον, Πνεύματος ὄργανον.
Χαίροις τῶν παρθένων χειραγωγός, καὶ τῶν ἀσκουμένων, πολυτίμητος θησαυρός· χαίροις τῆς ἐρήμου, Συγκλητικὴ τὸ θρέμμα, καὶ πάσης Ἐκκλησίας, τὸ ἐγκαλλώπισμα.




































ΠΑΡΑΚΛΗΣΙΣ
(Ἰσιδώρα ἡγουμένη, Ἁγιεροθεΐτισσα)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μοναζουσῶν τὴν καλλονὴν καὶ τὸ κλέος, τῶν ἀρετῶν τὸ πολυτίμητον σκεῦος, Συγκλητικὴν τιμήσωμεν ᾀσμάτων ᾠδαῖς· ἄϋλον καὶ ὑπερκόσμιον, διεξῆλθε τὸν βίον, πόθῳ ἀγαπήσασα, τῆς ψυχῆς τὸν Νυμφίον· παρισταμένη ὅθεν σὺν Αὐτῷ, πᾶσιν αἰτεῖται, τῆς δόξης τὸν στέφανον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Συγκλητικὴν τιμῶ, μοναζουσῶν τὸ κλέος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν παράσχου μοι σαῖς εὐχαῖς, καὶ σθένος ἐξ ὕψους, τοῦ ὑμνῆσαί με ἱκανῶς, τῆς σῆς ἰσαγγέλου πολιτείας· Συγκλητικὴ τὰ λαμπρὰ κατορθώματα.
πόπτερος Μῆτερ ὡς ἀετός, πρὸς πόλον ἀνέπτης, ταῖς ἂΰλοις σου προσευχαῖς, καὶ κάλλος ἑώρας σοῦ Νυμφίου· Συγκλητικὴ ἀσκουσῶν ἐγκαλλώπισμα.
Γυμνάσας Μῆτερ Συγκλητική, σαυτὴν ὑπομένειν, τῆς ἀσκήσεως τὸν ζυγόν, παρθένων ὡδήγησας χορείαν, πρὸς ἀρετῶν θεαρέστων γυμνάσματα.
Θεοτοκίον.
Κυρίαν Ἀγγέλων καὶ τῶν βροτῶν, ἔγωνμέν Σε Κόρη, θεοδόξαστε Μαριάμ, παθῶν κυριεύειν παραλόγων, τοὺς Σοὺς ἱκέταις λιταῖς Σου ἱκάνωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνθεῖσα τῷ κάλλει τῶν ἀρετῶν πάνσεμνε, ἤστραψας φαιδρῶς ἐν τῷ βίῳ, καθάπερ ἥλιος, καὶ καθυπέδειξας, Συγκλητικὴ μοναζούσαις, τρίβον πρὸς οὐράνιον, πόλιν ἀνάγουσαν.
δυνθεῖσα τῷ πόθῳ τοῦ θεϊκοῦ ἔρωτος, πάντα τὰ ἐν κόσμῳ ἡδέα, ὡς χοῦν παρέδραμες, ἀνεπιστρόφως διό, Συγκλητικὴ ἠκολούθεις, τὸν ἡδὺν Νυμφίον σου, θείαις ἀσκήσεσιν.
Τὸν Ἰὼβ ἐμιμήσω Συγκλητικὴ ἄριστα, πόνους τῇ σαρκὶ ὑποστᾶσα, θλίψεις τε χαίρουσα· διὸ πρὸς ἄπονον νῦν, συνεπαγάλλει νυμφῶνα, στέφανον κομίσασα, τὸν ἀμαράντινον.
Θεοτοκίον.
ατρὸν ἡ τεκοῦσα πᾶσι βροτοῖς ἄμισθον, πάθη τῆς ψυχῆς μου Παρθένε, Σὺ ἐπικούφισον, ταῖς μητρικαῖς Σου λιταῖς, καὶ τὴν ὑγείαν παράσχου, πᾶσι τοῖς δοξάζουσι, Σοῦ τὴν ἀντίληψιν.
Προσάγαγε, ἱκετηρίαν πρὸς Κύριον εὐαρέστως, τῆς ἐρήμου Συγκλητικὴ φαιδρὸν ἐγκαλλώπισμα, δωρήσασθαι πᾶσι πταισμάτων λύσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Παρθένων χορὸν ὁσίως διεποίμανας, εἰς χλόην τερπνήν, τῶν λόγων τοῦ Κυρίου σου, καὶ ἡμᾶς ὁδήγησον· εἰς νομὴν ζωῆς τὴν σωτήριον, Συγκλητικὴ καὶ σκέπασον ἡμᾶς, τοὺς πόθῳ τιμῶντας τοὺς ἀγῶνάς σου.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κραταιὸν ὅπλον ἔσχηκας, Μῆτερ προσευχὴν νηστείαν καὶ δάκρυα, τοῖς αὐτοῖς κἀμὲ ὁπλίσασθαι, ὦ Συγκλητικὴ εὐχαῖς σου δίδαξον.
τοῦ Πνεύματος χάρις σε, ὄργανον τερπνὸν καὶ θεῖον εἰργάσατο· ἐμελώδεις ὅθεν ῥήματα, μοναζούσαις Μῆτερ τὰ σωτήρια.
Νουνεχῶς προτετίμηκας, ὦ Συγκλητικὴ τῆς δόξης τὸν Κύριον· διὸ πλοῦτον καὶ εὐγένειαν, ὡς ἱστὸν ἀράχνης κατεπάτησας.
Θεοτοκίον.
Τὴν Παρθένον ὑμνήσωμεν, τὴν μετὰ τὸν τόκον μείνασαν ἄφθορον· καὶ καρδίας ὄμμα αἴροντες, τὴν Αὐτῆς πρεσβείαν αἰτησώμεθα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ασαι ἡμῶν, τῆς ψυχῆς δεινὰ ἀλγήματα, ὡς ὑπέμεινας στεῤῥῶς Συγκλητική, ἐν τῇ σαρκί σου πολυώδυνα νοσήματα.
Μύρον νοητόν, ἐκ ψυχῆς σου Μῆτερ ἔβλυσεν, ὅτι ἔφερες γενναίῳ λογισμῷ, ἀσθενειῶν σου, τὰ δυσφόρητα ἀλγήματα.
ριμον καρπόν, ἐκβλαστάνειν με ἀξίωσον, καὶ διάθρεψον σοφὴ Συγκλητική, τοῖς μελιῤῥύτοις, καὶ ἐνθέοις σου διδάγμασιν.
Θεοτοκίον.
Μόνην τὸν Θεόν, ἀνωδύνως ἀπεκύησας, ἀπειρόγαμε Παρθένε Μαριάμ, ἡμᾶς ἐκ πόνων, τῆς κολάσεως ῥυόμενον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
ρθρίσασα, πρὸς Θεὸν ἐπέτασας, ἐν κλαυθμῷ τὰς σεβασμίας σου χεῖρας, Συγκλητική, καὶ εἱλκύσω τὸ Πνεῦμα, τὸ ἀγαθὸν καὶ εὐθὲς καὶ πανάγιον· Αὐτὸ σκηνῶσαι καὶ ἡμῖν, τοῖς πιστοῖς σου ἱκέταις δυσώπησον.
Νηστεύουσα, τὸν ἐχθρὸν ἐνίκησας, τὸν τὴν Εὔαν ἐκνικήσαντα πάλαι, Συγκλητική, ἐγκρατείας ἡ στάθμη, καὶ ἀρετῶν ἀκριβὴς ὑποτύπωσις· διὸ παράσχου καὶ ἡμῖν, ἀρεταῖς τὴν ζωὴν διανύσασθαι.
δούλωτον, τῆς ψυχῆς τὸ φρόνημα, διετήρησας στεῤῥᾷ σου ἀσκήσει, καὶ πρὸς Χριστόν, τὸν Νυμφίον σου Μῆτερ, τῆς παρθενίας ταῖς πτέρυξιν ἔφθασας, πρεσβείαις σου Συγκλητική· καὶ ἡμᾶς τῶν παθῶν ἐλευθέρωσον.
Θεοτοκίον.
Ζωήῤῥυτον, Σὲ πηγὴν ἐπέγνωμεν, ἀφθαρσίας ἀναβλύζουσα ῥεῖθρον, τὴν τοῦ Ἀδάμ, καταπαύσασαν δίψαν, Θεογεννήτρια Παρθένε πανάχραντε, τοῖς νάμασι Σῶν πρεσβειῶν, καὶ ἡμῶν τὰς καρδίας ἐπόμβρισον
Προσάγαγε, ἱκετηρίαν πρὸς Κύριον εὐαρέστως, τῆς ἐρήμου Συγκλητικὴ φαιδρὸν ἐγκαλλώπισμα, δωρήσασθαι πᾶσι πταισμάτων λύσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μοναζούσαις ἀκλινῆ ὁδὸν καθυπέδειξας, ἑκουσίως τοὺς ἀσκητικοὺς ἄθλους στέρξασα· ὅθεν εὗρες τῶν σῶν καμάτων γέρα ἀληθῆ· διὸ πρεσβεύε Συγκλητική, τοῦ πορευθῆναι καὶ ἡμᾶς, τὴν ὁδὸν τῆς ἀσκήσεως, δίδου ἡμῖν ἀνδρείαν, καὶ σύνεσιν καὶ σοφίαν, εἰς τὸ τηρεῖν τὰς ἐντολάς, τοῦ Κυρίου ἐν εὐθύτητι.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού, ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αὶ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δόξαν τὴν ἐπίκηρον, περιχαρῶς ἀπηρνήσω, καὶ σαὐτὴν ἐξέδωκας, ἑκουσίαις θλίψεσιν ἀξιάγαστε, τὴν σκληρὰν ἄσκησιν, ὡς τρυφὴν ἡγήσω, δι’ ἀγάπην τοῦ Νυμφίου σου, παρθένοις ῥήματα, τὰ θεοπρεπῆ ἐξεδίδασκες, αὐτὰς θερμῶς προτρέπουσα, τοῦ τηρεῖν Χριστοῦ τὰ προστάγματα, δέχου ἱκεσίαν, ἣν πόθῳ σοι προσάγομεν σεμνή, Συγκλητικὴ ἡ κοσμίσασα, Ὁσίων τὰ τάγματα.





ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ χοροὶ τῶν Ἀγγέλων κατεπλάγησαν πάντες καθυπομένουσαν, ὁρῶντές σε τοὺς πόνους, ψυχῆς ἐν προθυμίᾳ, καὶ πολλῇ γενναιότητι· μεθ’ ὧν ἀπαύστως Χριστόν, Συγκλητικὴ δυσώπει.
λικῆς ἐμπαθείας καὶ γηΐνων φροντίδων τὸν νοῦν ἐχώρησας, τῷ πόθῳ τετρωμένη, τῆς ἄνω Βασιλείας, καὶ εὐκλείας τῆς κρείττονος, ἣν καὶ ἡμῖν σαῖς εὐχαῖς, Συγκλητικὴ παράσχου.
Σελασφόροις ἀκτῖσι φωταυγείας ἐνθέου ηὐγάσθης ἔνδοξε, Θεὸν τὸν ἐν Τριάδι, ἀΰλως καθορῶσα, ὀφθαλμοῖς τῆς καρδίας σου· Συγκλητικὴ ὅθεν φῶς, ἡμῖν τὸ θεῖον δεῖξον.
Θεοτοκίον.
ς νυμφῶνα τῆς δόξης καὶ παλάτιον θεῖον καὶ θρόνον πάγχρυσον, τῶν πάντων Βασιλέως, Παρθένε Σε τιμῶμεν, καὶ Μητέρα τοῦ κτίσαντος· Τοῦτον ἀπαύστως ἁγνή, ἱλέωσαι εὐχαῖς σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νομὴν πρὸς θείαν, Συγκλητικὴ καθοδήγεις, ἀσκουμένων παρθένων χορείαν, τῶν ἐφεπομένων, ἐνθέοις διδαχαῖς σου.
Τοῦ Παραδείσου, κάλλη τὰ ἄῤῥητα εἶδες, πρὸ τοῦ τέλους σου Μῆτερ Ὁσία, τούτων ἡμῖν δεῖξον, Συγκλητικὴν τὴν δόξαν.
μβροις δακρύων, Συγκλητικὴ οὐκ ἐπαύσω, καταβρέχεις στρωμνὴν τὴν σκληράν σου· ὅθεν αἰωνίως, ἡμᾶς δακρύων ῥῦσαι.
Θεοτοκίον.
Κρήνη ναμάτων, ζωοποιῶν Σὺ ὑπάρχεις, ἀπειρόγαμε Κόρη Μαρία, σβέσον Σαῖς πρεσβείαις, τῶν πειρασμῶν τὴν φλόγαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαμπτὴρ τοῖς ἐν τῷ σκότει, Μῆτερ ἀνεδείχθης, Συγκλητικὴ τῶν παρθένων φαιδρὰ καλλονή, τῆς παρθενίας ἀκτῖσιν, ἡμᾶς καταύγασον.
Εὐφράνασα ἐν βίῳ, Κύριον τῆς δόξης, ἐν οὐρανοῖς ἠξιώθης στεφάνων πολλῶν, Συγκλητικὴ τῆς ἀλήκτου, χαρᾶς μετέχουσα.
Οἰκοῦσα ἐν ὑψίστοις, σὺν χοροῖς Ὁσίων, Συγκλητικὴ ἀπολαύεις, Τρισήλιον Φῶς· διὸ ἡμῶν τὰς καρδίας, Μῆτερ καταύγασον.
Θεοτοκίον.
Σὲ τεῖχος καὶ λιμάν, ἔχοντες Παρθένε, οὐ δειλιῶμεν παγίδας ἐχθρῶν δυσμενῶν, ὅτι ὡς Μήτηρ ἰσχύεις, ὅσα καὶ βούλεσαι.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἁγνείας ὑπάρχουσα καλλονή, σωφροσύνης στήλη, ἐγκρατείας λαμπρὸς κανών, λάμπρυνον τὸν βίον, ἡμῶν τῶν σὲ τιμώντων, Συγκλητικὴ παρθένων, φαιδρὸν ἀγλάϊσμα.
Πόνους καρτεροῦσα ἐν τῇ σαρκί, ἄπονον πρὸς λῆξιν, μετετέθης Συγκλητική, ἔνθα ἀπολαύεις, χαρᾶς ἀνεκλαλήτου· διὸ ἡμῶν τὰς θλίψεις, εὐχαῖς σου κούφισον.
Στέρξασα τὰ ἄνω Συγκλητική, πάντων ὑπερεῖδες, τῶν ματαίων καὶ γεηρῶν, πλούτου γεννητόρων, καὶ πάσης προσπαθείας, ἵνα κερδίσῃς Μῆτερ, Χριστὸν τὸν Κύριον.
Τάγματα Ἀγγέλων ἐν οὐρανοῖς, ἔχαιρον ὁρῶντα, τὴν στεῤῥάν σου ὑπομονήν, ἥνπερ ἐπεδείξω, ἀνδρειοφρόνως Μῆτερ, Συγκλητικὴ ὡς στῦλος, Χριστοῦ ἀκλόνητος.
Χαίροις Μακεδόνων θεῖος βλαστός· χαίροις τῆς ἐρήμου, καλλιέρημα τὸ τερπνόν· χαίροις Ἐκκλησίας, Χριστοῦ ἡ ὡραιότης, Συγκλητικὴ Ὁσία, παρθένων καύχημα.
Πᾶσαι αἱ χορεῖαι μοναζουσῶν, Μῆτερ ἐγκαυχῶνται, τοῖς σοῖς ἄθλοις Συγκλητική, οὕσπερ ἐπεδείξω, προθύμῳ τῇ καρδίᾳ, ἡμῖν παρεχομένη, λαμπρὸν ὑπόδειγμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Λόγοις, σῶν ἐνθέων διδαχῶν, τῶν μοναζουσῶν τὰς καρδίας, προσαγαγοῦσα Χριστῷ, ἔχαιρες δοξάζουσα, Αὐτοῦ τὸ ὄνομα, τὸ γλυκὺ καὶ ἐράσμιον, παρέχουσα Μῆτερ, τύπον καὶ ὑπόδειγμα, σαὐτὴν πανάριστον· δίδου ἡμῖν σθένους ἐξ ὕψους, θλίψεις ὑπομένειν εὐτόνως, ὦ Συγκλητικὴ ἐρήμου καύχημα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου