Τρίτη 21 Αυγούστου 2018

ΝΟΕΜΒΡΙΟΣ 7. ΟΣΙΟΣ ΑΜΒΡΟΣΙΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ Ζ΄!!
ΑΜΒΡΟΣΙΟΣ ΟΣΙΟΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἐν ἀσκήσει συντόνῳ, εὐαρεστήσαντα. καὶ ἀγωγῇ ἀμέμπτῳ, τῷ Θεοῦ Θεῷ Λόγῳ, Ἀμβρόσιον τὸν θεῖον ἐν ἀσκηταῖς, νήσου Κύπρου καὶ πρόβολον, θεοεικέλων Ὁσίων πανευλαβῶς, οἱ πιστοὶ ἐγκωμιάσωμεν.

Μισήσας κόσμου ἡδέα, καὶ τρυφηλότητα, τοῦ βίου τοῦ παρόντος, ὄντως ἐπολιτεύσω, ὡς ἄγγελος τρισμάκαρ σάρκα φορῶν, θεοφόρε Ἀμβρόσιε, καὶ τὰ αἰώνια πάντα καὶ ἐσαεί, διαμένοντα ἐζήλωσας.

Τὸν προσευχῇ ἀκτησίᾳ, νηστείᾳ δάκρυσι, γονυκλισίᾳ νήψει, ἄκρᾳ σκληραγωγίᾳ, καὶ πόνοις νυχθημέροις τὰς ζοφεράς, τῆς σαρκὸς καταστείλαντα, ὁρμὰς Ἀμβρόσιον, πάντες χρεωστικῶς, εὐφημήσωμεν τὸν Ὅσιον.

Τὸν ἐραστὴν ἡσυχίας, εὐχῆς καὶ νήψεως, τὸν ἐν τῇ νήσῳ Κύπρῳ, θεωθέντα ἀξίως, Ἀμβρόσιον ὡς κρήνην τῶν τοῦ Θεοῦ, δωρημάτων ἀείῤῥυτον, ἀνευφημήσωμεν ᾄσμασι καὶ ᾠδαῖς, μελιῤῥύτοις τὸν ἰσάγγελον.

Δόξα. Ἦχος β΄.
Τὸν θείᾳ χάριτι μεταποιήσαντα, τὴν πικρίαν τῶν ἐπὶ γῆς στερήσεων εἰς ἀμβροσίαν ζωῆς ἀφθίτου, Ἀμβρόσιον τὸν ἐν Κύπρῳ θεοφιλῶς ἀσκήσαντα, εὐσχημόνως οἱ πιστοὶ μακαρίσωμεν πιστῶς βοῶντες· τοῦ Προδρόμου καὶ Ἠλιοὺ ὁ ἀκολουθήσας τρίβοις, καὶ δόξαν ζηλώσας Ἁγίων Ἀγγέλων, μὴ παύσῃ Κυρίου δεόμενος, ὑπὲρ τῶν ὑμνούντων τὰ σὰ κατορθώματα.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὁ τηλαυγῶς, καταφωτίσας Κύπρον, ἀσκητικῶν σου πόνων, Ἀμβρόσιε ἀκτῖσι, καὶ ἀστραπαῖς χαρίτων σου.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
δειξας ἀσκητά, ἁγιοτρόφον Κύπρον, κονίστραν σῶν ἐνθέων, Ἀμβρόσιε καμάτων, τῶν ὑπὲρ νοῦν καὶ ἔννοιαν.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κλέος τῶν ἀσκητῶν, εὐχῇ ἀδιαλείπτῳ, καὶ ἄκρᾳ ἐγρηγόρσει, Ἀμβρόσιε τὸν νοῦν σου, ἐπτέρωσας πρὸς Κύριον.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ὑπεραγία, πρεσβείαις Ἀμβροσίου, ἐλέησον τὸν κόσμον Σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, ἡ πιστούς, ἀπαύστως ἐλεοῦσα, τοὺς σὲ ὑμνολογοῦντας, ἐλέησον καὶ σῶσον, καὶ βλάβης πλάνου λύτρωσαι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
μβροσίας τρυφῶντα καὶ θείου νέκταρος, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, θεολαμπῆ ἀσκητήν, ἐπαινέσωμεν Ἀμβρόσιον τὸν Ὅσιον, ὡς γέρας Κύπρου ἱερόν, καὶ πολίτην οὐρανῶν, τὸν φέροντα θεαρέστου, διαγωγῆς στέφος νίκης, αὐτοῦ λιτὰς ἀπεκδεχόμενοι.
Δόξα. Ἕτερον ὅμοιον.
Ἀσκητὴν πνευματέμφορον ἀνυμνήσωμεν, οὗ κάραν Κύκκου κατέχει, ἡ σεβασμία Μονή, θησαυρὸν ὡς τιμαλφῆ καὶ οὗ ἱστόρηται, ἡ πανσεβάσμιος εἰκών, ἐν τῇ Κακοπετριᾷ, Ἀμβρόσιον ὡς Ὁσίων, Κυπρίων εὖχος καὶ πρέσβυν, ἡμῶν πρὸς Κύριον θερμότατον.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.




ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Θεοφόρον Ἀμβρόσιον, τὸν ἐν Κύπρῳ ἀσκήσαντα, καὶ αὐτοῦ ἀσκήσει εὐαρεστήσαντα, τῷ φιλανθρώπῳ Παντάνακτι, ἐκθύμως ὑμνήσωμεν, ὡς ἰσάγγελον βροτόν, καὶ ἐπίγειον ἄγγελον, ἀνακράζοντες· Χαῖρε πίστεως ἄνθος μυροβόλον, τὸ ἡδῦνον πᾶσαν κτίσιν, τῶν ἀρετῶν εὐωδίᾳ σου.

Τὸ περίλαμπρον καύχημα, νήσου Κύπρου ὑμνήσωμεν, ἔνθεον Ἀμβρόσιον ὡς διάκοσμον, διαγωγῆς πολυτίμητον, ἀμέμπτου καὶ μάργαρον, ἐγκρατείας καὶ εὐχῆς, ἀσιγήτου πρὸς Κύριον, τὸν δωρούμενον, δαψιλῶς οὐρανόθεν πᾶσαν χάριν, εὐσεβέσιν εὐφροσύνην, καὶ οἰκτιρμῶν πλοῦτον ἄσυλον.

Ἐγκρατείᾳ συντόνῳ σου, προσευχαῖς παρακλήσεσιν, ἀειῤῥύτοις δάκρυσι τήξει σώματος, κακοπαθείαις στερήσεσι, παννύχοις σου στάσεσι, καὶ νηστείᾳ τῆς σαρκός, πάθη τὰ τυρρανοῦντά σε, κατεμάρανας, καὶ δοχεῖον Τριάδος τῆς Ἁγίας, καθαρὸν ἐπώφθης μάκαρ, πνευματοφόρε Ἀμβρόσιε.

Ἡσυχίας Ἀμβρόσιε, ἐραστὰ ἐπωμάδιον, τὸν Σταυρὸν ἀράμενος ἠκολούθησας, θερμῶς Κυρίου τοῖς βήμασι, καὶ τρίβον διώδευσας, τῆς προσκαίρου βιοτῆς, ὡς ἀσώματος ἄνθρωπος, ἱερώτατε, ἁγιάσας ἀτρύτοις σου καμάτοις, νῆσον Κύπρον νῦν τιμῶσαν, τὴν ἀεισέβαστον μνήμην σου.

Τοῦ μεγάλου ἐφάμιλλον, Ἱεράρχου τῆς πόλεως, τῶν Μεδιολάνων τοῖς κατορθώμασι, πρὸς ἀρετῆς τὴν ἀπόκτησιν, καὶ νῦν δόξης σύσκηνον, ἐν παμφώτοις οὐρανοῖς, θεοφόρον Ἀμβρόσιον, εὐφημήσωμεν, ἀσκητὴν νήσου Κύπρου τὸν θεόπνουν, ἀρετῆς ἀσπίδι βέλη, τοῦ πονηροῦ τὸν συντρίψαντα.

Δεῦτε δῆμος χριστώνυμος, εὐλαβῶς ἀσπασώμεθα, κάραν Ἀμβροσίου τοῦ οὐρανόφρονος, Ὁσίου ἣν Κύκκου κέκτηται, ὡς ὄλβον ἀτίμητον, ἡ περίδοξος Μονή, ἀνακράζοντες· λύτρωσαι, πάσης θλίψεως, καὶ μανίας ἐχθίστου καὶ ἀνάγκης, τοὺς ζητοῦντάς σου τὴν χάριν, καὶ προστασίαν τὴν ἄγρυπνον.





Δόξα. Ἦχος πλ. β΄.
Τὸ μέγα κλέος τῶν ἐπ' ὁσιότητι διαλαμψάντων ἐν Κύπρῳ Ὁσίων, Ἀμβρόσιον τὸν θεοείκελον, ἐν ᾠδαῖς εὐσχήμοσιν ἀνυμνήσωμεν σήμερον· οὗτος γὰρ ἐν χρόνοις οὓς οἶδε Κύριος, ἐξήνθησεν ὡς ῥόδον εὐωδιάζον, ὀδμαῖς τοῦ αὐτοῦ φιλαρέτου βίου, τὰ φιλόσια τῆς νήσου συστήματα· ὅθεν ἐν κατανύξει νῦν τελοῦντες αὐτοῦ τὸ μνημόσυνον, τὰς ἀδιαλείπτους εὐχὰς αὐτοῦ πρὸς τὸν Εὔσπλαγχνον αἰτούμεθα, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. η΄ 1 - 11)
Υἱέ, σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.











Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Λιτή. Ἦχος α΄.
Ὁ ἡσυχίαν φιλῶν τὴν ψυχωφελῆ καὶ ἀρετοτρόφον, Ἀμβρόσιος ὁ θειότατος ὡς φιλέρημος ὄρνις, ἐν ταῖς ἐρημίαις τῆς Κύπρου πήξας καλιὰν τῶν αὐτοῦ πόνων, ἰσαγγέλως ἐπολιτεύσατο· διὸ καὶ ἀγγέλων ἀξιωθεὶς εὐκλείας, τὸν Παμβασιλέα Χριστὸν καθικετεύει, ὑπὲρ τῶν ψυχῶν τῶν τιμώντων, αὐτοῦ τὸν ἔνθεον πόθον πρὸς πνευματικὴν τελείωσιν.

Ἦχος β΄.
Τὸν πολιστὴν τῆς ἐρημίας καὶ πύκτην τῆς εὐσεβείας, ὡς τοῦ Χριστοῦ ἐραστὴν καὶ γνήσιον φίλον ἐγκωμιάσωμεν, Ἀμβρόσιον τὸν τῇ ψυχῇ γενναιόφρονα Ὅσιον· οὗτος γὰρ ἀμβροσία καὶ νέκταρ τρυγήσας, ἀγωγῆς ἰσαγγέλου καὶ σώφρονος, τὴν Ἐκκλησίαν καθήδυνε τῇ γλυκύτητι τῶν αὐτοῦ κατορθωμάτων· καὶ νῦν ἑνὸς ἑκάστου γλυκαίνει τῶν αὐτοῦ προσφύγων τὰς καρδίας, τῷ μέλιτι τῶν αὐτοῦ δεήσεων, πρὸς τὸν εὐΐλατον Κύριον.

Ἦχος γ΄.
Τὸν ἐν ἐρημίαις τῆς Κύπρου περιπλανώμενον, καὶ ἀγγέλων τοὺς τρόπους μιμούμενον, Ἀμβρόσιον τὸν πανίερον αἱ γενεαὶ τῶν εὐσεβῶν μεγαλύνωμεν· οὗτος γὰρ ὡς ὁ Υἱὸς τοῦ ἀνθρώπου, οὐκ ἔχων ποῦ τὴν κεφαλὴν κλίνῃ, ἐν ταῖς νάπαις καὶ τοῖς δρυμοῖς, καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐσκήνου, μόνος μόνῳ προσομιλῶν τῷ Κυρίῳ· σὺν Αὐτῷ οὖν νῦν ἀγαλλόμενος ἐν πόλῳ δόξης, ἵλεων Αὐτὸν ἡμῖν ἀπεργάζεται, τοῖς τελοῦσιν ἐκθύμως αὐτοῦ τὸ μνημόσυνον.

Δόξα. Ἦχος δ΄.
λαμψε τῆς οἰκουμένης τοῖς πέρασι σήμερον, ὡς ὀρθρινὸς ἀστὴρ φαεινότατος, Ἀμβρόσιος ὁ Ὅσιος, φωτίζων πιστῶν τὰς διανοίας, καὶ ἀχλὺν χαλεπῶν νοσημάτων ἀπελαύνων, ἐκ τῶν αὐτῷ τρανῶς βοώντων· ἰσάγγελε μέροψ καὶ ἐπίγειε ἄγγελε, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, πρέσβευε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.








Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ὁ ἐν τῷ βίῳ ποθῶν, προσομιλεῖν μόνον Χριστῷ τῷ Παντάνακτι, καὶ φεύγειν ἐχθροῦ παγίδας, τὰς ψυχοκτόνους εὐχῇ, νήψει ἀκτησίᾳ, τήξει σώματος, γονάτων ταῖς κλίσεσιν, ἀειῤῥύτοις τοῖς δάκρυσι, χαμαικοιτίᾳ, κακουχίαις στερήσεσι, καὶ ἀπαύστοις σου, πόνοις, μάκαρ Ἀμβρόσιε· ὅθεν ὁ πάντων Κύριος, ἀμείβων καμάτους σου, σὲ οὐρανῶν κληρονόμον, καὶ τῶν ἀγγέλων συνόμιλον ἀνέδειξε πάτερ, ἀσκητῶν πνευματοφόρων, σεπτὸν ὡράϊσμα.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῶν Ὁσίων κακών, ὁ ἐνθεώτατος πατὴρ καὶ φιλάρετος, ἀγάπης ταμεῖον θείας, ἀκτημοσύνης εἰκών, ἐν σαρκὶ βιώσαςμὥσπερ ἄσαρκος, Ἀμβρόσιε ὅσιε, ἀρετῶν ἐνδιαίτημα, τῆς ἀπαθείας θεομύριστον λείριον, κλῖμαξ εὔχρηστε ἱερῶν ἀναβάσεων, καὶ δένδρον ἀγλαόκαρπον, καρποὺς φέρον χάριτος, καὶ εὐφροσύνης ἀλήκτου, καὶ πολιτείας ἀμείνονος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην τὴν σὴν τελοῦντες λαμπρῶς, οἱ ἐν τοῦ Κύκκου τῷ Σεμνείῳ μονάζοντες, Ἀμβρόσιε θεοφόρε, κάραν τὴν σὴν εὐλαβῶς, προσκυνοῦμεν χάριν, τὴν βλυστάνουσαν, πιστοῖς ὡς πολύῤῥυτον, ποταμὸν καὶ ἀκένωτον, θαυμάτων ξένων, φρέαρ· ὅθεν γηθόμενοι, σοὶ κραυγάζομεν, ἐνθεώτατε Ὅσιε· σκέπε τοὺς σοὶ προστρέχοντας, καὶ ῥῦσαι στενώσεων, τοὺς σὲ λαμπρῶς ἀνυμνοῦντας, σαῖς πρὸς Θεὸν παρακλήσεσι, καὶ δὴ τοὺς ἐν Μάνδρᾳ, Κυκκωτίσσης ἀσκουμένους, πατέρας πάντοτε.

Δόξα. Ἦχος πλ. δ΄.
σκητικοῖς σου κατορθώμασι, τοῦ ἐν εἴδει πυρίνων γλωσσῶν καταπεμφθέντος τοῖς Ἀποστόλοις, πανσθενοῦς Παρακλήτου Πνεύματος τὸ φῶς δεξάμενος, ὡς ἑωσφόρος ἀστὴρ ἐν Κύπρῳ ὤφθης Ἀμβρόσιε· Ἄγγελος γὰρ δειχθεὶς σαρκοφόρος, καὶ τὸν ἐν Ἁγίοις Ἅγιον ἁγιοπρεπῶς δοξάσας, Ἁγίων συνηριθμήθης χορείαις· καὶ νῦν τὸ ἀμήχανον κάλλος θεώμενος τοῦ Κυρίου τῆς δόξης, ἀπαύστως ἱκέτευε ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ φωτοφόρον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
μβροσίας τρυφῶντα καὶ θείου νέκταρος, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, θεολαμπῆ ἀσκητήν, ἐπαινέσωμεν Ἀμβρόσιον τὸν Ὅσιον, ὡς γέρας Κύπρου ἱερόν, καὶ πολίτην οὐρανῶν, τὸν φέροντα θεαρέστου, διαγωγῆς στέφος νίκης, αὐτοῦ λιτὰς ἀπεκδεχόμενοι.
Δόξα. Ἕτερον ὅμοιον.
Ἀσκητὴν πνευματέμφορον ἀνυμνήσωμεν, οὗ κάραν Κύκκου κατέχει, ἡ σεβασμία Μονή, θησαυρὸν ὡς τιμαλφῆ καὶ οὗ ἱστόρηται, ἡ πανσεβάσμιος εἰκών, ἐν τῇ Κακοπετριᾷ, Ἀμβρόσιον ὡς Ὁσίων, Κυπρίων εὖχος καὶ πρέσβυν, ἡμῶν πρὸς Κύριον θερμότατον.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
























ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
νέτειλας φαιδρῶς, ἐν τῇ Κύπρῳ ὡς ἄστρον, πυρφόρον ἀρετῶν, καὶ ὁσίων καμάτων, ἀσκήσει Ἀμβρόσιε, καὶ πιστῶν κατεφαίδρυνας, τὰ συντάγματα, ταῖς νοηταῖς φωταυγείαις· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἡμεῖς ἑορτάζομεν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μερόπων γλυκασμέ, Παναγία Παρθένε, τοῦ νέκταρος πηγή, τοῦ ἡδίστου ὑψόθεν, σοῖς δούλοις ἐπίσταξον, γλυκασμὸν διαμένοντα, παρακλήσεσι, τοῦ θεαυγοῦς Ἀμβροσίου, ἀπολαύοντος, νῦν ἀμβροσίας τῆς θείας, ἐν ἄνῳ σκηνώμασι.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως ἐβίωσας καὶ ἀρετῶν σου φωτί, τὴν Κύπρον ἐφώτισας περιφανὲς Ἀσκητά, τρισμάκαρ Ἀμβρόσιε· ὅθεν τῶν Χριστωνύμων, νῦν χοροὶ τὴν σὴν μνήμην, γάνυνται σῇ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ, οὓς φύλαττε ἀτρώτους ἐχθροῦ, βλάβης πρεσβείαις σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἀφράστως κυήσασατὸν ἐπὶ πάντων Θεόν, ἐῤῥύσω Πανάχραντε, ἐκ τῆς ἀρχαίας ἀρᾶς, βροτῶν τὰ συστήματα· ὅθεν ὡς σωτηρίας, σὲ τιμῶντες αἰτίαν, πάντες δεόμεθά σου, Παναγία Παρθένε· διάσῳζε ἡμᾶς ἐξ ἐχθροῦ, βλάβης τοῦ χείῤῥονος.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς παρθενίας σου.
Τὸν διαλάμψαντα, ὡς ἄστρον πάμφωτον, ἐν Κύπρῳ νήψεως, εὐχῆς ἀσκήσεως, συντόνου τήξεως σαρκός, νηστείας χαμαικοιτίας, καὶ πολλῶν στερήσεων, εὐφημήσωμεν Ὅσιον, καὶ αὐτοῦ τὴν πάνσεπτον κορυφὴν προσκυνήσωμεν, ἐν Κύκκου τῇ Μονῇ ἐκβοῶντες· Χαῖρε, Ἀμβρόσιε παμμάκαρ.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.







Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πνευματοφόρε Ἀμβρόσιε, τὴν στενὴν τῆς μονώσεως καὶ σκληραγωγίας τρίβον βαδίσας, τὰς ἀτάκτους τοῦ παμβεβήλου πορείας ἐστένωσας, τῷ πλάτει τῆς ἐναρέτου σου πολιτείας· καὶ πρὸς πλάτος πόλεως τῆς ἄνω στρέψας, τὴν τῆς ψυχῆς σου πυξίδα, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος γέγονας, ὧν καὶ ἡμᾶς εὐχαῖς σου ἀξίωσον, τοὺς πόθῳ τελοῦντας τὴν μνήμην σου.

Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ Ἀκροστιχίς· Ἀμβρόσιον, Ὁσίων Κύπρου, τιμῶ, εὖχος. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
νερ θεοφόρε ἀσκητῶν, τῶν ἐν τῇ Κύπρῳ λαμψάντων ἀκρώρεια, ἄσκησιν τιμῶντες τὴν σὴν εὐλαβῶς, πρὸς ἀρετῆς ἀπόκτησιν, χαῖρε σοὶ βοῶμεν, κανών Ἀμβρόσιε πίστεως.
Μάκαρ ἐρημῖτα ἀσκητῶν, τῆς νήσου Κύπρου διάκοσμε τίμιε, Ὅσιε Ἀμβρόσιε σαῖς ἀρεταῖς, καὶ θαυμασταῖς ἀσκήσεσιν, Κτίστου Ἐκκλησίαν, τὴν σὲ τιμῶσαν κατηύφρανας.
Βίον διανύσας ἀκραιφνῆ, πνευματοφόρε Ἀμβρόσιε ἔλαμψας, ὡς πυρφόρον ἄστρον ἐν Κύπρῳ αὐγαῖς, σεπτῶν κατορθωμάτων σου· ὅθεν ἀνυμνοῦμεν, τὴν ἀεισέβαστον μνήμην σου.
Θεοτοκίον.
ύπον βορβορώδη πάντων ἡμῶν, τῷ ῥαντισμῷ πρεσβειῶν σου ἀπόπλυνον, πρὸς Θεοῦ τὸν Λόγον ἁγνὴ καὶ Υἱόν, μονογενῆ σου Δέσποινα, ἵνα εἰς αἰῶνας, σὲ ἀκλινῶς μακαρίζωμεν.











ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τὴν τῶν βροτῶν.
σίων ἀσκήσει σου στεῤῥᾷ, ἀκολουθήσας ἴχνεσι, τῶν ἀρετῶν σου φέγγει διέλαμψας, σοφὲ Ἀμβρόσιε πνευματέμφορε· ὅθεν Κύπρος γάνυται, καὶ ἀξίως μέλπει σε, ἣν λιταῖς σου ἀκλόνητον φύλαττε.
Σοφίαν καὶ σύνεσιν σαφῶς, ἐν βίῳ ἔχων σύνοικον, τῆς ἀπαθείας λαμπὰς ὑπέρφωτος, καὶ θεαρέστου ζωῆς ἀπαύγασμα, ἀνεδείχθης κλέϊσμα, ἀρετῆς Ἀμβρόσιε· ὅθεν στέφος ἐδέξω ἀμάραντον.
δρώτων τιμίων σου ῥοαί, καὶ χεύματα δακρύων σου, τῆς νήσου Κύπρου χθόνα ἐπίαναν, καὶ τῆς σαρκός σου ῥύπον ἀπέπλυναν, ἀσκητὰ Ἀμβρόσιε· ὅθεν εὐφημοῦντές σε, σὴν μνήμην μέλπομεν ἄσμενοι.
Θεοτοκίον.
μφάλιον λῶρόν μου ἁγνὴ μετὰ παθῶν ἀπόκοψον, μαχαίρᾳ σῶν ἐνθέρμων δεήσεων, πρὸς τὸν Υἱόν σου Κτίστην τοῦ σύμπαντος, ἵνα μεγαλύνω σε, ὡς τῆς σωτηρίας μου, σεμνὴ Μητρόθεε, πρόξενον,

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀρετῶν τὸ πολυτίμητον σκεῦος, καὶ εὐθαλέστατον ἀσκήσεως ἕρνος, ὁ θαυμαστὸς Ἀμβρόσιος ὑμνείσθω μοι· οὗτος γὰρ διέλαμψεν ἐν τῇ Κύπρῳ ὡς ἄστρον νήψεως φωτόλαμπρον καὶ εὐχῆς ἀσιγήτου, εὐαρεστῶν Χριστῷ τῷ Λυτρωτῇ, ᾯ πᾶσι δοῦναι πρεσβεύει ὑγίειαν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν χαριτόβρυτον πηγὴν σωτηρίας, ὕδωρ τὴν βλύσασαν ζωῆς αἰωνίου, Χριστὸν τὸν ζωοπάροχον Παρθένον ἁγνήν, πόθῳ μακαρίσωμεν ἐκβοῶντες ἐν πίστει· σβέσον φλόγα Δέσποινα τῶν παθῶν οἰκετῶν σου, καὶ ἐμπαθῶν ἀτάκτων λογισμῶν δεήσεών σου πρὸς Τόκον σου νάμασι.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Νέκταρ τὸ γλυκύτατον τρυγήσας Ἀμβρόσιε, τῶν ψυχοτρόφων ἀρετῶν, καὶ ἀμβροσίαν προσευχῆς, πιὼν τὴν ἡδύγευστον, κυψέλην γέμουσαν κατέδειξας μέλιτος, τὴν σὴν ἁγίαν ψυχήν πάτερ Ὅσιε.
σιε Ἀμβρόσιε ῥυθμίζων τὸν βίον σου, τὸν διαυγῆ φόβῳ Θεοῦ, σέλας ἐδείχθης παμφαές, ἐνθέου ἀσκήσεως, καὶ ἀκραιφνοῦς διαγωγῆς καὶ συνέσεως, φωταγωγοῦν ἀληθῶς Κύπρου πέρατα.
Στῦλος ὁσιότητος ἐπώφθης Ἀμβρόσιε, οὐρανομήκης ἀληθῶς, φαίνων σαῖς θείαις ἀστραπαῖς τῆς Κύπρου τοῖς πέρασι, καὶ ἀρετῆς καὶ ἀπαθείας πυρσεύμασι, τοῖς φιλοσίων χοροῖς νῦν τιμῶσί σε.
Θεοτοκίον.
ασαι φαρμάκῳ προσευχῶν σου τὰ τραύματα, ἄμφω, σωμάτων καὶ ψυχῶν, τῶν σῶν ἀχρείων οἰκετῶν, Παρθένε πανάμωμε, ἵνα πολλῇ ἐν εὐλαβείᾳ σε πάντοτε, Θεογεννῆτορ σεμνὴ μακαρίζωμεν.



ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
ς Ὁσίων Ἀσκητῶν τῶν ἐν Κύπρῳ ὡράϊσμα, καὶ πατέρων θεοφόρων περίβλεπτον σέμνωμα, πίστει σε γεραίρομεν λαμπρῶς, Ἀμβρόσιε τρισμάκαρ, καὶ τοὺς καμάτους σου σέβομεν.
Νικητὴς κατὰ παθῶν ἐποφθεὶς δόξης ἔπαθλον, αἰωνίου θεοφόρε Ἀμβρόσιε εἴληφας· ὅθεν ἀνυμνοῦντές σε τρανῶς, κραυγάζομεν· δυσώπει, ὑπὲρ ἡμῶν τὸν Θεάνθρωπον.
Κλέος Κύπρου Ἀσκητῶν θεοτίμητον πρόσδεξαι, τὸ ἐγκώμιον ἡμῶν τῶν τιμώντων τὴν μνήμην σου, καὶ παράσχου πᾶσι δαψιλῶς,, Ἀμβρόσιε σὴν χάριν, καὶ προστασίαν τὴν ἄγρυπνον.
Θεοτοκίον.
περόπτας γεηρῶν καὶ ματαίων ἀνάδειξον, τοὺς ἐν πίστει ἀκλινεῖ καταφεύγοντας πάντοτε, τῇ σῇ Θεοτόκε ἀρωγῇ, καὶ θείᾳ προστασίᾳ, Χριστιανῶν ἀγαλλίαμα.

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Πανσόφως κατεπάτησας τὰ ἔνεδρα, τοῦ πλάνου πολεμήτορος, σῶν ἀγώνων σθένει τῶν ἀσκητικῶν, καὶ σῆς θεαρέστου ὄντως ἀγωγῆς, ἡσυχαστὰ πνευματοφόρε,, πάτερ Ἀμβρόσιε.
ανίσι τῶν ἱδρώτων σου ἡγίασας, τὴν Κύπρον Ἀμβρόσιε, σοῦ τιμῶσα μνήμην νῦν τὴν φωταυγῆ, δοχεῖον χαρίτων ὄντως διαυγές, καὶ ἰσαγγέλου πολιτείας, σέλας φωτόλαμπρον.
Οὐράνωσον τὸ φρόνημα προσφύγων σου, ἐνθέρμων Ἀμβρόσιε, καὶ Σεμνείου Κύκκου χορὸν μοναστῶν, πιστῶς προσκυνούντων κάραν σου σεπτὴν, ἥνπερ κατέχει ἐν τοῖς κόλποις, ὡς ὄλβον ἄσυλον.
Θεοτοκίον.
μνοῦντές σου ἑκάστοτε τὴν εὔνοιαν, καὶ θείαν ἀντίληψιν, ἣν ἡμῖν δεικνύεις Μῆτερ τοῦ Θεοῦ, κράζομεν· μὴ παύσῃ ἡμᾶς ἀκλινῶς, ὑψόθεν σκέπουσα τοὺς πόθῳ, ὕμνοις τιμῶντάς σε.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ θείου νέκταρος τρυγήσαντα ἐγκράτειαν, καὶ ἀμβροσίαν προσευχῆς καὶ ταπεινώσεως, ἐν τῆς Κύπρου ἐρημίαις φωναῖς αἰσίαις, εὐφημήσωμεν στρουθίον ὡς φιλέρημον, καὶ Ὁσίων ἀπ' αἰῶνος ἰσοστάσιον, πόθῳ κράζοντες· Χαίροις, μάκαρ Ἀμβρόσιε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν ἀσκήσει, φωτοπάροχος ὤφθης, Ἀμβρόσιε Ὁσίων λαμπρότης, ἐν τῇ Κύπρῳ ὁ πολιτευθείς, ἰσαγγέλως· ὅθεν τὴν σεπτὴν μνήμην σου, τιμῶντες ὕμνοις πρέπουσι, κραυγάζομεν ἐν κατανύξει·
Χαῖρε, στεῤῥὸς ἐγκρατείας ἄκμων·
χαῖρε, φανὸς εὐσεβεῖς φωτίζων.
Χαῖρε, ἀκτησίας κιννάμωμον εὔοσμον·
χαῖρε, ἀσιτίας μυρίπνοον λείριον.
Χαῖρε, ὅτι εὐηρέστησας τῷ Κυρίῳ ἀληθῶς·
χαῖρε, ὅτι ἐγκατέλιπες τὰ ἐν κόσμῳ νουνεχῶς.
Χαῖρε, τῶν μονοτρόπων πολυτίμητον εὖχος·
χαῖρε, ἐνασκουμένων θεαρέστως τὸ κλέος.
Χαῖρε, πυρσὸς συνέσεως μέγιστος·
χαῖρε, φρουρὸς Κυπρίων ἀνύστακτος.
Χαῖρε, δι' οὗ ὁ ἐχθρὸς ἐτροπώθη·
χαῖρε, δι' οὗ ὁ Χριστὸς ἐδοξάσθη.
Χαίροις, μάκαρ Ἀμβρόσιε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΣΤ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου  Ἀμβροσίου, τοῦ ἐν Κύπρῳ ἀσκήσαντος.
Ἀμβροσίαν τρυγᾷς νῦν ἐν πόλῳ θείας,
Ἀμβρόσιε, Κύπρου Ἀσκητῶν σεμνότης.
Ὁ ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Ἀμβρόσιος θεοφιλῶς ἤσκησεν, ἐν τῇ νήσῳ Κύπρῳ. Διῆλθε πάντα τὸν βίον ὡς βροτὸς ἰσάγγελος Θεῷ, εὐαρεστήσας τοῖς συντόνοις αὐτοῦ ἀσκητικοῖς καμάτοις. Ἐκοιμήθη ἐν εἰρήνῃ. Ἀγνοεῖται ὑπὸ τῶν συναξαριστῶν. Τοιχογραφία αὐτοῦ ἱστορεῖται ἐν Κακοπετριᾶ. Ἡ τιμία αὐτοῦ κάρα εὑρίσκεται ἐν τῇ Ἱερᾷ μονῇ τοῦ Κύκκου καὶ δύο ἐν Κύπρῳ χωρία φέρουσι τὸ ὄνομα αὐτοῦ. Ἡ μνήμη αὐτοῦ κατὰ Χάκκετ τιμᾶται τῇ 7ῃ Νοεμβρίου, κατὰ Σταυροβούνιον τῇ 1ῃ Σεπτεμβρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λεονάρδου τῆς Λιμόζης τοῦ Ὁμολογητοῦ καὶ θαυματουργοῦ.
Λέων καθάπερ ἰσχυρὸς Λεονάρδε,
ἀνυστάκτῳ ὄμματι νεκροῖς τὰ πάθη.
Οὗτος, ἐγεννήθη ἐν Αὐρηλιανῷ (Ὀρλεάνῃ), ἐκ γονέων εὐγενῶν καὶ μαθητὴς ἐγένετο τοῦ μακαρίου Ῥεμιγίου ποιμένος τῆς τῶν Ῥεμενσίων Ἐκκλησίας (Ῥάνς). Περιφανὴς δὲ γενόμενος τῇ ἀρετῇ καὶ τῇ ἁγιότητι, τοσοῦτον αἰδέσιμος ἐφάνη τῷ βασιλεῖ Κλοδοβίῳ, ὥστε ἐπέτρεψεν αὐτῶ ἀπολύειν μόνῃ τῇ ἐπισκέψει τοὺς οἵους δεσμίους ἐβούλετο. Ἠλευθέρωσε δὲ καὶ τοῦ βασιλέως Χλωδοβίκου τὴν σύνευνον θανεῖν ἐγγίζουσαν ἐκ τῶν ὠδινῶν τοῦ τοκετοῦ τέκνον, τοῖς γονεῦσιν ὑγιὲς χαρισάμενος. Ἡσυχάσας δὲ ἐν τῷ δάσει Πάβῳ καὶ τὴν σάρκα κατατήξας νηστείᾳ καὶ ἀγρυπνίᾳ, ἔπηξεν καλύβαν καὶ ναὸν μικρὸν ἀνήγειρεν εἰς τιμὴν τῆς Θεοτόκου. Παρ’ αὐτῷ δὲ ἠθροίσθη καὶ χορὸς πατέρων τινῶν. Τελέσας δὲ θαύματα πολλά, καὶ ἰατρὸς φανεὶς ἄριστος καὶ ποιμὴν γλυκὺς καὶ διδάσκαλος ἀκριβέστατος, πάντων ἀνεπαύθη ἐν Κυρίῳ. Μετὰ δὲ τὴν αὐτοῦ κοίμησιν, θαύματα ἐγένοντο πλεῖστα τῇ ἐπικλήσει τοῦ ὀνόματος αὐτοῦ καὶ τῇ προσκυνήσει τῶν λειψάνων αὐτοῦ, καὶ οὕτως ἐδοξάσθη παρὰ Κυρίου, τοῦ ἐνδοξαζομένου ἐν ταῖς μνήμαις τῶν Ἁγίων Αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερόμαρτυρος Παύλου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.
Τὴν εἰς φάρυγγα Παῦλος αὐχῶν ἀγχόνην,
Λύει φάρυγξι ῥευμάτων τὴν ἀγχόνην.
Παῦλος ὁ μέγας Ὁμολογητής, ὑπῆρχεν ἐκ τῆς Θεσσαλονίκης, Νοτάριος γενόμενος καὶ ὑπογραφεὺς Ἀλεξάνδρου τοῦ ἁγιωτάτου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ διάκονος τῆς αὐτῆς Ἁγίας Ἐκκλησίας, ὅνπερ οἱ ὀρθόδοξοι, μετὰ τὴν τελευτὴν Ἀλεξάνδρου, Πατριάρχην προχειρίζονται Κωνσταντινουπόλεως. Κωνστάντιος δὲ ὁ βασιλεύς, ἀρειανὸς ὦν, ὑπστρέψας ἀπὸ Ἀντιοχείας, ἐκβάλλει τοῦτον ἀπὸ τοῦ θρόνου καὶ ἀντ’ ἐκείνου εἰσάγει Εὐσέβιον τῆς Νικομηδείας. Ὁ δέ, καταλαβὼν τὴν Ῥώμην, εὗρε τὸν μέγαν Ἀθανάσιον, ἐκβεβλημένον κἀκεῖνον ὑπὸ Κωνσταντίου τοῦ οἰκείου θρόνου. Διὰ γραμμάτων οὖν τοῦ βασιλέως Κώνσταντος, ἀπολαμβάνουσιν ἀμφότεροι τοὺς οἰκείους θρόνους, καὶ πάλλιν ἐκβάλλονται παρὰ Κωνσταντίου τῇ τῶν Ἀρειανῶν συμβουλῇ. Τότε γράφει Κώνστας πρὸς τὸν ἀδελφὸν αὐτοῦ Κωνστάντιον, ὅτι· εἰμὴ ἀπολάβοιεν τοὺς θρόνους αὐτῶν, ἐλεύσομαι μετὰ δυνάμεως κατὰ σοῦ. Ἀπέλαβεν οὖν τὸν θρόνον ὁ θεῖος Παῦλος μικρόν, καὶ μετὰ τὸν θάνατον Κώνσταντος, ἐξορίζεται εἰς Κουκουσὸν Ἀρμενίας, καὶ ὑποκλεισθεὶς ἐν οἰκήματι λειτουργῶν, ἀπεπνίγη παρὰ τῶν Ἀρειανῶν, μετὰ τοῦ ἰδίου ὠμοφορίου, παραδοὺς τὴν ψυχὴν τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας κατενεχθείσης κόνεως, ἐπὶ Λέοντος τοῦ Μεγάλου.
Φλέγειν ἀπειλεῖς, ἀλλὰ πάλιν οὐ φλέγεις,
Ὀργῇ κεράσας μακροθυμίαν Λόγε.
Τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς αὐτοκρατορίας αὐτοῦ, πέμπτῃ τοῦ Νοεμβρίου μηνός, περὶ τὰς μεσημβρινὰς ὥρας, ἅπας ὁ οὐρανὸς συνεφὴς γεγονώς, τὴν συνήθη τῶν νεφελῶν μελανίαν εἰς πυρώδη θέαν μεταβαλών, ἐδόκει τὰ πάντα καταφλέγειν. Εἰς τοσοῦτον γὰρ ἐξέπληξεν ἅπαντας, ὣς τε καὶ ἐκ μονῆς τῆς ὄψεως ὑπολαμβάνειν, ὡς εἰ καὶ βροχὴ κατενεχθείη ἐκ τῶν νεφῶν, πάντως πῦρ ἔσται καὶ φλόξ, κατακαίουσα ὡς πάλαι τὰ Σόδομα. Διὰ τὴν ἀμφίβολον οὖν ταύτην προσδοκίαν, πάντων τῶν ἱεροῖς οἴκοις μετ’ οἰμωγῶν, καὶ ἄλλης ἱκεσίας προσπεφευγότων, ὁ φιλάνθρωπος κερασάμενος τῇ τιμωρίᾳ τὴν ἀγαθότητα, ἐκέλευσεν ὕειν τοῖς νέφεσιν ἀσυνήθη ὑετὸν καὶ ξένον, καὶ φόβον ἐμποιοῦντα τοῖς ἁμαρτάνουσιν. Ἀπὸ γὰρ ἑσπερινῶν ὡρῶν ἀρξάμενος, παρετάθη μέχρι μεσονυκτίου. Τὸ δὲ κατερχόμενον, κόνις ἧν μέλαινα καὶ σφοδότατα ζέουσα, καὶ παραπλησία τῇ καμιναίᾳ αἰθάλῃ, καὶ πλείστη, ὡς εὑρεθῆναι ὑπεράνω τῆς γῆς καὶ τῶν κεράμων ἐπιτεθεῖσα πλέον ἀνδρικῆς σπιθαμῆς. Κατέκαυσε δὲ καὶ κατέφλεξε τὰ ἐκ τῆς γῆς ἀνιόντα, βοτάνας τε καὶ φυτά. Ἐγένετο καὶ δυσέκπλυτος πάνυ, τήν τε τοῦ Θεοῦ ἀγανάκτησιν ὑπεμφαίνουσα, καὶ τὴν ἁμαρτίαν εἰκονίζουσα. Πολλῶν γὰρ καὶ ῥαγδαίων ὄμβρων ἐπὶ πολλαῖς ὥραις καὶ ἡμέραις κατενηνεγμένων, μόλις ποτὲ ἠδυνήθη ἐκπλυθῆναι. Δηλοῦντος τοῦ πράγματος ὡς τῆς ἐν ἡμῖν  ἁμαρτίας, καθάπερ πυρίνης καὶ μελαίνης κόνεως, ἐπικειμένης, καὶ τὰ τῆς ἀρετῆς ἀναστήματα κατεσθιούσης ὡς πῦρ, πολλῶν ἡμῖν δεῖ τῶν δακρύων, σφοδροῦ τοῦ θρήνου, ἐκ τῆς ἀβύσσου τῆς καρδίας κάτωθεν, ἐν στεναγμῷ καὶ πικρίᾳ ψυχῆς ἐπιβρεχομένων, ἵνα τὴν τῆς κακίας φλογώδη αἰθάλην ἐκπλύναντες, τὴν καλὴν γὴν τοῦ νοὸς πιανθεῖσαν, καρποφορεῖν τὰ θεῖα παρασκευάσωμεν, καὶ τὴν ἐν τῇ γεέννῃ τιμωρίαν ἐκφύγωμεν, καταφλέγουσαν τῶν ἐμπιπτόντων σὺν τοῖς σώμασι καὶ τὰς ψυχάς, καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν ἐπιτύχωμεν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ.
Ἀρεστά, Λουκᾶ, τῷ Θεῷ πράξας Λόγῳ.
Τῆς εὐαρέστων ἐκθανὼν μοίρας γίνῃ.
Οὗτος ὁ μακάριος Λουκᾶς, ἐκ πόλεως ὥρμητο Ταυρομενίας, τῶν Σικελῶν ἐπαρχίας. Νέαν δὲ ἄγων τὴν ἡλικίαν, ὡσεὶ χρόνων ὀκτωκαιδέκα, νουνεχῶς ἐσχόλαζεν ἐν τοῖς οἴκοις τοῦ Θεοῦ, τῶν θείων λογίων ἀκροατὴς καὶ ποιητὴς γενόμενος. Ὡς δὲ οἱ γονεῖς αὐτοῦ ἐβουλεύσαντο τοῦτον γυναικὶ συζεῦξαι, αὐτὸς νύκτωρ ἀναστάς, καὶ εἰς ἄβατον τόπον ἀναχωρήσας, μετὰ τῶν θηρίων ᾤκει. Ἡμέρας δὲ τεσσαράκοντα διατελέσας ἄσιτος, θείας καὶ ἀγγελικῆς ἠξιώθη ὄψεώς τε καὶ ἐπισκέψεως. Καὶ καταλαβὼν μονήν τινα, περιβάλλεται τὸ ἀγγελικὸν σχῆμα. Καὶ σκληροτέρᾳ διαγωγῇ ἑαυτὸν ὑποβαλόμενος (διὰ τριῶν γὰρ ἢ τεσσάρων ἡμερῶν γευόμενος ἦν ἄρτου καὶ ὕδατος, καὶ μηδόλως σωματικῶς ἀναπαυόμενος), διετέλεσε μῆνας δέκα καὶ ὀκτώ.
 Ἐκεῖθεν ἀπάρας, ἔρχεται μετά τινος μοναχοῦ ἐν τῷ τῆς Αἴτνης ὄρει, ἐκ τῶν εὑρισκομένων βοτάνων ἐκεῖσε τρεφόμενος. Καὶ διὰ τὴν τῆς φύσεως ἀνάγκην, ἐκάθευδε μὲν ὀλίγον κατακλινόμενος, μονοχίτων ὑπάρχων καὶ ἀπέδιλος. Ὅρος δὲ ἦν αὐτῷ καὶ κανὼν ἠκριβωμένος μὴ ἐξιέναι τῆς κέλλης, μέχρις ἂν τὸ ὅλον ἐπισυνάψη Ψαλτήριον. Εἶτα τὸν κανόνα τῆς τρίτης ὥρας ἐτέλει. Τὸ δὲ ὑπόλοιπον τῆς ἡμέρας, τοῦ ἔργου ἥπτετο, μέχρις ἀν τῆς ἕκτης ὥρας καιρὸς ἐπιστῇ. Καὶ μετὰ τὴν ἕκτην, τοῦ μικροῦ σιτηρεσίου ἐφρόντιζε, καὶ τῆς λοιπῆς ἀκολουθίας.
Ἐν τούτοις ὤν, χάριτος ἠξιώθη θεόθεν μεγίστης, καὶ διαλύσεως λόγων δυσνοήτων, ὡς καί τινας ἀποροῦντας λέγει: Πόθεν οὗτος γράμματα μὴ μεμαθηκώς; Καὶ μετὰ ταῦτα τόπον τινὰ διἀποκαλύψεως καταλαμβάνει, καὶ δώδεκα μοναχοὺς συναθροίσας, τούτων ἐπεμελεῖτο. Διὰ ταύτην τὴν αἰτίαν καὶ τὸ Βυζάντιον καταλαμβάνει, καὶ περιελθὼν τὰ τῶν μοναζόντων οἰκίδια, καὶ τοῖς πατράσι κοινωσάμενος, ὑποστρέψας ἀπῆλθε μέχρι Κορίνθου. Καὶ ἔν τινι κώμῃ οἰκήσας, οὐ πλείους μηνῶν ἑπτά, ἐν εἰρήνῃ ἐκοιμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἅγιος Παῦλος, διὰ Χριστὸν Σαλός, ἐν εἰρήνῃ τελειοῦται.
Ὑποκριθεὶς Παῦλος ἐν γῇ μωρίαν,
Χορῷ θανὼν σύνεστι τῶν θεοφρόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάρτυς Νίκανδρος, μαχαίρᾳ τελειοῦται.
Σφαγὴν παθῶν Νίκανδρος ἐχθρὸς τῆς πλάνης,
Νίκην κατ’ ἀνδρῶν ἤρατο πλανωμένων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Δημητριανοῦ, ἐπισκόπου Κηθηρίας Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀγαπίου πρεσβυτέρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Άϊλτουντ (Iltud) τοῦ Ἰρλανδοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀβραὰμ τοῦ ἐν Χοτίνῃ, καὶ Λουκᾶ τοῦ ἐν τῷ σπηλαίῳ Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ΄. Σὲ νοητήν.
Τὸν θεαυγῆ, καὶ φωτοφόρον Ἀμβρόσιον, ὑμνολογοῦμεν εὐλαβῶς, ὥσπερ τῶν θείων ἐντολῶν, πληρωτὴν καὶ σκήνωμα, ἐναρέτων πράξεων, ἐν κατανύξει κραυγάζοντες· Χαῖρε, σεμνότης Ὁσίων, Θεοῦ τοῦ Παντοκράτορος.
δεῖν ποθῶν, προσώπου κάλλος τὸ ἄῤῥητον, τοῦ Θεανθρώπου Ἰησοῦ, ἐν ταῖς σκηναῖς τοῦ οὐρανοῦ, θαυμαστὲ Ἀμβρόσιε, πᾶσαν ἐγκατέλιπες, τοῦ βίου πρόσκαιρον ἄνεσιν, καὶ τρυφὴν καὶ δόξαν, καὶ διαῤῥέουσαν εὔκλειαν.
Μονὴ σεπτή, τῆς Κυκκωτίσσης Ἀμβρόσιε, ἐν τοῦ Τροόδους κορυφαῖς κάραν κατέχει σου σεπτήν, ὄλβον ὡς πολύτιμον, καὶ λαμπρὸν θησαύρισμα, καὶ ἐκτελοῦσα τὴν μνήμην σου, πιστῶς ἀσπάζεται ταύτην, ἀφθόνως χάριν τὴν βλύζουσαν.
Θεοτοκίον.
ς γῆν καλήν, εὐλογημένη Μητρόθεε, Θεοῦ βλαστήσασα Υἱόν, τὸν Ζωοδότην Ἰησοῦν, σὲ ἀεὶ γεραίρομεν, χοϊκῶν οἱ σύλλογοι, καὶ μεγαλύνοντες πλῆθός σου, θαυμασίων σπεύδομεν, τῇ ἀῤῥαγεῖ προστασίᾳ σου.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
νθεε Ἀμβρόσιε λαμπάς, φωτόλαμπρος ἀσκήσεως, νηστείας καὶ ἀκτησίας, εἰς παμφώτους οὐρανοῦ, σκηνώσεις κατήντησας, εὐλογῶν ἀσιγήτως, τὸν Κτίστην τῶν ἁπάντων, καὶ Σωτῆρα κόσμου, ψυχῆς δυνάμει ὅλῃ.
μνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμῶμέν σου Ἀμβρόσιε,, τὴν μνήμην τὴν λαμπροτάτην, καὶ μελίσμασι τερπνοῖς, καμάτους σου μέλπομεν, τοὺς ἀόκνους πρὸς κτῆσιν, σοφίας τῆς ἐνθέου, χάριτος ἀφθόνου, καὶ ἀρετῆς παμμάκαρ.
Χαῖρε νήσου Κύπρου ἀσκητά, ἐκθύμως κραυγάζομεν, οἱ δῆμοι τῶν φιλεόρτων, καὶ μυχίων ἐκ ψυχῆς, πιστῶς δυσωποῦμέν σε· μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ τελούντων μνήμην, λαμπρῶς σὴν σεβασμίαν.
Θεοτοκίον.
μβρισον ἡμῖν τοῦ σοῦ Υἱοῦ, τῶν οἰκτιρμῶν ῥανίδας, καὶ θείου ἐλέους ῥεῖθρα, τοῖς βοῶσιν ἐκτενῶς, Παρθένε θεόνυμφε· εὐλογεῖτε τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.







ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Σόφισον ἡμᾶς τιμῶντάς σου, τὴν πολιτείαν πάτερ, ὄντως ἰσάγγελον, σοφὲ Ἀσκητὰ τῆς νήσου Κύπρου Ἀμβρόσιε, καὶ χορείας ἀζύγων διάκοσμε, ἵνα σὴν θείαν μνήμην, ᾠδαῖς εὐτάκτοις ἑορτάζωμεν.
Χαῖρε πάτερ ἱερώτατε, Θεοῦ σοφίας λύχνε ὄντως φωτόλαμπρε, φανὲ ἀρετῆς τῆς ψυχοτρόφου κραυγάζομεν, καὶ λαμπὰς σωφροσύνης ὑπέρφωτε, ἡ φωτίζουσα νῆσον Κυπρίων πάνσοφε Ἀμβρόσιε.
Μέμνησο ἡμῶν Ἀμβρόσιε, ὑμνολογούντων μνήμην σου τὴν πανσέβαστον,καὶ πίστει πολλῇ ἀσπαζομένων τὴν κάραν σου, τὴν ἀπαύστως ἐκβλύζουσαν νάματα, ἰάσεων παντοίων, τῶν εὐσεβούντων ὁμηγύρεσι.
Θεοτοκίον.
Μῆτερ τοῦ Ὑψίστου πάνσεμνε, ζωῆς μοι τῆς ἀλήκτου ὁδὸν ὑπόδειξον, τῷ ὕμνοις φαιδροῖς καὶ μελιῤῥύτοις σε στέφοντι, ἀπλανῆ ὡς ἰθύντειραν, Δέσποινα, πρὸς οὐρανῶν λιμένα, καὶ σταθηρὰν οἰακοστρόφον μου.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πρὸς ὕψος τελειώσεως, ἐπήρθης πάτερ Ὅσιε, δι' ἐγκρατείας συντόνου, καὶ νυχθημέρων καμάτων, καὶ τῷ Θεῷ ὡμίλησας, καὶ παρ' Αὐτοῦ ἀπείληφας, στέφος χρυσοῦν Ἀμβρόσιε, τῆς βιοτῆς τῆς ἀγήρω, καὶ ἀφθαρσίας ἐν πόλῳ.
Θεοτοκίον.
Φθορᾶς διὰ τοῦ Τόκου σου, θανάτου ἀπελύτρωσας, γένος ἀνθρώπινον Μῆτερ, εὐλογημένη Παρθένε, τὸ πόθῳ μακαρίζον σε, εἰς τοὺς αἰῶνας ἅπαντας, καὶ εὐλαβῶς δοξάζον σου, τὸν Τόκον ὡς ὀλετῆρα, τοῦ αἰωνίου θανάτου.
















Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ ἱερὲ Ἀμβρόσιε, ἀσκητικῆς ἀγωγῆς θεοσμίλευτον ἄγαλμα, τὴν ὁδὸν ἐβάδισας, τὴν στενὴν καὶ ἐπίμοχθον, ἐν ἐπιγνώσει,, νοὸς εὐθύτητι, καὶ ταπεινώσει, θεομακάριστε· ὅθεν ἀγῶνάς σου, ὁ Χριστὸς δεξάμενος, σὲ ἀγαθῶν, κοινωνὸν κατέστησε, τῶν ὑπὲρ ἔννοιαν.

Πάτερ, ἱερὲ Ἀμβρόσιε, ὁ ἐρημίαν φιλῶν, ὥσπερ ὄρνις φιλέρημος, καλιὰν ἀγώνων σου, ἱερῶν πόθῳ ἔπηξας, ἐν ἐρημίαις, καὶ γῆς κοιλώμασι, μισήσας κόσμον, καὶ πάντα ῥέοντα· ὅθεν πρὸς εὔκλειαν, οὐρανῶν ἀνέδραμες, ὑπὲρ ἡμῶν, τοῦ Χριστοῦ δεόμενος, τῶν εὐφημούντων σε.

Πάτερ ἱερὲ Ἀμβρόσιε, τῆς ἀπαθείας εἰκών, ἐγκρατείας τοῖς σκάμμασι, νοῦν τὸν σὸν ἐκάθηρας, καὶ τὴν σάρκα ἐνέκρωσας· ὅθεν Ὁσίων, ὡς ἐγκαλλώπισμα, καὶ θεοφόρων, ἀνδρῶν ὑπόδειγμα, κάλλος τὸ ἄῤρητον, τοῦ προσώπου Κτίσαντος, νῦν καθορᾷς, συναγαλλιώμενος, ἀγγέλων τάξεσι.

Πάτερ ἱερὲ Ἀμβρόσιε, νῦν ἡ τοῦ Κύκκου Μονή, ἐκτελοῦσα τὴν μνήμην σου, μελιῤῥύτοις ᾄσμασι, καὶ τὴν πάνσεπτον κάραν σου, ἣν θησαυρίζει, ὡς πολυτίμητον, ἀσπαζομένη, καὶ θεῖον μάργαρον, πόθῳ κραυγάζει σοι· Χαίροις ὁ τὸν Ὕψιστον, ἡμῶν Θεόν, πᾶσιν ἱλεούμενος, πιστοῖς μακάριε.

Δόξα. Ἦχος πλ. α΄.
Τῆς μοναδικῆς πολιτείας τὸν δρόμον, καὶ τῆς θεοφιλοῦς ἀσκήσεως τὸ στάδιον ἐν Κύπρῳ τελέσας, πρὸς τὴν αἰώνιον ἔσπευσας πατρίδα, γέρα λαβεῖν ἀφθαρτότητος ἐκ τῶν χειρῶν τοῦ Κυρίου, Ὅσιε πάτερ Ἀμβρόσιε· θεραπεύσας γὰρ τὴν ἀσθένειαν τῆς χοϊκῆς φύσεως, διὰ τοῦ φαρμάκου τῆς ἐλπίδος τῶν μελλόντων ἀγαθῶν, τοῦ ἐφετοῦ ἐπέτυχες καὶ οὐρανοπολίτης γέγονας· καὶ νῦν εὐκλείας ἀπολαύων ἀῤῥήτου, μὴ παύσῃ τοῦ τῆς ζωῆς καὶ τοῦ θανάτου κυριεύοντος δεόμενος, ῥύεσθαι τῶν παγίδων τοῦ ὄφεως τοὺς εἰλικρινῶς σε γεραίροντας.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἀμβροσίας τῆς μυστικῆς, ὁ ἐν ἄνῳ πόλει, ἀπολαύσας ὡς θεαυγής, ἀσκητὴς τῆς Κύπρου, Ἀμβρόσιε τρισμάκαρ, Ὁσίων θεοφόρων, ἔμπνουν θησαύρισμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου