Τρίτη 28 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 17. ΟΣΙΟΣ ΒΛΑΣΙΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΖ΄!!
ΒΛΑΣΙΟΣ ΟΣΙΟΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πνευματέμφορον Βλάσιον, τὸν ἐν Κύπρῳ ἀσκήσαντα, καὶ αὐτοῦ ἀσκήσεως κατορθώμασιν, εὐαρεστήσαντα Κτίσαντι, ἐκθύμως τιμήσωμεν, ὡς κανόνα προσευχῆς, καὶ νηστείας εὐθύτατον, ἀνακράζοντες· χαῖρε βίου κιννάμωμον μονήρους, τὸ ἡδῦνον εὐωδίᾳ, σῶν ἀρετῶν τὴν ὑφήλιον.

Ἀρετῆς καὶ φρονήσεως, φιλοσίους τιμήσωμεν, ἄνδρας μαργαρίταις σεπταῖς κοσμούμενον, ἀσκητικαῖς καὶ διάκοσμον, ὀφθέντα τῆς πίστεως, καὶ ἀόκνου προσευχῆς, θεοτίμητον Βλάσιον, ὃν ἀξίως παμφαεῖ περιηυγάσμενην, φέγγει ἀνευρεῖν αὐτῆς εἰκόνα, ἐν σχίνων κλώνοις ἡ πάναγνος.

Ἀσιγήτως εὐχόμενον, καὶ αἰτούμενον ἔλεος, τοῦ φιλανθρωπεύσαντος Λόγου Κτίσαντος, καὶ δι’ ἡμᾶς σάρκα βρότειον, λαβόντος ὑμνήσωμεν, ὁλοθύμως οἱ πιστοί, ἀσκητὴν τὸν θεόφρονα, πάνυ Βλάσιον, ὡς δακρύων πολύῤῥυτον χειμάῤῥουν, ἁγιάσαντα τὴν χθόνα, Κύπρου καὶ Κρήτης τὴν εὔφορον.

Πρακτικῶς τὸν γινώσκοντα, διακρίνειν τὰ ἔνεδρα, πτερνιστοῦ ἀρχαίου καὶ παναλάστορος, ὃς εἰς ὑπέρφωτον ἄγγελον, μετασχηματίζεται, εἰς τὸ σκότος τὸ φρικτόν, ῥίψαι θέλοντα ἄνθρωπον, θεῖον Βλάσιον, ὡς εὑρόντα τιμήσωμεν εἰκόνα, φέγγει περιηυγάσμενην, ἀΰλῳ τῆς Θεομήτορος.

Τοῦ σεμνείου δομήτορα, ἐν Κισσάμῳ τιμήσωμεν, Γωνιᾶς Παρθένου λαμπροῖς μελίσμασι, θεοφορούμενον Βλάσιον, ἐκθύμως κραυγάζοντες· φιλαρέτων ἀσκητῶν, τῶν ποθούντων τὴν θέωσιν, λύχνε πάμφωτε, τοὺς ἐν σκότει ἀγνοίας καθημένους, σαῖς εὐχαῖς ἀδιαλείπτοις, πρὸς φῶς σωτήριον ἔγειρον.




Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ᾄσμασι, Βλάσιον Ὁσίων τὸ ἐγκαλλώπισμα, καὶ ἀσκουμένων ὑπόδειγμμα, βοῶντες ἐκ πίστεως· Παραδείσου οἰκιστά, ὁ τὴν δόξαν θεώμενος, τοῦ παντάνακτος, ὑμνηπόλους ἀξίωσον σῶν πόνων, οὐρανῶν τῆς Βασιλείας, καὶ τῆς ἀφθίτου λαμπρότητος.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, φαιδρῶς ἐπέφανεν, ἡ τοῦ Ὁσίου Βλασίου μνήμη, αἴγλῃ εὐχῆς ἀδιαλείπτου, καὶ ἀκραιφνοῦς πολιτείας, λαμπρύνουσα τῶν φιλεόρτων τὰ συστήματα. Οὗτος γάρ, τῆς καινῆς ἐν Χριστῷ ζωῆς ἐκφαίνει τὸν πλοῦτον, καὶ τῷ φωτὶ τῆς αὐτοῦ ἀρετῆς καὶ σοφίας, ἰθύνει πάντας πρὸς ἀτραπὸν τὴν σωτήριον· ὅθεν ἐν κατανύξει νῦν, αὐτὸν ἐγκωμιάζοντες, τὰς ἐνθέρμους εὐχὰς αὐτοῦ πρὸς Κύριον αἰτούμεθα, τὸν παρέχοντα πᾶσι χάριν, ὑγείας καὶ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.




Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄.
Τὸν ἐκβλαστήσαντα καρποὺς μοναδικῆς πολιτείας, ἐν τόποις ἀνύδροις καὶ ἀνίκμοις, Βλάσιον, ἀσκητὴν τὸν πανεύφημον, εὐφημήσωμεν ἀξιοχρέως κραυγάζοντες· ὁ τῶν Ἀγγέλων ἀξιωθεὶς εὐκλείας, καὶ τῷ παμβασιλεῖ Χριστῷ παριστάμενος, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς ἀνυμνοῦσι τοὺς μυροβόλους σου καμάτους, πρὸς ἀρετῆς τὴν τελείωσιν.

Ἦχος β΄.
Ὡς ἀγαθῶν λογισμῶν ταμεῖον, καὶ φυλακτήριον τῶν πέντε αἰσθήσεων, διακρίσεως ἐπώφθης μέλαθρον, καὶ θείας Χάριτος θησαυρὸς ἀσύλητος, Βλάσιε, τῆς ἐρημίας πολιστὰ ἐνθεώτατε· ὅθεν, τοῦ νέκταρος τῆς θεοσοφίας σου τρυγῶντες ὡς μέλισσαι, καὶ Χριστὸν τὸν σὲ δοξάσαντα μεγαλύνοντες, τὰς πρὸς Αὐτὸν ἀδιαλείπτους σου εὐχὰς ἐξαιτούμεθα.

Ἦχος γ΄.
Τὸν καταλιπόντα τὴν πεφιλημένην αὐτῷ Κύπρον, μετὰ τὴν αὐτῆς κατάληψιν ὑπὸ τῶν ἐκγόνων τῆς Ἄγαρ, καὶ Κρήτην νέαν αὐτοῦ κονίστραν ἀναδείξαντα, τῶν ἀσκητικῶν παλαισμάτων εὐφημήσωμεν κράζοντες· Βλάσιε ἱερώτατε, ὁ τῶν Ἀγγέλων τοὺς τρόπους μιμούμενος, καὶ μόνον μόνῳ προσομιλῶν τῷ Κυρίῳ, ἵλεων Αὐτὸν ἡμῖν ἀπέργασαι, τοῖς τελοῦσιν ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος δ΄.
Τὸν ὁμόζηλον Ἠλιοῦ καὶ Προδρόμου, καὶ ὁμόσκηνον τῶν ἐν Κύπρῳ θεοφιλῶς πολιτευσαμένων πατέρων, τὸν οὐρανοῖς νῦν μετ’ Ἀγγέλων χοροβατοῦντα, ἰσάγγελον Βλάσιον ἐγκωμιάσωμεν κράζοντες· χρηστότητος πρόβολε, καὶ διάκοσμε τῆς Ἐκκλησίας, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν διαφύλαξον, καὶ λιταῖς σου ἴθυνον ἡμᾶς, πρὸς βίον κρείττονα, καὶ ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν Κισσάμῳ Μονήν, τῇ Θεοτόκῳ Γωνιᾷ τὴν περίδοξον, δομήσας οἰκείοις πόνοις, καρδιακῆς ὡς εὐχῆς, μοναστῶν πληθύος ἐργαστήριον, θειότατε Βλάσιε, ἥνπερ θρόνον περίλαμπρον, τῆς παναχράντου, Θεομήτορος ἔδειξας, ἧς τὸ ἔκτυπον, ὄντως τὸ θαυματόβρυτον, εὗρες ἐν σχίνῳ πάνσοφε, πιστῶν εἰς ἀντίληψιν, παραμυθίαν γλυκεῖαν, τῶν ἐν κινδύνοις καὶ θλίψεσι, δεινῶς κλονουμένων, στηριγμὸν καὶ ἀσθενούντων, ταχεῖαν ἴασιν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ἐν τῷ κήπῳ φυείς, τῷ μυροβόλῳ ψυχοτρόφου ἀσκήσεως, καὶ λείρια ἐκβλαστήσας, σοφίας καὶ ἀρετῆς, ἀσκητὰ φωσφόρε, θεομύριστα, ἀγάπης κιννάμωμον, ἀκτησίας λευκάνθεμον, εὐῶδες κρῖνον, ἀπαθείας καὶ νήψεως, καὶ ὑάκινθε, προσευχῆς καὶ χρηστότητος, μνήμην τὴν παναγίαν σου, τιμῶντες ἀείποτε, ἐν κατανύξει καρδίας, ἀναβοῶμέν σοι· Βλάσιε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην, τὴν σὴν αἰσίαις φωναῖς, ἐπιτελοῦντες εὐσεβῶν τὰ συστήματα, καὶ πόνους σου νυχθημέρους, πρὸς κτῆσιν τῆς ἀρετῆς, καὶ θεοσοφίας ἑορτάζοντες, λαμπρῶς οἱ φιλέορτοι, ἀνακράζομεν· Βλάσιε, πνευματοφόρε, ὁσιότητος σκήνωμα, καὶ περίλαμπρον, τῆς καινῆς ἐν παντάνακτι, καὶ πλαστουργῷ τῆς κτίσεως, ζωῆς ἀνακτόριον, χαμαιζηλίας ἁπάσης, τοὺς σὲ γεραίροντας λύτρωσαι, καὶ φρόνημα πάντων, τῶν προσφύγων σου πρὸς πόθον, Θεοῦ ἀνύψωσον.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀρνησάμενος κοσμικὰς μερίμνας καὶ ἡδέα πρόσκαιρα, τὰ διαμένοντα εἰς αἰῶνας, ἐπεθύμησας ὁλοθύμῳ σου ἐφέσει, καὶ τοῦ ἀκροτάτου τῶν ἐφετῶν ἐπέτυχες δι’ ἀσκήσεως συντόνου, ὁσιώτατε Πάτερ Βλάσιε. Ἀγγέλων γὰρ ὁμόζηλος γενόμενος, Κύπρον καὶ Κρήτην ἡγίασας σεπτοῖς σου παλαίσμασι, καὶ Θεῷ καὶ ἀνθρώποις εὐηρέστησας, ἀκραιφνεῖ πολιτείαν σου. Καὶ νῦν τοῦ ἀμηχάνου ἀπολαύων κάλλους τῆς μορφῆς τοῦ Κυρίου, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀσκητὴν νήσου Κύπρου τὸν ἐνθεώτατον, τὸν ἐν Κισσάμῳ τῆς Κρήτης κτίσαντα θείαν Μονήν, Γωνιᾷ τῇ Παναγίᾳ ἧς τὸ ἔκτυπον, εὗρεν ἐν σχίνῳ θαυμαστῶς, ὕμνοις Βλάσιον σεπτόν, τιμήσωμεν κατὰ χρέος, βοῶντες· ῥῦσαι λιταῖς σου, ἡμᾶς ἐχθροῦ παγίδων Ὅσιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀσκήσας ὡς ἀστήρ, τηλαυγῶς ἐν τῇ Κύπρῳ, καὶ Κρήτῃ ἀρετῶν, ἀστραπαῖς τῶν ὁσίων, ἐφαίδρυνας Βλάσιε, τῶν πιστῶν τὰ συστήματα· ὅθεν σήμερον, τὴν σὴν ὑπέρφωτον μνήμην, ἑορτάζοντες, σὲ καταστέφομεν πόθῳ, εὐτάκτοις μελίσμασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πιστῶν καταφυγή, Παναγία Παρθένε, ἐν μάνδρᾳ Γωνιᾶς, Σὴν ἁγίαν Εἰκόνα, πιστῶς ἀσπαζόμενοι, τὴν βλυστάνουσαν νάματα, τῶν ἰάσεων, πᾶσι νοσοῦσι χαρίτων, ἐμπιπλάμεθα, χαρᾶς ἀῤῥήτου καὶ πόθῳ, ἀεί Σε γεραίρομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βιώσας ὡς ἄϋλος σῆς ἐγκρατείας φωτί, καὶ φέγγει ἀσκήσεως σῆς νυχθημέρου πιστῶν, χορείας ἐφώτισας, Βλάσιε μονοτρόπων, παμφαῶν ὡραιότης· ὅθεν σὴν θείαν μνήμην, γεγηθότες τιμῶμεν, καὶ σπεύδομεν ἐν βίου δεινοῖς, σαῖς παρακλήσεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πιστῶς ἀσπαζόμενοι ἐν τῇ Μονῇ Γωνιᾶς, τὴν θείαν Εἰκόνα Σου Θεογεννῆτορ σεμνή, θερμῶς δυσωποῦμέν Σε· πέμψον ἡμῖν ὑψόθεν, τοῦ Υἱοῦ Σου ἐλέη, καὶ οἰκτιρμῶν τῷ πλήθει, τοῖς φωναῖς ἐν αἰσίαις, δοξάζουσιν Αὐτὸν καὶ λαμπρῶς, Σὲ μεγαλύνουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν βιωσάμενον, καθάπερ ἄϋλος, ἐν Κύπρῳ πρότερον, καὶ Κρήτῃ ὕστερον, ἀσκήσει νήψει προσευχῇ, νηστείᾳ καὶ χαμευνίᾳ, θεοφόρον Βλάσιον, τὸν τοὐπίκλην Ἀμάσιον, μέλψωμεν γηθομένοι, εὐσεβῶν τὰ συστήματα, ψυχῆς ἐν κατανύξει βοῶντα· χαῖρε Πατέρων κοσμιότης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Οὐρανοδρόμον ἀνύσας ἐν Κύπρῳ πορείαν, καὶ ἰσαγγέλως ἐν Κρήτῃ πολιτευσάμενος, οὐρανοπολίτης ἐγένου, Βλάσιε θειότατε. Καὶ νῦν ὡς κληρονόμος τῆς ἄνω λαμπρότητος, αὐτῆς καὶ ἡμᾶς εὐχαῖς σου ἀξίωσον, τοὺς πόθῳ τελοῦντας τὴν θείαν μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Βλασίου, Γωνιᾶς Μονῆς, εὖχου αἶνος. Χ. Μ. Μ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Βλασίου θείου τὰ σεπτὰ παλαίσματα, πρὸς κτῆσιν τῆς ἀρετῆς, ἐν τῇ Κύπρῳ πρῶτον, καὶ ἐν Κρήτῃ ὕστερον, λαμπρῶς ἐγκωμιάσωμεν, μελῳδίαις εὐτάκτοις, καὶ πανευσχήμοσιν ᾄσμασιν, χαῖρε τούτῳ πίστει κραυγάζοντες.
Λαμπρῶν Ὁσίων τὸ φαιδρὸν ἐκπύρσευμα, καὶ θεαυγοῦς ἀσκητῶν, παμφαῆ λυχνίαν, φωτοφόρον Βλάσιον, δομήτορα ὡς πάνσεπτον, Γωνιᾶς Παναγίας, Μονῆς ἐν Κρήτῃ τιμήσωμεν, πόνους τοὺς αὐτοῦ μεγαλύνοντες.
ῤῥήτου δόξης τὸν τρυφῶντα μέλψωμεν, ἐν οὐρανίαις σκηναῖς, Βλάσιον χορεῖαι, τῶν πιστῶν τοῖς ἄνθεσιν, ᾀσμάτων καταστέψωμεν, καὶ αὐτοῦ θείαν μνήμην, τὴν σεβασμίαν τελέσωμεν, καθηκόντως πάντες φιλέορτοι.
Θεοτοκίον.
Σεμνοπρεπὲς ὑπεραγία Δέσποινα, σεμνείου τῆς Γωνιᾶς, καύχημα καὶ κλέος, καὶ ἀκέστορ ἄγρυπνε, Βλασίου τοῦ θεόφρονος, ταῖς θερμαῖς ἱκεσίαις, τοὺς Σὲ ὑμνοῦντας ἀξίωσον, χαρμονῆς ἐν πόλῳ ἀτέρμονος.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
ερώτατε Πάτερ, θεοειδὲς Βλάσιε, ὁ ἐν νήσῳ Κύπρῳ ἀσκήσας, ὥσπερ ἀσώματος, καὶ καταντήσας σαφῶς, εἰς δυσαντίβλεπτον ὕψος, ἀπαθείας πρόσδεξαι, αἶνον ἱκέτου σου.
δομήτωρ σεμνείου, περικλεοῦς Ὅσιος, Γωνιᾶς Παρθένου ἐν Κρήτῃ, πάνσεπτος Βλάσιος, ἀνευφημείσθω μοι, ὡς ἀσκητὴς θεοφόρος, καὶ τῆς Θεομήτορος, δοῦλος θειότατος.
περόπτα ἁπάντων, ῥευστῶν σεπτὲ Βλάσιε, νοῦν τὸν σὸν ἐζώωσας Πάτερ, καὶ κατεφώτισας, τὴν Ἐκκλησίαν Χριστοῦ, ταῖς ἀστραπαῖς Πνεύματός του, καὶ αὐγαῖς φρονήματος, ἰσουρανίου σου.
Θεοτοκίον.
Γεγηθότες ὑμνοῦμεν, τὴν σὴν σεπτὴν κύησιν, τὴν βροτοῖς δωρήσασαν πᾶσιν, αἰωνιότητα, Θεογεννῆτορ σεμνή, καὶ μεγαλύνομεν πόθῳ, Σὲ ὡς θείαν πρόξενον, κόσμου θεώσεως.



Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ηὐγασμένην τῆς ἁγνῆς, Παρθένου εἶδες τὴν μορφήν, ἐν τῷ σχίνῳ τῷ φωτί, τῷ θείῳ καὶ τῆς Γωνιᾶς, Μονὴν ἀνήγειρας ὄντως περίκλυστον, ἔνθα μοναστῶν, χορεῖαι Βλάσιε μέγαν ὁδηγόν, σχοῦσέ σε ἤνθησαν, τῆς ἀφθαρσίας πανεύοσμα λείρια, ἀκολουθοῦσαι τοῖς τρόποις σου· καὶ νῦν δυσώπει, ὑπὲρ τῶν πίστει, ἐπιτελοῦντων τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἁγιάσματος πηγή, τοῦ θείου ὤφθης Μαριάμ, καὶ λυχνία παμφαής, φωτὸς ἀΰλου ἀγαθή, τοῦ τῆς φθορᾶς διαλύοντος ζόφωσιν, Μῆτερ τοῦ Θεοῦ, σεμνὴ καὶ ἄμωμε· ὅθεν χοϊκῶν σὲ μεγαλύνουσαι, αἱ ὁμηγύρεις ἐν πίστει κραυγάζομεν· μὴ διαλλίπῃς ἀείποτε, Χριστῷ πρεσβεύων τὴν σκοτομήνην, λῦσαι θλίψεων δούλων Σου.

ᾨδὴ δ’. Σύ μου ἰσχύς.
ς λαμπηδών, χρηστοηθείας ἀείφωτος, ἀπαθείας, Βλάσιε ἀπαύγασμα, καὶ λύχνος νήψεως παμφαής, Κτιστοῦ Ἐκκλησίαν τὴν σεπτὴν ἐφώτισας, ταῖς ἀστραπαῖς σῶν πόνων, καὶ πολλῶν σου χαρίτων, ἀσκητῶν φιλοθέων ὡράϊσμα.
Νῦν τὸν πυρσόν, σκληραγωγίας τιμήσωμεν, ὁλοθύμως, Βλάσιον τὸν ἔνθεον, ὡς Ἐκκλησίας φωταγωγόν, πρῶτον ἐν τῇ Κύπρῳ, ἀσκήσει τὸν διαλάμψαντα, καὶ εἶτα ἐν τῇ Κρήτῃ, ἐν ᾗ τῇ Θεοτόκῳ, Γωνιᾷ θείαν μάνδραν ἐδόμησε.
δεῖν Θεοῦ, μορφῆς τὸ κάλλος τὸ ἄῤῥητον, ἠξιώθης, τρισευδαῖμον Βλάσιε, ἐν ταῖς σκηνώσεσιν οὐρανοῦ, ὡς εὐαρεστήσας ἀσκήσει Αὐτῷ ἀόκνῳ σου, εὐχῇ ἀδιαλείπτῳ, νηστείᾶ χαμευνίᾳ, καὶ παννύχοις σου στάσεσιν Ὅσιε.
Θεοτοκίον.
Αἱ τῶν πιστῶν, χορεῖαι πόθῳ κραυγάζουσι· Θεοτόκε, Σῶν εὐχῶν ἀπόσμηξον, μάκτρῳ δακρύων ἡμῶν ῥοάς, καὶ εἰς χαρμονὴν μεταποίησον, παντευλόγητε Θεογεννῆτορ, θλίψεως τῶν Σὲ ὑμνολογούντων, καὶ φαιδροῖς ἐφυμνίοις τιμώντων σε.












ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Στηριγμὸς μονοτρόπων, σεμνότης ὡράϊσμα καὶ θεῖον ἔκτυπον, ὤφθης ἐν τῇ Κύπρῳ, τῇ τρεφούσῃ Ἁγίων συστήματα, ἐκ τῶν πρώτων χρόνων, τῆς τοῦ σεπτοῦ Εὐαγγελίου, τῶν ἀρχῶν διαδόσεως Βλάσιε.
Μεγαλύνομεν πόθῳ, καμάτους ὁσίους σου Μονῆς πρὸς δόμησιν, Γωνιᾶς Παρθένου, ἐν Κισσάμῳ τρισόλβιε Βλάσιε, σύνοικε σοφίας, καὶ ἀρετῆς σωτηριώδους, πρὸς τελείωσιν Πάτερ καὶ θέωσιν.
σιότητος κέρας, εἰκόνα φωτόλουστον ἐν σχίνῳ Βλάσιε, τῆς ἁγνῆς Παρθένου, θαυμαστῶς εὗρες καὶ κατηξίωσαι, Χάριτι τῇ θείᾳ, αὐτῇ δομῆσαι θείαν μάνδραν, προσευχῆς ὡς πιστῶν ἐργαστήριον.
Θεοτοκίον.
Νεῦσον ταῖς ἱκεσίαις, ἡμῶν τῶν τιμώντων Σε καὶ προσκυνούντων Σου, τὴν σεπτὴν Εἰκόνα, ἐν Μονῇ Γωνιᾶς τῇ ἐνδόξῳ Σου, κεχαριτωμένη, Θεογεννῆτορ Παναγία, τῆς σαρκὸς τὰ σκιρτήματα παύουσα.

ᾨδὴ στ’. Τὴν δέησιν.
γίασας, τῶν ἱδρῶτων χεύμασι, καὶ δακρύων ὀχετούς σου τὴν χθόνα, τοῦ Ἀποστόλου Βαρνάβα καὶ σμήνους, Ἁγίων Βλάσιε σκεῦος τῆς Χάριτος, σεμνυνομένην τῇ μορφῇ, Ἐλεούσης Λουκᾶς ἣν ἱστόρησε.
Σοφώτατε, ἀσκητὰ καὶ πάντιμε, ἡσυχίας ἐραστὰ τῶν ἐκγόνων, μὴ φέρων Ἄγαρ τὴν βίαν καὶ μένος, Κύπρον κατέλιπες ἵνα καμάτους σου, τοὺς θεαρέστους εὐλαβῶς, συνεχίσῃς ἐν Κρήτῃ πανόσιε.
κχύσαντος, ῥεῖθρα πολυτίμητα, ἐν τῇ Κύπρῳ καὶ τῇ Κρήτῃ δακρύων, καὶ ἁγιάσαντος ἄμφω τὴν χθόνα, μεγαλονήσων αὐτῶν ἐπαινέσωμεν, Βλασίου τοῦ θεοειδοῦς, τὰ σεπτὰ ὑπὲρ φύσιν παλαίσματα.
Θεοτοκίον.
μνοῦμέν Σε, ὡς πιστῶν ἰθύντειραν, πρὸς τελείωσιν ἁγνὴ Θεοτόκε, καὶ ποδηγόν, πρὸς νομὰς σωτηρίας, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα Σου, ἥνπερ ἀνεῦρε θαυμαστῶς, ὁ δομήτωρ τῆς μάνδρας Σου Βλάσιος.













Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Δι’ ἐγκρατείας τον βλαστήσαντα τὴν θέωσιν, καρπὸν ὡραῖον εὐσεβείας καὶ χρηστότητος, ἐν τῇ Κύπρῳ καὶ τῇ Κρήτῃ ὡς Θεοτόκου, Γωνιᾶς Μονῆς δομήτορα τιμήσωμεν, θεοείκελον εὐήχοις μελῳδήμασι, πόθῳ κράζοντες· χαίροις Ὅσιε Βλάσιε.
Ὁ Οἶκος.
Ἄγγελε φωτοφόρε, ἀρετῆς ἠξιώθης, Εἰκόνα ἀνευρεῖν Θεοτόκου, ἐν τοῦ σχίνου τοῖς κλώνοις φωτί, περιηυγασμένην θεϊκῷ Βλάσιε, ἣν προσκυνοῦνες ἄσμενοι, ἐν Κρήτῃ εὐθαρσῶς βοῶμεν·
Χαῖρε, πυρσὸς βιοτῆς ὁσίας·
χαῖρε, φανὸς ἀγωγῆς ἁγίας.
Χαῖρε, ὁ ἀσκήσας ἐν Κύπρῳ ὡς ἄσαρκος·
χαῖρε, ὁ αὐξήσας μισθὸν τὸν οὐράνιον.
Χαῖρε, θεῖον ἐργαστήριον ἀενάου προσευχῆς·
χαῖρε, ἔμψυχον ἀνάκτορον ἐν Χριστῷ καινῆς ζωῆς.
Χαῖρε, τῆς ἀπαθείας καὶ χρηστότητος γέρας·
χαῖρε, τῆς ἀκτησίας καὶ σεμνότητος κέρας.
Χαῖρε, εὑρὼν πανάγνου τὸ ἔκτυπον·
χαῖρε, λαβὼν τῆς νίκης τὸν κότινον.
Χαῖρε, δι’ ὃ νῦν ὁ Κίσσαμος χαίρει·
χαῖρε, δι’ ὃν κόσμος ἅπας εὐφραίνῃ.
Χαῖρε, Ὅσιε Βλάσιε.





















Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Βλασίου, κτήτορος τῆς Ἱερᾶς Μονῆς Γωνιᾶς τῆς Κρήτης.
Βλύσας Βλάσιε πηγὰς πολλῶν ἱδρώτων,
ἐβλάστησας καρπούς, τερπνοὺς ἀφθαρσίας.
Οὗτος, θεοφιλῶς ἤσκησεν ἐν τῇ νήσῳ Κύπρῳ. Καταλιπὼν τὴν νῆσον ταύτην μετὰ τὴν ἅλωσιν αὐτῆς ὑπὸ τῶν τῆς Ἄγαρ ἐκγόνων, ἦλθε καὶ ἐσκήνωσεν ἐν τῇ νήσῳ Κρήτῃ, ἣν καὶ ἱδρῶσιν αὐτοῦ ἡγίασε νυχθημέροις. Ἀξιωθεὶς εὑρεῖν φωτὶ θείῳ περιηυγασμένην, τὴν εἰκόνα τῆς Κυρίας Θεοτόκου Μονὴν αὐτῇ περίδοξον ἐδόμησεν ἐν Κισσάμῳ, τὴν νῦν ἐπονομαζομένην τῆς Παναγίας τῆς Γωνιᾶς. Διελθὼν πάντα τὸν βίον ὡς βροτὸς ἰσάγγελος καὶ Θεῷ εὐαρεστήσας, τοῖς συντόνοις αὐτοῦ ἀσκητικοῖς καμάτοις, ἐκοιμήθη ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου
Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων,
Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων.
Οὗτος τὸ μὲν γένος ἦν Αἰγύπτιος, ἐκ πατέρων καὶ προγόνων τὴν εἰς Χριστὸν πίστιν δεδιδαγμένος. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ παρέτεινε μέχρι καὶ τοῦ εὐσεβοῦς Βασιλέως Κωνσταντίνου, καὶ τῶν υἱῶν αὐτοῦ. Ἐπιδοὺς δὲ ἑαυτὸν τῇ ἀσκητικῇ ἀγωγῇ, τοσοῦτον ὑπερέβαλε πάντας, ὡς ὑποτύπωσις εἶναι τῶν ἐφεξῆς. Καὶ τὸ παράδοξον, ὅτι καὶ πρῶτος, ἢ κομιδῇ μετ᾿ ὀλίγων, τῆς ὑπὲρ ἄνθρωπον ταύτης πολιτείας γέγονεν ἀρχηγός, καὶ μόνος σχεδὸν εἰς τὸν ἀκρότατον ἤλασεν ὅρον, ὡς ἡ περὶ αὐτὸν ἱστορία δηλοῖ. Ἀλλὰ τὰ διαβεβοημένα περὶ αὐτοῦ πᾶσι περιττὸν ἐπεκδιηγεῖσθαι. Τοσοῦτον δὲ ἀναγκαῖον εἰπεῖν, ὅτι ἐν θνητῷ σώματι τοῦ σώματος ἀπανίστατο, καὶ τὰς τῶν ψυχῶν ἀνόδους ἑώρα, καὶ τοὺς ταύτας εὐθύνοντας δαίμονας, ὃ τῆς νοερᾶς καὶ ἀσωμάτου φύσεως ἴδιον. Ζήσας δὲ πρὸς τοῖς ἑκατὸν ἔτη πέντε, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Ὁ δὲ βίος αὐτοῦ συνεγράφη ὑπὸ τοῦ μεγάλου Ἀθανασίου, Ἐπισκόπου Ἀλεξανδρείας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βεῤῥοίας ἀσκήσαντος.
Ἀντώνιον δὲ τὸν Νέον ποῦ τακτέον,
Εἰ μὴ παρ᾿αὐτῷ τῷ πάλαι Ἀντωνίῳ;
Οὗτος, τὸ γένος μὲν ἦν ἐκ Βεῤῥοίας τῆς κατὰ Μακεδονίαν· γεννηθεὶς δὲ ἐκ γονέων φιλαρέτων καὶ εὐσεβῶν, καὶ βιούντων ἐν αὐταρκείᾳ, ἐλευθερίως ἀνήγετο καὶ αὐτός, καὶ πρὸς ἀρετὴν ἐτυποῦτο. Μήπω δὲ καθαρῶς τὴν παιδικὴν ἡλικίαν ὑπερβάς, ἔρωτι θείῳ τρωθεὶς καὶ πάσῃ τρυφῇ καὶ ματαιότητι τοῦ βίου χαίρειν εἰπών, τὸν κατὰ τὴν περαίαν τοῦ παραῤῥέοντος ποταμοῦ μοναστήριον καταλαμβάνει, πλήθει μοναχῶν, ἀρετῆς ἐργασίᾳ κατ’ ἐκεῖνο καιροῦ ἀκμάζον· καὶ ὑποταξάμενος πᾶσι καὶ σχῆμα τὸ τῶν μοναχῶνἐνδύς, ζέοντι πνεύματι καὶ προθυμίᾳ πολλῇ κατειργάζετο τὴν ἀρετήν, πᾶν τὸ προσταττόμενον σπουδαίως πράττων, καὶ ὥσπερ τύπος καὶ παράδειγμα καλοῦ γενόμενος τοῖς ἄλλοις, ἤδη δὲ καὶ κατ’ ἀρετῆ προκόπτων, ἐν ἐπιθυμίᾳ γέγονε καὶ τελειωτέρου βίου και ὑψηλοτέρας ἀγωγῆς καὶ πολλὰ τοῦ προεστῶτος τῆς Μονῆς δεηθέντι ἐπιτραπῆναι τὴν πρὸς τὸ παρακείμενον ὄρος ἀναχώρησιν εἰς ἡσυχίαν παντελῆ ἐπιτέτραπτο.
Τὸ ὄρος οὖν ἅπαν διερευνησάμενος καὶ πρὸς τὸ χεῖλος τοῦ ποταμοῦ Ἀλιάκμονος, σπήλαιον εὑρηκὼς δεινῶς ἄβατον, οὐ διὰ τὴν σκληρότητα τοῦ τόππυ μόνον ἀλλὰ καὶ διὰ τὴν προσπεφυκυῖαν λόχμην, βαθεῖαν καὶ δυσδιεξίτητον οὖσαν, κατώκησεν ἐν αὐτῷ καὶ πρότερον ὄντος καὶ γνωρίμου, ὃς κατά τινα περίοδον διά τινος ἀδήλου τὰ πολλὰ καὶ ἀσαφοῦς πρὸς αὐτὸν ἐρχόμενος στενωποῦ κοινωνίας ἠξίου σώματος δεσποτικοῦ.
Διήγαγε μὲν οὖν ἐν τούτῳ τῷ σπηλαίῳ 50 ἔτη, πάσης συνουσίας ἔρημος ἀνθρωπίνης, ἑαυτῷ δὲ μόνον  προσαδολεσχῶν καὶ Θεῷ, οὐδενὶ ἑτέρῳ χρησάμενος πρὸς τροφήν, ὅτι μὴ ταῖς τῷ σπηλαίῳ περιπεφυκυίας βοτάναις καὶ ὕδατι ποταμίῳ· πολλοὺς δὲ ὑπέμεινε κινδύνους καὶ πειρασμοὺς ἐκ δαιμόνων, ὡς ἐξεγένετο μαθεῖν παρὰ τοῦ προσφοιτῶντος ἱερέως, ἐκείνου διηγουμένου ἀκηκοότος· πληγαῖς τε γὰρ αὐτῷ ἐνέτεναν μέχρι θανάτου, πολλάκις δίκην ληστῶν ἐπελθόντες, ἀλλὰ καὶ μορφὰς θηρίων ἀλλοκότων τε καὶ φοβερῶς ἐπάγοντες καὶ τὸ τοῦ σπηλαίου ἐξογκοῦντες φανταστικῶς κατὰ τοῦ Ἁγίου ἐδόκουν αὐτῷ τῷ σπηλαίῳ πρὸς φάραγγας βαθείας κατασύρειν.
Ἐπεὶ δὲ πᾶσαν μηχανὴν διεξελθόντες τῇ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος κατηργήθησαν μὴ δυνηθέντες τοῦ τόπου μετακινῆσαι τὸν Ἅγιον, ἐκεῖνοι μὲν αἰσχύνης πλήρεις καὶ ὀδυρμῶν ἀφανεῖς ἐγένοντο, ὁ δὲ Ἅγιος ἡσύχως καὶ γαληνῶς διήγαγε τὸν βίον τῷ Ἁγίῳ Πνεύματι κυβερνώμενος. Βιώσας δὲ ὑπὲρ τὰ 90 ἔτη, ἐτελεύτησεν ἐν αὐτῷ τῷ σπηλαίῳ, ἐν ᾧ τὴν ἀθλητικὴν διήγαγε ζωήν· θαυματουργεῖτι καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τοιοῦτον. Κατάντικρυ γὰρ τοῦ σπηλαίου, θήρας ἕνεκα τινῶν τὰς λόχμας διευρυνομένων, οἱ κύνες τῷ σπηλαίῳ ἐπιστάντες, ἐθορύβουν ὑλακτοῦντες· οἱ θηρευταὶ δὲ τοὺς ὀφθαλμοὺς πρὸς τὴν ὑλακὴν ἀπερείσαντες, ὁρῶσι χεῖρα νεύματι πρὸς ἑαυτὴν μετακαλουμένην· νομίσαντες δὲ τῶν συνθηρευόντων θηρίῳ προστυχόντα τινὰ τὸν μετακαλούμενον εἶναι, σπουδῇ πολλῇ τὸν ποταμὸν διαβάντες, ἐφίστανται τῷ σπηλαιῳ τῇ τῶν κυνῶν ἑπόμενοι ὑλακῇ· καὶ ζῶντα μὲν εὑρίσκουσιν οὐδένα, τὸν Ἅγιον δὲ κείμενον ἐπὶ ἐδάφους, κατεσταλμένον κοσμίως, καὶ λυχνίαν ὑπεράνωθεν αὐτοῦ ἡμμένην. Συνιέντες δὲ ἐκ πολλῶν τεκμηρίων θεοφόρον εἶναι τὸν ἄνδρα προσεκύνουν σὺν αἰδοῖ πολλῇ καὶ τὰ ἴχνη προσπεσόντες κατεφίλουν. Ἔπειτα εἰς τὴν πόλιν ἀπελθόντες, σὺν ἐκπλήξει καὶ ἡδονῇ τῷ τηνικαῦτα ἀρχιερατεύοντι ἀπαγγέλουσιν.
Ὁ δὲ μηδὲν μελήσας τὸν τῶν ἱερωμένων πάντα χορόν, προσέτι δὲ καὶ πλῆθος ἄλλο τῆς πόλεως πρὸς θαῦμα συνδεδραμηκός, παραλαβὼν ἐν τῷ σπηλαίῳ γίνεται· πολλαῖς δὲ ὑμνῳδίαις καὶ ψαλμοῖς τὸν τοὺς Ἁγίους αὐτοῦ δοξάζοντα Θεὸν δοξάσαντες, ὑπὸ λαμπάσι πολλαῖς καὶ μύροις προέπεμπον τὸν Ἅγιον. Ἀλλὰ καὶ αὖθις ἐξαίσιόν τι τερατουργεῖ ὁ Θεὸς εἰς δόξαν τοῦ Ὁσίου Αὐτοῦ. Τῶν κατὰ τὴν περαίαν τοῦ ποταμοῦ οἰκούντων, πάντων πρὸς τὴν φήμην παρελθόντων, ἔρις ἐγείρεται μεταξὺ τῶν ἀγροίκων καὶ τῶν τοῦ ἄστεος ἐπαινετή τις καὶ θαυμασία. Οἱ μὲν ἠξίουν πρὸς τὴν πόλιν ἐπαγαγεῖν καὶ ταύτῃ τὰ πρεσβεῖα δοῦναι, μητρὶ τῶν κώμων οὔσῃ καὶ ὑπερεχούςῃ τὴν ἀξίαν· οἱ ἀγρόται δὲ οὐκ ἔφθασαν παραχωρήσειν αὐτοῖς τοῦ παρ’ αὐτοῖς τραφέντος ἀγαθοῦ ἀλλὰ καθέξειν ὅση δύναμις, σωτῆρα καὶ εὐεργέτην ἐσόμενον αὐτοῖς. Ἐπὶ πολὺ δὲ τῆς ἔριδος προελθούσης, τέλος ἔδοξεν ἐπιτρέψαντος τὴν ψῆφον τῷ ἁγίῳ, ὁποτέροις βούλοιτο συνοικεῖν αὐτοὺς ἀποστῆναι τῆς φιλονικείας.
Καὶ δὴ βοῦς ἀπειροζύγους ὑποζεύξαντες ἁμάξῃ τὴν λάρνακα ἐπιτιθέασι τοῦ ἁγίου ἀπολιπόντες φέρεσθαι οἷ ἂν αὐτὸς ἰθύνοι· οἱ δὲ δρόμῳ πολλῷ τὸν ποταμὸν διαβάντες, εὐθὺ Βεῤῥοίας ἐχώρουν, μηδαμοῦ παρατραπέντες τῆς ὁδοῦ, εἰσελθόντες δὲ τὴν πόλιν, εἰς τὴν πατρώαν οἰκίαν ἔρχονται τοῦ Ἁγίου, ὅπου καὶ τέμενος ἦν τῆς Πανάγνου καὶ Θεομήτορος· ἔνθα στήσαντες τὴν ὁρμὴν μονονουχὶ φωνὴν ἐδόκουν ἀφιέναι ὡς ἐνθάδι τὸν Ἅγιον βούλεται οἰκεῖν. Συνελθόντες τοίνυν τούτῳ κατατιθέασι πλεῖστα θαύματα ἐκτελοῦντα μέχρι τοῦ νῦν. Τὸ δὲ ὄρος, ἐν ᾧ τὸ σπήλαιόν ἐστι τοῦ Ἁγίου, ἅπαν μοναχῶν γέγονεν οἰκητήριον, καὶ πολλῶν ἀδελφῶν συνέστη ἀσκητήρια, ὡς καὶ Σκήτην ἐπονομασθῆναι τοῦ Ἁγίου Ἀντωνίου τοῦ Νέου

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου τοῦ Μεγάλου.
Ἡ Βασιλεία ἐμποδὼν οὐχ ὡράθη,
Σοί, ὦ Θεοδόσιε, πρὸς σωτηρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται.
Ὅπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις,
Πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουνίλλα καὶ Τούρβων, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀντωνίου καὶ Φιλοθέου, κτητόρων τῆς Ἱερᾶς Μονῆς Ἁγίου Στεφάνου τῶν Μετεώρων.
Εἰς πέτραν στήσας σοὺς πόδας Πατερ φθάνεις,
Χριστὸν τὴν πέτραν Ἀντώνιε ἀσκήσας.
Φιλῶν ἐφίλεις Ὃν νῦν Φιλόθεε ἔχεις,
Μᾶλλον Αὐτος σε νῦν κατέχεις ἐν κόλποις.
Οὗτοι ἔλαμψαν ἐν τῇ κατὰ τὴν ἐπαρχίαν Σταγῶν νέαν Θηβαΐδα τῶν Μετεώρων, γενόμενοι ἀλληλοδιαδόχως Κτίτοτες τῆς Μονῆς τοῦ Ἁγίου Στεφάνου.
Τούτων, ὁ μὲν Ὅσιος Ἀντώνιος, ἀκμάσας κατὰ τὸ β’ ἥμισυ τοῦ 14ου αἰῶνος, ἐκ γένους βασιλικοῦ, τῶν Κατακουζηνῶν, φέρεται ἕλκων τὴν καταγωγή.
Ὁ δέ, κατὰ τὰς ἀρχὰς τοῦ 16ου αἰῶνος βιώσας, Ὅσιος Φιλίθεος, ἐκ τῆς χώρας Σθιαταίνης, ἴσως τοῦ, οὕτω καλουμένου παλαιότερον, χωρίου τῶν Τρικάλων Ῥίζωμα.
Δεξάμενοι οὖν ἀμφότεροι τὴν τοῦ Κυρίου κλῆσον καὶ ἄραντες τὸν ἐλαφρὸν καὶ χρηστὸν ζυγὸν Αὐτοῦ, διὰ πολλῶν ἀσκητικῶν θλίψεων, πνευματικῶν καμάτων καὶ ἱδρώτων, πειρασμῶν ποικίλων καὶ Χάριτι Θεοῦ, ἀνεδέιχθησαν πρώταθλοι τῶν μετ’ αὐτοὺς ἀσκησάντων ἀναριθμήτων ἔκτοτε μοναχῶν.

Γεώργιος γῆν ἀροτριάσας ξένως,
Ξένον στάχυν ἤμησεν ἄφθιτον κλέος
Οὗτος ὁ ἀείμνηστος νεομάρτυς τοῦ Χριστοῦ Γεώργιος υἱὸς ὕπηρξε γονέων εὐσεβῶν καὶ ἐναρέτων, Κωνσταντίνου καὶ Βασίλως, ἐκ τίνος χωρίου τῆς ἐπαρχίας τῶν Γρεβενῶν ὁρμωμένων, ὀνομαζόμενου Τσούρχλι, ἀνθρώπων ἐνδεῶν, καὶ ποριζομένων τὰ πρὸς τὸ ζῆν διὰ τῆς γεωργίας, οἱτινες γεννήσαντες τὸν Γεώργιον, καὶ εὐσεβῶς ἀναθρέψαντες, οὐκ ἠδυνήθησαν δι’ ἀπορίαν ἐκπαιδεύσαι αὐτὸν ἄπειρος δὲ γραμμάτων ὡς ἐκ τούτου διαμείνας, καὶ ἀπορφανισθεὶς τῶν γονέων τοῦ ἐν νεαρᾷ ἡλικίᾳ, διέμεινε μέχρι τινὸς ὑπὸ τοὺς ἀδελφούς του· μετὰ ταῦτα δὲ μεταβὰς εἰς Ἰωάννινα, ἐπορίζετο τὰ πρὸς τὸ ζῆν ὑπομίσθιος, ἁπλοῦς ὑπαρχῶν τὸν τρόπον, καὶ πρᾶος καὶ μὴ ἀπολειπόμενος τοῦ θαμίζειν εἰς τὴν ἐκκλησίαν ἐν ταῖς εὐκαιρίαις του. Κατὰ μῆνα Ὀκτώβριον τοῦ ἔτους 1836 διετέλει ὡς ἱπποκόμος παρά τινι ὀθωμανῷ, ἐν διαπρέποντι ἀξιώματι ὄντι παρὰ τῷ τότε διοικητῇ τῶν Ἰωαννίνων. Ὀθωμανοὶ δέ τινες ἐκ τῆς εὐτελεστέρας μοίρας, ἐμπαθῶς πρὸς αὐτὸν διακείμενοι, συκοφαντίαν αὐτῷ προσῆψαν, ὡς δῆθεν ἐξομόσας πρὸ τίνος καιροῦ, πάλιν ὡς χριστιανὸς διάγει, καὶ ἀπαχθεὶς ὑπ᾿αὐτῶν εἰς τὸν Μεχκεμέν, καὶ ἐρωτηθεὶς ὑπὸ τοῦ κριτοῦ ἂν οὕτως ἔχει τὰ κατ᾿ αὐτόν, εὐθαρσῶς ἀνωμολόγησεν, ὅτι οὐδέποτε ἀρνησίχριστος ἐγένετο, καὶ ἀδίκως συκοφαντεῖται παρ’ αὐτῶν, ὁ δὲ κριτῆς, συνέσει διαπρέπων, ἐγνώρισεν ὅτι ἐμπαθὼς κατηγορεῖται ὑπ᾿ αὐτῶν διὸ καὶ ἀνακρίνας αὐτόν, καὶ ἀπερίτμητον εὑρὼν ἀπέλυσεν.
Παρὰ τῷ εἰρημένῳ αὐθέντῃ διατελῶν ἐν Ἰωαννίνοις συνεζεύχθη νομίμῳ γυναικὶ Ἑλένη τοὔνομα, κατὰ Ἰανουάριον τοῦ ἔτους 1837. Ἐλθόντος δὲ εἰς Ἰωάννινα ἡγεμόνος τοῦ Μουσταφᾶ Πᾶσα ἐμισθώθη παρὰ τῷ διορισθέντι νέῳ Μουσελίμῃ τῶν Φιλιατών, καὶ ἀπῆλθε μετ αὐτοῦ ἐκεῖσε, καὶ μετ’ οὐ πολὺ ἐπανακάμψαντος εἰς Ἰωάννινα τοῦ Μουσελίμη ἕνεκεν ἰδίων ὑποθέσεων, ἦλθε μετ᾿ αὐτοῦ καὶ ὁ Γεώργιος ὡς ἱπποκόμος. Τῇ 10ῃ Ἰανουαρίου 1838 ὁ Μουσελίμης, διαπεράνας τὰς ὑποθέσεις τοῦ ἐξεκίνησεν εἰς Φιλιάτας, ὁ δὲ Γεώργιος, ἐπειδὴ ἡ σύζυγος τοῦ ἔτεκεν υἱόν, ἐξῃτήσατο παρ᾿ αὐτοῦ τὴν ἄδειαν, ἵνα , διαμείνῃ τινὰς ἡμέρας ἐν τῇ οἰκία τοῦ, καὶ ἔπειτα να ὑπάγῃ, ὁ δὲ σκοπὸς αὐτοῦ ἢν νὰ παρευρέθη εἰς τὸν βαπτισμὸν τοῦ νεοτεχθέντος υἱοῦ τοῦ, τῇ 12ῃ Ἰανουαρίου, ἡμέρᾳ τετάρτῃ πρωί, ὀθωμανός τις τῶν ἐκδεδιῃτημένων, ἀπαντήσας αὐτὸν εἴς τινα ὁδόν, ἐδράξατο αὐτοῦ λέγων· Σὺ ἐγινες Τοῦρκος, καὶ πῶς ἤδη χριστιανὸς διάγεις; ὁ δὲ ἀπεκρίνατο· Μήτε Τοῦρκος ἐγενόμην ποτέ, μήτε τὸν Χριστών μού ποτε ἠρνήθην χριστιανός, καὶ ἡμὴν ἀεὶ καί εἰμι. Ἐν δὲ τῷ μεταξὺ ἀθροισθέντων καὶ ἄλλων ὀθωμανῶν ἐκ τῶν παραπορευομένων, καὶ συμμαρτυρούντων τῷ ἀπ᾿ ἀρχῆς δραξαμένῳ τοῦ Γεωργίου, θορύβου γενομένου ὑπὸ τῆς ἀθροίσεως συμμιγῶν ἀνθρώπων, ἐπέστη ἐν τούτῳ καὶ τοῦ Διοικητοῦ ὁ Καβάζπασης, ὅστις ἀνερευνήσας τὴν αἰτίαν τοῦ θορύβου, ἤκουσε παρὰ τῶν ἐκεῖσε ὀθωμανῶν, ὅτι οὗτος, δεικνυόντων τὸν Γεώργιον, Τοῦρκος γενόμενος πρότινος καιροῦ ἤδη χριστιανὸς διάγει· ὁ δὲ συνεχῶς ἀνακράζων Χριστιανὸς καὶ ἤμην πάντοτε, καὶ εἰμί, καὶ οὐδέποτε Τοῦρκος ἐγενόμην, συλληφθεὶς ὑπὸ τοῦ Καβάζπαση, ἐφυλακίσθη, καὶ περὶ τὸ δειλινὸν ἀπήχθη εἰς τὸν Μεχκεμέν, ὁποῦ ἐξετασθείς, καὶ ποικιλοτρόπως βιασθεὶς εἰς τὴν ἐξόμοσιν, διέμεινεν ἀκράδαντος ἐπὶ τὴν ὁμολογίαν τῆς ἀμωμήτου ἡμῶν πίστεως, καὶ ἀπαχθείς, αὔθις ἐφυλακίσθη. Ὁ Ἀρχιερατεύων τότε ἐν Ἰωαννίνοις κύριος Ἰωακείμ, ὁ ἀπὸ Δρυϊνουπόλεως ( ὁ ἐν ὑστέροις ἀπὸ Κυζίκου εὐκλεῶς πατριαρχεύσας) ἀπῆλθεν εἰς τὸν Μεχκεμὲν κατ᾿ ἐκείνην τὴν ἑσπέραν, καὶ ὡμίλησε τὰ δέοντα, ἀποδείξας διὰ λόγων ἰσχυρῶν καὶ ἀναντιῤῥήτων τὴν ἀθῳότητα τοῦ Γεωργίου, ἐκεῖ θεν δὲ ἀπῆλθε καὶ εἰς τὴν διοίκησιν, καὶ εἶπεν ὅσα ἔδει, ἀλλ᾿ οἱ λόγοι τοῦ οὐδὲν ἴσχυσαν, καὶ τοι βάσιμοι ὄντες καὶ ἀληθεῖς.
Κατ’ ἐκείνην τὴν νύκτα πολυειδῶς βασανισθεὶς ὁ Γεώργιος ἐν τῇ εἱρκτῇ ἵνα ἐξομόσῃ, διέμεινε στεῤῥὸς καὶ ἀμετάτρεπτος καὶ τῇ πέμπτῃ πρωὶ ἀπήχθη πάλιν εἰς τὸν Μεχκεμέν, ὁποῦ ποικιλοτρόπως ἐν πρώτοις κολακευθείς, καὶ ἐν ὑστέροις ἀπειληθείς, οὐκ ἐνέδωκε, καὶ ἐμπτυόμενος, καὶ μαστιγούμενος ὑπὸ τῶν περιεστώτων ὀθωμανων, ἔλεγε τοῦτον μόνον τὸν λόγον : Χριστιανός εἰμι, καὶ πάλιν ἀπαχθεὶς ἐν τῇ εἱρκτῇ, δεινῶς ἐβασανίσθη δι᾿ ὅλης τῆς νυκτός, ἐπιφωσκούσης Παρασκευῆς, ἀκίδων ἐμπαγεισῶν ὑπὸ τοὺς ὄνυχάς του, καὶ πετρῶν μεγάλων ἐπιτεθεισῶν ἐπὶ τὰ στήθη αὐτοῦ, ἅτινα γενναίως ὑπέφερε, συνεχῶς λέγων· Χριστιανός εἰμι, τὸ δὲ Σάββατον πρωὶ ἀπήχθη εἰς τὸν Μεχκεμέν, ὁποῦ σύλλογος ἐγένετο πολλῶν ὀθωμανῶν, τότε προεβλήθη αὐτῷ, ἵνα ἐκλέξῃ ἐν τῶν δύο, ἡ νὰ λάβῃ πολλὰς καὶ μεγάλας ἀντιβραβεύσεις ἂν ἐξομόσῃ ἡ νὰ λάβῃ θάνατον σκληρὸν ἂν ἐπιμείνῃ εἰς τὸ πρότερον φρόνημα τοῦ. Ὁ δὲ γενναίως ἀνωμολόγησεν ἐνώπιον πάντων Χριστιανὸς καὶ ἡμὴν ἀπ᾿ ἄρχῃς, Χριστιανός εἰμι καὶ ἔσομαι μέχρι τελευταίας μου πνοῆς. Τρὶς εἰσήχθη ἐνώπιον τοῦ κριτοῦ, καὶ τρὶς ἐξήχθη, καὶ ἐπειδὴ ἔμεινεν ἀμετάτρεπτος, ἐξεδόθη ἐγγράφως ἡ ἀπόφασις νὰ φονευθῇ. Ἐκεῖθεν ἀπήγαγον αὐτὸν εἰς τὸν ἀνθύπατον (Κεχαγιάμπεην), ὁποῦ πολυειδῶς ἀπειληθείς, οὐκ ἐνέδωκεν ἐκεῖθεν δὲ ἀπήχθη καὶ εἰς τὸν Διοικητὴν Μουσταφᾶ πασᾶν ὁμολογήσας δὲ καὶ ἐνώπιον αὐτοῦ ἀδεὼς τὸν Ἰησοῦν Χριστόν, ἀπαχθεὶς ἐβλήθη ἐν τῇ εἱρκτῇ, καὶ τῇ δευτέρᾳ τῆς ἑβδομάδος, Ἰανουαρίου 17, περὶ ἕκτην ὥραν ἀπηγχονίσθη ἐν τῇ ἀγορᾷ, πλησίον τοῦ χάνδακος τοῦ μεγάλου φρουρίου, συνεχῶς ἀνακράζων· Χριστιανός εἰμι, ποιήσατέ μοι εἶ τι δεινὸν οἴδατε. Ἔμεινε τὸ σῶμα αὐτοῦ κρεμάμενον μέχρι τῆς τετράδης, Ἰανουαρίου 19· καὶ κατ’ αὐτὴν ἐδωρήθη τὸ νεκρὸν αὐτοῦ σῶμα, παρὰ τοῦ Διοικητοῦ Μουσταφᾶ Πασᾶ Βεζύρη, εἰς τὸν ῥηθέντα Μητροπολίτην Ἅγιον Ἰωαννίνων κύριον Ἰωακείμ, ὅπερ μετακομισθὲν εἰς τὴν Ἐκκλησίαν τοῦ Ἁγίου Ἀθανασίου τῆς Μητροπόλεως τῶν Ἰωαννίνων, ἐτάφη ἐκτὸς τοῦ Ἱεροῦ Βήματος ἐν τῷ ἀριστερῷ μέρει μετὰ μεγάλης συνδρομῆς τῶν χριστιανῶν, καὶ μετὰ τῆς ἀνηκούσης παρατάξεως παντὸς τοῦ Ἱερατικοῦ κλήρου. Τελεῖ δὲ ὁ τάφος αὐτοῦ ἀπειροπληθεὶς ἰάσεις τοῖς μετὰ πίστεως προσερχομένοις, καὶ χοῦς καὶ ἔλαιον ἐκ τοῦ μνήματος καὶ τῆς κανδήλας του, κομισθέντα καὶ ἀλλαχοῦ ὑπὸ εὐλαβῶν καὶ φιλοχρίστων, συνετέλεσαν εἰς θεραπείαν δεινῶν παθῶν καὶ ἀνιάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἀρχιεπισκόπου Νόβγκοροντ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Κρασνοχόλμκιζ τοῦ Ῥώσσου, ἰδρυτοῦ τῆς Ἱ. Μ. Ἁγ. Νικολάου τοῦ Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἐπισκόπου Βολογκντὰ τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Χεύμασι σῶν σεπτῶν ἱδρώτων, τῆς ἀσκήσεως τὸ ῥυπογόνον σμῆνος, τῶν ἀΰλων ἐχθρῶν, ἐδίωξας καὶ χλαῖναν, ψυχῆς σου μάκαρ ἔδειξας, τῆς χιόνος λαμπροτέραν.
Οὐρανίων δυνάμεων ἐν πόλῳ, συναγάλλῃ ἀπαύστως καὶ συγχαίρῃ, ὡς Ὁσίων κρηπίς, καὶ ἀσκητῶν σεμνότης, πνευματοφόρε Βλάσιε, ὑφηγῆτορ μονοτρόπων.
ψιπέτης ὡς ὄρνις ὁ μονάζων, ἐπὶ δώματος ἔπηξας σῶν πόνων, καλιὰν τῶν σεπτῶν, ἐν τῇ Κισσάμῳ Κρήτης, ἐν ᾗ τὸν Κτίστην Βλάσιε, ἀκλινῶς ἐδοξολόγεις.
Θεοτοκίον.
Σῶσον τοὺς μεγαλύνοντάς Σε, καθ’ ἑκάστην αἰωνίου ἐκ θανάτου, Θεοτόκε χαρᾶς, αἰτία τῶν μερόπων, καὶ πρόξενε θειότατε, τῆς ἀλήκτου εὐφροσύνης.

ᾨδὴ η’. Τὸν ἐν ὄρει.
σκητὰ θεοφόρε τοῦ Κισσάμου, ὁ εὑρὼν θαυμαστῶς, εἰκόνα τῆς πανάγνου, Μητρὸς Θεοῦ τὴν βρύουσαν, ἰάματα πᾶσιν ἀσθενοῦσι, Βλάσιε προσδέχου, ἡμῶν τὰς ἱκεσίας.
λαρῷ φέγγει περιηυγασμένην, ὁ ἐν κλώνοις ἰδών, τοῦ σχίνου τὴν Εἰκόνα, τῆς Ἐλεούσης γένος τὸ μερόπειον, κεχαριτωμένης, Βλάσιε ἐπλήσθης, χαρᾶς μὴ ἐκπιπτούσης.
Νῦν Ὁσίων κοσμήτορα τῆς Κύπρου, θεαυγῶν καὶ σοφῶν, ἡσυχαστῶν τῆς Κρήτης, ὡς μονοτρόπων κέρας θεῖον Βλάσιον, στέψωμεν τοῖς ὕμνων, ἄνθεσι καὶ ῥόδοις, ἐφυμνιῶν παντέρπνων.
Θεοτοκίον.
Οὐρανῶν ὑπερτέρα Θεοτόκε, τῆς Μονῆς Γωνιᾶς, σεπτὴ παραμυθία, καὶ χριστωνύμων Σκέπη, καὶ κραταίωμα, φρούρει οὐρανόθεν, τοὺς ἀνευφημοῦντας, Σῶν θαυμασίων πλῆθος.



ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Συνέσεως καὶ νήψεως ἀκραιφνοῦς, μαργαρίτης πολύτιμος Βλάσιε, καὶ παμφαές, ἀκτησίας μέλαθρον ἱερόν, ὀφθεὶς τὴν Κύπρον ἅπασαν, Πάτερ διεκόσμησας ἀληθῶς, καὶ Κίσσαμον τῆς Κρήτης, ἀνέδειξας χειμάῤῥουν, ἁγιάσματος πάντων χρυσόῤῥειθρον
Χαρίτων οὐρανίων φῶς τηλαυγές, Γωνιᾶς τῆς Μονῆς κτίτορ Βλάσιε, περικλεές, νήφων ἡσυχάσων καὶ ἀσιτῶν, προσείλκυσας τοῦ Πνεύματος, χάριν τοῦ Ἁγίου καὶ πανσθενοῦς, Οὗ τῇ ἐπιφοιτήσει, δοχεῖον θαυμασίων, ἐδείχθης πᾶσι διαυγέστατον.
Μετέχεις νῦν τῆς δόξης τῶν οὐρανῶν, ἀσκητῶν ὡς θησαύρισμα Βλάσιε, θεοειδές, καὶ ὡς ἐγκαλλώπισμα ἱερόν, χρηστοηθείας πρόβολε, τῆς ἐν τῷ Κυρίῳ καινῆς ζωῆς, καὶ χάριν ὡς θεράπων, Χριστοῦ κατέχεις πλείστην, ὑπὲρ ἡμῶν πρεσβεύειν πάντοτε.
Θεοτοκίον.
Μεγίστων καταξίωσον δωρεῶν, χριστωνύμων τὸν σύλλογον ἄχραντε, Μῆτεερ Θεοῦ, Σὲ τὸν μεγαλύνοντα εὐλαβῶς, θεοτερπέσιν ᾄσμασι, καὶ τὸν Σὸν δοξάζοντα ἀκλινῶς, Υἱὸν τὸν κατ’ ἀξίαν, τοῖς ἀγωνιζομένοις, πᾶσι τὰ γέρα ἀπονέμοντα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Καμάτοις νυχθημέροις σου, εὐχαῖς νηστείαις δάκρυσι, καὶ ἄκρᾳ σκληραγωγίᾳ, σοφίας ἄνωθεν σκεῦος, λαμπρὸν ἐγένου Βλάσιε· διό σε μακαρίζοντες, τὰς σὰς θερμὰς αἰτούμεθα, πρὸς τὸν Σωτῆρα πρεσβείας, τὸν θεῖον μισθαποδότην.
Θεοτοκίον.
Τὴν πάνσεπτον Εἰκόνα Σου, ἐν κλώνοις σχίνου Δέσποινα, φωτὶ περιηυγασμένην, καὶ ἐξαστράπτουσαν φέγγει, ἀΰλῳ εὗρεν Βλάσιος, ὁ Ὅσιος Μητρόθεε, ἣν καὶ περιπτυσσόμενος, κατέθεσεν ἐν σεμνείῳ, αὐτοῦ ὃ ἔκτισε μόχθοις.














Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεοφόρε Βλάσιε, στοιχεωθεὶς ἀκλινῶς, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, νουνεχῶς ἐβάδισας, τὴν ὁδὸν τῆς θεώσεως, καὶ μονοτρόπων, φωστὴρ γενόμενος, φωτὶ καμάτων, τῶν σῶν ἐφώτισας, Κύπρου τὰ πέρατα, καὶ τὴν Κρήτην ᾄσμασι νῦν τὴν λαμπρῶς, ἄγουσαν τὴν μνήμην σου, τὴν φωτοπάροχον.

Πάτερ, θεοφόρε Βλάσιε, κατηξιώθης εὑρεῖν, τὴν Εἰκόνα τὴν πάνσεπτον, ἐν τοῖς σχίνοις λάμπουσαν, ὑπὲρ ἥλιον Ὅσιε, τῆς Θεοτόκου, καὶ μάνδραν πάνσεπτον, αὐτῇ δομῆσαι ἣν ὀνομάζομεν, πνευματοφόρητε, Γωνιᾶς διάκοσμον πανευπρεπῆ, τοῦ Κισσάμου πέλουσαν, καὶ σκέπην ἄγρυπνον.

Πάτερ, θεοφόρε Βλάσιε, ὥσπερ ἀστὴρ ὀρθρινός, ἀπαθείας πυρσεύμασι, καὶ βολίσι νήψεως, ἐν Κισσάμῳ ἐξέλαμας, ὃν καὶ ἱδρῶσι, τοῖς σοῖς ἡγίασας, καὶ βακτηρίᾳ, τῇ σῇ ἐστήριξας, σοῦ τῶν δεήσεων, πρὸς τὸν πάντων Κύριον καὶ Ποιητήν, οἰκουμένης ἄοκνον, τῆς εὐφημούσης σε.

Πάτερ, θεοφόρε Βλάσιε, σεμνεῖον τῆς Γωνιᾶς, Παναγίας γεραίρει σου, μνήμην τὴν πανεύφημον, καὶ τοὺς πόνους ἀσκήσεως, σῆς μεγαλύνει, κραυγάζον πάντοτε· χαῖρε κοσμῆτορ, εὐχῆς καὶ νήψεως· χαῖρε θησαύρισμα, ἀγωγῆς θεόφρονος καὶ θαυμαστῆς, προστασίας τάγματος, τῶν προστρεχόντων σοι.

Δόξα. Ἦχος πλ. α΄.
Τῆς ἁγνῆς Θεομήτορος φωτὶ ἀΰλῳ περιηυγασμένην, ἐν κλώνοις σχίνου παναγίαν ἀνεῦρες Εἰκόνα, καὶ αὐτῆς σεμνεῖον ἠξιώθης ἐν Κισσάμῳ δομῆσαι, Βλάσιε θειότατε, Ὁσίων Πατέρων ἀκροθίνιον· ὅθεν πάντες ὡς ἄνδρα θεοείκελον, καὶ ἰσάγγελον μέλποντες μέροπα, τοὺς καμάτους σου πρὸς θέωσιν μεγαλύνομεν, καὶ τὰς πρεσβείαις σου αἰτούμεθα, πρὸς ψυχῶν σωτηρίαν, καὶ ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ ἐκλάμψας ἀσκητικῶς, ἐν τῇ Κύπρῳ πρῶτον, καὶ ἐν Κρήτῃ θεοειδές, εἶτα κτίτωρ θεῖος, τῆς Γωνιᾶς Παρθένου, ἐν ᾗ ἐδείχθης Πάτερ, πάνσοφε Βλάσιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου