ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΖ΄!!
ΙΩΑΚΕΙΜ ΠΑΝΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μητρ.
Κυρίλλου Κογεράκη)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τῶν
φιλεόρτων οἱ δῆμοι δεῦτε συνέλθωμεν, Ἰωακεὶμ τοῦ Πάνυ, τοῦ σοφοῦ Πατριάρχου,
τὴν μνήμην ἐκτελοῦντες χαρμονικῶς, καὶ αὐτῷ ἀνακράξωμεν· θεομακάριστε Πάτερ
πάντων ἡμῶν, ὑπερεύχου τῶν τιμώντων σε.
Ἐκ
νεαρᾶς ἡλικίας Θεὸν ἐζήτησας, Ἰωακεὶμ θεόφρον, ὡς συνέσεως πλήρης, καὶ πάντων
παροδεύσας τῶν γεηρῶν, ὥσπερ ἄγγελος ἔζησας· διὸ ἀξίως ἐκτήσω ἐν οὐρανοῖς, μετ’
Ἀγγέλων τὸ πολίτευμα.
Τῶν
Ἀθηναίων ἡ πόλις κομπάζει σήμερον, τὰ σπάργανά σου Πάτερ, γηθοσύνως τιμῶσα, καὶ
Αἴγυπτος χορεύει Ἰωακείμ, ἄλλον Νεῖλόν σε ἔχουσα, πνευματικὸν τὰς καρδίας τῶν
εὐσεβῶν, ὑπὲρ λόγον καταρδεύοντα.
Ἐν
τῇ καθέδρᾳ καθίσας νεύσει τῇ ἄνωθεν, Ἰωακεὶμ τοῦ Μάρκου, ἐν αὐτῇ ἑωσφόρος,
διέλαμψας ὡς μέγας ταῖς τῶν πολλῶν, ἀρετῶν σου πυρσεύμασι, καὶ παραδόξων
θαυμάτων σου ἀστραπαῖς, καταυγάζων τοὺς θεόφρονας.
Δόξα.
Ἦχος β΄.
Ὅσιε
Πάτερ, ἀμέμπτῳ πολιτείᾳ σεμνυνόμενος, ὡς δι’ ἀγώνων ἀσκητικῶν, τῶν προσύλων
προκαθαρθείς, ἐπὶ καθέδρας ὑψηλῆς, θεωρίᾳ καὶ πράξει διέλαμψας· διό σε ὁ ἐπὶ
πάντων Θεός, Ἰωακεὶμ μακάριε ἀμειβόμενος, τῶν θαυμάτων σοι τὴν χάριν ἐδωρήσατο,
δι’ ἧς τῶν ἀλλοφύλων εἰς τέλος, τὴν μετέωρον θρασύτητα κατήσχυνας. Αὐτῶν οὖν
τῆς ἐπιβουλῆς, καὶ νῦν διάσωσον τὴν ποίμνην σου, ἀφορῶσαν πιστῶς τῇ πρεσβείᾳ
σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σύ μου σκέπη κραταιά, ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ,
ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
οἱ εὐσεβεῖς, Ἰωακεὶμ τὸν Πάνυ, τὸν τῆς Ἀλεξανδρείας, ὑπέρκαλον ποιμένα, ἐν
ὕμνοις εὐφημήσωμεν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Ψήφῳ
τῇ θεϊκῇ, ἀνὴρ ὡς θεοφόρος, δι’ ἀρετῆς ἀγώνων, τοῦ Μάρκου ἐν τῷ θρόνῳ, ἀνήχθης
Πάτερ Ὅσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χάριν
Ἰωακείμ, λαμπρῶς ἐνδεδυμένος, τοῦ θείου Παρακλήτου, πυρσὸς τοῖς ἐν Αἰγύπτῳ,
ἐφάνης παρακλήσεως.
Δόξα.
Τριαδικόν.
Φύσις
ἡ τριφεγγής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ παντουργὸς Θεότης, ἡμᾶς τοὺς
προσκυνοῦντας, τὸ κράτος Σου ἐλεήσον.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
Μαριάμ, ἀφράστως ἡ τεκοῦσα, τὸν ἕνα τῆς Τριάδος, ἱκέτευε ἀπαύστως, αὐτὸν ὑπὲρ
τῆς ποίμνης Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὡς ὑπέρλαμπρον σκεῦος ἐπιπνοίας τῆς ἄνωθεν, τῆς
Ἀλεξανδρείας ἀνῆλθες, ἐν τῷ θρόνῳ μακάριε, καὶ ἔλαμψας ὡς λύχνος ἐν αὐτῇ,
ἀκτῖσι τῶν πολλῶν σου ἀρετῶν, καὶ θαυμάτων παραδόξων μαρμαρυγαῖς, διό σοι
ἀναβοῶμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ διὰ
σοῦ Ἰωακείμ, ἡμῖν χάριν βραβεύοντι.
Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζωὴν
τὴν ἰσάγγελον ἀσκητικῶς μετελθών, ποιμὴν ἀνηγόρευσαι τῆς Ἀλεξάνδρου σεπτός, τῇ
ψήφῳ τοῦ Πνεύματος· ὅθεν χριστομιμήτῳ, ποιμασία ἐμπρέψας, ἔνδον τῆς ἀκηράτου,
προσεχώρησας δόξης, Θεὸν Ἰωακεὶμ ἐκτενῶς, ἡμῖν ἱλεούμενος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας
τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.
Καὶ Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Σταυροῦ γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Σήμερον ἐξελαμψε φωτοειδὴς ὥσπερ ἥλιος,
ὁ Σταυρός σου ὁ τίμιος, Χριστὲ στηριζόμενος, ἐν Κρανίου τόπῳ, τῷ δεδοξασμὲνῳ·
καὶ ἀνυψούμενος Σωτήρ, ἐπὶ τὸ ὄρος σου τὸ πανάγιον, δηλοῖ ἐμφαντικώτατα, ὡς δι'
αὐτοῦ Παντοδύναμε, τὴν ἡμῶν φύσιν ὕψωσας, οὐρανοῖς ὡς φιλάνθρωπος.
Ἀνήγγειλαν σήμερον, οἱ οὐρανοὶ ἀκατάληπτε,
τοῖς ἀνθρώποις τὴν δόξαν σου· φαιδρῶς ἐξαστράψας γάρ, τοῦ Σταυροῦ ὁ τύπος,
φέγγει ἀπροσίτῳ, τὴν μανιώδη καὶ σκληράν, τῶν θεοκτόνων γνώμην διήλεγξε· διό
σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν
ἡμῶν.
Σταυρὸς ὁ πανάγιος, τὸ ἀκατάληπτον
τρόπαιον, ἀπὸ γῆς φανερούμενον, σήμερον προέρχεται, ὥσπερ κεκρυμμένος, θησαυρὸς
πλουτίζων, τὴν οἰκουμένην ταῖς αὐγαῖς, τῆς παγκοσμίου αὐτοῦ χρηστότητος· διό
σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν στέμμασι,
καταστέψωμεν τὸν Ἱεράρχην; Τὸν ἐξ Ἀθηνῶν ἀνατείλαντα, καὶ τὴν Ἐκκλησίαν
πυρσεύσαντα, ἐναρέτων ἔργων φωταυγείᾳ· τὸ ἄνθος, τῆς ἐγκρατείας τὸ ἡδύπνοον, τὸ
μύρον, τῆς εὐσεβείας τὸ πολύτιμον, Ἰωακείμ τε τὸν Πάνυ, τῶν πάλαι Πατέρων,
πνευματέμφορον μιμητήν, δι’ οὗ πρυτανεύεται, ἡμῖν πᾶσι θεῖον ἔλεος.
Ποίοις ᾀσματικοῖς μέλεσιν, ἀνυμνήσωμεν
τὸν Ποιμενάρχην; Τὸν ἐν τῷ Σιναίῳ τὸ πρότερον, καὶ ἐν Παλαιστίνῃ ἐσύστερον,
βιοτὴν ὁσίαν μετελθόντα· τοῦ Μάρκου, ἐν τῆ καθέδρᾳ διαπρέψαντα, καὶ κράτος, τῆς
ἀληθείας στερεώσαντα· τὸν πλημμυρίζοντα Νεῖλον, χάριτος τῆς ῥείθροις, τὸν
παμμέγαν Ἰωακείμ, δι’ οὗ πρυτανεύεται, ἡμῖν πᾶσι θεῖον ἔλεος.
Ποίοις μελῳδικοῖς ᾄσμασιν, εὐφημήσωμεν
τὸν Ἀρχιθύτην; Τὸν ἀσκητικῶς βιοτεύσαντα, καὶ ἀγγελικῶς λειτουργήσαντα, ἐπὶ γῆς
τῆς δόξης τῷ Κυρίῳ· τοῦ γένους, τῶν Ὀρθοδόξων τὴν παράκλησιν, ἐν ὥρᾳ, τῆς
βαρυτάτης χαλεπότητος· τὸν μιμητὴν τοῦ Δεσπότου, ἐν πᾶσιν ὀφθέντα, τὸν γεννάδαν
Ἰωακείμ, δι’ οὗ πρυτανεύεται, ἡμῖν πᾶσι θεῖον ἔλεος.
Δόξα.
Ἦχος δ΄.
Ὅσιε
Πάτερ Ἰωακείμ, ἀσκητικὴν πολιτείαν μετελθών, ὡς ἐκ νεότητος Θεῷ ἀνατεινόμενος,
τοῦ Παρακλήτου τὴν χάριν ἐθησαύρισας, καὶ Ἀλεξανδρείας ποιμὴν ἀνηγορεύθης,
εὐδοκίᾳ τοῦ Παρακλήτου Πνεύματος· ἔνθεν τῇ βακτηρίᾳ στηριζόμενος, τῆς ἄνωθεν
δοθείσης σοι γνώσεως, τὰ ἐσκορπισμένα τῆς ποίμνης σου πρόβατα, ἐν τῇ νομῇ τῆς
πίστεως ἐπισυνήγαγες, εἰς τόπον χλόης τῆς εὐσεβείας κατεσκήνωσας, καὶ ἐπὶ
ὕδατος ἀναπαύσεως ψαλμικῶς, τοῦ εὐαγγελικοῦ κηρύγματος ἐξέθρεψας, ἔργῳ τὸν
λόγον σου βεβαιῶν, καὶ θαύμασι μαρτυρούμενος, τῷ Κυρίῳ ὑπάρχων εὐάρεστος. Διὸ
σήμερον οἱ πιστοί, τὴν παναγίαν τελοῦντες μνήμην σου, εὐσεβῶς Ἱεράρχα,
δυσωποῦμέν σε· πρέσβευε ἐκτενῶς ὑπὲρ ἡμῶν, ὡς ἔχων πλουσίαν τὴν συμπάθειαν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τοῦ τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς,
ἐτροπώσατο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾷ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας,
Σταυροῦ τόν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός· νυνὶ τῶν πραγμάτων ἡ ἔκβασις εἰς ἡμᾶς
πεπλήρωται. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται. Σήμερον ἡ
κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ
χαρίσματα· διὸ γηθόμενοι πάντες, προσπίπτομέν σοι, λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ
ἔργα σου, Κύριε δόξα σοι.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ,
Ἀλεξανδρείας πόλις ἡ τρισένδοξος, καὶ σὺν αὐτῇ πᾶσα ἡ Αἴγυπτος, τοῦ ἐν
Πατριάρχαις ὑπερλάμπρου φωστῆρος, Ἰωακεὶμ τὴν μνήμην ἑορτάζουσαι. Οὗτος γὰρ ὁ
μακάριος, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, Θεῷ ἱερατεύσας ἐπὶ γῆς, καὶ ὑπὲρ τῶν
προβάτων, τὴν ψυχὴν αὐτοῦ θέμενος, ὡς ὄντως ποιμὴν φιλοπρόβατος, τῷ Ἀρχιποίμενι
παρίσταται Χριστῷ, ἐκτενῶς ἐν καιρῷ δουλείας πονηρᾶς, διὰ τοῦ εὐκλεοῦς σου
θεράποντος, ἀναψυχὴ τῷ λαῷ σου γενόμενος, καὶ ἐν αὐτῷ ἀληθεύοντα, βεβαιώσας τὸν
λόγον τῆς πίστεως, φιλάνθρωπε Κύριε δόξα Σοι.
Ἦχος β΄.
Ὅσιε Πάτερ Ἰωακεὶμ
πανθαύμαστε, χαῖρε καὶ εὐφραίνου, ὅτι πίστει μέγας γενόμενος, ὡς ὁ θεόπτης
Μωϋσῆς, ἐνώπιον τοῦ ἀλλοθρήσκου βασιλέως, θαύματα ἐξειργάσω παράδοξα· ὄρος γὰρ
τῇ προσευχῇ, γονυκλινὴς προσκαρτερήσας, ὡς ἔφη ὁ Σωτήρ, τριχοτομηθὲν
μετεκίνησας καὶ ἰοῦ θανατηφόρου γευσάμενος, ἀληθῶς ἀβλαβὴς διέμεινας,
σταυροτύπως εὐλογήσας τὸ ποτήριον. Ὢ τεραστίου φρικτοῦ! Δι’ οὗ τὴν ἐν
Εὐαγγελίοις τοῦ Δεσπότου φωνήν, ἀληθεύουσαν ἐβεβαίωσας, εἰς ἔλεγχον καὶ
καταισχύνην τῶν ἀπίστων, τῶν δὲ πιστῶν πνευματικὴν ἀγαλλίασιν. Ἀλλὰ καὶ νῦν
ἡμᾶς στήριζε ἀκλονήτους τῇ πρεσβείᾳ σου, ἐν τῇ καλῇ ὁμολογίᾳ τῆς πίστεως, Πάτερ
Πατέρων παμμακάριστε.
Ἦχος γ΄.
Μακάριος εἶ, Πάτερ Ἰωακείμ,
ὅτι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου, ψαλμικῶς σφόδρα ἠθέλησας· τῶν προσκαίρων γὰρ
καταφρονήσας ὁλικῶς, ὡς διαπιπτόντων καὶ μὴ μενόντων, ἐν τῷ Σιναίῳ μὲν πρῶτον
τῷ ὄρει, ὕστερον δὲ ἐν Παλαιστίνῃ τῇ ἁγίᾳ, ἀσκητικὴν πολιτείαν διήνυσας, δι’ ἧς
εἰς ὕψος ἁγιωσύνης ἀνελθών, Ἀλεξανδρείας κατεστάθης ποιμήν, τῆς Ἐκκλησίας πάσης
βιασαμένης σε· οὓς δὲ ἐτρύγησας καρποὺς τῶν ἀρετῶν, ὡς μυστικὴν παραθέμενος τράπεζαν,
τὰς ἐμπιστευθείσας σοι ἐξέθρεψας ψυχάς, νέος Ἰωσὴφ τοῖς ἐν Αἰγύπτῳ δεικνύμενος,
ἐν ἡμέραις λιμοῦ τοῦ νοητοῦ. Διό σε ὁ Θεὸς ἐθαυμάστωσε καὶ ἔνδον τῆς αἰωνίου
εἰσῆξε χαρᾶς, ἐν ᾗ τοῖς ἀπ’ αἰῶνος ἁγίοις συγχορεύων αἴτει ἡμῖν πταισμάτων
ἄφεσιν.
Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ Ἰωακείμ, εἰς πᾶσαν
τὴν οἰκουμένην ἐξῆλθεν ψαλμικῶς, ὁ φθόγγος τῶν παραδόξων θαυμάτων σου, δι’ ὧν
τὰς κλονουμένας ταῖς θλίψεσι ψυχάς, Ἀγαρηνῶν τῆς βαρυαλγούσης δουλείας, τῷ
θεμελίῳ τῆς πίστεως ἐπεστήριξας· Ἑβραίου τε δολίου τὰς βουλάς, τῇ πίστει
ὑπερζέσας ἠκύρωσας, αὐτὸς ἀδίκου θανάτου σωζόμενος, καὶ τὸν λαόν σου ὀλέθρου
ἐξαιρούμενος. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Πνευματικὴν χορείαν
συστησάμενοι, Ἀλεξανδρείας τῆς μεγάλης πόλεως, τῷ προέδρῳ Ἰωακεὶμ τῷ Πάνυ
ἀναβοήσωμεν· χαίροις, ὁ ἐν νυκτὶ δουλείας χαλεποῦς, ὡς οὐρανόφωτος ἀστὴρ
ἐξανατείλας, τῷ λόγῳ τῆς θεόθεν σοφίας σου, καὶ ἐπιδείξει τῶν ἐναρέτων ἔργων
σου· χαίροις, ὁ τὸ δοθέν σοι τάλαντον, ὡς φρόνιμος οἰκονόμας ἐπαυξήσας, καὶ τῶν
ἐντολῶν τοῦ Κυρίου ἐργάτης, φιλόπονος γενόμενος· χαίροις, Πατριαρχῶν τερπνὸν
ἐγκαλλώπισμα, καὶ τοῦ Ὀρθοδόξου λαοῦ ἀγαλλίαμα. Παῤῥησίν ὡς ἔχων πρὸς Θεόν,
ἱκετικῶς πρὸς Αὐτὸν μακάριε, τὰς ὁσίας σου χεῖρας ὕψωσον, αἰτούμενος τῇ
Ἐκκλησίᾳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὃνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν
ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο,
τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν
ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε
σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσι.
Ὡς
Ποιμένα Ποιμένων σε, ὡς Πατέρα Πατέρων σε, ὡς Ἀρχιερέα Ἀρχιερέων σε, ὡς
Ἀποστόλων διάδοχον, καὶ θεῖον διδάσκαλον, τοῦ λαοῦ τοῦ εὐσεβοῦς, ὀφθαλμὸν ὡς
ἀκοίμητον, εὐφημοῦμέν σε, τῆς Χριστοῦ Ἐκκλησίας θεομάκαρ, ἐκτελοῦντές σου τὴν
μνήμην, Ἰωακεὶμ τὴν ὑπέρφωτον.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Οὐρανίῳ
φρονήματι, καὶ χρηστότητος ἤθεσιν, ὡς δοχεῖον ἔμψυχος καθαρότητος, Ἰωακεὶμ
σεμνυνόμενος, τοῖς πᾶσιν αἰδέσιμος, κατεστάθης ἀληθῶς, καὶ Ἀπόστολος πέφηνας,
τρισκαιδέκατος, ἐν τοῦ Μάρκου ἀξίως τῇ καθέδρᾳ, ἀναβὰς τῇ ἐπινεύσει, τοῦ
Παρακλήτου θεσπέσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Προϊστάμενος
ἄριστα, ἐν καιρῷ χαλεπότητος, τῆς ἁγίας ποίμνης σου παμμακάριστε, τῶν ἀλλοτρίων
ἠκύρωσας, ἐχθρῶν τὰ βουλεύματα, συνεργούσης σοι τρανῶς, Παρακλήτου τῆς χάριτος,
καὶ ἐν θαύμασιν, ἐνεργήσας μεγίστοις παραδόξως, διετράνωσας τὴν πίστιν, Ἰωακεὶμ
τὴν Ὀρθόδοξον.
Δόξα.
Ἦχος πλ. β΄.
Εὐφρόσυνος
σήμερον ἡ μνήμη σου, τῆς Ἐκκλησίας τοῖς πέρασιν ἐξέλαμψεν, Ἰωακεὶμ
πολυθαύμαστε, τῶν εὐσεβῶν συγκαλοῦσα τὴν ὁμήγυριν, πρὸς αἴνεσιν καὶ δόξαν, τοῦ
ἀρχιποίμενος Χριστοῦ· ὅθεν τῇ τιμίᾳ σου κάρᾳ προστρέχοντες, τῇ ἀεννάως
ἀναβλυζούσῃ χάριτας, αὐτὴν εὐλαβῶς κατασπαζόμεθα, καὶ ἐν φωναῖς ψαλμικῶς
ἀγαλλιάσεως, μακαρίζοντές σε κράζομεν· χαίροις, τῶν Ἀθηνῶν βλαστὸς
εὐθαλέστατος, καὶ Ἀλεξανδρείας ποιμὴν φιλοπρόβατος· χαίροις, Πατριαρχῶν νέον
κειμήλιον, καὶ τῆς εὐσεβείας ὑποφήτης οὐράνιος· χαίροις, φωστὴρ οὐρανόφωτε, ὁ
ἀνατείλας τῇ οἰκουμένῆ, φωτὶ τῶν παραδόξων θαυμάτων σου. Ὡς ἔχων παῤῥησίαν πρὸς
Θεόν, πρέσβευε ἐκτενῶς, σωθῆναι τὰ ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι᾿ οὗ
τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ κτίσις σήμερον,
ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ᾿
ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς
ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὡς ὑπέρλαμπρον σκεῦος ἐπιπνοίας τῆς ἄνωθεν, τῆς
Ἀλεξανδρείας ἀνῆλθες, ἐν τῷ θρόνῳ μακάριε, καὶ ἔλαμψας ὡς λύχνος ἐν αὐτῇ,
ἀκτῖσι τῶν πολλῶν σου ἀρετῶν, καὶ θαυμάτων παραδόξων μαρμαρυγαῖς, διό σοι
ἀναβοῶμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ διὰ
σοῦ Ἰωακείμ, ἡμῖν χάριν βραβεύοντι.
Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζωὴν
τὴν ἰσάγγελον ἀσκητικῶς μετελθών, ποιμὴν ἀνηγόρευσαι τῆς Ἀλεξάνδρου σεπτός, τῇ
ψήφῳ τοῦ Πνεύματος· ὅθεν χριστομιμήτῳ, ποιμασία ἐμπρέψας, ἔνδον τῆς ἀκηράτου,
προσεχώρησας δόξης, Θεὸν Ἰωακεὶμ ἐκτενῶς, ἡμῖν ἱλεούμενος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας
τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.
Καὶ Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.
Ἦχος α'. Τὸν τάφον σου
Σωτήρ.
Ἰδοὺ Ἰωακείμ, τοῦ σοφοῦ Πατριάρχου,
ἐπέστη ὡς φωστήρ, ἡ πανεύσημος μνήμη, τὸν κόσμον συνεγείρουσα, πρὸς ἑόρτιον αἴνεσιν·
δεῦτε ἅπαντες, πνευματικῶς εὐφρανθῶμεν, μεγαλύνοντες, τὸν θαυμαστὸν ἐν Ἁγίοις,
Θεὸν ἀγαλλόμενοι.
Δόξα. Ὅμοιον.
Κοσμήσας ἀρετῶν, ταῖς ἰδέαις τὸν
βίον, ἐπέβης εὐκλεῶς, τὴν καθέδραν τοῦ Μάρκου, καὶ ἔνθεος διδάσκαλος, τῶν πιστῶν
ἐχρημάτισας, παρεχόμενος, τύπον σαὐτὸν καλῶν ἔργων, καὶ τῆς πίστεως, Ἰωακεὶμ
πολυτρόπως, ἐκφαίνων τὴν δύναμιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπλώσας ἐν Σταυρῷ τάς παλάμας, οἰκτίρμον,
τὰ ἒθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα·
ἀλλ' ἐπίβλεψον, ἐπὶ τὴν σὴν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ΄ ἡμᾶς πολεμίους,
Σταυρῷ τῷ τιμίῳ σου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀλεξάνδρου
πόλεως, ὁ Ἀρχιθύτης, εὐφημείσθω σήμερον, Ἰωακεὶμ ὁ θαυμαστός, ὅτι πρὸς τρίβους
κατηύθυνε, τῆς εὐσεβείας, πιστῶν τὰ πληρώματα.
Δόξα.
Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Χριστῷ
ἠκολούθησας καταλιπὼν τὰ ἐν γῇ, καὶ τοῦτον μιμούμενος ποιμὴν ἐδείχθης καλός, ὦ
Πάτερ τῆς ποίμνης σου· τάλαντον δ’ ἐπαυξήσας, τὸ δοθέν σοι θεόθεν, χαίρεις νῦν
ἐν ὑψίστοις, τὴν χαρὰν τὴν ἀγήρω, ἡμῖν Ἰωακεὶμ σαῖς εὐχαῖς, βραβεύων τὰ
κρείττονα.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ταχὺ
προκατάλαβε πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν,
Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς
ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν
μοναζόντων τὴν λαμπρὰν δᾳδουχίαν, Πατριαρχῶν τε τὴν φαιδρὰν εὐκοσμίαν, Ἰωακεὶμ
ὑμνήσωμεν, τὸν Πάνυ πρεπωδώς· λόγῳ γὰρ καὶ πράξεσι, λαμπρυνόμενος θείοις,
εὐσεβείας γέγονεν, ἱερὸς φυτοκόμος, καὶ ἐν καιρῷ δουλείας χαλεποῦς, τὸ τῶν
πιστῶν ἐπεστήριξε φρόνημα.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ἓν παραδείσῳ με δεινῶς πεπτωκότα,
τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανὶῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ
ῥυσάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω
θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ σταυρώσει σου, Κύριε.
Εἶτα, οἱ Ἀναβαθμοί, τὸ
α’ Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον. Ἦχος δ': Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στίχ. Τίμιος
ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ἱεραρχικόν.
Ό Ν' Ψαλμός.
Δόξα... Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου...
Ἰδιομελον. Ἦχος πλ.
β'. Στίχ.
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός.
Ὅσιε
Πάτερ, πολυειδῶς καὶ πολυτρόπως εἰς αἶνον τοῦ ἐραστοῦ τῆς ψυχῆς σου, Χριστοῦ
τοῦ Θεοῦ ἡμῶν ἔδραμες, πάντων καταφρονήσας τῶν γεηρῶν, καὶ ἐν ὁσιότητι καὶ
δικαιοσύνῃ, διαπεράσας τὸν βίον σου· διὸ καὶ ἀκήκοας, τὴν μακαρίαν φωνήν· εὖ
δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ μυστικοῦ ἀμπελῶνός μου, εἴσελθε εἰς τὴν
χαρὰν τὴν ἐμήν, ἔνθα ἐστὶν ἦχος, καθαρὸς ἑορταζόντων. Ἀλλ’ ἀπαύστως πρέσβευε
Αὐτῷ, Ἰωακεὶμ Πατριάρχα σεβάσμιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν
τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ
α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Σοφίαν,
ὁ τῆς σοφίας πρύτανις, Χριστέ, παράσχου μοι, καὶ τῇ πτωχῇ μου γλώσσῃ, λόγον
δός, ὡς ἂν ὕμνοις ὑμνήσω πιστῶς, Ἰωακεὶμ τὸν Ὅσιον, Πατριαρχῶν τὸ ἀκροθίνιον.
Φωτίζων,
τὴν Ἐκκλησίαν, Ἅγιε, πᾶσαν ἐπέφανας, ἐν τῷ καιρῷ σκοτίας χαλεποῦς, ἀρετῶν σου
ἀπλέτῳ φωτί, Ἰωακεὶμ καὶ ἔλυσας, τῆς ἀγνωσίας τὴν σκοτόμαιναν.
Ποθήσας,
τῶν ὀρεκτῶν τὸ ἔσχατον, πάσης ἐξέκλινας, οἷα ἐχέφρων σχέσεως φθαρτῆς, καὶ
ἀνδρείως ὑπῆλθες Χριστοῦ, ζυγὸν τὸν ἐλαφρότατον, Ἰωακεὶμ ἀπὸ νεότητος.
Τῷ
ζήλῳ, κατατρωθεὶς τῆς πίστεως, ἄνδρας διήλεγξας, κακοφρονοῦντας Πάτερ εὐθαρσῶς,
καὶ αὐτῶν τὰς ματαίας βουλάς, πρὸς φυλακὴν διέλυσας, Ἰωακεὶμ τῆς θείας ποίμνης
σου.
Θεοτοκίον.
Κατάρας, προγονικῆς
ἐλύτρωσας, γένος τὸ βρότειον, τὸν Λυτρωτὴν κυήσασα Χριστόν, ἐπ’ ἐσχάτων τῶν
χρόνων ἁγνή· διό Σε μακαρίζομεν, εἰς τοὺς αἰῶνας ἀγαλλόμενοι.
Ὠδὴ
γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Εὐφραίνεται
Ἀθηνῶν, πόλις ἡ εὔανδρος λαμπρῶς σήμερον, Ἰωακεὶμ Ὅσιε, ὡς αὐτῆς βλαστόν σε
γεραίρουσα.
Ἠλόγησας
τῶν φθαρτῶν, ὡς ἐφιέμενος ζωῆς κρείττονος, καὶ μοναστὴς πέφηνας, ὦ Ἰωακεὶμ
ἱερώτατος.
Ἰσάγγελον
βιοτήν, ᾐρετισάμενος νοΐ κρείττονι, Ἰωακεὶμ Ὅσιε, Σίναιον τὸ ὄρος κατέλαβες.
Παράδειγμα
ἀκριβές, πρὸς ἐπιδόσεις ἀρετῆς γέγονας, Ἰωακεὶμ πάνσοφε, τοῖς συμμονασταῖς σου
τῷ βίῳ σου.
Θεοτοκίον.
Ὑπέραγνε Μαριάμ,
φωτοειδέστατον Θεοῦ ὄχημα, ταῖς Σαῖς εὐχαῖς δέομαι, σκεῦος ἐκλογῆς με
ἀπέργασαι.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας
τοῖς τρόποις καλλωπιζόμενος, ποιμασίας τε ἔργοις κατακοσμούμενος, καὶ ἐκλάμπων
διδαχαῖς, Πάτερ καὶ θαύμασι, Νεῖλος λαῷ τῷ εὐσεβεῖ, ἄλλος ἐδείχθης νοητός, τῇ
κρείττονι προμηθείᾳ, Ἰωκεὶμ θεηγόρε, Πατριαρχῶν τὸ ἐγκαλλώπισμα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Τὸ
πανάγιον ξύλον τοῦ Βασιλέως Χριστοῦ, ἀναλάβωμεν πίστει ἐπὶ τῶν ὤμων ἡμῶν, καὶ
τοῦ βίου τὰ τερπνὰ ἀποῤῥίψωμεν, ὅπερ οἱ πάλαι βασιλεῖς, ἀναλαμβάνοντες πιστῶς,
ἐνίκησαν πολεμίους, καὶ φῦλα τὰ τῶν βαρβάρων, τῇ δυνάμει τούτου ἀνέτρεψαν.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἔδραμες
ὡς ἔλαφος πρὸς τὴν Μονήν, Σάββα τοῦ Ὁσίου ταχύδρομος, ἔνθα ἀσκήσας, ὑπὲρ φύσιν
ἀρετῶν, τὸν πλοῦτον ἐθησαύρισας, ὦ Ἰωακεὶμ τὸν οὐράνιον.
Ἔλαμψας
φαιδρότησιν ἀσκητικοῖς, καὶ καθηγητὴς ἐχρημάτισας, τῶν μοναζόντων, ἐν τοῦ Σάββα
τῇ Μονῇ, Ἰωακεὶμ μακάριε, τούτους ἐκδιδάσκων τὰ κρείττονα.
Ἅγιον
ἐτέλεσας Πάτερ ναόν, τὴν καθαρωτάτην καρδίαν σου, διακονήσας, ἐν Ναῷ πίστει
θερμῇ, Ἰωακεὶμ μακάριε, τῆς τοῦ Λυτρωτοῦ Ἀναστάσεως.
Ἔδωκας
ἐσκόρπισας δαυϊτικῶς, Πάτερ δεομένοις τὸν ἄρτον σου, δι’ εὐποιΐας, μιμητὴς
παναληθής, Ἰωακεὶμ δεικνύμενος, τοῦ ἐν οὐρανοῖς Σε δοξάσαντος.
Θεοτοκίον.
Ῥήσεις προκατήγγειλαν
προφητικαί, τόκον Σου Μαρία τὸν ἄχραντον, δι’ οὗ ἐῤῥύσθη, τῆς κατάρας τοῦ
ἐχθροῦ, τὸ γένος τὸ ἀνθρώπινον· ὢ τῶν ὑπὲρ νοῦν μυστηρίων Σου!
ᾨδὴ
ε΄. Σὺ Κύριέ μου.
Λάμψας
Ἰωακείμ, ἀρετῶν ἀπαυγάσμασι, τοῦ Μάρκου ἐν τῇ καθέδρᾳ, θεϊκῇ ἐπινεύσει, ἀξίως
ἀναβέβηκας.
Φόβῳ
Ἰωακείμ, τοῦ Θεοῦ ῥυθμιζόμενος, ὁ λύχνος ἐν τῇ λυχνίᾳ, Ἐκκλησίας ἐτέθης, καὶ
φῶς τοῖς πᾶσι γέγονας.
Νεῖλος
Ἰωακείμ, νοητὸς ἄλλος πέφηνας, ἀρδεύων τῶν ἐν Αἰγύπτῳ, εὐσεβῶν τὰς καρδίας,
ῥοαῖς τῶν διδαγμάτων σου.
Θεῖος
ἀρχιερεύς, Παρακλήτου τῶ χρίσματι, ἐχρίσθης ἀξίως Πάτερ, καὶ Θεῷ ἐν τῷ κόσμῳ,
ὡς ἄγγελος ἱέρευσας.
Θεοτοκίον.
Ἵλεων τὸν ἐκ Σοῦ,
σαρκωθέντα πανάχραντε, ἀπέργασαι ταῖς εὐχαῖς Σου, τοῖς προστρέχουσι πόθῳ, τῇ
θείᾳ μεσιτείᾳ σου.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ἐμπράκτοις
λόγοις σου Ὅσιε, καὶ πράξεσιν ἐλλόγοις ἐποίμανας, καλῶς τὴν ποίμνην σου, Ποιμὴν
Ποιμένων οὐράνιε, Ἰωακεὶμ ἐν χρόνοις δεινῆς στενώσεως.
Θαυμάτων
ἔχων τὴν δύναμιν, τὸ ὄρος προσευχῇ σου ἐκίνησας, ἐν ᾧ θεάματι, Ἰωακεὶμ στῆθι
ἔκραζον, ὦ ὄρος οἱ παρόντες τῷ δέει τρέμοντες.
Σταυροῦ
τῷ τύπῳ ἀνίσχυρον, ἰὸν θανατηφόρον ἐπέδειξας, καὶ ἐβεβαίωσας, ἔργῳ Κυρίου τὰ
λόγια, Ἰωακεὶμ παμμάκαρ, ὡς πλήρης πίστεως.
Ναὸς
ὑπάρχων τῆς χάριτος, ναὸν τῷ Μερκουρίῳ τῷ Μάρτυρι, ἀνῳμοδόμησας, Ἰωακεὶμ
παμμακάριστε, μεθ’ οὗ ἀεὶ δυσώπει, ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον.
Λαμπὰς ἁγία ὑπάρχουσα,
φωτὸς τοῦ ἀϊδίου τῆς γνώσεως, θεοχαρίτωτε, φωτός με πράττειν ἐνίσχυσον, τὰ ἔργα
ἐνεργείᾳ τῆς προμηθείας Σου.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἰωακεὶμ
τὸν θαυμαστὸν ἀνευφημήσωμεν, Ἀλεξανδρείας τὸν καλὸν ποιμένα σήμερον,
ἐκτλεοῦντες αὐτοῦ μνήμην τὴν παναγίαν· ἀπαστράψας ξενηκούστοις γὰρ ἐν θαύμασι,
διετράνωσε τῆς πίστεως τὴν δύναμιν, ᾧ καὶ κράξωμεν· Χαίροις Πάτερ σεβάσμιε.
Ὁ
Οἶκος.
Ποίοις
εὐφημιῶν σε, στέμμασι καταστέψω, σοφὲ Ἰωακεὶμ ἐπαξίως· ἀπορῶ γὰρ καὶ φρίττω
σοφέ, τῇ ἀκοῇ τῶν μεγίστων θαυμάτων σου, δι’ ὧν τὸ κέρας ὕψωσας, τῆς πίστεως·
ἀλλ’ ὅμως κράζω·
Χαῖρε,
τὸ ἄνθος τῆς εὐσεβείας·
χαῖρε,
τὸ ἄστρον τῆς ἀληθείας.
Χαῖρε,
Ἀποστόλων ὁ θεῖος διάδοχος·
χαῖρε,
Διδασκάλων ὁ νέος ὁμότροπος.
Χαῖρε,
βλάστημα πανάγιον, πόλεως τῶν Ἀθηνῶν·
χαῖρε,
τέμενος θεόκτιστον, τῶν ἐνθέων ἀρετῶν.
Χαῖρε,
Ἀλεξανδρείας ὁ κλεινὸς ἀρχιθύτης·
χαῖρε,
τῆς Ἐκκλησίας ὁ σοφὸς Ἱεράρχης.
Χαῖρε,
κρηπὶς τῆς πίστεως ἄῤῥηκτος·
χαῖρε,
λαμπὰς θαυμάτων ὑπέρφωτος.
Χαῖρε,
ἡμῶν δυνατὴ προστασία·
χαῖρε,
πιστῶν μυστικὴ δᾳδουχία.
Χαίροις,
Πάτερ σεβάσμιε.
Συναξάριον.
Τῇ 17ῃ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Ἰωακεὶμ τοῦ Πάνυ, Πατριάρχου
Ἀλεξανδρείας.
Πίστει ὑπάρχων ὁ Πάνυ ὄντως μέγας,
Δὶς μέγας ὤφθη θαύμασι ξενηκούστοις.
Ἑβδομάτῃ δεκάτῃ τε Πάνυ θάνε Ἰωακείμ.
Οὗτος, ἦν ἐκ τῆς περιωνύμου πόλεως τῶν Ἀθηνῶν,
γεννηθεὶς ἐν ἔτει σωτηρίῳ 1448ῳ, ἐκ γονέων εὐσεβῶν, οἵτινες παραλαβόντες αὐτόν,
ὀκταετὲς παιδίον ἔτι ὄντα, ἀποδημίᾳ χρησάμενοι διὰ τὸν φόβον τῶν Ἀγαρηνῶν,
ἦλθον καὶ κατώκησαν ἐν Αἰγύπτῳ. Ποθῶν δὲ ἔνθέῳ ζήλῳ τὴν ἰσαγγελον διαγωγήν,
προσῆλθεν ἔμπλεως θείου ἔρωτος τῂ Μονῇ τῆς Ἁγίας Αἰκατερίνης τῇ ἐν τῷ ὄρει
Σινᾷ, ἔνθα περιηβλήθη τὸ τῶν μοναχῶν σχῆμα. Ἔνθεν δέκα καὶ δύο παρελυληθότων
ἐνιαυτῶν, τὸ Σίναιον καταλιπών, τὴν τοῦ Ὁσίου Σάββα Λαύραν κατέλαβεν, ἐν ἧς καὶ
ἡγούμενος κατεστάθη. Τέσσαρας οὖν χρόνους ἐν τῇ ῥηθείσῃ Λαύρᾳ βιοτεύσας, τὴν
Ἱερουσαλὴμ κατέλαβεν, ἐν τῷ παναγίῳ Ναῷ τῆς Χριστοῦ Ἀναστάσεως ὑπηρετῶν. Ὅθεν,
ἐπ’ ἀρετῇ καὶ σοφίᾳ διαλάμψας, ἐξελέγη, ἄκων καὶ μὴ βουλόμενος, ψήφῳ κλήρου τε
καὶ λαοῦ, Πατριάρχης Ἀλεξανδρείας καὶ ἐχειροτονήθη τῇ 6ῃ Αὐγούστου τοῦ 1487ου
σωτηρίου ἔτους ἐν Δαμασκῷ.
Οὗτος καὶ θαύματα παράδοξα εἰργάσατο, ὅτε κακόβουλός
τις Ἑβραῖος, ἐπιβουλῇ κατ’ αὐτοῦ καὶ τῆς ἁγίας Ἐκκλησίας ἐχρήσατο. Ὄρος γάρ,
ἔξω τῆς πόλεως τοῦ Καΐρου ὑψούμενον, τῇ προσευχῇ γονυκλινὴς προσκαρτερήσας,
τριχοτομηθὲν μετεκίνησε καὶ ποτήριον πλῆρες ἰοῦ θανατηφόρου ἀβλαβῶς ἔπιε. Ὅθεν,
ὁ μὲν ἡγεμών, τῷ παραδόξῳ θεάματι ἐκστὰς ἐπίστευσε τῷ Χριστῷ, ὁ δὲ Ἑβραῖος,
ἀτίμῳ θανάτῳ ἀπώλετο, ἀποπλύνας ὕδατι τὸ ποτήριον καὶ εἶτα τὸ ἀπόπλυμα,
κελεύσει τοῦ ἡγεμόνος πιών. Ποιμάνας οὖν θεαρέστως, ἐν γήρατι καλῷ μετέστη πρὸς
τὰς αἰωνίους ἀναπαύσεις τῇ 17ῇ Σεπτεμβρίου, ἐν ἔτει 1567, 80 ἔτη πατριαρχεύσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Σοφία καὶ τῶν θυγατέρων αὐτῆς· Πίστης,
Ἐλπίδος καὶ Ἀγάπης
Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη,
Αἱ τρεῖς Τριάς, κλίνουσιν αὐχένας ξίφει.
Αὗται ὑπῆρχον ἐξ Ἰταλίας, ἐπὶ τῆς βασιλείας
Διοκλητιανοῦ. Ἀχθεῖσα οὖν ἡ Πίστις, ἐτῶν ὑπάρχουσα 12, καὶ ὁμολογήσασα τὸν
Χριστόν, ῥαβδίζεται, καὶ τοὺς μαστοὺς σιδήρῳ ἐκκόπτεται, ἐξ ὧν ἀντὶ αἵματος,
γάλα ἔῤῥευσε. Μετὰ ταῦτα εἰς ἐσχάραν πυρὸς ἐπιῤῥίπτεται. Καὶ ἄφλεκτος μείνασα
πυρί, τὴν κεφαλὴν ἀποτέμνεται. Ἔπειτα ἡ Ἐλπίς, ἐτῶν ὑπάρχουσα 10, βουνεύροις
τύπτεται, καὶ εἰς πῦρ ἀποῤῥίπτεται, ἀναρτηθεῖσα ξέεται, εἰς λέβητα ἐμβάλλεται,
καὶ παραδόξως ῥυσθεῖσα καὶ αὕτη, τὸν διὰ ξίφους δέχεται θάνατον. Εἶτα ἡ Ἀγάπη,
χρόνων οὖσα 9, καὶ αὕτη ἀπετμήθη τὴν κάραν. Ἡ δὲ μήτηρ αὐτῶν Σοφία, μετὰ τρίτην
τούτων ἡμέραν, τῷ τάφῳ αὐτῶν παραμένουσα, τὴν ψυχὴν τῷ Κυρίῳ παρατίθησι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἡ Ἁγία Μάρτυς Ἀγαθόκλεια, περὶ τὸν τράχηλον
φλεχθεῖσα, τελειοῦται.
Ἀγαθόκλεια πῦρ ἐπ’ αὐχένος φέρει,
Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.
Ἥτις ἐγένετο Νικολάου θυγάτηρ ἀπὸ χριστιανῶν, καὶ
Παυλίνης τῆς αὐτοῦ γυναικός, ἀπίστου οὔσης, ἥτις πολλὰς τῇ Ἀγαθοκλείᾳ
προσήνεγκε θλίψεις, ἐπὶ χρόνοις ὀκτώ, ἀκροτόμοις λίθοις αὐτὴν κατὰ τοῦ αὐχένος
τύπτουσα καὶ γυμνοῖς τοῖς ποσίν, εἰς σιδηρᾷ σφύρᾳ τὰς πλευρὰς αὐτῆς συνθλῶσα,
καὶ τὴν γλῶτταν ἐκκαίουσα. Ἐπεὶ δὲ οὐκ ἔπειθε, πῦρ αὐτῇ κατὰ τοῦ τραχήλου
ἐπενεγκοῦσα, τῆς παρούσης ζωῆς ἀποῤῥαγῆναι κατηνάγκασε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Μαξίμου, Θεοδότου, καὶ Ἀσκληπιοδότης.
Μιᾷ γυναικὶ καὶ νεανίσκοις δύω,
Πρὸς τὴν τομὴν ἧν καρδιῶν ζέσις μία.
Οὗτοι τυφθέντες, καὶ ἀκρωτηριασθέντες, ἐν ἀφεγγεῖ
φυλακῇ καθειρχθέντες, διὰ τὴν εἰς Χριστοῦ ὁμολογίαν, τέλος τὰς κεφαλὰς
ἀπετμήθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Λουκίας,
καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος.
Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία,
Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.
Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,
Τομὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεοδότη ἡ ἐν Νικαίᾳ, ξίφει
τελειοῦται
Τὴν Θεοδότην πρὸς ξίφους τεθηγμένην,
Ποιεῖ πρόθυμον ἡ θεόσδοτος χάρις.
Βασιλεύοντος ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τοῦ Αλεξάνδρου,
ἀπεστάλη Σιμπλίκιος ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ, καὶ ἐμηνύθη αὐτῷ ἡ Θεοδότη, ἐν
τῆς Ποντικῆς οὖσα χώρας, σφόδρα πλουσία, ἥτις καὶ παραστᾶσα ὡς οὐκ ἐπείθετο
ἀποστῆναι τῆς εἰς Χριστὸν πίστεως, ἀπαιωρηθεῖσα ἐπὶ πολλαῖς ταῖς ὥραις, τὰ
σπλάγχνα ἐφλέγετο, καὶ ἐδόξαζε τὸν Θεόν, καὶ ὡς ἄλλου πάσχοντος ἐδόκει τοὺς
ξεσμοὺς ὑποφέρειν. Εἶτα καταχθεῖσα, φρουρεῖται, καὶ μεθ’ ἡμέρας 8, τῆς φυλακῆς
αὐτομάτως ἀνοιγείσης, ὡς εἶδον οἱ φύλακες ἐξέστησαν καὶ δραμόντες ἀπήγγειλαν τῷ
Σιμπλικίῳ. Οὐκ ἐπίστευσε δὲ αὐτοῖς, ἀλλὰ τῇ ἑξῆς ἀχθείσης τῆς Ἁγίας, ὡς εἶδε
ταύτην ὁ Σιμπλίκιος ὅλην ὑγιῆ, καὶ μηδέν τι ἴχνος τῶν μωλώπων ἐν τῷ σώματι
φέρουσαν, λέγει πρὸς αὐτήν: Τίς εἶ; Ἡ
δὲ Ἁγία: Ἠμαυρωταί σου ἡ διανοία,
φησίν, εἰ γὰρ νήφων ᾗς, ᾔδεις ἄν, ὅτι ἐγώ
εἰμι ἡ Θεοδότη.
Ταῦτα ἀκούσας ὁ Σιμπλίκιος, κλίβανον ἐκκαυθῆναι
προστάσσει. Τούτου δὲ ἐκκαυθέντος, καὶ τῆς Ἁγίας ἐν τούτῳ ἀκοντισθείσης,
ἐκχυθεῖσα ἡ φλὸξ ὡσεὶ τὸν ἀριθμὸν 70 ἄνδρας ἐνέπρησεν. Οἱ δὲ καταλειφθέντες,
τὸν κλίβανον ἀναφράξαντες, ὑπεχώρησαν. Καὶ τῇ ἑξῆς ὁ ἄρχων, 2 ἱερεῖς ἀποστείλας
μεθ’ ἑτέρων τινῶν, τὸν χοῦν τοῦ σώματος αὐτῆς λικμηθῆναι προσέταξεν. Ἀνοιγέντος
δὲ τοῦ κλιβάνου, τὸ μὲ πῦρ ἐξελθόν, κατέκαυσε τοὺς 2 ἱερεῖς, οἱ δὲ λοιποί, ὡς
εἶδον τὴν Ἁγίαν μέσον 2 νεανίσκων λευχειμονούντων καθημένην, καὶ ψάλλουσαν,
ἐκπλαγέντες, ὡσεὶ νεκροὶ γεγόνασι. Ἐξῆλθε δὲ ἡ Ἁγία ἀπὸ τοῦ κλιβάνου ἀβλαβής,
χαίρουσά τε καὶ ψάλλουσα, ἥν καὶ λαβόντες, ἀπήγαγον ἐν τῇ φυλακῇ.
Ἐπεὶ δὲ ἔμελλεν ὁ Σιμπλίκιος εἰς τὸ Βυζάντιον ὁδεύειν,
προσέταξε καὶ τὴν Ἁγίαν συνακολουθεῖν αὐτῷ δέσμιον. Τούτου δὲ γενομένου, καὶ
τοῦ Σιμπλικίου ὑποστρέψαντος, καὶ ἐν Ἀγκύρᾳ προκαθεσθέντος, ἐδέησε παραστῆναι
τὴν Ἁγίαν, πρὸς ὅν φησὶν ὁ Σιμπλίκιος: Ἐὰν
μὴ πεισθῇς μου, καὶ θύσῃς τοῖς θεοῖς· δεῖξας τῇ χειρί· ἐν ταύτῃ τῇ πεπυρακτωμένῃ σε ἐσχάρᾳ ἀπολέσω. Ἡ δὲ πρὸς αὐτόν· Εἰ καὶ ὁ Λιβελλήσιος εἰσέλθη μετ’ ἐμοῦ, καὶ
τοῦ πυρὸς κυριεύσῃ, θύσω κἀγὼ τοῖς θεοῖς σου. Καὶ ὁ Σιμπλίκιος πρὸς τὸν
Δωρόθεον (τοῦτου γὰρ ἦν ὄνομα τοῦ Λιβελλησίου)· Δωρόθεε, κὺρ Λιβελλήσιε, τὴν τῶν θεῶν ἔχων βοήθειαν, εἴσελθε.
Εἰσελθὼν οὖν σὺν τῇ Ἁγίᾳ, εὐθὺς παρανάλωμα τοῦ πυρός, ἡ δὲ ἐξῆλθεν ἀβλαβής.
Ἐξαπορήσας οὖν ὁ ἄρχων, δεσμευθῆναι καὶ αὖθις τὴν
Ἁγίαν κελεύει, καὶ πρὸς Βιθυνίαν ἀπάγεσθαι, καὶ ἐπεὶ τὴν Νίκαιαν κατέλαβον,
ἐκέλευσεν ὁ ἄρχων εἰσελθεῖν τὴν Ἁγίαν ἐν τῷ εἰδωλείῳ καὶ προσεύξασθαι. Τῆς δὲ
περιχαρῶς τοῦτο καταδεξαμένης, τὰ εἴδωλα πάντα εἰς γῆν πεσόντα, κατετρίβησαν,
καὶ ἐξεπλάγησαν οἱ παρευρεθέντες, ἰδόντες τῆς τῶν θεῶν συντριβήν. Μανεὶς οὖν ὁ
Ἄρχων, ἐκέλευσε ταθῆναι ἐκ τεσσάρων τὴν Ἁγίαν, καὶ ταθεῖσαν πρισθῆναι, καὶ
τούτου γενομένου, ὁ μὲ πιστὴρ ἠμβλύνετο, μὴ ἔχων τὸ ἐνεργοῦν, οἱ δὲ δήμιοι
ἠτόνουν καὶ ἡ Ἁγία ἄνετος ἦν, εὐχαριστοῦσα τῷ Σωτῆρι Θεῷ. Ὁ γοῦν Σιμπλίκιος ἔτι
σκοτισθείς, τὴν διὰ ξίφους τελευταίαν πληγὴν τῇ Μάρτυρι ἀπεφήματο, καὶ οὕτως
ἀπετμήθη τὴν κεφαλήν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων 100
Μαρτύρων τῶν Αἰγυπτίων· καὶ τῶν Ἱερομαρτύρων Πηλέος καὶ Νεῖλου Ἐπισκόπων· καὶ
τῶν ἐν Παλαιστίνη 50 Μαρτύρων· καὶ τῶν Μαρτύρων Παρτεμουθίου καὶ Ἠλιοῦ.
Δεκὰς δεκαπλῆ Μαρτύρων Αιγυπτίων,
Μιᾷ κεφαλὰς τέμνεται προθυμίᾳ.
Ἔπους ὁ Πηλεύς, ποῦ μέγας πρὸς Πηλέα,
Νείλῳ συνεισβαίνοντα καὶ πυρὸς μέσον;
Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,
Πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.
Παρτεμούθιος ἐμπεσὼν τῇ καμίνῳ,
Πρὸς ζῆλον ἷσον ὀτρύνει τὸν Ἠλίαν.
Τοῦ κατὰ τῶν χριστιανῶν διωγμοῦ, παρὰ τῶν ἀσεβούντων
συγκροτηθέντος, κατεσχέθησαν ἀπὸ τῆς Αἰγύπτου Ἐπίσκοποι Πηλεύς, καὶ Νεῖλος, καὶ
δύω ἐνδοξότατοι Παρτεμούθιος καὶ Ἠλίας, καὶ ἕτεροι σὺν αὐτοῖς ἄνδρες 100· ἐκ δὲ
Παλαιστίνης 50. Καὶ ὁ μὲν Πηλεύς, καὶ ὁ Νεῖλος, ὡσαύτως καὶ ὁ Παρτεμούθιος καὶ
ὁ Ἠλίας καὶ οἱ ἀπὸ τῆς Παλαιστίνης 50, πάντες οὗτοι διὰ πυρὸς ἐτελειώθησαν. Οἱ
δὲ ἀπὸ τῆς Αἰγύπτου ὄντες 100, μὴ πεισθέντες τὴν εἰς Χριστὸν αρνήσασθαι πίστιν,
πρότερον τοὺς ὀφθαλμοὺς ἐξορυχθέντες, εἶτα καὶ τῶν ἀριστερῶν ποδῶν τὰς ἀγκύλας
ἀποτμηθέντες, τῇ τῶν μετάλλων κακοπαθείᾳ παρεδόθησαν, καὶ οὕτω τὸ μακάριον
τέλος ἐδέξαντο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Χαραλάμπους, Παντολέοντος, καὶ τῆς συνοδείας αὐτῶν.
Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης·
Καὶ Παντολέων πρὸς μάχαιραν ἦν λέων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἡρακλείδου καὶ Μνάσωνος, ἐπισκόπων
Ταμασοῦ τῆς Κύπρου
Πυρᾷ τεθέντες Ἡρακλείδης καὶ Μνάσων,
Χριστῷ προσηνέχθησαν ὡς ὀσμὴ μύρου.
Οὗτος Κύπριος ἦν τὸ γένος, υἱός τινος ἱερέως τῶν
Ἑλλήνων, Ἱεροκλέους τὸ ὄνομα. Καὶ ἐπεὶ οἱ τῆς ἀληθείας πρόβολοι, Βαρνάβας καὶ
Μᾶρκος ὁμοῦ καὶ Παῦλος ἐς ὕστερον τὴν νῆσον Κύπρον καταλαβόντες φθάνουσιν καὶ
τὸν τῆς εὐσεβείας λόγον κηρύττειν ἀδιστάκτως καὶ θαρσαλέως ἤρξαντο. Οὕτω τοίνυν
ποιοῦντες, τόπον ἐκ τόπου συνεχῶς διημείβοντο. Φθάσαντες ἄχρι Σολέας ἐπί τι
χωρίον Λαμπαδιστοῦ καλούμενον, κἀκεῖσε εὐθὺς τὸν δὴ Ἱερόκλεα εὑρηκότες περιερχόμενον,
ἐπεὶ ἱερεὺς ἦν. Οὗτος μὲν τὴν φιλοξενίαν ἐκέχρητο πολλαχῶς καὶ τοῖς πᾶσι, καὶ
τούτους ἰδών, εἰς ἑστίασιν τροφῆς συνεκάλεσεν. Οἱ δὲ μὴ πεισθέντες ἀπιέναι οὐκ
ἠνείχοντο, διὰ τὸ εἶναι αὐτὸν ἔτι ἀμύητον καὶ τῆς Ἑλληνικῆς θρησκείας τρόφιμον
ἔτι τοῦτον. Διὸ τῆς αὐτοῦ ἐξῆλθον οἰκίας, αἰτοῦντες μεμαθηκέναι ἣν ἤτουν ὁδόν.
Ὁ δὲ Ἱερόκλεος ἔτι φιλανθρωπευθείς, τὸν παῖδα αὐτοῦ
Ἡρακλείδιον προς εἰσήγησιν τῆς ὁδοῦ ἣν ἤτουν ἀπέστειλεν, ἐπεί καὶ δύσβατος ἦν ὁ
τόπος. Καὶ τοῦτο ποιῶν Ἡρακλείδιος, συμβαδίζων αὐτοῖς κατὰ τὴν ὁδόν, ἤρξατο
ἀναφέρειν καὶ διαλέγεσθαι αὐτοῖς, τὰ τῆς Ἑλληνικῆς θρησκείας μυθεύματα. Οἱ δὲ
μῦσται τοῦ Σωτῆρος, τοῦτον θεασάμενοι καὶ ὡς ἐραστὴν ὄντα τοῦ ζωτικοῦ λόγου,
τὸν Ἰησοῦν Χριστόν, τὸν ἐπί γῆς σαρκωθέντα καὶ παθόντα καὶ ἀναστάντα, Θεὸν ἀληθῆ
αὐτὸν πιστεύειν ἀνακηρύττουσιν.
Ὁ δὲ Ἡρακλείδιος, οὐ τοσαύτην ἔχων ἀμφιβολίαν, ἄνευ
ἀναβολῆς και δισταγμοῦ, ἐπίστευσεν εις Χριστόν. Ὅρα μεταβολήν! Ὁ θηρεῦσαι
βουλόμενος, ἠγρεύθη τῷ τῆς εὐσεβείας ἀγκίστρῳ καὶ βαπτισθεὶς ὑπ᾿ αὐτῶν, ποιμὴν
τῆς Ταμασέων Ἐκκλησίας προχειρίζεται πρώτιστος, καὶ τοὺς ἰδίους αὐτοῦ γονεῖς
νουθετικῶς ἑλκύσας καὶ βαπτίσας καὶ δειμάμενος ἐκκλησίας, τὰ τῶν Ἑλλήνων
συστήματα ἐπιστρέψας, ποικίλα πάθη, ἰώμενος ἐθεράπευσε, νεκροὺς ἀνιστῶν,
δαίμονας ἐλαύνων καὶ ἄλλα μύρια ἐτέλει τεράστια.
Οὕτω πρὸς Κύριον κατηναλωθείς, σὺν Μύρωνι, ἐξεδήμησεν.
Ὅθεν καὶ πηγὰς θαυμάτων προχέει ἡ τιμία αυτοῦ σορός, τοῖς μετὰ πόθου τῷ ναῷ
αὐτοῦ προσεδρεύουσι, ὡς καὶ ἡ αὐτοῦ ἱστορία δηλοῖ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀναστασίου
τοῦ Ἀλαμάνου, τοῦ ἐν Κύπρῳ.
Ἀναστάσιος, Χριστὸν ἐν γῇ δοξάσας,
πρὸς Αὐτὸν ἐλθών, ἀντεδοξάσθη πλέον.
Χαίρων εὗρεν Ἀναστάσιος, κλῆροντ’ ἐν Ὀλύμπῳ.
Οὗτος, ἦν ἐν τοῖς χρόνοις τοῦ βασιλέως τῶν Χριστιανῶν,
Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰωάννου. Μετὰ καὶ τῶν λοιπῶν 300
Ὀρθοδόξων, τῶν ἐξ Ἀλαμανίας ὄντων, καὶ ἐν Κύπρῳ τότε ὑποκειμένη τῷ Ὀρθοδόξῳ
βασιλεῖ, τὸν μονήρη βίον διανυσάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Δουκὸς Θεοδώρου
Σμολένσκας καὶ Γιαροσλάβας θαυματουργοῦ, καὶ τῶν τέκνων Δαβὶδ καὶ Κωνσταντίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Εὐξιφίου.
Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεὸς
ἐλέησον ἡμᾶς, Ἀμήν.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Τῆς
ποιμασίας, ἀκριβέστατη στάθμη σοφέ, ὦ Ἰωακεὶμ ἐδείχθης, τὸν τῶν ψυχῶν,
Ἀρχιποίμενα μιμούμενος, ᾯ καὶ ἐκραύγαζες· εὐλογημένος εἶ παντοδύναμε.
Σὺ
ἀλλοτρίων, κακοφρονούντων Ἰωακείμ, ἔλυσας ἐχθρῶν κακίαν, θαυματουργῶν, καὶ
κραυγάζων ζήλῳ κρείττονι· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Τοῦ
Μωϋσέως, σὺ τοῦ θεόπτου Ἰωακείμ, ὤφθης μιμητής, λαοῦ σου τοῦ εὐσεβοῦς, τῇ
δουλείᾳ κινδυνεύοντος, ὡς εὐσθενὴς προστάς, καταφρονήσας πόνων καὶ θλίψεων.
Τὸν
ἡγεμόνα, καταπλαγέντα Ἰωακείμ, θαύμασι φρικτοῖς χερσί σου, τῷ ἱερῷ, ἀνεγέννησας
βαπτίσματι· εὐλογημένος εἶ, ἀναβοῶν, φιλάνθρωπε Κύριε.
Θεοτοκίον.
Λελαμπρυσμένη, τῆς
παρθενίας μαρμαρυγαῖς, ἔτεκες Θεοῦ τὸν Λόγον ὑπερφυῶς Θεοτόκε, ᾯ κραυγάζομεν·
εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Μάρκου
ἱερῶς ἐν τῇ καθέδρᾳ, ἐμπρέψας σῆς ποιμασίας προτερήμασι, δρόσος παρακλήσεως,
Πάτερ θεοφόρητε, ἀναψυχὴ καὶ ἴαμα, τῷ φιλοχρίστῳ λαῷ, δεινῇ κεκρατημένῳ δουλείᾳ,
θείᾳ προμηθείᾳ, Ἰωακεὶμ ἐφάνης.
Ῥάβδῶ
θεϊκῆς Πάτερ σοφίας, καὶ γνώσεως οὐρανίου στηριζόμενος, πρὸς νομὴν ὡδήγησας,
τῆς ἁγίας πίστεως, τὰ λογικά σου πρόβατα, καὶ τὴν ἀγέλην μακράν, ἀπήλασας τῶν
λύκων σφενδόνῃ, σῆς διδασκαλίας, Ἰωακεὶμ παμμάκαρ.
Πόλις
Ἀθηνῶν ἀγαλλιᾶται, ὡς πλοῦτον τὰ σπάργανά σου, Πάτερ ἔχουσα· πλέον ταύτης
χαίρει δέ, νῦν ἡ Ἀλεξάνδρεια, πλουτήσασά σε πρόεδρον, καὶ ποιμενάρχην σεπτόν,
καὶ πόθῳ κατασπάζεται θείῳ, σὴν τιμίαν κάραν, Ἰωακεὶμ τρισμάκαρ.
Θεοτοκίον.
Ὄμβροις Θεονύμφευτε Μαρία,
εὐχῶν Σου τῶν μητρικῶν τοὺς τῆς κακίας μου, ἄνθρακας κατάσβεσον, πόθῳ ἱκετεύω
Σε, καὶ δὸς ἐν μετανοίᾳ μοι, θείαν ἀνάψυξιν, ὡς ἂν πράττων, Σοῦ Υἱοῦ τὸ θέλημα,
ὁ ἀχρεῖος ἱκέτης Σου σώζομαι.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητος.
Ἴδε
εὐκλεοῦς Πατριάρχου, ἡ φωταυγὴς ἔλαμψε μνήμη, τὰς τῶν Ὀρθοδόξων καρδίας,
φωταγωγοῦσα, μαρμαρυγαῖς χαρίτων· δεῦτε πανηγυρίζοντες, τοῦτον ἐν ὕμνοις
μακαρίσωμεν.
Ὦ
Ἰωακεὶμ θεομάκαρ, Πατριαρχῶν ἡ εὐκοσμία, τῆς Ἀλεξανδρείας ἡ δόξα, καὶ
εὐσεβείας, ἡ μελουργὸς κινύρα, τοὺς πίστει σε γεραίροντας, ταῖς σαῖς πρεσβείαις
περιφρούρησον.
Πρέσβευε
ἀεὶ τῷ Κυρίῳ, ὡς παῤῥησίαν κεκτημένος, ἵνα λυτρωθῶμεν κινδύνων, οἱ ἐκτελοῦντες,
τὴν φαεινήν σου μνήμην, Ἰωακεὶμ μακάριε, τῶν Ἀσωμάτων ἰσοστάσιε.
Ἤρθης
πρὸς μονὰς οὐρανίους, καὶ ἀνεπαύσω τῶν σῶν πόνων· χαίρων τῷ Κυρίῳ παρέστης, σὺν
Ἀποστόλων, τῇ εὐκλεεῖ χορείᾳ, ὡς ὄντως τρισκαιδέκατος, Ἰωακεὶμ Πάτερ Ἀπόστολος.
Θεοτοκίον.
Ὕμνοις εὐφημοῦμέν Σε Μῆτερ,
τὴν τῶν Ἀγγέλων ὑπερτέραν, τὴν τὸν Λυτρωτὴν καὶ Δεσπότην, παντὸς τοῦ κόσμου,
ἄνευ σπορᾶς τεκοῦσα· μὴ παύσῃ ὡς φιλόστοργος, ἡμᾶς ἐν βίῳ περιέπουσα.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀλεξανδρείας
ὁ μέγας, ποιμὴν ὑμνείσθω εὐλαβῶς, Ἰωακεὶμ ὁ τὸ ὄρος, μετακινήσας δι’ εὐχῆς, καὶ
πόμα θανατηφόρου, ἰοῦ ἀνίσχυρον δείξας.
Ἕτερον.
Γυναῖκες ἀκουτίσθητε.
Τοῦ
Μάρκου τὸν διάδοχον, Πατριαρχῶν τὸ καύχημα, τὸν ἐξ Αἰγύπτου φωστῆρα, φανέντα
τῆς οἰκουμένης, Ἰωακεὶμ τὸν ἔνδοξον, ἐν ὕμνοις εὐφημήσωμεν· Χριστῷ γὰρ
παριστάμενος, πᾶσιν ἡμῖν ἐξαιτεῖται, συγχώρησιν τῶν πταισμάτων.
Καὶ
τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Σταυρὸς
ὑψοῦτε σήμερον, καὶ κόσμος ἁγιάζεται, ὁ γὰρ Πατρὶ συνεδρεύων, καὶ Πνεύματι τῷ
Ἁγίῳ, ἐν τούτῳ χεῖρας ἁπλώσας, τὸν κόσμον ὅλον εἵλκυσας, πρὸς Σὴν Χριστὲ
ἐπίγνωσιν· τοὺς οὖν εἰς Σὲ πεποιθότας, θείας ἀξίωσον δόξης.
Αἶνοι.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε
νῦν συνδράμωμεν, τῶν εὐσεβῶν αἱ χορεῖαι· δεῦτε οὖν ὑμνήσωμεν, ἐν ψαλμοῖς καὶ
ᾄσμασιν ἀγαλλόμενοι, τὸν διαπρέψαντα, ἐν ἐσχάτοις χρόνοις, ἐγκρατείας
ἀγωνίσμασι, τὸν περιβόητον, ὄντως γεγονότα τοῖς θαύμασι, καὶ στύλον
χρηματίσαντα, πίστεως τῆς θείας ἀκλόνητον, τὸν ἐν Πατριάρχαις, φωστῆρα φωταυγῆ
Ἰωακείμ, οὗ ταῖς πρεσβείαις ῥυσθείημεν, πάσης περιστάσεως.
Πάσας
βδελυξάμενος, τὰς ἐπιγείους φροντίδας, τοῦ Χριστοῦ τοῖς ἴχνεσι, Πάτερ δι’
ἀσκήσεως ἠκολούθησας, καὶ ἐν καρδίᾳ σου, ἀρετῶν τὸν πλοῦτον, θησαυρίσας τὸν
ἀσύλητον, χάριν ἐφείλκυσας, Πνεύματος ἐν σοὶ τὴν ἀείζωον, Πατέρων ἐγκαλλώπισμα,
ὦ Ἰωακεὶμ ὑπερθαύμαστε· ὅθεν ἐπὶ θρόνου, ἐκάθισας ἀξίως ὑψηλοῦ, ἐξ οὗ τῷ κόσμῳ
ἀνέτειλας, ὡς φωσφόρος ἥλιος.
Σύνοικον
κτησάμενος, Θεοῦ τὸν ἅγιον φόβον, μηδαμῶς ἐφρόντισας, τοῦ γηΐνου σκεύους σου ὡς
θεόσοφος· ἀλλ’ ἐν καρδίᾳ σου, ἀναβάσεις θείας, μυστικῶς διατιθέμενος, εἰς ὕψος
ἔδραμες, Πάτερ θεωρίας καὶ γνώσεως, καὶ ἔνδυμα ἐνδέδυσαι, ἀρχιερωσύνης τὸ
τίμιον· ὄθεν λειτουργήσας, ἀμέμπτως τῷ Θεῷ Ἰωακείμ, εἰς τῶν Ἁγίων τὰ Ἅγια, τῆς
ζωῆς εἰσέδραμες.
Πνεύματι
ἀγόμενος, τῷ Παναγίῳ ἀξίως, νόμοις ἐξαπαίδευσας, τοῖς ἁγίοις ποίμνην σου τὴν
θεόλεκτον· αὐτῆς δὲ Ὅσιε, ἐν χριστομιμήτῳ, διαθέσει προϊστάμενος, οὐκ
ἐδειλίασας, τὸν ἐπαπειλούμενον θάνατον, οὗ γέγονας ἀνώτερος, θαύματα φρικτὰ
ἐργασάμενος· ὅθεν εἰς αἰῶνας, τὸ κλέος σου κηρύττεται τρανῶς, Ἰωακεὶμ
παμμακάριστε, εὐσεβῶν ἀγλάϊσμα.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, ἐν οὐρανοῖς κεκτημένος τὸ πολίτευμα, ἀσκητικῶς τὰς ἀρετὰς ἐκατόρθωσας,
καὶ ἐχρημάτισας πλοῦτος, τῶν χαρισμάτων τοῦ Πνεύματος· ἔνθεν τῆς ἐν Ἀλεξανδρείᾳ
ἁγίας Ἐκκλησίας, θεϊκῇ ἐπινεύσει ἀναλαβὼν τοὺς οἴακας, ἀκριβῶς τοῦ καλοῦ
Ποιμένος, τοῖ ἴχνεσιν ἔβης θεσπέσιε· τὴν οἰκείαν γὰρ ψυχήν, ὑπὲρ τῶν προβάτων
σου θέμενος, καὶ τοῖς πᾶσι τὰ πάντα κατὰ Παῦλον γενόμενος, ὕπνον τοῖς βλεφάροις
οὐκ ἔδωκας, οὐδὲ τοῖς κροτάφοις σου ἀνάπαυσιν, Ἰωακεὶμ παμμακάριστε· ὅθεν Θεὸς
ἐν σοὶ εὐαρεστηθείς, τῆς αἰωνίου σε εὐφροσύνης κατηξίωσε· διὸ δυσωποῦμέν σε·
πρέσβευε ἐκτενῶς ὑπὲρ ἡμῶν, Πάτερ Πατέρων φιλότεκνε, τῶν ἐπιβοωμένων εὐσεβῶν
τὴν προστασίαν σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν
προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν
ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη,
ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς
ἐλευθερώσας, δόξα σοι.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
θεοφόρε Ἰωακείμ, τῆς Ἀλεξανδρείας, Πατριάρχης ὁ θαυμαστός· χαίροις ὁ θαυμάτων,
ἐνέργειαν πλουτήσας, δι’ ὧν ἐχθρῶν καθεῖλες, πᾶσαν ἐπίνοιαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου